ΠΡΟΚΛΟΥ ΦΙΛΟΣΟΦΟΥ ΛΥΚΙΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΔΙΑΔΟΧΟΥ ΕΙΣ ΤΑΣ ΠΟΛΙΤΕΙΑΣ ΠΛΑΤΩΝΟΣ ΥΠΟΜΝΗΜΑ. Τὰ τῆς βίβλου κεφάλαια.Περὶ τοῦ τίνα χρὴ καὶ πόσα πρὸ τῆς συναναγνώσεως τῆς Πολιτείας Πλάτωνος κεφάλαια διαρθρῶσαι τοὺς ὀρθῶς ἐξηγουμένους αὐτήν. Περὶ τῶν πρὸς τὸν ὅρον τῆς δικαιοσύνης τὸν τοῦ Πολεμάρχου ῥηθέντων ὑπὸ τοῦ Σωκράτους συλλογισμῶν. Περὶ τῶν ὑπὲρ δικαιοσύνης τεττάρων λόγων ἐν Πολιτείᾳ πρὸς τὰ Θρασυμάχου τέτταρα δόγματα περὶ αὐτῆς. Περὶ τῶν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας εἰρημένων θεολογικῶν τύπων. Περὶ ποιητικῆς καὶ τῶν ὑπʼ αὐτὴν εἰδῶν καὶ τῆς ἀρίστης ἁρμονίας καὶ ῥυθμοῦ τὰ Πλάτωνι δοκοῦντα. Αʹ. Περὶ τῶν ἐν Πολιτείᾳ πρὸς Ὅμηρον καὶ ποιητικὴν Πλάτωνι ῥηθέντων. Βʹ. Περὶ τοῦ τρόπου τῆς τῶν θείων μύθων διασκευῆς παρὰ τοῖς θεολόγοις αἰτίων ἀποδόσεις καὶ λύσεις τῶν πρὸς αὐτοὺς ἐπιστάσεων. Γʹ. Τίνες οἱ παρὰ τοῖς θεολόγοις θεομαχίας διάφοροι τρόποι, τὴν ἐν αὐτῇ ἀπόρρητον ἀλήθειαν εἰς φῶς ἄγοντες. Δʹ. Πῶς ἄν τις ὑπὲρ τῶν θείων ἀπολογήσαιτο μύθων τῶν δοκούντων τοὺς θεοὺς αἰτιᾶσθαι τῶν κακῶν. Εʹ. Πῶς τὴν τῶν ὅρκων σύγχυσιν δοκεῖ ἡ ποίησις εἰς θεοὺς ἀναπέμπειν, ἡ ἀληθὴς περὶ αὐτῶν ὑφήγησις. ϛʹ. Τίς ἐστιν ἡ ἐν τῇ ποιήσει τοῦ Διὸς τῶν θεῶν εἰς ἔριν κατάστασις διὰ Θέμιδος, ἀνάπτυξις τῆς ὅλης τοῦ μύθου θεωρίας. Ζʹ. Τίς ἡ τῶν θεῶν κρίσις ἡ ἐν τοῖς μύθοις τοῖς τοῦ ποιητοῦ καὶ τίνας αἰνίσσεται βίων διαφοράς. Ηʹ. Τίνες εἰσὶν αἱ ἐν ταῖς θεομυθίαις μεταβολαὶ τῶν θεῶν εἰσαγόμεναι καὶ κατὰ πόσους τρόπους αὐτὰς διατιθέασι καὶ διὰ ποίας αἰτίας. Θʹ. Περὶ τῆς τοῦ ἐνυπνίου πομπῆς δοκούσης ψεῦδος ἐπὶ θεοὺς ἀναπέμπειν πῶς ἀπολογητέον, ἀψευδὲς τὸ θεῖον δεικνύουσιν. Ιʹ. Κοινὴ ἀπολογία ὑπὲρ τῶν Ὁμηρικῶν μύθων καὶ τῶν Πλατωνικῶν, ἐν οἷς περὶ τῶν ἐν Ἅιδου λέγουσι δικαιωτηρίων καὶ τῶν ἐν αὐτοῖς λήξεων τῶν διαφόρων, ἃς ἔχουσιν αἱ ἐξελθοῦσαι τῶν σωμάτων ψυχαὶ κατὰ τὰ ἰδιώματα τῆς ἐν σώματι ζωῆς. ΙΑʹ. Τίνες αἰτίαι, διʼ ἃς ἡ ποίησις ἀναπέμπει θρήνους κἀπὶ τοὺς ἥρωας καὶ ἐπὶ τοὺς θεοὺς καὶ ἐπὶ τὸν ἄριστον αὐτὸν τῶν ἡρώων καὶ ἐπὶ τὸν μέγιστον τῶν θεῶν. ΙΒʹ. Τίς αἰτία τοῦ ἐν τοῖς θεοῖς λεγομένου γέλωτος ἐν τοῖς μύθοις, καὶ διὰ τί ἡ ποίησις ἐπὶ τῷ Ἡφαίστῳ τοὺς θεοὺς ἐποίησε γελῶντας ἀσχέτως. ΙΓʹ. Ἀπολογία ὑπὲρ τῶν ἐν τῇ Ὁμήρου ποιήσει δοκούντων εἰς καταφρόνησιν σωφροσύνης τοὺς ἀκούοντας κινεῖν παντοδαπῶν τρόπων. ΙΔʹ. Τί αἰνίττεται ἡ τοῦ Διὸς πρὸς τὴν Ἥραν συνουσία, καὶ τίς ὁ τῆς Ἥρας κόσμος, καὶ τίς ὁ τόπος, ἐν ᾧ ἡ συνουσία, καὶ τίς ὁ ἔρως τοῦ Διός, καὶ τίς ὁ θεῖος ὕπνος, καὶ ἁπλῶς πάσης ἐκείνης τῆς μυθολογίας ἐξήγησις. ΙΕʹ. Τί αἰνίττεται ἡ μυθολογία περὶ Ἀφροδίτης καὶ Ἄρεως καὶ τῶν Ἡφαίστου δεσμῶν, οἷς λέγει συνδεῖν ἀμφοτέρους τὸν Ἥφαιστον. Ιϛʹ. Τίνα ῥητέον πρὸς τὰς τοῦ Σωκράτους ἐπιστάσεις περὶ φιλοχρηματίας τῆς παρʼ Ὁμήρῳ τοῖς ἥρωσιν ἀποδιδομένης. ΙΖʹ. Πῶς δεῖ ἀπολογεῖσθαι ὑπὲρ τῆς φαινομένης περὶ τὸ θεῖον ὀλιγωρίας ἐν τῇ ποιήσει τῶν ἡρώων. ΙΗʹ Πῶς ἀπολογητέον ὑπὲρ τῆς τῶν ἡρώων ἐν τῇ ποιήσει περὶ τὸν βίον φαινομένης ὀλιγωρίας ἢ ὅλως ἀτόπου παρὰ τοῖς ποιηταῖς ἐν τοῖς μύθοις ἱστορίας. Αʹ. Ὅτι πανταχοῦ τὸν Ὅμηρον ὡς ἡγεμόνα πάσης ἀληθείας ὁ Πλάτων εἴωθε γεραίρειν. Βʹ. Διὰ τίνας αἰτίας ἐν Πολιτείᾳ τὴν Ὁμήρου ποίησιν ὡς ἀνεπιτήδειον ἀκούειν τοῖς νέοις ἀπεδοκίμασεν. Γʹ. Ὅτι διὰ πάσης τῆς ἑαυτοῦ συγγραφῆς Ὁμήρου ζηλωτής ἐστιν ὁ Πλάτων ταῖς τε λεκτικαῖς ἀρεταῖς καὶ ταῖς πραγματικαῖς. Δʹ. Πῶς ἄν τις ἀπολογήσαιτο πρὸς τὰ ἐν Φαίδρῳ ῥηθέντα περὶ Ὁμήρου, ἐν οἷς δοκεῖ τὸν Στησίχορον ὡς μουσικώτερον προκρίνειν. Εʹ. Τίνες εἰσὶν αἱ τρεῖς ἕξεις τῶν ψυχῶν, καὶ πῶς τὴν ποιητικὴν τριττὴν ἀποδείξομεν κατὰ ταύτας συνδιαιρουμένην τὰς τρεῖς ἕξεις ἐν ἡμῖν. ϛʹ. Ὅτι κατὰ Πλάτωνα τὰς τρεῖς ἰδέας τῆς ποιητικῆς ἀποδείξομεν τοιαύτας οὔσας καὶ τοσαύτας. Ζʹ. Ὅτι καὶ ἡ Ὁμήρου ποίησις ἐπιδείκνυσιν τὰς τρεῖς ἰδέας ἐν ἑαυτῇ τῆς ποιητικῆς. Ηʹ. Τί ἐστιν ὅπερ ὁ Σωκράτης ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ἐκβάλλει τῆς Ὁμήρου ποιητικῆς, καὶ διὰ τίνας αἰτίας, καὶ ὅτι οὐχ ὅλην αὐτήν, ἀλλʼ ὅτι τὸ ἔσχατον αὐτῆς ἀποδοκιμάζει μόνον. Θʹ. Τίνα ἄν τις ἀπολογήσαιτο πρὸς τοὺς ἐλέγχοντας λόγους, ὡς οὐκ ὄντα τὸν Ὅμηρον ἀνθρώπων παιδευτικὸν οὐδὲ ὅλως πολιτικόν. Ιʹ. Διὰ ποίας αἰτίας ὁ Πλάτων ἐλέγχειν εἵλετο τὸν Ὅμηρον ὡς μὴ ὄντα παιδευτικὸν ἀνθρώπων ἱκανόν. Περὶ τῶν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ἀποδείξεων τοῦ τρία εἶναι μόρια τῆς ἀνθρωπίνης ψυχῆς καὶ τέτταρας τὰς ἐν αὐτοῖς ἀρετάς. Περὶ τῶν ἐν τῷ πέμπτῳ τῆς Πολιτείας δεικνύντων λόγων κοινὰς εἶναι τὰς ἀρετὰς καὶ τὴν παιδείαν ἀνδρῶν καὶ γυναικῶν. Περὶ τῶν Θεοδώρου τοῦ Ἀσιναίου λόγων τῶν κατασκευαζόντων τὴν αὐτὴν ἀρετὴν ἀνδρὸς εἶναι καὶ γυναικός, καὶ ὧν ὁ Σωκράτης εἶπεν ἐξέτασις. Περὶ τοῦ ἐν τῷ πέμπτῳ τῆς Πολιτείας λόγου δεικνύντος, τίς ἡ τῶν φιλοσόφων φιλομαθία καὶ τίς ἡ τῶν πολλῶν. Περὶ τοῦ ἐν Πολιτείᾳ λόγου τοῦ δεικνύντος, τί ποτέ ἐστι τἀγαθόν. Περὶ τοῦ ἐν τῷ ἑβδόμῳ τῆς Πολιτείας σπηλαίου. Μέλισσα εἰς τὸν ἐν Πολιτείᾳ λόγον τῶν Μουσῶν. Περὶ τῶν δεικνύντων τριῶν λόγων εὐδαιμονέστερον τοῦ ἀδίκου τὸ δίκαιον. Περὶ τῶν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας κεφαλαίων. Εἰς τὸν ἐν Πολιτείᾳ μῦθον. Τίς ἡ πρόθεσις τοῦ μύθου παντός. Πόσα δεῖ προληφθῆναι τῶν ψυχικῶν κρίσεων. Πῶς δεῖ νοεῖν τὸ εἰσιέναι καὶ ἐξιέναι ψυχὴν ἀπὸ σώματος. Πῶς ἡ τῶν παίδων βρῶσις γίνεται ἐκ τοῦ παντός, καὶ πῶς τοῦτο φιλεῖται ψυχῇ ἐκ τοῦ οὐρανοῦ κατιούσῃ. Ἐπίσκεψις τῶν ὑπʼ Ἀριστοτέλους ἐν δευτέρῳ τῶν Πολιτικῶν πρὸς τὴν Πλάτωνος Πολιτείαν ἀντειρημένων.
ΠΡΟΚΛΟΥ ΛΥΚΙΟΥ ΠΛΑΤΩΝΙΚΟΥ ΔΙΑΔΟΧΟΥ περὶ τοῦ τίνα χρὴ καὶ πόσα πρὸ τῆς συναναγνώσεως τῆς Πολιτείας Πλάτωνος κεφάλαια διαρθρῶσαι τοὺς ὀρθῶς ἐξηγουμένους αὐτήν.
Τοὺς προλόγους τῶν Πλατωνικῶν διαλόγων ὅπως χρὴ διατιθέναι τὸν μὴ παρέργως αὐτῶν ἁπτόμενον δηλῶσαι βουλόμενος, ἐνδείξομαι καὶ ὑμῖν ἐφʼ ἑνὸς τοῦ τῆς Πολιτείας συγγράμματος· ὑμεῖς δὲ ὥσπερ ἴχνεσιν ἑπόμενοι τοῖς ῥηθησομένοις λόγοις, τὸν αὐτὸν καὶ ἐπὶ τῶν ἄλλων τρόπον μετιόντες τὰς ἐξηγήσεις στοχάζοισθε ἂν τῆς περὶ ταῦτα μεθόδου. δεῖ γὰρ δὴ μήτε τοὺς πολλοὺς τῶν ἐξηγητῶν μιμουμένους ξηρὸν καὶ ἐλλιπῆ τὸν τόπον τοῦτον παραλείπειν, τοσοῦτον μόνον προαυδῶντας τὸ πρόβλημα περὶ οὗ ὁ λόγος, μήτε προσπεριβάλλεσθαι πόρρωθέν τινας καὶ μηδὲν προσᾳδούσας τοῖς προκειμένοις ζητήσεις ἐν τοῖς πρὸ τῆς λέξεως σκέμμασιν, ὥσπερ ἑτέρους οἶδα τῶν Πλάτωνος φίλων ἀμήχανον ὅσην ἀπεραντολογίαν ἐπεισάγοντας διὰ τὰς πρὸς τοὺς ἑτεροδόξους ἀντιρρήσεις, ἀλλʼ αὐτὸ μόνον τὸ προκείμενον σύγγραμμα προστησαμένους ὑπʼ ὄψιν ἄγειν τοῖς συσχολάζουσιν, τὴν πρόθεσιν διερευνωμένους ἑκάστου, τὸ εἶδος, τὴν ὕλην, τὰ δόγματα, συνῃρημένως τὴν διʼ ὅλου τοῦ συγγράμματος διήκουσαν τῶν λόγων ὑπόθεσιν. οὕτω γὰρ ἂν τοῖς ἀκούουσι γένοιτο καταφανὲς τὸ πᾶν βούλημα τοῦ διαλόγου.
Φέρʼ οὖν ὅπερ εἶπον τὸν τύπον ἐπὶ τῆς Πολιτείας ἐπεκδιηγήσωμαι. λέγω τοίνυν πρὸ τῆς ἀναγνώσεως τῆς Πολιτείας ἑπτὰ ταῦτα χρῆναι τὸν πρεπόντως αὐτῆς ἀκουσόμενον διεγνωκέναι. πρῶτον μέν, ὅστις ποτέ ἐστιν αὐτῆς ὁ σκοπός, ὃν δεῖ καταδήσασθαι κατʼ ἐκείνους, οὓς πολλάκις οἶδα κανόνας εἰπὼν περὶ τῆς εὑρέσεως τῶν ἐν τοῖς Πλατωνικοῖς διαλόγοις σκοπῶν. δεύτερον δέ, ποῖόν ἐστιν τῶν λόγων εἶδος, καθʼ ὃ τὴν Πολιτείαν διέθηκεν ὁ τῆς Πολιτείας συγγραφεύς· δῆλον δὲ ἔσται καὶ τοῦτο τοῖς μεμνημένοις τῶν ἐν τοῖς διαλόγοις εἰδῶν, ποῖά τε καὶ πόσα τυγχάνει ὄντα. τρίτον δὲ τὴν ὕλην καθʼ ἑαυτὴν ἐπισκέψασθαι τῶν ἐν τῇ Πολιτείᾳ λόγων, ἣν ἔν τε προσώποις καὶ τόποις καὶ καιροῖς θεωρεῖσθαι συμβέβηκεν· οἶδα γοῦν καὶ περὶ τούτων εἰπών, ὡς ἄρα δέοι συμβαίνοντα δείκνυσθαι πάντα πρὸς τὸν ἑκάστου διαλόγου σκοπόν. τέταρτον, ἐπειδὴ περὶ πολιτείας ὁ πολὺς ἐν τῷδε τῷ συγγράμματι λόγος, διελέσθαι τὰς πολιτείας κατὰ Πλάτωνα τοῦτον τὸν τρόπον, ὃν ἐνταῦθα καὶ ἀλλαχοῦ παρʼ αὐτῷ διῄρηνται, καὶ εἰπεῖν ὑπὲρ τῆς ποίας ἐστὶν αὐτῷ πολιτείας ὁ λόγος. πέμπτον τὴν κατὰ λόγον μόνον πολιτείαν αὐτὴν ἐφʼ ἑαυτῆς λαβόντας ἀπὸ τῶν κατὰ τὰ πάθη πολιτειῶν, κατιδεῖν εἰ μία μόνον ἢ καὶ πολλαί, καὶ εἰ πολλαί, πόσαι καὶ τίνες, καὶ ταῦτα καταδησάμενον διʼ ἀναγκαίων λόγων, περὶ ποίας τῶν πολλῶν τούτων ἔσται προηγουμένως ἡ θεωρία τῷ λογισμῷ λαβεῖν. ἕκτον αὐτὴν πάλιν τὴν ἐγκριθεῖσαν θεάσασθαι ποσαχῶς αὐτὸς ἀξιοῖ Πλάτων ἡμᾶς ὁρᾶν, καὶ εἰ μηδένα τρόπον ἀδιερεύνητον ἀφῆκεν τῆς περὶ αὐτὴν θεωρίας. ἕβδομον τὴν διʼ ὅλου τοῦ συγγράμματος διήκουσαν τῶν δογμάτων ἀκολουθίαν ὑπʼ ὄψιν ἀγαγεῖν καὶ ἐπιδεῖξαι, καθάπερ αὐτὸς ἐν τῷ Φαίδρῳ φησίν, ὡς εἰς ἑνὸς ζῴου μέρη τε καὶ μέλη συντεταγμένα πρὸς ἄλληλα σύστασιν τὴν πραγματείαν ἅπασαν ἀπηκριβωμένην· ἐν γὰρ ταύτῃ τῇ διεξόδῳ καὶ τὸ πλῆθος τῶν κεφαλαίων ἔσται γνώριμον, καὶ ἡ ἐν αὐτοῖς εἰρομένη τάξις κατάδηλος ὀφθήσεται, καὶ ὅπως εἰς τὸν ἕνα βλέπει πάντα σκοπόν.
Πρῶτον οὖν εἰ βούλεσθε τῶν ἑπτὰ τούτων ὃ πρῶτον εἴπομεν σκοπήσωμεν· τοῦτο δὲ ἦν τὸν σκοπὸν αὐτὸν ἰδεῖν τῆς πολιτείας. δοκῶ γάρ μοι πολλῶν διαμφισβητούντων ἀκούειν ἀνδρῶν εὖ μάλα προϊσταμένων τῆς ἑαυτῶν δόξης. εἰσὶ γοῦν τινες συχνοὶ περὶ δικαιοσύνης τὴν πρόθεσιν εἶναι διατεινόμενοι καὶ ἀξιοῦντες ἡμᾶς ἐννοεῖν, πρῶτον μὲν ὅτι τοῦτʼ ἐστὶν τὸ πρῶτον ἐν τῷ συγγράμματι ζήτημα, τί ποτέ ἐστιν τὸ δίκαιον καὶ τίς ὁ δίκαιος, καὶ οἱ πρὸς Κέφαλον λόγοι καὶ Πολέμαρχον καὶ Θρασύμαχον περὶ τούτου γεγόνασιν. δεύτερον δὲ ὅτι καὶ ἡ περὶ πολιτείας σκέψις δικαιοσύνης ἕνεκα τοῖς περὶ αὐτῆς ἐπεισῆλθεν λόγοις, ἵνʼ ἐν μεγάλοις γράμμασιν θεάσασθαι δυνηθῶμεν, ὅσα μὴ ῥᾴδιον ἐν μικροῖς ἰδεῖν, ἀπὸ τῆς Ἀδειμάντου καὶ Γλαύκωνος ἀπορίας τῆς ἀκριβεστέρας περὶ δικαιοσύνης ζητήσεως ἀρξαμένης, καὶ τοῦ Σωκράτους ἐναργέστερον αὐτὴν δεῖξαι τοῖς παροῦσιν ἐθελήσαντος ἀπὸ τῶν περὶ πολιτείας τούτων λόγων. εἰ οὖν τὸ μὲν ἕνεκά του σκέψεως ἀξιοῦται, τὸ δὲ οὗ ἕνεκά ἐστιν ἐν τοῖς ζητουμένοις, ἀνάγκη δήπου φασὶν ἐκεῖνον τίθεσθαι σκοπόν, οὗ ἕνεκα θάτερον εἰσῆκται τῶν ζητημάτων· τὸ μὲν γάρ ἐστι προηγούμενον, τὸ δὲ ἐμπῖπτον τοῖν δυοῖν. τρίτον τοίνυν καὶ αὐτὸν μαρτυρεῖν τὸν Σωκράτη πολλάκις βοῶντα περὶ δικαιοσύνης εἶναι τὴν πρόθεσιν, ὅταν ἄλλου του μεμνημένος εἰς τὴν δικαιοσύνην ἐμπέσῃ προαγόμενος ὑπὸ τῶν λόγων καὶ ἐπάγῃ συχνόν· οὗ δὴ ἕνεκα ἡμῖν ἐστιν ἡ ζήτησις· καὶ τέλος ὅταν ἀποτελέσῃ τὸν δίκαιον, καὶ περὶ τῶν ἐν Ἅιδου τιμῶν ὧν λαγχάνει διαλεχθεὶς ἐπιφέρῃ, πάντων ἕνεκα χρῆναι δικαιοσύνην ἐπιτηδεύειν καὶ ζῆν οὕτως ὡς ὑπὸ θεοῖς ἀθλοθέταις ἀγωνιζομένους, καὶ τῶν ἄθλων μεγάλων ὄντων τῆς τοιᾶσδε ζωῆς. οὗτοι μὲν οὖν τοιούτοις δή τισιν χρῶνται λόγοις εἰς τὸν περὶ δικαιοσύνης ἡμᾶς ἄγουσι σκοπόν. —Ἕτεροι δὲ οὐκ ἐλάττους τούτων οὐδὲ ἀνεχεγγυώτερα γράφοντες περὶ πολιτείας εἶναι τὴν πρόθεσιν ἀξιοῦσιν, εἰ καὶ πρότερον ζήτημα γέγονεν περὶ δικαιοσύνης, οὐχ ὡς προηγούμενον ὄν, ἀλλʼ ὡς εὐρυπρόσωπον τῷ περὶ πολιτείας σκέμματι παρέχον ὁδόν. καὶ μαρτύρονται καὶ οὗτοι τὴν ἐπιγραφὴν ἀρχαιοτάτην οὖσαν· καὶ γὰρ Ἀριστοτέλης ἐπιτεμνόμενος τὴν πραγματείαν ταύτην οὕτωσί φησιν, ἐπιτέμνεσθαι τὴν Πολιτείαν, καὶ ἐν τῷ Συσσιτικῷ τοῦτον αὐτὴν προσαγορεύει τὸν τρόπον καὶ ἐν τοῖς Πολιτικοῖς ὡσαύτως, καὶ Θεόφραστος ἐν Νόμοις καὶ ἄλλοθι πολλαχοῦ. τῆς δὲ ἐπιγραφῆς ἀρχαίας οὔσης τοῦτʼ εἶναι πᾶσι δῆλον, ὡς οἱ ἐκ τῶν πραγμάτων ὑπὸ τοῦ Πλάτωνος ἐπιγεγραμμένοι διάλογοι, καὶ μὴ ἐκ προσώπων ὡς ὁ Ἀλκιβιάδης ἢ Φαίδων, καὶ ἐκ τῶν ἐν τοῖς διαλόγοις ζητουμένων πραγμάτων, ἀλλʼ οὐ τῶν περιστατικῶν, ὥσπερ τὸ Συμπόσιον, οὗτοι δʼ οὖν πάντες ἀπὸ τοῦ προηγουμένου προβλήματος ἔχουσιν ἐπιγραφήν, ἀλλʼ οὐκ ἀπὸ τοῦ ἕνεκά του καὶ μὴ προηγουμένην ἔχοντος τὴν σκέψιν. τὸν γοῦν Σοφιστὴν οὕτως ἐπέγραψεν, ἐπειδὴ τοῦτʼ ἦν τὸ προκείμενον εἰς τὴν ἐν ἐκείνῳ τῷ διαλόγῳ σκέψιν, ὁ σοφιστής· καίτοι καὶ περὶ τοῦ ὄντος εἴρηται μυρία καὶ περὶ τοῦ μὴ ὄντος, ἀλλὰ ταῦτα συνέωσται πρὸς τὸν περὶ τοῦ σοφιστοῦ λόγον. ὡσαύτως δὲ καὶ τὸν Πολιτικὸν ἀπὸ τοῦ προηγουμένου ζητήματος ἐπέγραψε, καίτοι περὶ τῆς ἀνακυκλήσεως τοῦ κόσμου πολλὰ διεξελθών· ἀλλʼ ὡς καὶ τούτων τοῦ πολιτικοῦ ῥηθέντων χάριν ἡ ἐπιγραφὴ μόνον ἀπείληφεν τὸν πολιτικόν. οὕτω τοίνυν καὶ τοῦτο τὸ ἐπίγραμμα τῆσδε τῆς πραγματείας, ἡ πολιτεία ὄν, ἐναργέστατα παρίστησιν, ὅτι τὸ ζητούμενον τοῦτʼ ἐστὶν ἐν ταύτῃ προηγουμένως, εἴπερ αἱ ἀπὸ τῶν πραγμάτων ἐπιγραφαὶ τῶν μὴ περιστατικῶν ἀπʼ αὐτῶν κεῖνται τῶν ζητουμένων προηγουμένως ἐν τοῖς διαλόγοις. πρῶτον μὲν οὖν ὅπερ ἔφην δύο ταῦτα δείξαντες περὶ τῆς ἐπιγραφῆς, ἓν μὲν ὅτι ἀρχαία καὶ οὐ νενοθευμένη καθάπερ ἄλλαι τῶν ἐπιγραφῶν προσθέσεις οὖσαι τῶν νεωτέρων τῆς ἐξουσίας ἀπολαυόντων, ἕτερον δὲ ὅτι πραγματικὴ καὶ ἀπὸ τῶν προηγουμένων, ἀλλʼ οὐ περιστατικῶν, ἵνα μὴ τὰς ἀπὸ τῶν προσώπων ἢ ἀπὸ τῶν περιστατικῶν παραφέρωμεν, ἐναργῆ ταύτην οἴονται πεπορίσθαι τὴν ἐπιγραφήν, περὶ πολιτείας εἶναι τὴν πρόθεσιν. δεύτερον δὲ καὶ οὗτοι μαρτύρονται τὸν Πλάτωνα σαφῶς ἐν πέμπτῳ λέγοντα τῶν Νόμων αὐτόν, πρώτην εἶναι καὶ ἀρίστην πολιτείαν, ἐν ᾗ πᾶσα κοινωνία πάντων ἐστίν, γυναικῶν παίδων κτημάτων χρημάτων, εἴτε θεῶν οὖσαν εἴτε θείων τινῶν φύσει, παράδειγμα πολιτείας οὖσαν τῆς τῷ ὄντι θείας· δευτέραν δὲ ἐκείνην τὴν ἐν Νόμοις, ἣν ἐκδιδάσκειν φησίν, ἀθανασίας πῃ κἀκείνην μετέχουσαν καὶ οὐ πόρρω τῆς πρὸ αὐτῆς οὖσαν· τρίτην δὲ μετʼ αὐτὴν διαπερανεῖσθαι συνᾴδουσαν μὲν ταύταις, πολὺ δὲ λειπομένην ἀμφοτέρων. εἰ οὖν τὴν μὲν διϊέναι φησίν, τὴν δὲ εἰσαῦθις ἀξιώσειν λόγου, δῆλον δήπουθεν ὅτι τὴν πρὸ τούτων ὡς ἤδη που διαπερανάμενος οὔτε λέγειν οὔτε λέξειν φησίν. ποῦ δὴ οὖν πάντα κοινὰ εἶναι καὶ μηδὲν ἴδιόν ἐστιν παρʼ αὐτῷ κεκηρυγμένον ἢ ἐν τῇδε τῇ πραγματείᾳ; καὶ τί τὸ μάλιστα χαρακτηρίζον τὴν πολιτείαν ταύτην ἢ τὸ διὰ πάντων κοινόν; εἰ οὖν ταύτην εἰρηκέναι φησὶν οὕτως ὡς τὴν δευτέραν λέγειν καὶ τὴν τρίτην διαπερανεῖσθαι, παντί που δῆλον, ὅτι τὸν αὐτὸν τρόπον τῶν τε Νόμων ὁ σκοπός ἐστιν περὶ τῆς δευτέρας πολιτείας, καὶ ταύτης τῆς προκειμένης πραγματείας περὶ τῆς πρώτης, καὶ ἐκείνης τῆς τὴν τρίτην ἐκδιδαξούσης περὶ τῆς τρίτης. ὡς οὖν οἱ Νόμοι τοῦτον ἔχουσι τὸν σκοπόν, τὴν πρώτην διῃρημένην κατὰ κλήρους ὑφηγήσασθαι πολιτείαν, οὕτως ἡ Πολιτεία τὴν ἀδιαιρέτως κατὰ μίαν εὐζωΐαν ἀφοριζομένην κοινωνίαν ἐκφῆναι τῶν εἰς τὴν αὐτὴν εὐνοϊκῶς συνοίκησιν ἠθροισμένων ἀνθρώπων, καὶ οὐχ ἕν τι τῆς ἀρετῆς εἶδος τῶν ἄλλων ἀποδιῃρημένον, οἷόν τινες εἶναι τὴν δικαιοσύνην φασίν. καὶ γὰρ πολὺ τοῦτο καὶ ἐπιστημονικώτερόν ἐστι καὶ τελειότερον, πάντα μετὰ τῆς δικαιοσύνης τὰ ἀγαθὰ συνῃρηκὸς καὶ οὐχ ἑνὶ μόνῳ τῆς ἀρετῆς εἴδει κατεχόμενον. τρίτον τοίνυν φασὶν οἱ τόνδε τὸν λόγον χορηγοῦντες, καὶ αὐτὸν ἐν Τιμαίῳ τὸν Σωκράτην παρὰ τῶν ἀμφὶ Τίμαιον ἀξιωθέντα τοὺς τῇ προτεραίᾳ ῥηθέντας αὐτῷ λόγους ἀνακεφαλαιώσασθαι τοὺς περὶ τῆς πολιτείας τύπους ἀναλαβεῖν πάντας ἑξῆς, ὅσους ἦν τῇ προτεραίᾳ κατατείνας, ὡς ἂν καὶ τῶν περὶ δικαιοσύνης σκεμμάτων ταύτης ἕνεκα κεκινημένων, καὶ τούτου μὲν ὄντος παρέργου, θεωρῆσαι τὴν δικαιοσύνην καὶ αὐτὴν καθʼ ἑαυτὴν καὶ ὅπως ἔχει πρὸς τὴν ἀδικίαν, ἔργου δὲ τὴν ἀρίστην ὑφηγήσασθαι πολιτείαν, ὁποίαν ἔχει γένεσιν καὶ γενομένη πῶς σῴζεται καὶ διὰ ποίων ἐπιτηδευμάτων. οὐ γὰρ ἂν αἰτηθεὶς τῶν ῥηθέντων ὑπομνῆσαι πάλιν τοὺς ἀκούσαντας λόγων μόνων ἀνεμίμνησκεν τῶν εἰς τὴν τῆς πολιτείας σύστασιν τεινόντων, εἰ μὴ καὶ τῶν ῥηθέντων αὐτῷ λόγων τοῦτʼ ἦν τὸ σκοπιμώτατον τέλος, ἡ τῆς πολιτείας σύστασις. ὥστε διὰ πάντων εἶναι δῆλον τὸν τῆς Πολιτείας εἶναι σκοπὸν μὴ ἄλλον ἢ τὴν τῆς ἀρίστης πολιτείας ὑφήγησιν, ὡς τῶν Νόμων τὴν τῶν νόμων.
Τοιαῦτα δὴ τούτων ἀμφοτέρων κατατεινόντων ἡμεῖς τοὺς ἀμφοτέρων ἀποδεχόμεθα λόγους, καὶ μὴ διαφέρεσθαι κατʼ ἀλήθειαν τοὺς ἄνδρας, ἀλλʼ εἶναι περί τε πολιτείας τὴν πρόθεσιν καὶ τῆς ὡς ἀληθῶς δικαιοσύνης, οὐχ ὡς δύο τῶν σκοπῶν ὄντων — οὐδὲ γὰρ δυνατόν· δεῖ γοῦν ἐπείπερ ζῴῳ προσέοικεν ὁ λόγος, οὗ τι καὶ ὄφελός ἐστιν, ἕνα σκοπὸν ἔχειν, ὥσπερ πᾶν ζῷον πρὸς τὰ μέρη πάντα συντέτακται κατὰ μίαν ὁμολογίαν —, ἀλλʼ ὡς τῶν δύο τούτων ἀλλήλοις τῶν αὐτῶν ὄντων. ὃ γάρ ἐστιν ἐν μιᾷ ψυχῇ δικαιοσύνη, τοῦτο ἐν τῇ εὖ οἰκουμένῃ πόλει πάντως ἡ τοιαύτη πολιτεία· καὶ γὰρ τὰ γένη τὰ ἐν τῇ πολιτείᾳ τρία τοῖς τρισὶ μορίοις ἐστὶ τῆς ψυχῆς ἀνάλογον, τὸ φυλακικὸν ὡς βουλευόμενον τῷ λόγῳ, τὸ ἐπικουρικὸν ὡς προπολεμοῦν τῷ θυμῷ, τὸ θητικὸν ὡς τὰς φυσικὰς χρείας ἐκπληροῦν τῷ ἐπιθυμητικῷ. εἰ οὖν ἕκαστος ὃ ζῇ τοῦτο ἔστιν, ὁ μέν ἐστι λόγος ὁ φύλαξ, ὁ δὲ θυμὸς ὁ ἐπίκουρος, ὁ δὲ ἐπιθυμία τις ὁ θής, ὥστε καὶ δικαιοσύνη ἡ διὰ πάντων διήκουσα πολιτεία, τὸ ἑαυτοῦ πράττοντος ἑκάστου, καὶ ζῶντος τοῦ μὲν θητικῶς τοῦ δὲ ἐπικουρικῶς τοῦ δὲ φυλακικῶς, ταῦτα δέ ἐστιν, φυσικῶς φρουρητικῶς νοερῶς· ἐπεὶ καὶ τοῦτο δοκεῖ Πλάτωνι, μίαν ἕξιν εἶναι τήν τε πόλιν κοσμοῦσαν καὶ οἶκον καὶ ἕνα ἕκαστον. εἰ δὲ τοῦτο, καὶ ἕκαστος ἡμῶν ζῇ πολιτικῶς ὑπὸ δικαιοσύνης κεκοσμημένος, καὶ ἡ πόλις ζῇ δικαίως ταχθεῖσα κατὰ τὴν ἀρίστην πολιτείαν. εἰ δὲ καὶ ὅπερ δῆμος ἐν πόλει, τοῦτό ἐστιν ἐν ἑκάστῳ τὸ ἐπιθυμητικόν, ὅπερ δὲ τὸ βουλευόμενον, τοῦτο ὁ λόγος, ὡς ἐν Νόμοις φησίν, εἴη ἂν καὶ ἡ δικαιοσύνη κατʼ αὐτὸν πολιτεία ψυχῆς, καὶ ἡ ἀρίστη πολιτεία δικαιοσύνη πόλεως. εἰ δὲ ταῦτα ἀληθῆ καὶ ὁ περὶ δικαιοσύνης διδάσκων, εἰ μὴ ἀτελῶς αὐτὴν διδάσκοι, τὴν πανταχοῦ δικαιοσύνην ὁρῶν περὶ πολιτείας διδάσκει, καὶ ὁ περὶ τῆς ὀρθῆς πολιτείας λέγων, εἰ πᾶσαν ὁρῴη καὶ μὴ τινά, πάντως ἐρεῖ καὶ περὶ δικαιοσύνης τῆς ἐν ἑνὶ πολιτείας οὔσης καὶ ταττούσης τὸν ἐν ἡμῖν δῆμον διὰ τοῦ ἐν ἡμῖν ἐπικουρικοῦ κατὰ τὴν τοῦ ἐν ἡμῖν φυλακικοῦ κρίσιν. ὅτι δὲ καὶ Πλάτων ταύτην ἔχει περὶ τούτων τὴν δόξαν, λάβοιμεν ἂν ἐννοήσαντες ὅπως μεταβαίνων ἀπὸ τοῦ περὶ δικαιοσύνης ζητήματος ἐπὶ τὸν περὶ τῆς πολιτείας λόγον οὕτω φησὶν ποιεῖσθαι τὴν μετάβασιν, οὐχ ὡς ἀπʼ ἄλλου πράγματος ἐπʼ ἄλλο τῇ φύσει διαφέρον, ἀλλʼ ὡς ἀπὸ μικρῶν γραμμάτων ἐπὶ μείζω καὶ φανερώτερα, τὰ αὐτὰ δὲ δηλοῦντα· οὐκοῦν ἡ μὲν ὕλη διάφορος ὡς τῶν μικρῶν καὶ μεγάλων γραμμάτων, τὸ δὲ εἶδος ταυτὸν ὡς ἐκείνων· μόνῳ ἄρα τῷ ποσῷ τῶν ὑποκειμένων διεστήκατον τό τε τῆς ἀρίστης πολιτείας εἶδος καὶ τὸ τῆς πολιτικῆς δικαιοσύνης, τὴν δὲ οὐσίαν μίαν εἰλήχατον. καὶ διὰ ταῦτα ἄρα καὶ τὸν ἕκαστον ἡμῶν φησιν βλέπειν εἰς τὴν ἐν αὑτῷ πολιτείαν, οὑτωσὶ καὶ τῷ ῥήματι λέγων, καὶ τῷ ἀρίστῳ παραδιδόναι τὴν ἀρχὴν αὐτῆς ἀλλὰ μὴ τῷ φιλοχρημάτῳ· ταῦτα γὰρ ἐν τῷ ἐνάτῳ γέγραπται. καὶ κατὰ τοῦτον πάλιν τὸν λόγον τὴν ἐν ἑκάστῳ δικαιοσύνην πολιτείαν ὑπʼ αὐτοῦ λεγομένην ηὑρήκαμεν· καὶ γὰρ αὖ καὶ ὡς ἐν ἄλλοις διείλομεν, ἡ μὲν σωφροσύνη μάλιστα χαρακτηρίζει τὴν ἠθικὴν ἀρετήν — οὐδὲν γὰρ οὕτω τοῖς παιδευομένοις οἰκεῖον ὡς τὸ σωφρονεῖν —, ἡ δὲ δικαιοσύνη τὴν πολιτικήν — τὸ γὰρ κοσμεῖν ἄλλους μάλιστα δεῖται τῆς τὸ κατʼ ἀξίαν ἑκάστοις ὁριζούσης —, ἡ δὲ ἀνδρεία τὴν καθαρτικὴν — τὸ γὰρ ἄτρωτον ὑπὸ τῶν παθῶν ἀληθινῶν ἡμῖν πολεμίων ἔνδον ἐγκαθημένων ταύτης ἐξαίρετον —, ἡ δὲ φρόνησις τὴν θεωρητικήν· τοῦτο γὰρ θεωρίας ἴδιον φρονεῖν ἃ δεῖ περὶ τῶν ὄντων. εἰ οὖν τὴν πολιτικὴν ἡ δικαιοσύνη χαρακτηρίζει, πῶς οὐκ ἀνάγκη ψυχῆς τε πολιτείαν εἶναι τὴν δικαιοσύνην ἑκάστης, καὶ πόλεως δικαιοσύνην πάσης τὴν ὡς ἀληθῶς πολιτείαν· μὴ οὖν λέγωμεν δύο σκοπούς, ἀλλʼ ἕνα τόν τε περὶ τῆς πολιτικῆς δικαιοσύνης καὶ τὸν περὶ τῆς ἀρίστης πολιτείας· καὶ ἄρξασθαι μὲν ἀπὸ τῆς δικαιοσύνης τὴν ζήτησιν ὡς ἐν ἑνὶ πολιτείας οὔσης, μεταβῆναι δὲ εἰς τὴν περὶ πολιτείας τῆς ἀρίστης ὡς ἐν πολλοῖς δικαιοσύνης οὔσης, καθάπερ ἀπὸ σμικρῶν γραμμάτων ἐπὶ μείζω τῆς μεταβάσεως γιγνομένης, ὡς αὐτός φησιν, τῆς κατὰ τὸ ὑποκείμενον διαφορᾶς τὸ εἶδος οὐκ ἐξαλλαττούσης ἓν καὶ ταὐτὸν ὂν ἐν ὑποκειμένοις διαφόροις. ἀπὸ πολιτείας οὖν ἐπὶ πολιτείαν ἡ μετάβασις, ἀπὸ τῆς ἐν ἑνὶ θεωρουμένης ἐπὶ τὴν ἐν πολλοῖς, καὶ ἀπὸ δικαιοσύνης ἐπὶ δικαιοσύνην ἀπὸ τῆς συνῃρημένης ἐπὶ τὴν φανοτέραν. καὶ οὐκ ἔστιν τὸ μὲν προηγούμενον ζήτημα, τὸ δὲ ἐμπῖπτον· τὸ γὰρ προηγεῖσθαι καὶ τὸ ἐμπίπτειν ἐπὶ δυεῖν ἀληθές, ταῦτα δὲ οὐ δύο φαμὲν ἀλλʼ ἕν. καὶ διὰ ταῦτα ἄρα καὶ ἐν τοῖς περὶ μεταβολῆς τῶν πολιτειῶν λόγοις ἑκάστην ἐφʼ ἑνός τε ἀνδρὸς ὁρᾷ καὶ ἐπὶ πόλεως συμπάσης, τὸν τιμοκρατικὸν ἄνδρα σκοπῶν καὶ τὴν τιμοκρατικὴν πόλιν, καὶ αὖ τὸν ὀλιγαρχικὸν καὶ τὴν ὀλιγαρχικήν, καὶ τὸν δημοκρατικὸν καὶ τὴν δημοκρατικήν, καὶ τὸν τυραννικὸν καὶ τὴν τυραννικήν. καὶ τὴν αὐτὴν ἐκφέρει ψῆφον περὶ τῆς ἀριστοκρατικῆς πολιτείας καὶ τῆς τυραννικῆς, ἣν περὶ δικαιοσύνης αὐτῆς καὶ ἀδικίας τῆς ἐσχάτης, ὡς ἂν οὐδὲν διαφερόντων ἀλλήλων, ἀλλὰ τῆς ἐν ἑνὶ δικαιοσύνης ἀριστοκρατίας οὔσης ἐν πόλει, καὶ τῆς ἐσχάτης ἀδικίας τυραννίδος ἐν πόλει. συνᾴδειν ἄρα φήσομεν ἡμεῖς καὶ τὴν ἐπιγραφὴν τῆς πραγματείας πρὸς τὴν περὶ δικαιοσύνης ζήτησιν, αὐτὸ τοῦτο λέγουσαν, ὅ ἐστιν ἡ δικαιοσύνη, πολιτεία ψυχῆς οὖσα ζώσης κατὰ λόγον τὸν ὀρθόν. εἰ δὲ μὴ τῷ τῆς δικαιοσύνης ὀνόματι τὴν πραγματείαν ἐσήμηνεν, ἀλλὰ τῷ τῆς πολιτείας, ὥσπερ ἄλλην τῷ τῶν νόμων, οὐδὲν οἶμαι χρὴ θαυμάζειν. δεῖ γὰρ τὰς ἐπιγραφὰς ἀπὸ τῶν γνωριμωτέρων ποεῖσθαι· γνωριμώτερον δὲ τὸ τῆς πολιτείας ὄνομα, καθάπερ καὶ αὐτὸς εἶπεν, ἢ τὸ τῆς δικαιοσύνης. τοῦτο μὲν οὖν καὶ δὴ πεπεράνθαι φῶμεν καὶ τὸν σκοπὸν ἡμῖν τελέως πεπιέσθαι τοῦ τῆς πολιτείας συγγράμματος.
Δεύτερον δὲ ἦν ἐπὶ τούτῳ κεφάλαιον, ὁποῖόν ἐστιν τῶν λόγων τὸ εἶδος, καθʼ ὃ διέθηκεν τὴν πραγματείαν ταύτην ὁ συγγραφεύς. τοῦτο δὲ οὐ πολλῶν οἶμαι δεήσεσθαί μοι λόγων, ἀλλʼ ἀναμνῆσαι χρῆναι μόνον ὅτι καὶ αὐτὸς ἐν τῷδε τῷ συγγράμματι τρία φησὶν εἴδη λέξεως ὑπάρχειν, τὸ μὲν δραματικὸν καὶ μιμητικὸν μόνως τῆς κωμῳδίας λέγων καὶ τραγῳδίας· τὸ δὲ ἀφηγηματικὸν καὶ ἀμίμητον, οἷον καὶ οἱ τοὺς διθυράμβους γράφοντες καὶ οἱ τὰς ἱστορίας τῶν γεγονότων ἄνευ προσωποποιίας μετέρχονται· τρίτον δὲ τὸ μικτὸν ἐξ ἀμφοτέρων, οἵαν καὶ τὴν Ὁμήρου ποίησιν εἶναι, τὰ μὲν ταῖς τῶν πραγμάτων ἀφηγήσεσι, τὰ δὲ ταῖς τῶν προσώπων μιμήσεσι πεποικιλμένην. τριῶν δὲ τούτων παρʼ αὐτῷ διῃρημένων, δεῖ δήπου τὴν προκειμένην πραγματείαν εἰς τὸ μικτὸν εἶδος τῶν λόγων ἀναπέμπειν, τὰ μὲν ὡς ἔργα λέγουσαν, τὰ δὲ λόγους, καὶ ἐν μὲν τοῖς ἔργοις τὴν ἀφήγησιν μόνην παρεχομένην, δυεῖν δεομένην ἰδέαιν, εὐκρινείας τε τῶν προσώπων καὶ πραγμάτων καὶ ἀκριβείας εἰς παράστασιν — οἷον ὅτι κατῆλθεν εἰς Πειραιᾶ καὶ προσηύξατο τῇ θεῷ καὶ τὴν ἑορτὴν ἐθεάσατο καὶ τὴν πομπὴν ἀπεδέξατο τὴν ἀστικὴν καὶ τὴν ξενικήν, καὶ ἐπανιὼν οἴκαδε πάλιν ἀνέστρεψεν καὶ εἰσῆλθεν εἰς τοῦ Πολεμάρχου καὶ εἶδεν τὸν Κέφαλον καὶ τοὺς τῷ Κεφάλῳ συνόντας, καὶ ὅσα τοιαῦτα ἱστορίαν περιέχοντα τῆς συνουσίας —, ἐν δὲ τοῖς ἑκάστων λόγοις τὴν μίμησιν ἀκριβεστάτην ποιουμένην, τῶν μὲν πρεσβυτικῶς φθεγγομένων, τῶν δὲ μυθοειδῶς, τῶν δὲ σοφιστικῶς, καὶ τήν τε γνῶσιν καὶ τὴν ζωὴν οἰκείως ἑκάστοις ἀποδιδοῦσαν. τὸ γὰρ ἐν τούτοις διασώσασθαι τὸ πρέπον τῆς ἀκροτάτης ἐστὶ μιμήσεως· ὥσπερ καὶ ἐν τοῖς δράμασιν ἄλλως μὲν τὰ οἰκετικὰ πρόσωπα φθεγγόμενα μιμητέον, ἄλλως δὲ τὰ τῶν ἐλευθέρων, καὶ ἄλλως μὲν γυναῖκας, ἄλλως δὲ ἄνδρας τι λέγοντας· δεῖ γὰρ ἀποδιδόναι τὰ οἰκεῖα ταῖς φύσεσι ταῖς ἡλικίαις ταῖς τύχαις τοῖς ἐπιτηδεύμασι ταῖς ἀξίαις ῥήματα τὸν ἑκάστων μιμητήν. τὴν δʼ οὖν πραγματείαν ταύτην εἰς τὸ μικτὸν εἶδος τῶν λόγων ἀνενεκτέον. εἰ δὲ δὴ καὶ οὕτω τὰ εἴδη διαιροῖμεν ὡς τῶν Πλατωνικῶν τινες, εἰς τὸ ὑφηγητικὸν εἰς τὸ ζητητικὸν εἰς τὸ μικτόν, πάλιν καὶ τούτων τὸ μικτὸν ἐκλεξάμενοι τὴν πολιτείαν εἰς τοῦτο φέροντες ἀναπέμψομεν. καὶ γὰρ εἰσὶ μὲν καὶ ζητητικοί τινες ἐν αὐτῇ λόγοι πλείους, εἰσὶν δὲ καὶ ὑφηγητικοί, τοῦ Σωκράτους ἢ τὴν λύσιν ὑφηγουμένου τῆς ἀρίστης πολιτείας διὰ τοῦ λόγου τῶν Μουσῶν ἢ τῶν ἐν Ἅιδου τὴν σκηνὴν διὰ τῶν τοῦ Ἠρὸς ῥημάτων. καὶ ἴσως καὶ ἔστι τὸ μικτὸν εἶδος τῶν λόγων πρέπον τοῖς περὶ πολιτείας λόγοις, ἐν ᾗ καὶ ἔργων ἐστὶ καὶ λόγων παντοίων ὥσπερ καὶ ζωῶν σύλληψις. ἐπεὶ καὶ τοῦτο δεῖ μὴ παρέργως ἰδεῖν, ὅτι τρὶς τῆς πολιτείας ταύτης ῥηθείσης, ἐν Πειραιεῖ μὲν ἀγωνιστικῶς, ἐν δὲ τοῖς πρὸς Τίμαιον τῇ τρίτῃ μετʼ ἐκείνην ἄνευ προσώπων συνοπτικῶς, ἐν δὲ τῇ μέσῃ διηγηματικῶς, τά τε πρόσωπα καὶ τὰ πράγματα τῆς διηγήσεως ἐχούσης, ἀλλʼ ἐν τάξει μᾶλλον ἢ τῆς πρὸ αὐτῆς, οὔθʼ ἡ πρώτη προσᾴδειν ἔδοξεν οὔθʼ ἡ τρίτη τοῖς περὶ πολιτείας οὕτω λόγοις ὡς ἡ μέση. μιμεῖται γὰρ ἣ μὲν ψυχῆς ἔτι πρὸς τὰ πάθη μαχομένης ζωήν, ἣ δὲ παντελῶς εἰς θεωρίαν ἀνηγμένης καὶ ἀπεκδυσαμένης τὴν μνήμην τῶν ἀγώνων ἐκείνων, ἡ δὲ μέση τούτων ἠρεμούσης μὲν ἤδη, μεμνημένης δὲ ὅμως ὧν ἤθλησεν καταστέλλουσα τὸν πολὺν ὄχλον τῶν ἀλόγων εἰδῶν. εἰκότως δὴ οὖν τὴν μέσην ταύτην συνουσίαν προσήκειν ὑπέλαβεν τοῖς περὶ πολιτείας λόγοις· καὶ γὰρ ἡ πολιτικὴ ζωὴ τούτων ἐστὶ θεραπευτικὴ καὶ τέλος ἔχει τὴν θεωρίαν συναιροῦσα τὸν ἐν ἡμῖν λόγον, ὃς μόνος ἐν τῇ συναιρέσει συνοπτικῶς μὲν οἶδεν ὅπως ἐκόσμησεν τὰ μεθʼ ἑαυτόν, ἀναπλοῖ δὲ λοιπὸν ἑαυτὸν εἰς τὴν θεωρίαν τῶν ὅλων, ἵνα ἴδῃ τὴν ἐν ἐκείνοις πολιτείαν καὶ τὸν ἕνα πολιτικὸν τοῦ κόσμου. καὶ γὰρ εἰ ἐν οὐρανῷ τὸ παράδειγμα τῆς ἀρίστης ἐστὶ ταύτης πολιτείας, καὶ τῶν πολιτικῶν ἄριστος ὁ τοῦ οὐρανοῦ δημιουργός, ὃν θεωρήσει μόνος ὁ τὴν ἐν ἑαυτῷ πολιτείαν καταστησάμενος. ἀλλὰ τὸ μὲν εἶδος τῶν λόγων ἱκανῶς οἶμαι δεδηλωκέναι.
Τρίτον δὲ ἦν ἐν τοῖς προκειμένοις τὴν ὕλην ἰδεῖν τῆς πραγματείας ἐν τρισὶν ὁρωμένην, προσώποις καιροῖς τόποις. λέγωμεν οὖν ἑπομένως τοῖς ἔμπροσθεν. ὁ μὲν δὴ τόπος ἐστὶν ὡς τῆς πρώτης συνουσίας ὁ Πειραιεύς, οὕτω τῆς δευτέρας καὶ τρίτης ἡ πόλις. δῆλον δέ που τοῦτο τοῖς Πλάτωνος ἀκηκοόσιν, ὅτι τοὺς ἐπιθαλαττιδίους τόπους τῆς θορυβώδους ζωῆς καὶ ποικίλης γέμειν ἀναγκαῖον, τὰς δὲ πορρωτέρω θαλάττης πόλεις ἐκείνων καθαρεύειν τῶν κακῶν. εἰ δὲ καὶ τοιούτων εἶεν θεῶν αἱ πόλεις — οἷς ἀνεῖνται, διότι φρονιμωτάτων εἰσὶν δεκτικαὶ ψυχῶν, ὅπερ πάλιν αὐτός φησιν περὶ τοῦ κλήρου τῆς Ἀθηνᾶς, ὃν ἐκλέξασθαι τὴν θεὸν ὡς ἄνδρας οἴσοντα προσφερεστάτους αὐτῇ διαφερόντως —, δῆλον δήπουθέν ἐστι μᾶλλον, ὅτι τάξις καὶ ἔμφρων ζωὴ καὶ λόγος οἰκεῖος ἂν εἴη πρὸς τὴν τοιαύτην πόλιν. εἰ δὴ ταῦτα Πλάτωνι δέδοκται περὶ ἀμφοτέρων, οὐκ ἂν ἀπᾴδοντα λέγοιμεν, εἰ τὸν μὲν τῇ πρώτῃ συνουσίᾳ φαῖμεν οἰκειότατον εἶναι, καθʼ ἣν ὡς τὸ εἰκὸς οὐκ ἀθόρυβος ἦν ὁ περὶ δικαιοσύνης, εἰ δὲ βούλει, καὶ ὁ περὶ πολιτείας λόγος, οὐδʼ ἄνευ τῶν σοφιστικῶν ἀγώνων τοῦ Σωκράτους ἀθλοῦντος ὑπὲρ τῆς δικαιοσύνης πρὸς τὴν πολυκέφαλον σοφιστικὴν ζωήν, τὸν δὲ πάλιν τῇ ἀθορύβῳ καὶ μετὰ τῆς πρεπούσης φιλοσοφίᾳ γαλήνης ἀναχωρησάσῃ πρὸς ἑαυτὴν καὶ τοῖς ὁμοίοις συνούσῃ θεωρίᾳ τῶν αὐτῶν, ὧν ἐν τῷ θορυβώδει τότε μετὰ πραγμάτων ἐθεάσατο πολλῶν. καὶ τάχα ἂν ὃ μὲν εἴη γενέσει προσήκων τῶν τόπων, ὃ δὲ τῷ γενέσεως καθαρεύοντι καὶ αἰθερίῳ, φαίη ἂν ὁ ἐν Φαίδωνι Σωκράτης. ἥ τε γὰρ γένεσις ἁλμυρᾶς ἐστι πλήρης ζωῆς καὶ ζάλης μεστὴ καὶ τῶν τρικυμιῶν τῶν τὰς ψυχὰς βαπτιζουσῶν, ὅθεν ἀθόρυβος οὐκ ἔστιν αὐταῖς ἡ ζωή, κἂν ζῶσι κατὰ λόγον, καὶ ἐκεῖνος ὁ τόπος ψυχῶν ἐστιν καθαρὰν καὶ ἀπήμονα περίοδον ἤδη λαχουσῶν, εἰ καὶ μέμνηνται τῆς ἐν τῇ γενέσει ταραχῆς ἔτι καὶ τῶν ἄθλων, ὧν ἤθλησαν ἐν τοῖσδε τοῖς τόποις. —Περὶ μὲν δὴ τῶν τόπων τοσαῦτα. τοὺς δὲ καιροὺς τούτοις συνᾴδοντας ἔξεστιν ὁρᾶν, οἷς διεῖλεν τὰς συνουσίας, τὴν μὲν ἐν Πειραιεῖ τοῖς Βενδιδίοις ἀποδούς, τὴν δὲ ἐν ἄστει τοῖς Παναθηναίοις. ἢ οὐκ ἴσμεν ὡς τὰ μὲν Βενδίδια τὴν Ἄρτεμιν θεραπεύειν κατὰ τὸν Θρᾳκῶν νόμον ἐθέλει, καὶ τὸ ὄνομα τοῦτο Θρᾴκιον ἡ Βένδις; οὕτω καὶ τοῦ Θρᾳκὸς θεολόγου μετὰ τῶν πολλῶν τῆς Σελήνης ὀνομάτων καὶ τὴν Βένδιν εἰς τὴν θεὸν ἀναπέμψαντος· Πλουτώνη τε καὶ Εὐφροσύνη Βένδις τε κραταιά·τὰ δὲ Παναθήναια καὶ ταῦτα μικρὰ λέγων τοῖς Βενδιδίοις ἑπόμενα τὴν Ἀθηνᾶν εἶχεν τῆς ἑορτῆς πρόφασιν. οὐκοῦν ἄμφω μὲν παῖδες Διός, ἄμφω παρθένοι, προσκείσθω δὲ ὅτι καὶ ἄμφω φωσφόροι, εἰ καὶ ἣ μὲν ὡς εἰς φῶς ἄγουσα τοὺς ἀφανεῖς λόγους τῆς φύσεώς ἐστι φωσφόρος, ἣ δὲ ὡς τὸ νοερὸν ἀνάπτουσα φῶς ταῖς ψυχαῖς· δαῖέ οἱ ἐκ κόρυθός τε καὶ ἀσπίδος ἀκάματον πῦρ· καὶ ὡς ἀφαιροῦσα τὴν ἀχλύν, ἧς παρούσης οὐχ ὁρᾷ ψυχή, τί μὲν τὸ θεῖον, τί δὲ τὸ ἀνθρώπειον. ἀμφοῖν δὲ τοιαύτας ἰδιότητας ἐχουσῶν δῆλον, ὡς ἣ μὲν γενέσεώς ἐστιν προστάτις καὶ λοχευτικὴ τῶν γενεσιουργῶν λόγων, ἡ δὲ ἀναγωγὸς ψυχῶν καὶ νοῦ χορηγὸς καὶ φρονήσεως ἀληθοῦς καὶ ἐν τοῖς οὐρανίοις δυναστεύουσα μειζόνως, ἄνωθεν δὲ τελειοῦσα πᾶσαν τὴν σεληναίαν διακόσμησιν. εἰ δὴ ταῦτʼ ἀληθῆ φαμεν, πρέποι ἂν ἡ μὲν τῶν Βενδιδίων ἑορτὴ τῇ πρώτῃ συνουσίᾳ, καθάπερ καὶ ὁ τόπος, τῇ μιμουμένῃ ψυχὴν κοσμοῦσαν οὐκ ἀθορύβως δὲ τὴν γένεσιν· τὰ δὲ Παναθήναια τῇ δευτέρᾳ καὶ τρίτῃ μιμουμέναις ψυχὴν ἀναχωροῦσαν εἰς ἑαυτὴν καὶ συμπτύσσουσαν τὴν ζωὴν ἀπὸ τῶν κάτω πρὸς τὸν ἑαυτῆς νοῦν, καὶ ἀντὶ τοῦ τὰ ἀνόμοια πρὸς ἑαυτὴν κοσμεῖν τοῖς ὁμοίοις συνοῦσαν καὶ κοινωνοῦσαν νοήσεων καὶ θεαμάτων εὐδαίμοσιν θεαταῖς πρεπόντων. εἰ δὲ βούλει, καὶ τὸ μὲν ξενικὸν τῶν ἱερῶν οἰκεῖον τίθει τῇ ζώσῃ μὲν ἱερῶς κἀν τῇ γενέσει, ξένοις δὲ ἱεροῖς πλησιαζούσῃ, τοῖς γενεσιουργοῖς ἀντὶ τῶν οὐρανίων, τὸ δὲ πάτριον οἷον δὴ τὸ τῶν Παναθηναίων τῇ εἰς τὰ οἰκεῖα ἤθη ἐπιστρεψάσῃ καὶ ζώσῃ νοερῶς καὶ πρεπόντως τῷ συννόμῳ, φησὶν ἐκεῖνος, ἄστρῳ. πάτρια γὰρ ὄντως ἐκεῖνα ταῖς ψυχαῖς, διότι καὶ πατρὶς ἡμῖν ἐκεῖ κατὰ τὴν δημιουργικήν ἐστι σποράν· ξενικὰ δὲ τὰ τῆς γενέσεως ἱερά, καὶ ταῦτα ἱερὰ θεῶν ἐφόρων τυγχάνοντα· καὶ δεῖ καὶ τούτοις ἐκπληροῦν τὰ καθήκοντα τὸν ἔχοντα νοῦν, βλέπειν δὲ εἰς ἐκεῖνα καὶ ἐπιστρέφειν ὅτι τάχιστα, καθάπερ ὁ Σωκράτης ἐποίησεν, τῆς μὲν ἐν τούτοις ἑορτῆς μετασχών, προσευξάμενος δὲ καὶ θεωρήσας οἴκαδε εὐθὺς ὁρμήσας. τοσαῦτα καὶ περὶ τῶν καιρῶν. —Λείπεται δὲ ἔτι περὶ τῶν προσώπων διελθεῖν. οὐκοῦν δέκα μὲν οἱ συνόντες ἀλλήλοις …