Σοῦδα Ἀναξιμένης Ἀριστοκλέους Λαμψακηνός· ῥήτωρ· μαθητὴς Διογένους τοῦ Κυνὸς καὶ Ζωίλου τοῦ Ἀμφιπολίτου γραμματικοῦ, τοῦ κακίζοντος Ὅμηρον, διδάσκαλος δὲ Ἀλεξάνδρου τοῦ Μακεδόνος. εἵπετο δὲ αὐτῶι ἐν τοῖς πολέμοις.
Στράβων ἐκ Λαμψάκου .... Ἀναξιμένης ὁ ῥήτωρ ....
Λαέρτιος Διογένης γεγόνασι δὲ καὶ ἄλλοι δύο Λαμψακηνοί, ῥήτωρ καὶ ἱστορικός, ὃς ἀδελφῆς υἱὸς ἦν τοῦ ῥήτορος τοῦ τὰς Ἀλεξάνδρου πράξεις γεγραφότος.
Διόδωρος ὁ Σικελιώτης ὑπῆρξαν δὲ κατὰ τούτους τοὺς χρόνους ἄνδρες κατὰ παιδείαν ἄξιοι μνήμης Ἰσοκράτης ... καὶ οἱ τούτου γενόμενοι μαθηταὶ καὶ Ἀριστοτέλης ..... ἔτι δὲ Ἀναξιμένης ὁ Λαμψακηνὸς καὶ Πλάτων ..., ἔτι δὲ τῶν Πυθαγορικῶν φιλοσόφων οἱ τελευταῖοι, Ξενοφῶν τε ... ἐσχατογήρως ὤν .... Ἀρίστιππός τε καὶ Ἀντισθένης, πρὸς δὲ τούτοις Αἰσχίνης ὁ Σφήττιος ...
Παυσανίας : ἐνταῦθα καὶ Ἀναξιμένους οἶδα εἰκόνα ἀνευρών, ὃς τὰ ἐν Ἕλλησιν ἀρχαῖα καὶ ὅσα Φίλιππος ὁ Ἀμύντου καὶ ὕστερον Ἀλέξανδρος εἰργάσατο συνέγραψεν ὁμοίως ἅπαντα. ἡ δέ οἱ τιμὴ γέγονεν ἐν Ὀλυμπίαι παρὰ τῶν Λαμψακηνῶν τοῦ δήμου. ὑπελίπετο δὲ Ἀναξιμένης τοσάδε ἐς μνήμην· βασιλέα γὰρ οὐ τὰ πάντα ἤπιον ἀλλὰ καὶ τὰ μάλιστα θυμῶι χρώμενον, Ἀλέξανδρον τὸν Φιλίππου, τέχνηι περιῆλθε τοιᾶιδε Λαμψακηνῶν τὰ βασιλέως τοῦ Περσῶν φρονησάντων ἢ καὶ αἰτίαν φρονῆσαι λαβόντων, ὁ Ἀλέξανδρος ἅτε ὑπερζέων ἐς αὐτοὺς τῆι ὀργῆι κακῶν ἠπείλει τὰ μέγιστα ἐργάσασθαι· οἱ δὲ ἅτε θέοντες περὶ γυναικῶν τε καὶ παίδων καὶ αὐτῆς πατρίδος ἀποστέλλουσιν Ἀναξιμένην ἱκετεύειν, Ἀλεξάνδρωι τε αὐτῶι καὶ ἔτι Φιλίππωι πρότερον γεγονότα ἐν γνώσει. προσήιει τε ὁ Ἀναξιμένης, καὶ τὸν Ἀλέξανδρον πεπυσμένον καθʼ ἥντινα αἰτίαν ἥκοι, κατομόσασθαί φασιν ἐπονομάζοντα θεοὺς τοὺς Ἑλλήνων ἦ μὴν αὐτοῦ ταῖς δεήσεσιν ὁπόσα ἐστὶν ἐναντία ἐργάσασθαι. ἔνθα δὴ εἶπεν Ἀναξιμένης· «χαρίσασθαί μοι τήνδε ὦ βασιλεῦ τὴν χάριν, ἐξανδραποδίσασθαι μὲν γυναῖκας καὶ τέκνα Λαμψακηνῶν, καταβαλεῖν δὲ καὶ ἐς ἔδαφος τὴν πόλιν πᾶσαν, τὰ δὲ ἱερὰ τῶν θεῶν σφισιν ἐμπρῆσαι». ὁ μὲν ταῦτα ἔλεγεν, Ἀλέξανδρος δὲ οὔτε πρὸς τὸ σόφισμα ἀντιμηχανήσασθαί τι εὑρίσκων καὶ ἐνεχόμενος τῆι ἀνάγκηι τοῦ ὅρκου συγγνώμην ἔνεμεν οὐκ ἐθέλων Λαμψακηνοῖς. φαίνεται δὲ καὶ ἄνδρα ὁ Ἀναξιμένης ἐχθρὸν οὐκ ἀμαθέστατα ἀλλὰ καὶ ἐπιφθονώτατα ἀμυνάμενος. ἐπεφύκει μὲν αὐτὸς σοφιστὴς καὶ σοφιστῶν λόγους μιμεῖσθαι· ὡς δέ οἱ διαφορὰ ἐς Θεόπομπον ἐγεγόνει τὸν Δαμασιστράτου, γράφει βιβλίον ἐς Ἀθηναίους καὶ ἐπὶ Λακεδαιμονίοις ὁμοῦ καὶ Θηβαίοις συγγραφὴν λοίδορον. ὡς δὲ ἦν ἐς τὸ ἀκριβέστατον αὐτῶι μεμιμημένα, ἐπιγράψας τοῦ Θεοπόμπου τὸ ὄνομα τῶι βιβλίωι διέπεμπεν ἐς τὰς πόλεις· καὶ αὐτός τε συγγεγραφὼς ἦν καὶ τὸ ἔχθος τὸ ἐς Θεόπομπον ἀνὰ πᾶσαν τὴν Ἑλλάδα ἐπηύξητο. οὐ μὴν οὐδὲ εἰπεῖν τις αὐτοσχεδίως Ἀναξιμένους πρότερός ἐστιν εὑρηκώς. τὰ ἔπη δὲ τὰ ἐς Ἀλέξανδρον οὔ μοι πιστά ἐστιν Ἀναξιμένην τὸν ποιήσαντα εἶναι.
Ἰωάννης ὁ Στοβαῖος Ἀναξιμένης ὁ Λαμψακηνὸς ῥήτωρ ἐρωτηθεὶς ὑπὸ τοῦ βασιλέως Φαίδρου, τί ἀκοινώνητόν ἐστιν, εἶπε «τυραννίς».
Καλλισθένης ... διδάσκαλος .... ῥητορικῶν δὲ λόγων Ἀναξιμένης, φιλοσοφίας δὲ Ἀριστοτέλης.
Λαέρτιος Διογένης λέγεται δὲ διὰ τὴν Καλλισθένους πρὸς Ἀλέξανδρον σύστασιν προσκροῦσαι τῶι βασιλεῖ κἀκεῖνον ἐπὶ τῶι τοῦτον λυπῆσαι Ἀναξιμένην … μὲν αὐξῆσαι, πέμψαι δὲ καὶ Ξενοκράτει δῶρα.
ὁ αὐτὸς εἰπόντος Ἀναξιμένους «ἐὰν πᾶσι πολλὰ διδῶις, οὐ δυνήσηι τοῦτο ποιεῖν διὰ παντός», ἔφη· «οὐδέ γε, ἐὰν παύσωμαι, μόνος πάντʼ ἔχειν δυνήσομαι πολὺν χρόνον».
Λουκιανός Ἱππίας τε ὁ ἐπιχώριος αὐτῶν σοφιστὴς καὶ Πρόδικος ὁ Κεῖος καὶ Ἀναξιμένης ὁ Λαμψακηνὸς καὶ Θεόπομπος ὁ Χῖος καὶ Πῶλος ὁ Ἀκραγαντῖνος καὶ ἄλλοι συχνοὶ λόγους ἔλεγον ἀεὶ καὶ αὐτοὶ πρὸς τὴν πανήγυριν ἀφʼ ὧν γνώριμοι ἐν βραχεῖ ἐγίγνοντο.
Λαέρτιος Διογένης Ἀναξιμένει τῶι ῥήτορι παχεῖ ὄντι προσελθών «ἐπίδος καὶ ἡμῖν» ἔφη «τοῖς πτωχοῖς τῆς γαστρός· καὶ γὰρ αὐτὸς κουφισθήσηι καὶ ἡμᾶς ὠφελήσεις». διαλεγομένου ποτὲ τοῦ αὐτοῦ τάριχος προτείνας περιέσπασε τοὺς ἀκροατάς· ἀγανακτοῦντος δέ «τὴν Ἀναξιμένους» ἔφη «διάλεξιν ὀβολοῦ τάριχος διαλέλυκεν.»
Ἀθήναιος Ἕρμιππος δέ φησι Θεόκριτον τὸν Χῖον ὡς ἀπαίδευτον μέμφεσθαι τὴν Ἀναξιμένους περιβολήν.
Διονύσιος ὁ Ἁλικαρνασσεύς Ἀναξιμένην δὲ τὸν Λαμψακηνὸν ἐν ἁπάσαις μὲν ταῖς ἰδέαις τῶν λόγων τετράγωνόν τινα εἶναι βουλόμενον— καὶ γὰρ ἱστορίας γέγραφε καὶ περὶ τοῦ ποιητοῦ συντάξεις καταλέλοιπε καὶ τέχνας ἐξενήνοχεν, ἧπται δὲ καὶ συμβουλευτικῶν καὶ δικανικῶν ἀγώνων—, οὐ μέντοι τέλειόν γε ἐν οὐδεμιᾶι τούτων τῶν ἰδεῶν, ἀλλʼ ἀσθενῆ καὶ ἀπίθανον ὄντα ....
Διόδωρος ὁ Σικελιώτης Ἀναξιμένης δὲ ὁ Λαμψακηνὸς τὴν πρώτην τῶν Ἑλληνικῶν ἀνέγραψεν ἀρξάμενος ἀπὸ θεογονίας καὶ ἀπὸ τοῦ πρώτου γένους τῶν ἀνθρώπων, κατέστροφε δʼ εἰς τὴν ἐν Μαντινείαι μάχην καὶ τὴν Ἐπαμεινώνδου τελευτήν· περιέλαβε δὲ πάσας σχεδὸν τάς τε τῶν Ἑλλήνων καὶ βαρβάρων πράξεις ἐν βύβλοις δώδεκα.
Πλούταρχος ἐπὶ δὲ τῶν Ἐφόρου καὶ Θεοπόμπου καὶ Ἀναξιμένους ῥητορειῶν καὶ περιόδων, ἃς περαίνουσιν ἐξοπλίσαντες τὰ στρατεύματα καὶ παρατάξαντες, ἔστιν εἰπεῖν «οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας.»
Διονύσιος ὁ Ἁλικαρνασσεύς ἵνα μὴ τοῦθʼ ὑπολάβωσιν, ὅτι πάντα περιείληφεν ἡ περιπατητικὴ φιλοσοφία τὰ ῥητορικὰ παραγγέλματα, καὶ οὔτε οἱ περὶ Θεόδωρον καὶ Θρασύμαχον καὶ Ἀντιφῶντα σπουδῆς ἄξιον οὐδὲν εὗρον οὔτε Ἰσοκράτης καὶ Ἀναξιμένης καὶ Ἀλκιδάμας οὔτε οἱ τούτοις συμβιώσαντες τοῖς ἀνδράσι παραγγελμάτων τεχνικῶν συγγραφεῖς καὶ ἀγωνισταὶ λόγων ῥητορικῶν, οἱ περὶ Θεοδέκτην καὶ Φιλίσκον καὶ Ἰσαῖον καὶ Κηφισόδωρον Ὑπερείδην τε καὶ Λυκοῦργον καὶ Αἰσχίνην.
Ἀθήναιος οὐκ ἀγνοῶ δὲ ὅτι τὸν ἐπιγραφόμενον κατʼ αὐτῆς Εὐθίου λόγον Διόδωρος ὁ Περιηγητὴς Ἀναξιμένους φησὶν εἶναι.
Οὐαλέριος Ἁρποκρατίων Εὐθίας· Ὑπερείδης ὑπὲρ Φρύνης. τῶν ἐπὶ συκοφαντίαι διαβεβλημένων ἦν ὁ Εὐθίας. τὸν μέντοι λόγον αὐτῶι τὸν κατὰ Φρύνης Ἀναξιμένην πεποιηκέναι φησὶν Ἕρμιππος.
βέλτιον δὲ λέγειν, ὥσπερ ὁ Μαχάων, ὅτι πρὸς Ἀναξιμένην τὸν Λαμψακηνὸν γράφει. φέρεται δὲ ἐκείνου λόγος Ἑλένης ἀπολογία μᾶλλον οὖσα ἤπερ ἐγκώμιον.
Φιλόδημος διὸ καὶ λέγουσιν Ἀριστοτέλην ἤ τινα μέντοι πρὸς Ἀναξιμένην ἤ τινα δήποτʼ εἰπεῖν τῶν σοφιστῶν εἴτε Ἀρτέμιδος εἴτε Ἀθηνᾶς ἐγκώμιον γράψαντα καὶ σεμνυνόμενον «οὐκ οἴει γάρ» εἰπεῖν «ἐάν ποτʼ ἔρις γένηται τῶν θεῶν, ὡς πρότερον, ἐρεῖν τὴν Ἀφροδίτην· καλὸν γὰρ ἐγκώμιόν σου καὶ ὁ δεῖνα ἐποίησεν»;
Σοῦδα Τιμόλαος· Λαρισσαῖος ἐκ Μακεδονίας· ῥήτωρ· Ἀναξιμένους τοῦ Λαμψακηνοῦ μαθητής· ὃς καὶ ποιητικῶς ἔχων παρενέβαλε τῆι Ἰλιάδι στίχον πρὸς στίχον καὶ ἐπέγραψε τὸ σύνταγμα Τρωικόν.
Πλούταρχος Ἕρμιππος δὲ τὸν Ἀρχίαν ἐν τοῖς Λακρίτου τοῦ ῥήτορος μαθητὴν ἀναγράφει· Δημήτριος δὲ τῆς Ἀναξιμένους διατριβῆς μετεσχηκέναι φησὶν αὐτόν. —
Πλούταρχος νεανίσκου δέ τινος τῶν Ἀναξιμένους τοῦ ῥήτορος μαθητῶν λόγον ἐσκεμμένον ἐκ παρασκευῆς εἰπόντος ἐπʼ αὐτοῦ βουλόμενός τι μαθεῖν ἠρώτησεν· ἀποσιωπήσαντος δὲ τοῦ νεανίσκου «τί λέγεις»; εἶπεν «ἢ ταῦτʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα»;
Διονύσιος ὁ Ἁλικαρνασσεύς Ἀντιφῶν γὰρ δὴ καὶ Θεόδωρος καὶ Πολυκράτης Ἰσαῖός τε καὶ Ζωίλος καὶ Ἀναξιμένης ... οὐθὲν οὔτε καινὸν οὔτε περιττὸν ἐπετήδευσαν, ἀλλὰ ἀπὸ τούτων τῶν χαρακτήρων καὶ παρὰ τούτους τοὺς κανόνας τὰς ἑαυτῶν λέξεις κατεσκεύασαν.
Πλούταρχος τελευτῶν δʼ οὐ τὰ ἔργα καὶ τὰς πράξεις μόνον ἀλλὰ καὶ τοὺς λόγους ἐπαινεῖ .... ὥσπερ Ἰσοκράτει καὶ Ἀναξιμένει τοῖς σοφισταῖς διαμειρακιεύμενος ....
Ἰωάννης ὁ Στοβαῖος Θεόκριτος Ἀναξιμένους λέγειν μέλλοντος «ἄρχεται» εἶπεν «λέξεων μὲν ποταμός, νοῦ δὲ σταλαγμός».
Φιλόδημος ὑπολάμβανε κατὰ τὸ συνέχον καὶ κυριώτατον τῶν ἐμ ποιητικῆι διαφέρειν Χοιρίλον καὶ Ἀναξιμένην Ὁμήρου καὶ Καρκίνον καὶ Κλεαίνετον Εὐριπίδου καὶ τοὺς ἄλλους τοὺς πονηροὺς ἐν ποιητικῆι τῶν ἀρίστων
ὁ αὐτὸς ἐλθὼν εἰς Ἴλιον καὶ θεασάμενος τὸν Ἀχιλλέως τάφον στὰς εἶπεν· «ὦ Ἀχιλλεῦ, ὡς σὺ μέγας ὢν μεγάλου κήρυκος ἔτυχες Ὁμήρου.» παρόντος δὲ Ἀναξιμένους καὶ εἰπόντος «καὶ ἡμεῖς σε, ὦ βασιλεῦ, ἔνδοξον ποιήσομεν», «ἀλλὰ νὴ τοὺς θεούς», ἔφη, «παρʼ Ὁμήρωι ἐβουλόμην ἂν εἶναι Θερσίτης ἢ παρὰ σοὶ Ἀχιλλεύς.»
Πορφύριος, Εὐσέβιος καὶ τί γὰρ Ἐφόρου ἴδιον ἐκ τῶν Δαιμάχου καὶ Καλλισθένους καὶ Ἀναξιμένους αὐταῖς λέξεσιν ἔστιν ὅτε τρισχιλίους ὅλους μετατιθέντος στίχους.
Κλήμης ὁ Ἀλεξανδρεύς Μελησαγόρου γὰρ ἔκλεψεν ... Ἀναξιμένης.
ἱστορικοὶ ι· Θουκυδίδης. Ἡρόδοτος. Ξενοφῶν. Φίλιστος. Θεόπομπος. Ἔφορος. Ἀναξιμένης. Καλλισθένης. Ἑλλάνικος. Πολύβιος.