Λαέρτιος Διογένης Βίων τὸ μὲν γένος ἦν Βορυσθενίτης, ὧντινων δὲ γονέων καὶ ἀφʼ οἵων πραγμάτων ἧξεν ἐπὶ φιλοσοφίαν, αὐτὸς Ἀντιγόνῳ διασαφεῖ. ἐρομένου γὰρ αὐτὸν
τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; αἰσθόμενος ὅτι προδιαβέβληται, φησὶ πρὸς αὐτόν· «ἐμοῦ ὁ πατὴρ μὲν ἦν ἀπελεύθερος, τῷ ἀγκῶνι ἀπομυσσόμενος — διεδήλου δὲ τὸν ταριχέμπορον — γένος Βορυσθενίτης, ἔχων οὐ πρόσωπον, ἀλλὰ συγγραφὴν ἐπὶ τοῦ προσώπου, τῆς τοῦ δεσπότου πικρίας σύμβολον· μήτηρ δὲ οἵαν ὁ τοιοῦτος ἂν γήμαι, ἀπʼ οἰκήματος. ἔπειτα ὁ πατὴρ παρατελωνησάμενός τι πανοίκιος ἐπράθη μεθʼ ἡμῶν. καί με ἀγοράζει τις ῥήτωρ νεώτερον ὄντα καὶ εὔχαριν· ὃς καὶ ἀποθνήσκων κατέλιπέ μοι πάντα. κἀγὼ κατακαύσας αὐτοῦ τὰ συγγράμματα καὶ πάντα συγξύσας Ἀθήναζε ἦλθον καὶ ἐφιλοσόφησα.
ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι. ταῦτά ἐστι τὰ κατʼ ἐμέ. ὥστε παυσάσθωσαν Περσαῖός τε καὶ Φιλωνίδης ἱστοροῦντες αὐτά· σκόπει δέ με ἐξ ἐμαυτοῦ.»
Σοῦδα Καὶ παροιμία· τῷ ἀγκῶνι ἀπομυσσόμενος. Βίων φησὶν ὁ φιλόσοφος· ἐμοῦ ὁ πατὴρ μὲν ἦν ἀπελεύθερος, τῷ ἀγκῶνι ἀπομυσσόμενος· διεδήλου δὲ τὸν ταριχέμπορον.
Σοῦδα Σύμβολον· περὶ Βίωνος τοῦ πατρός· ἔχων οὐ πρόσωπον, ἀλλὰ συγγραφὴν ἐπὶ τοῦ προσώπου, τῆς τοῦ δεσπότου πικρίας σύμβολον. μήτηρ δὲ οἵαν ὁ τοιοῦτος γήμαι, ἀπʼ οἰκήματος.
Ἰωάννης ὁ Στοβαῖος Ἀντίγονος ὁ βασιλεὺς Βίωνα τὸν φιλόσοφον διαβληθέντα ὡς δυσγενῆ ἤρετο
τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πτόλις ἠδὲ τοκῆες; κἀκεῖνος εἶπεν· «ἀλλʼ ὀρθῶς οἶμαί σʼ, ὦ βασιλεῦ, ὅταν τοξοτῶν χρείαν ἔχῃς, οὐκ ἐρωτῶντα τὸ γένος, ἀλλὰ τιθέντα τὸν σκοπὸν τοὺς ἀρίστους τοξευτὰς παραλαμβάνειν· οὕτως οὖν ἐπὶ τῶν φίλων ἐξέταζε οὐ πόθεν εἰσίν, ἀλλὰ τίνες.»
Ψευδοπλούταρχος Ἀστείως δὲ καὶ Βίων ἔλεγεν ὁ φιλόσοφος ὅτι ὥσπερ οἱ μνηστῆρες τῇ Πηνελόπῃ πλησιάζειν μὴ δυνάμενοι ταῖς ταύτης ἐμίγνυντο θεραπαίναις, οὕτω καὶ οἱ φιλοσοφίας μὴ δυνάμενοι κατατυχεῖν ἐν τοῖς ἄλλοις παιδεύμασι τοῖς οὐδενὸς ἀξίοις ἑαυτοὺς κατασκελετεύουσι.
Λαέρτιος Διογένης Ἐν Ῥόδῳ τὰ ῥητορικὰ διασκούντων Ἀθηναίων τὰ φιλοσοφούμενα ἐδίδασκε· πρὸς οὖν τὸν αἰτιασάμενον ἔφη, «πυροὺς ἐκόμισα καὶ κριθὰς πιπράσκω;»
Ἰωάννης ὁ Στοβαῖος Βίων ἔλεγε τοὺς γραμματικοὺς ζητοῦντας περὶ τῆς Ὀδυσσέως πλάνης μὴ ἐξετάζειν τὴν ἰδίαν μηδὲ καθορᾶν ὅτι καὶ ἐν αὐτῷ τούτῳ πλανῶνται πονοῦντες περὶ τὰ μηδὲν χρήσιμα.
Βίων ἔλεγε τοὺς γραμματικοὺς ζητοῦντας περὶ τῆς Ὀδυσσέως πλάνης τὴν ἰδίαν μὴ καθορᾶν, ὅτι ἐν αὐτῷ τούτῳ πλανῶνται πονοῦντες περὶ τὰ μηδὲν χρήσιμα.
Ἰωάννης ὁ Στοβαῖος Βίων ἔλεγε γελοιοτάτους εἶναι τοὺς ἀστρονομοῦντας, οἳ τοὺς ἐν τοῖς αἰγιαλοῖς ἰχθῦς οὐ βλέποντες τοὺς ἐν τῷ οὐρανῷ φάσκουσιν εἰδέναι.
Λαέρτιος Διογένης Εὐφυὴς γὰρ ἦν καὶ παρῳδῆσαι· οἷά ἐστιν αὐτοῦ καὶ ταῦτα· ὧ πέπον Ἀρχύτα, ψαλληγενές, ὀλβιότυφε, τῆς ὑπάτης ἔριδος πάντων ἐμπειρότατʼ ἀνδρῶν.
Λαέρτιος Διογένης Καὶ ὅλως καὶ μουσικὴν καὶ γεωμετρίαν διέπαιζεν.
Ὅτι Βίων ἠπόρει περὶ τοῦ ψεύδους, εἰ καὶ αὐτὸ κατὰ ἀνάμνησιν, ὡς τὸ ἐναντίον γε, ἢ οὔ; καὶ τίς ἡ ἀλογία; ἢ ῥητέον, ὡς καὶ τοῦτο γίνεται κατὰ τὸ εἴδωλον τοῦ ἀληθοῦς· τὸ δὲ εἴδωλον εἶναι τοῦτο, ὅπερ ἀληθὲς οὐκ ἄν τις νομίσειεν, εἰ μή πη εἰδείη τὸ ἀληθές.
Ὀλυμπιόδωρος ὁ Νεώτερος ὁ Ἀλεξανδρεύς Εἰ καὶ τοῦ ψεύδους ἔστιν ἀνάμνησις, ὡς ἠπόρει Βίων; ἢ τῇ ἀναμνήσει καὶ αὐτὸ συνυφίσταται κατὰ τὴν ἀδιάρθρωτον ἔννοιαν καὶ ἔτι σφαλλομένην, ἐπεὶ ὅ γε τυφλὸς ἐκ γενετῆς οὐκ ἂν ψευσθείη περὶ χρωμάτων.
Πλούταρχος Ἐκλαβὼν γὰρ ὡς ἔοικεν ἵππον ἀλινδούμενον γράψαι, τρέχοντα ἔγραψεν ἀγανακτοῦντος δὲ τοῦ ἀνθρώπου γελάσας ὁ Παύσων κατέστρεψε τὸν πίνακα, καὶ γενομένων ἄνω τῶν κάτω πάλιν ὁ ἵππος οὐ τρέχων ἀλλʼ ἀλινδούμενος ἐφαίνετο. τοῦτό φησιν ὁ Βίων ἐνίους τῶν λόγων πάσχειν, ὅταν ἀναστραφῶσι.
Ἰωάννης ὁ Στοβαῖος Φησὶν ὁ Βίων· οἱ ἀγαθοὶ οἰκέται ἐλεύθεροι, οἱ δὲ πονηροὶ ἐλεύθεροι δοῦλοι πολλῶν ἐπιθυμιῶν.
Ἰωάννης ὁ Στοβαῖος Φησὶν ὁ Βίων· οἱ ἀγαθοὶ οἰκέται ἐλεύθεροι, οἱ πονηροὶ ἐλεύθεροι δοῦλοι πολλῶν ἐπιθυμιῶν.
Λαέρτιος Διογένης Τοσοῦτον διαφέρειν τὴν φρόνησιν τῶν ἄλλων ἀρετῶν ὅσον τὴν ὅρασιν τῶν ἄλλων αἰσθήσεων.
Τοσούτῳ διαφέρειν τὴν φρόνησιν τῶν λοιπῶν ἀρετῶν ἔλεγεν ὅσῳ ὅρασιν τῶν ἄλλων αἰσθήσεων.
Ὁ αὐτὸς τὴν μὲν φρόνησιν ἔφη παντοπώλιον εἶναι τῶν ἀγαθῶν, τὴν δὲ σωφροσύνην στρατουρίαν.
Ἀθήναιος Διὸ καλῶς ἔλεγεν ὁ Βορυσθενίτης Βίων οὐ δεῖν ἀπὸ τῆς τραπέζης τὰς ἡδονὰς πορίζεσθαι, ἀλλʼ ἀπὸ τοῦ φρονεῖν.
Πλούταρχος Καὶ μὴν τά γε Βίωνος καὶ Πύρρωνος οὐ προκοπῆς ἄν τις ἀλλὰ μείζονος ἕξεως σημεῖα θεῖτο καὶ τελειοτέρας. ὁ μὲν γὰρ ἠξίου τοὺς συνήθεις οἴεσθαι προκόπτειν ὅταν τῶν λοιδορούντων οὕτως ἀκούσωσιν ὡς λεγόντων
«ὦ ξένʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας,
οὖλέ τε καὶ μέγα χαῖρε, θεοί νύ τοι ὄλβια δοῖεν».
Τέλης ὁ Μεγαρεύς, Ἰωάννης ὁ Στοβαῖος Δεῖ ὥσπερ τὸν ἀγαθὸν ὑποκριτὴν ὅ τι ἂν ὁ ποιητὴς περιθῇ πρόσωπον τοῦτο ἀγωνίζεσθαι καλῶς, οὕτω καὶ τὸν ἀγαθὸν ἄνδρα ὅ τι ἂν περιθῇ ἡ τύχη. καὶ γὰρ αὕτη, φησὶν ὁ Βίων, ὥσπερ ποιήτρια, ὁτὲ μὲν πρωτολόγου, ὁτὲ δὲ δευτερολόγου περιτίθησι πρόσωπον, καὶ ὁτὲ μὲν βασιλέως, ὁτὲ δὲ ἀλήτου. μὴ οὖν βούλου δευτερολόγος ὢν τὸ πρωτολόγου πρόσωπον· εἰ δὲ μή, ἀνάρμοστόν τι ποιήσεις. σὺ μὲν ἄρχεις καλῶς, ἐγὼ δὲ ἄρχομαι, φησί, καὶ σὺ μὲν πολλῶν, ἐγὼ δὲ ἑνὸς τουτουῒ παιδαγωγὸς γενόμενος, καὶ σὺ μὲν εὔπορος γενόμενος δίδως ἐλευθερίως, ἐγὼ δὲ λαμβάνω εὐθαρσῶς παρὰ σοῦ οὐχ ὑποπίπτων οὐδὲ ἀγεννίζων οὐδὲ μεμψιμοιρῶν. σὺ κέχρησαι τοῖς πολλοῖς καλῶς, ἐγὼ δὲ τοῖς ὀλίγοις οὐ γὰρ τὰ πολυτελῆ, φησί, τρέφει, οὐδὲ ἐκείνοις μὲν ἔστι μετʼ ὠφελείας χρῆσθαι, τοῖς δὲ ὀλίγοις καὶ εὐτελέσι μετὰ σωφροσύνης οὐκ ἔστι καὶ ἀτυφίας.
Ἀρσένιος ὁ Παροιμιογράφος Ὁ αὐτὸς ἔλεγεν, ἡ τύχη ὥσπερ ποιήτρια, ὁτὲ μὲν πρωτολόγου, ὁτὲ δὲ ὑστερολόγου περιτίθησι πρόσωπον, καὶ ὁτὲ μὲν βασιλέως, ὁτὲ δὲ ἀλήτου.
Τέλης ὁ Μεγαρεύς, Ἰωάννης ὁ Στοβαῖος Διὸ καὶ εἰ λάβοι, φησὶν ὁ Βίων, φωνὴν τὰ πράγματα, ὃν τρόπον καὶ ἡμεῖς, καὶ δύναιτο δικαιολογεῖσθαι, οὐκ ἂν εἴποι, φησίν, ὥσπερ οἰκέτης πρὸς τὸν κύριον ἐφʼ ἱερὸν καθίσας δικαιολογεῖται «τί μοι μάχῃ; μή τί σοι κέκλοφα; οὐ πᾶν τὸ προσταττόμενον ὑπὸ σοῦ ποιῶ; οὐ τὴν ἀποφορὰν εὐτάκτως σοι φέρω;» καὶ ἡ πενία ἂν εἴποι πρὸς τὸν ἐγκαλοῦντα «ἄνθρωπε, τί μοι μάχῃ; μὴ καλοῦ τινος διʼ ἐμὲ στερίσκῃ; μὴ σωφροσύνης; μὴ δικαιοσύνης; μὴ ἀνδρείας; ἀλλὰ μὴ τῶν ἀναγκαίων ἐνδεὴς εἶ; ἢ οὐ μεσταὶ μὲν αἱ ὁδοὶ λαχάνων, πλήρεις δὲ αἱ κρῆναι ὕδατος; οὐκ εὐνάς σοι τοσαύτας παρέχω ὁπόση γῆ; καὶ στρωμνὰς φύλλα; ἢ εὐφραίνεσθαι μετʼ ἐμοῦ οὐκ ἔστιν; ἢ οὐχ ὁρᾷς γρᾴδια φυστὴν φαγόντα τερετίζοντα; ἢ οὐκ ὄψον ἀδάπανον καὶ ἀτρύφερον παρασκευάζω σοι τὴν πεῖναν; ἢ οὐχ ὁ πεινῶν ἥδιστα ἐσθίει καὶ ἥκιστα ὄψου δεῖται; καὶ ὁ διψῶν ἥδιστα πίνει καὶ ἥκιστα τὸ μὴ παρὸν ποτὸν ἀναμένει; ἢ πεινᾷ τις πλακοῦντα ἢ διψᾷ Χῖον; ἀλλʼ οὐ ταῦτα διὰ τρυφὴν ζητοῦσιν ἄνθρωποι; ἢ οἰκήσεις οὐ παρέχω σοι προῖκα, τὸν μὲν χειμῶνα τὰ βαλανεῖα, θέρους δὲ τὰ ἱερά; ποῖον γάρ σοι τοιοῦτον οἰκητήριον, φησὶν ὁ Διογένης, τοῦ θέρους, οἷον ἐμοὶ ὁ Παρθενὼν οὗτος, εὔπνους καὶ πολυτελής;» εἰ ταῦτα λέγοι ἡ πενία, τί ἂν ἔχοις ἀντειπεῖν; ἐγὼ μὲν γὰρ ἂν δοκῶ ἄφωνος γενέσθαι.
Δίων ὁ Χρυσόστομος Τῷ Βίωνι δοκεῖ μὴ δυνατὸν εἶναι τοῖς πολλοῖς ἀρέσκειν, εἰ μὴ πλακοῦντα γενόμενον ἢ Θάσιον. εὐήθως ἐμοὶ δοκεῖν.
Ἰωάννης ὁ Στοβαῖος Βίων ἐρωτηθεὶς τί ἐστιν ἄνοια, εἶπε «προκοπῆς ἐμπόδιον.»
Λαέρτιος Διογένης Τὴν οἴησιν ἔλεγε προκοπῆς ἐγκοπήν.
Τέλης ὁ Μεγαρεύς, Ἰωάννης ὁ Στοβαῖος Ὁ δὲ Βίων, ὥσπερ τῶν θηρίων, φησί, παρὰ τὴν λῆψιν ἡ δῆξις γίνεται, κἀν μέσου τοῦ ὄφεως ἐπιλαμβάνῃ, δηχθήσῃ, ἐὰν τοῦ τραχήλου, οὐδὲν πείσῃ· οὕτω καὶ τῶν πραγμάτων, φησί, παρὰ τὴν ὑπόληψιν ἡ ὀδύνη γίνεται, καὶ ἐὰν μὲν οὕτως ὑπολάβῃς περὶ αὐτῶν, ὡς ὁ Σωκράτης, οὐκ ὀδυνήσῃ, ἐὰν δὲ ὡς ἑτέρως, ἀνιάσῃ, οὐχ ὑπὸ τῶν πραγμάτων ἀλλʼ ὑπὸ τῶν ἰδίων τρόπων καὶ τῆς ψευδοῦς δόξης.
Λαέρτιος Διογένης Τὴν δόξαν ἀνιῶν μητέρα εἶναι.
Λαέρτιος Διογένης Μέγα κακὸν τὸ μὴ δύνασθαι φέρειν κακόν.
Λαέρτιος Διογένης Ἐρωτηθείς ποτε τίς μᾶλλον ἀγωνιᾷ, ἔφη, «ὁ τὰ μέγιστα βουλόμενος εὐημερεῖν.»
Λαέρτιος Διογένης Κράτητος γοῦν αὐτὸν ἐρωτήσαντος εἰ οἱ θεοὶ χαίρουσι ταῖς προσκυνήσεσι καὶ εὐχαῖς, φασὶν εἰπεῖν, «περὶ τούτων μὴ ἐρώτα, ἀνόητε, ἐν ὁδῷ, ἀλλὰ μόνον.» τὸ δʼ αὐτὸ καὶ Βίωνα ἐρωτηθέντα εἰ θεοί εἰσιν εἰπεῖν·
«οὐκ ἀπʼ ἐμοῦ σκεδάσεις ὄχλον, ταλαπείριε πρέσβυ;»
Δημήτριος ὁ Λάκων ...οὐδὲν πιθανὸν οὖν ἐστιν ὡσὰν Βίωνος τοῦ κατὰ Θεόφραστον πρώτου φιλοσοφίαν ἀνθινοῖς κοσμήσαντος, ἀσύνθετον δὲ ΤΑΝΥΛΟΥ ΘΟΥ διὰ τὴν τῆς φύσεως τῶν ὄντων ἀγνωσίαν. τὸ μὲν γὰρ ἐπιχείρημα τοῦτο· «πᾶν γένος ζώιων φαμὲν ἴδιαν ἔχειν τὴν μορφὴν ἐν τῶι ἰδίωι γένει.»
Δημήτριος ὁ Λάκων ... ἐκ δὲ τῶν προεισαγομένων τοῦτον ἐχόντων τὸν τρόπον ἐπὶ τοῦ λόγου τοῦ Βιωνήου τοῦτο μὲν θήσω, διότι γένος ἕκαστον ζώιων ἰδίαν ἔχει μορφὴν ἐν τῶι ἰδίωι γένει, πάντως δʼ, οὐ καθάπαξ, ἵνα τἀτὰ συνβαίνηι καὶ ἐν τοῖς αἰσθητοῖς καὶ ἐν τοῖς λόγωι θεωρητοῖς·
Πλούταρχος Ὁ γὰρ Βίων τὸν θεὸν κολάζοντα τοὺς παῖδας τῶν πονηρῶν γελοιότερον εἶναί φησιν ἰατροῦ διὰ νόσον πάππου καὶ πατρὸς ἔκγονον ἢ παῖδα φαρμακεύοντος.
Λαέρτιος Διογένης Ἔλεγε δὲ τοὺς ἐν ᾅδου μᾶλλον ἂν κολάζεσθαι εἰ ὁλοκλήροις καὶ μὴ τετρημένοις ἀγγείοις ὑδροφόρουν.
Κλήμης ὁ Ἀλεξανδρεύς Ταῦθʼ ὑμῶν οἱ θεοὶ τὰ εἴδωλα, αἱ σκιαὶ καὶ πρὸς τούτοις αἱ «χωλαὶ» ἐκεῖναι καὶ «ῥυσαί, παραβλῶπες ὀφθαλμώ,» αἱ Λιταὶ αἱ Θερσίτου μᾶλλον ἢ Διὸς θυγατέρες, ὥστε μοι δοκεῖν χαριέντως φάναι τὸν Βίωνα, πῶς ἂν ἐνδίκως οἱ ἄνθρωποι παρὰ τοῦ Διὸς αἰτήσαιντο τὴν εὐτεκνίαν, ἣν οὐδʼ αὑτῷ παρασχεῖν ἴσχυσεν;
Πλούταρχος Ἔξω κάθηται σακκίον ἔχων ἢ περιεζωσμένος ῥάκεσι ῥυπαροῖς, πολλάκις δὲ γυμνὸς ἐν πηλῷ κυλινδούμενος, ἐξαγορεύει τινὰς ἁμαρτίας αὑτοῦ καὶ πλημμελείας ὡς τόδε φαγόντος ἢ πιόντος ἢ βαδίσαντος ὁδὸν ἣν οὐκ εἴα τὸ δαιμόνιον. ἂν δʼ ἄριστα πράττῃ καὶ συνῇ πράῳ δεισιδαιμονίᾳ, περιθειούμενος οἴκοι κάθηται καὶ περιματτόμενος, αἱ δὲ γρᾶες καθάπερ παττάλῳ φησὶν ὁ Βίων ὅ τι ἂν τύχωσιν αὐτῷ περιάπτουσι φέρουσαι καὶ περιαρτῶσι.
Κλήμης ὁ Ἀλεξανδρεύς «Τί δὲ καὶ θαυμαστόν, εἰ ὁ μῦς,» φησὶν ὁ Βίων, «τὸν θύλακον διέτραγεν, οὐχ εὑρὼν ὅ τι φάγῃ; τοῦτο γὰρ ἦν θαυμαστόν, εἰ, ὥσπερ Ἀρκεσίλαος παίζων ἐνεχείρει, τὸν μῦν ὁ θῦλαξ κατέφαγεν.»
Θεοδώρητος ὁ Κύρρου Ἔοικε δὲ τούτῳ καὶ τὸ παρὰ τοῦ Βίωνος εἰρημένον. καὶ γὰρ ἐκεῖνος τὰ τοιάδε γελῶν· «τί θαυμαστόν,» ἔφη, «εἰ καὶ ὁ μῦς τὸν θύλακον διέτραγεν, οὐκ ἔχων ὅ τι φάγῃ; τοῦτο δὲ ἦν θαυμαστόν, εἰ, ὥσπερ Ἀρκεσίλαος παίζων ἐνεχείρει, τὸν μῦν ὁ θύλακος κατέφαγεν.»
Λαέρτιος Διογένης Βίωνός τε ἐπιμελῶς κατατρέχοντος τῶν μάντεων, νεκροὺς αὐτὸν ἐπισφάττειν ἔλεγε.
Τέλης ὁ Μεγαρεύς, Ἰωάννης ὁ Στοβαῖος Καὶ εἴ τις βούλεται ἢ αὐτὸς ἐνδείας καὶ σπάνεως ἀπολυθῆναι ἢ ἄλλον ἀπολῦσαι, μὴ χρήματα αὐτῷ ζητείτω. ὅμοιον γάρ, φησὶν ὁ Βίων, ὡς εἴ τις τὸν ὑδρωπικὸν βουλόμενος παῦσαι τοῦ δίψους, τὸν μὲν ὕδρωπα μὴ θεραπεύοι, κρήνας δὲ καὶ ποταμοὺς αὐτῷ παρασκευάζοι. ἐκεῖνός τε γὰρ ἂν πρότερον πίνων διαρραγείη ἢ παύσαιτο τοῦ δίψους, οὗτός τε οὐκ ἄν ποθʼ ἱκανωθείη, ὅταν ᾖ ἄπληστος καὶ δοξοκόπος καὶ δεισιδαίμων.
Ἰωάννης ὁ Στοβαῖος Βίων ὁ σοφιστὴς τὴν φιλαργυρίαν μητρόπολιν ἔλεγε πάσης κακίας εἶναι.
Αἴλιος Θέων ὁ σοφιστής Γνωμολογικῶς μὲν οἷον Βίων ὁ σοφιστὴς τὴν φιλαργυρίαν μητρόπολιν ἔλεγε πάσης κακίας εἶναι.
Αἴλιος Θέων ὁ σοφιστής Ἐκ δὲ τοῦ ψευδοῦς, ὅτι μὴ ἀληθῶς ὁ Βίων ἔλεγε τὴν φιλαργυρίαν μητρόπολιν εἶναι τῆς κακίας μᾶλλον γὰρ ἀφροσύνη ἐστίν.
Λαέρτιος Διογένης Πρὸς πλούσιον μικρολόγον, «οὐχ οὗτος,» ἔφη, «τὴν οὐσίαν κέκτηται, ἀλλʼ ἡ οὐσία τοῦτον.»
Λαέρτιος Διογένης Ἔλεγε τοὺς μικρολόγους τῶν μὲν ὑπαρχόντων ὡς ἰδίων ἐπιμελεῖσθαι, ὡς δʼ ἐξ ἀλλοτρίων μηδὲν ὠφελεῖσθαι.
Ἰωάννης ὁ Στοβαῖος Βίων ἔλεγε καταγελάστους εἶναι τοὺς σπουδάζοντας περὶ πλοῦτον, ὃν τύχη μὲν παρέχει, ἀνελευθερία δὲ φυλάττει, χρηστότης δὲ ἀφαιρεῖται.
Ἀρσένιος ὁ Παροιμιογράφος Βίων ὁ Βορεισθενίτης ἔλεγε καταγελάστους εἶναι τοὺς σπουδάζοντας περὶ τὸν πλοῦτον, ὃν τύχη μὲν παρέχει, ἀνελευθερία δὲ φυλάττει, χρηστότης δὲ ἀφαιρεῖται.
Μάξιμος ὁ Ὁμολογητής Βίων καταγελάστους ἔλεγεν τοὺς σπουδάζοντας περὶ τὸν πλοῦτον, ὃν τύχη μὲν παρέχει, ἀνελευθερία δὲ φυλάττει, χρηστότης δὲ ἀφαιρεῖται.
Φαβωρῖνος ὁ Ἀρελάτης Βίων ὁ περιπατητικὸς «τὰ χρήματα,» ἔφη, «τοῖς πλουσίοις οὐ δεδώρηται, ἀλλὰ δεδάνεισται.»
Ἰωάννης ὁ Στοβαῖος Βίων ἔφη «τὰ χρήματα τοῖς πλουσίοις ἡ τύχη οὐ δεδώρηται, ἀλλὰ δεδάνεικεν.»
Βίων ὁ περιπατητικὸς «τὰ χρήματα,» ἔφη, «τοῖς πλουσίοις ἡ τύχη οὐ δεδώρηκεν, ἀλλὰ δεδάνεικεν.»
Ἀρσένιος ὁ Παροιμιογράφος Ὁ αὐτὸς ἔφη, «τὰ χρήματα τοῖς πολλοῖς ἡ τύχη οὐ δεδώρηται, ἀλλὰ δεδάνεικεν.»
Λαέρτιος Διογένης Τοῦ δὲ θεράποντος ἐν ὁδῷ βαστάζοντος ἀργύριον καὶ βαρυνομένου, ὥς φασιν οἱ περὶ τὸν Βίωνα ἐν ταῖς διατριβαῖς, «ἀπόχεε,» ἔφη, «τὸ πλέον καὶ ὅσον δύνασαι βάσταζε.»
Ἀρσένιος ὁ Παροιμιογράφος Ὁ αὐτὸς τοῦ θεράποντος ἐν ὁδῷ βαστάζοντος ἀργύριον καὶ βαρυνομένου, ὥς φασιν οἱ περὶ τὸν Βίωνα ἐν ταῖς διατριβαῖς, «ἀπόχεε,» ἔφη, «τὸ πλέον, ὅσον δύνασαι, βάσταζε.»
Τέλης ὁ Μεγαρεύς, Ἰωάννης ὁ Στοβαῖος Καὶ πῶς σπανίζουσιν οὗτοι τούτων ἃ ἔχουσι;—Πῶς δὲ οἱ τραπεζῖται, φησὶν ὁ Βίων, χρημάτων, ἔχοντες αὐτά; οὐ γὰρ αὑτῶν ὄντα ἔχουσιν οὐδὲ ἄρα οὗτοι αὑτῶν.
Ἰωάννης ὁ Στοβαῖος Βίων ἔλεγεν, ὥσπερ τὰ φαῦλα τῶν βαλλαντίων, κἀν μηδενὸς ᾖ ἄξια, τοσούτου ἐστὶν ἄξια ὅσον ἐν ἑαυτοῖς τὸ νόμισμα ἔχει, οὕτω καὶ τῶν πλουσίων τοὺς οὐδενὸς ἀξίους καρποῦσθαι τὰς ἀξίας ὧν κέκτηνται.
Ἀρσένιος ὁ Παροιμιογράφος Ὁ αὐτὸς ἔλεγεν, ὥσπερ τὰ φαῦλα τῶν βαλαντίων, κἂν μηδενὸς ᾖ ἄξια, τοσούτου εἰσὶν ἄξια, ὅσον ἐν ἑαυτοῖς τὸ νόμισμα ἔχουσιν, οὕτω καὶ τῶν πλουσίων τοὺς οὐδενὸς ἀξίους καρποῦσθαι τὰς ἀξίας ὧν κέκτηνται.
Ἰωάννης ὁ Στοβαῖος Βίων ἔφη τὸν ἀγαθὸν ἄρχοντα παυόμενον τῆς ἀρχῆς μὴ πλουσιώτερον ἀλλʼ ἐνδοξότερον γεγονέναι.
Ἀρσένιος ὁ Παροιμιογράφος Ὁ αὐτὸς ἔλεγε, δεῖ τὸν ἄρχοντα παυόμενον τῆς ἀρχῆς μὴ πλουσιώτερον, ἀλλʼ ἐνδοξότερον γεγονέναι
Πρὸς τὸν τὰ χωρία κατεδηδοκότα, «τὸν μὲν Ἀμφιάραον», ἔφη, «ἡ γῆ κατέπιε, σὺ δὲ τὴν γῆν.»
Λαέρτιος Διογένης Τὸν πλοῦτον νεῦρα πραγμάτων.
Ἰωάννης ὁ Στοβαῖος Βίων ὁ σοφιστὴς ἰδών τινα φθονερὸν σφόδρα κεκυφότα εἶπεν «ἢ τούτῳ μέγα κακὸν συμβέβηκεν ἢ ἄλλῳ μέγα ἀγαθόν.»
Ὁ αὐτὸς ἰδών τινα φθονερὸν σφόδρα συγκεχυμένον «ἀδύνατον,» εἶπεν, «εἰ μὴ τούτῳ μέγα κακὸν γέγονεν ἢ ἄλλῳ μέγα ἀγαθόν.»
Βίων ἰδών τινα φθονερὸν σφόδρα κεκυφότα εἶπεν «ἢ τούτῳ μέγα κακὸν συμβέβηκεν ἢ ἄλλῳ μέγα ἀγαθόν.»
Ἀρσένιος ὁ Παροιμιογράφος Ὁ αὐτὸς ἰδών τινα φθονερὸν σφόδρα κεκυφότα εἶπεν «ἢ τούτῳ μέγα κακὸν συμβέβηκεν, ἢ ἄλλῳ μέγα ἀγαθόν.»
Ἀντώνιος Μέλισσα Βίων ὁ σοφιστὴς, ἰδών τινα φθονερὸν σφόδρα κεκυφότα, εἶπεν «ἢ τούτῳ μέγα κακὸν συμβέβηκεν, ἢ ἄλλῳ μέγα ἀγαθόν.»
Μάξιμος ὁ Ὁμολογητής Βίων ὁ σοφιστὴς, ἰδών τινα φθονερὸν σφόδρα κεκυφότα, εἶπεν «ἢ τούτῳ μέγα κακὸν συμβέβηκεν, ἢ ἄλλῳ μέγα ἀγαθόν.»
Λαέρτιος Διογένης Πρὸς τὸν βάσκανον ἐσκυθρωπακότα, «οὐκ οἶδα,» ἔφη, «πότερον σοι κακὸν γέγονεν ἢ ἄλλῳ ἀγαθόν.»
Λαέρτιος Διογένης Τοὺς φίλους ὁποῖοι ἂν ὦσι συντηρεῖν, ἵνα μὴ δοκοίημεν πονηροῖς κεχρῆσθαι ἢ χρηστοὺς παρῃτῆσθαι.
Πλούταρχος Εὐήθη τοίνυν καὶ ἀβέλτερα τὰ τοῦ Βίωνος «εἰ τὸν ἀγρὸν ἔμελλεν ἐγκωμιάζων εὔφορον ποιεῖν καὶ εὔκαρπον, οὐκ ἂν ἁμαρτάνειν ἐδόκει τοῦτο ποιῶν μᾶλλον ἢ σκάπτων καὶ πράγματα ἔχων· οὐ τοίνυν οὐδʼ ἄνθρωπον ἄτοπος ἂν εἴη ἐπαινῶν, εἰ τοῖς ἐπαινοῦσιν ὠφέλιμός ἐστιν καὶ πάμφορος.» ὁ μὲν γὰρ ἀγρὸς οὐ γίνεται χείρων ἐπαινούμενος, ἄνθρωπον δὲ τυφοῦσι καὶ ἀπολλύουσιν οἱ ψευδῶς καὶ παρʼ ἀξίαν ἐπαινοῦντες.
Πλούταρχος Οἱ τὰ ὦτα τοῖς κολακεύουσι παραδιδόντες ... διὸ καὶ Βίων ἀπείκαζε τοὺς τοιούτους ἀμφορεῦσιν ἀπὸ τῶν ὤτων ῥᾳδίως μεταφερομένοις.
Πλούταρχος Χάριεν δὲ καὶ τὸ τοῦ Βίωνος πρὸς τὸν Θέογνιν λέγοντα
«πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν
οὔθʼ ἕρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται» «πῶς οὖν σὺ πένης ὢν φλυαρεῖς τοσαῦτα καὶ καταδολεσχεῖς ἡμῶν;»
Ἀρσένιος ὁ Παροιμιογράφος Ὁ αὐτὸς πρὸς τὸν Θέογνιν λέγοντα
«πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν
οὔθʼ ἕρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται»«πῶς σὺ πένης ὤν,» ἔφη, «φλυαρεῖς τοσαῦτα καὶ καταδολεσχεῖς ἡμῶν;»
Λαέρτιος Διογένης Τὴν δυσσέβειαν πονηρὸν ἔλεγεν εἶναι σύνοικον τῇ παρρησίᾳ·
δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ.
Λαέρτιος Διογένης Τὸ κάλλος ἀλλότριον ἀγαθόν.
Ἰωάννης ὁ Στοβαῖος Βίων πρὸς τοὺς λέγοντας ὅτι τυραννίδα ἔχει τὸ κάλλος, «φεῦ,» ἔλεγε, «τυραννίδος τριχὶ καταλυομένης.»
Πλούταρχος Ἔτι δὲ φορτικώτερον ὁ σοφιστὴς Βίων τὰς τῶν καλῶν τρίχας Ἁρμοδίους ἐκάλει καὶ Ἀριστογείτονας, ὡς ἅμα καλῆς τυραννίδος ἀπαλλαττομένους ὑπʼ αὐτῶν τοὺς ἐραστάς.
Λαέρτιος Διογένης Ἔλεγε δὲ συνεχὲς ὅτι αἱρετώτερόν ἐστι τὴν ὥραν ἄλλῳ χαρίζεσθαι ἢ ἀλλοτρίας ἀποδρέπεσθαι· καὶ γὰρ εἰς σῶμα βλάπτεσθαι καὶ εἰς ψυχήν.
Λαέρτιος Διογένης Οἷον ὀνειδιζόμενος ἐπὶ τῷ μὴ θηρᾶσαι μειράκιον, «οὐχ οἷόν τε,» εἶπεν, «ἁπαλὸν τυρὸν ἀγκίστρῳ ἐπισπᾶσθαι.»
Λαέρτιος Διογένης Διέβαλλε δὲ καὶ τὸν Σωκράτην, λέγων ὡς εἰ μὲν εἶχεν Ἀλκιβιάδου χρείαν καὶ ἀπείχετο, μάταιος ἦν· εἰ δὲ μὴ εἶχεν, οὐδὲν ἐποίει παράδοξον.
Λαέρτιος Διογένης Τὸν Ἀλκιβιάδην μεμφόμενος ἔλεγεν ὡς νέος μὲν ὢν τοὺς ἄνδρας ἀπάγοι τῶν γυναικῶν, νεανίσκος δὲ γενόμενος τὰς γυναῖκας τῶν ἀνδρῶν.
Λαέρτιος Διογένης Ἐρωτηθεὶς εἰ γήμαι—ἀναφέρεται γὰρ καὶ εἰς τοῦτον—ἔφη, «ἐὰν μὲν γήμῃς αἰσχράν, ἕξεις ποινήν· ἂν δὲ καλήν, ἕξεις κοινήν.»
Ἐρωτηθεὶς ὑπό τινος, εἰ γήμαι, ἔφη «ἐὰν μὲν αἰσχρὰν γήμῃς, ἕξεις ποινήν· ἐὰν δʼ ὡραίαν, ἕξεις κοινήν.»
Λαέρτιος Διογένης Τὸ γῆρας ἔλεγεν ὅρμον εἶναι κακῶν· εἰς αὐτὸ γοῦν πάντα καταφεύγειν.
Τὸ γῆρας ἔλεγεν ὅρμον εἶναι κακῶν· εἰς αὐτὸ γοῦν πάντα καταφεύγει.
Λαέρτιος Διογένης Μὴ δεῖν ἔφασκεν ὀνειδίζειν τὸ γῆρας, εἰς ὅ, ἔφη, πάντες εὐχόμεθα ἐλθεῖν.
Ὁ αὐτὸς ἔφη τὸ γῆρας λείψανον εἶναι τοῦ βίου.
Λαέρτιος Διογένης Τῇ μὲν ἀνδρείᾳ νέους ὄντας ἔφη χρῆσθαι, τῇ δὲ φρονήσει γηράσκοντας ἀκμάζειν.
Λαέρτιος Διογένης Εὔκολον ἔφασκε τὴν εἰς ᾅδου ὁδόν· καταμύοντας γοῦν ἀπιέναι.
Βίων ἔλεγε δύο διδασκαλίας θανάτου εἶναι, τόν τε πρὸ τοῦ γενέσθαι χρόνον καὶ τὸν ὕπνον.
Τέλης ὁ Μεγαρεύς, Ἰωάννης ὁ Στοβαῖος Καθάπερ καὶ ἐξ οἰκίας, φησὶν ὁ Βίων, ἐξοικιζόμεθα, ὅταν τὸ ἐνοίκιον ὁ μισθώσας οὐ κομιζόμενος τὴν θύραν ἀφέλῃ, τὸν κέραμον ἀφέλῃ, τὸ φρέαρ ἐγκλείσῃ, οὕτω, φησί, καὶ ἐκ τοῦ σωματίου ἐξοικίζομαι, ὅταν ἡ μισθώσασα φύσις τοὺς ὀφθαλμοὺς ἀφαιρῆται τὰ ὦτα τὰς χεῖρας τοὺς πόδας οὐχ ὑπομένω, ἀλλʼ ὥσπερ ἐκ συμποσίου ἀπαλλάττομαι οὐθὲν δυσχεραίνων, οὕτω καὶ ἐκ τοῦ βίου, ὅταν ὥρα ᾖ, «ἔμβα πορθμίδος ἕρμα.»
Τέλης ὁ Μεγαρεύς, Ἰωάννης ὁ Στοβαῖος Ἀλλʼ ἡ περὶ ταφῆς ἀγωνία, φησὶν ὁ Βίων, πολλὰς τραγῳδίας ἐποίησεν.
Λαέρτιος Διογένης Κατεγίνωσκε δὲ καὶ τῶν τοὺς ἀνθρώπους κατακαόντων μὲν ὡς ἀναισθήτους, παρακαόντων δὲ ὡς αἰσθανομένοις.
Ἀθήναιος Χαριέντως γὰρ ἔφη Βίων ὁ Βορυσθενίτης θεασάμενος αὐτοῦ χαλκῆν εἰκόνα, ἐφʼ ἧς ἐπεγέγραπτο «Περσαῖον Ζήνωνος Κιτιᾶ,» πεπλανῆσθαι εἶπε τὸν ἐπιγράψαντα· δεῖν γὰρ οὕτως ἔχειν «Περσαῖον Ζήνωνος οἰκετιᾶ.» ἦν γὰρ ὄντως οἰκέτης γεγονὼς τοῦ Ζήνωνος, ὡς Νικίας ὁ Νικαεὺς ἱστορεῖ ἐν τῇ περὶ τῶν φιλοσόφων ἱστορίᾳ καὶ Σωτίων ὁ Ἀλεξανδρεὺς ἐν ταῖς Διαδοχαῖς.
Λαέρτιος Διογένης Πρὸς τὸν ἀδολέσχην λιπαροῦντα αὐτῷ συλλαβέσθαι, «τὸ ἱκανόν σοι ποιήσω,» φησίν, «ἐὰν παρακλήτους πέμψῃς καὶ αὐτὸς μὴ ἔλθῃς.»
Ὁ αὐτὸς ἐρωτηθεὶς ὑπό τινος διὰ τί αὐτὸν οὐκ ὠφελεῖ τὰ ὑπʼ αὐτοῦ λεγόμενα «οὐδὲ γὰρ αἱ πυξίδες,» εἶπεν, «αἱ τὰ χρηστότατα φάρμακα ἔχουσαι ἀπʼ αὐτῶν ὠφελοῦνται.»
Πλούταρχος Τὸν γὰρ παίζοντα καὶ τερπόμενον οἶμαι συμπαίζουσι δεῖν χρῆσθαι καὶ ἱλαροῖς, οὐχ ὥσπερ ὁ Βίων ἔλεγε τὰ παιδάρια παίζοντα τῶν βατράχων τοῖς λίθοις ἐφίεσθαι, τοὺς δὲ βατράχους μηκέτι παίζοντας ἀλλʼ ἀληθῶς ἀποθνήσκειν.
Ὁ αὐτὸς ζητήσεως γενομένης παρὰ πότον ἰδὼν νεανίσκον σιγῶντα εἶπεν «εἰ μὲν πεπαιδευμένος σιωπᾷς, ἀπαίδευτος εἶ εἰ δὲ ἀπαίδευτος ὤν, πεπαίδευσαι.»
Ἰωάννης ὁ Στοβαῖος Βίων ἔλεγε κατὰ Ἡσίοδον τρία γένη εἶναι μαθητῶν, χρυσοῦν, ἀργυροῦν, χαλκοῦν· χρυσοῦν μὲν τὸ τῶν διδόντων καὶ μανθανόντων· ἀργυροῦν δὲ τὸ τῶν διδόντων καὶ μὴ μανθανόντων· χαλκοῦν δὲ τὸ τῶν μανθανόντων μέν, οὐ διδόντων δέ.
Ἰωάννης ὁ Δαμασκηνός Βίων ἔλεγε κατὰ Ἡσίοδον τρία γένη εἶναι μαθητῶν, χρυσοῦν, ἀργυροῦν, χαλκοῦν· χρυσοῦν μὲν τὸ τῶν διδόντων καὶ μανθανόντων, ἀργυροῦν δὲ τὸ τῶν διδόντων καὶ μὴ μανθανόντων, χαλκοῦν δὲ τὸ τῶν μανθανόντων μέν, οὐ διδόντων δέ.
Λαέρτιος Διογένης Πλέων μετὰ πονηρῶν λῃσταῖς περιέπεσε· τῶν δέ, «ἀπολώλαμεν,» εἰπόντων, «ἐὰν γνωσθῶμεν,» «ἐγὼ δέ γε,» φησίν, «ἐὰν μὴ γνωσθῶμεν.»
Βίων ἐρωτηθείς «πότε χρὴ ἀριστᾶν;» ἔφη «τοὺς μὲν πλουσίους, ὄταν θέλωσι, τοὺς δὲ πένητας, ὅταν ἔχωσιν.»
Ἡγήσανδρος ὁ Δελφικός, Ἀθήναιος Βίων δὲ προαρπάσαντός τινος τὰ ἐπάνω τοῦ ἰχθύος στρέψας καὶ αὐτὸς καὶ δαψιλῶς φαγὼν ἐπεῖπεν·
Ἰνὼ δὲ τἀπὶ θάτερʼ ἐξειργάζετο.