eul_wid: okg-ap
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Whether the Faculty of Nous is Passive Life by Plutarch of Chaeronea

Whether the Mind's Faculty is Passive Life is a concise philosophical treatise by Plutarch of Chaeronea, forming part of his extensive ethical and philosophical collection known as the Moral Essays. The work functions as a doxographical examination, systematically compiling and analysing earlier philosophical positions on the question of whether nous constitutes a passive or receptive form of life. Structured as a formal problem, it presents opposing arguments across a brief series of passages, engaging with fundamental debates in ancient psychology concerning the psychē's faculties. The treatise explores whether nous is best understood as passive and receptive or as active and creative, delving into the powers of the psychē. In doing so, it engages with doctrines from the Peripatetic, Stoic, and Platonic traditions regarding activity and passivity in the processes of cognition. The text survives intact through the Byzantine manuscript tradition of Plutarch's Moral Essays and is preserved in modern critical editions. This treatise exemplifies Plutarch's Middle Platonist methodology, which involved synthesizing and critically presenting historical philosophical doctrines. As a component of the influential Moral Essays, it played a role in preserving doxographical material, thereby informing later Byzantine and Renaissance scholarship on the history of philosophy.

ΕΙ ΜΕΡΟΣ ΤΟ ΠΑΘΗΤΙΚΟΝ ΤΗΣ ΑΝΘΡΩΠΟΥ ΨΥΧΗΣ Η ΔΥΝΑΜΙΣ

Περὶ τῆς παθητικῆς καὶ ἀλόγου ζωῆς, πότερα μέρος ἐστὶ τῆς ἀνθρώπου ψυχῆς ἢ δύναμις, ἐπισκεπτέον. ἐοίκασι γὰρ τῶν ἀρχαίων οἱ μὲν οὕτως, οἱ δʼ ἐκείνως ἀποφηνάμενοι περὶ αὐτῆς. ἄξιον οὖν καὶ ἡμᾶς ἀπορήσαντας καὶ ἐπὶ ζήτησιν τραπομένους ταύτῃ δοξάσαι, ᾗπερ δὴ καὶ ζητοῦσι φανεῖται πιθανώτερον.

Ὅσοι μὲν οὖν μέρος ἀποδιδόασιν αὐτήν, δόξαιεν ἂν οὐκ εἶναι λέγειν ἔμψυχα τὰ ἄλογα τῶν ζῴων οὐδὲ ψυχὴν ἔχοντα, ἀλλά τι μόριον ψυχῆς, εἴ γε τοῖς ἀλόγοις ἡ παθητικὴ μέν ἐστιν, ἡ λογικὴ δʼ οὐδαμῶς· ὅσοι δʼ αὖ δύναμιν, πρῶτον μὲν ἄτοπον ὅτι τῷ τόπῳ διαχωρίζουσιν ἀπὸ τῆς ἀντιδιαιρουμένης αὐτῇ δυνάμεως, τῆς λογικῆς· οὐ γὰρ διαιροῦνται ἀπʼ ἀλλήλων αἱ δυνάμεις, ὅσαι τοῦ αὐτοῦ τυγχάνουσιν οὖσαι· ἔπειτα ὅτι καὶ συνυπάρχειν ποιοῦσι τἀναντία κατὰ ταὐτό. αἱ γὰρ δυνάμεις τοιαῦται ὥστε ἑκάστην, κἂν ὁποσαιοῦν ὦσι, περὶ ὅλον θεωρεῖσθαι τὸ ὑποκείμενον. τὸ δὲ λογικὸν καὶ τὸ ἄλογον οὐχ οὕτω περὶ ψυχήν· ἀποτέμνεσθαι γὰρ δοκεῖ τῆς ὅλης καὶ ποιεῖν αὐτὴν τὸ μὲν ἄλλο, τὸ δʼ ἄλλο, καὶ τοῦτʼ εἰκότως· ἐναντία γάρ· τὰ δʼ ἐναντία καθʼ ἓν καὶ τὸ αὐτὸ συνυπάρχειν ἀδύνατον, ... ἀληθές. οὐδὲν γὰρ ἴσως κωλύει καὶ τἀναντία συνυπάρξαι τὸν εἰρημένον τρόπον, ἐὰν δυνάμεις ὦσι καὶ μὴ ἐνέργειαι λαμβάνωνται. λογίζεσθαι μὲν γὰρ καὶ ἀλογιστεῖν ἢ ὑγιάζειν καὶ κακοῦν ἅμʼ ἄμφω ἀδύνατον· ἡ μέντοι δύναμις τοῦ ὑγιάζειν καὶ τοῦ κακοῦν ἅμα περὶ τὸ αὐτό, ἥ τε τοῦ λογίζεσθαι καὶ τοῦ ἀλογιστεῖν περὶ τὴν ψυχὴν ἅμα, οὐ μέντοι καὶ αἱ κατὰ ταύτας ἐνέργειαι· καὶ πλείω δὴ τὸ αὐτὸ δύνασθαι οὐθὲν κωλύει, οἷον τὸ ἀληθεύειν τόν τε ἐπιστήμονα καὶ τὸν διαλεκτικόν· οὕτω δὴ καὶ ἀλογιστεῖν τήν τε τῶν ἀλόγων ζῴων ψυχὴν καὶ τὴν ἀνθρώπου, ἀλλὰ τὴν μὲν τῶν ἀλόγων ἐν τῷ εἶναι αὐτῆς τὸ ἀλογιστεῖν ἔχειν — διὸ καὶ ἀεὶ ἀλογιστεῖ καὶ οὐχ ὁτὲ μὲν τοῦτο, ὁτὲ δὲ τὸ ἐναντίον —, τὴν δὲ τοῦ ἀνθρώπου τὸ μὲν ἀλογιστεῖν οὐκ ἐν τῷ εἶναι ἔχειν αὐτῆς — οὐ γὰρ ἂν καὶ ἐλογίζετο —, τὸ δύνασθαι μέντοι ἀλογιστεῖν καὶ τὸ δύνασθαι λογίζεσθαι. ἐνεργεῖ δὲ κατʼ ἄμφω· κατὰ λόγον μέν, ὁπηνίκʼ ἂν βλέψῃ πρὸς τὴν ἑαυτῆς οὐσίαν, αὕτη δʼ ἐστὶν ὁ ἐν αὐτῇ νοῦς, κατὰ δὲ τὴν ἀλογίαν, ὁπόταν νεύσῃ πρὸς τὰ ἔξω αὐτῆς, ταῦτα δʼ ἐστὶ τὰ αἰσθητά. ἄλλο οὖν τὸ ἐν ἀνθρώπῳ ἄλογον, καὶ ἄλλο τὸ ἐν τοῖς ζῴοις· τὸ μὲν γὰρ ἐν τούτοις ψυχή, τὸ δʼ ἐν ἀνθρώπῳ δύναμις· καὶ τοῦτʼ ἂν εἴη τῆς τοῦ λογίζεσθαι δυνάμεως ἀχώριστον. ὀρθῶς ἄρα καὶ Ἀριστοτέλης τὴν ἀνθρώπου ψυχὴν δύναμιν συναποκαλῶν, ὅτι ποτὲ μὲν λογίζεται, ποτὲ δʼ οὔ.

Ὅταν οὖν μὴ λογίζηται, ἄλλο τι ἢ ἀλογιστεῖ; ἆρʼ οὖν ἡ κατὰ τὸ λογίζεσθαι δύναμις καὶ αὐτὸ τὸ λογίζεσθαι ψυχῆς ἐστι, καὶ ἐν χάρτῃ, χάρτης δʼ οὔ; ἀλλʼ εἰ τοῦτο, ἑτέρα ἔσται αὐτῆς ἡ οὐσία παρὰ τὸ ἔργον καὶ τὴν πρὸς τοῦτο δύναμιν, καὶ ἕξει τι ὑποκείμενον περὶ ὃ θεωρηθήσεται ἡ δύναμις αὐτῆς, καὶ ἔσται τὸ ὄνομα τοῦτο «ψυχή» τὸ ὑποκείμενον μετὰ τῶν περὶ αὐτὸ θεωρουμένων δυνάμεων· καὶ ζωὴν ἕξει οὐ διὰ πάσης ἑαυτῆς· κατὰ γὰρ τὸ ὑποκείμενον ἄζωος ἔσται, τάχα δὲ καὶ παντάπασιν. οὐδεμία γὰρ αὐτῆς ἐν τῇ φύσει ἐνέργεια ζωτική, ἀλλὰ πάντα δύναμις. δυνάμει οὖν ἔσται ζῶσα.

Ἢ τὸ δυνάμει τὸ καθʼ ἕξιν ῥητέον, ἵνα πὼς μὲν ἔχῃ ζωήν, πὼς δʼ οὐκ ἔχῃ; δύο γὰρ ζωαί, ἡ μὲν ὡς ἕξις, ἡ δʼ ὡς τὸ ἐνεργοῦν· καὶ ἡ μὲν ὡς ἕξις ἡ ψυχή, ἡ δʼ ὡς τὸ ἐνεργοῦν ὁ νοῦς. εἰ οὖν ἡ ὡς ἕξις ζωὴ ἡ ψυχή, ἁπλῆ ἂν εἴη χωρὶς ὑποκειμένου. τοιοῦτον γάρ τι τὴν ψυχὴν ὑπολαμβάνομεν, ὃ τὴν ζωὴν ἔχει σύμφυτον καὶ οὐ παρʼ ἄλλου, ἀλλὰ παρʼ αὑτῆς· σωμάτων γὰρ τὸ παρʼ ἄλλου τὴν ζωὴν μεταλαγχάνειν. εἰ δʼ ἦν τι σύνθετον ἡ ψυχή, ἐξ ὑποκειμένου καὶ εἴδους συγκειμένη, οὐκ ἂν ἔσχε παρʼ αὑτῆς, ἀλλὰ παρʼ ἄλλου τὴν ζωήν· παρὰ γὰρ τοῦ εἴδους, ὥσπερ καὶ τῷ πυρὶ τὸ θερμῷ εἶναι παρὰ τῆς θερμότητος καὶ οὐ παρὰ τῆς ὕλης. ἔπειτα κἂν σῶμα ἦν· τὸ γὰρ ἐξ ὑποκειμένου καὶ εἴδους συνεστηκὸς σῶμα.

Δύναμις οὖν ζωτικὴ ἡ ψυχή, δύναμις δʼ ἡ ὡς ἕξις. διὰ τοῦτο καὶ ἐλευθέρα καὶ πρὸς τὰς ἐνεργείας ἀκώλυτος. ἔχουσα γὰρ ζωήν, μᾶλλον δʼ οὖσα ζωή, κινεῖται καθʼ ἑαυτὴν ὁπότε βούλεται. τοῦτο δὲ περὶ τῆς ἔξω σωμάτων ψυχῆς ὑποληπτέον· ἡ γὰρ κρατηθεῖσα σώματι καὶ τοῖς ἐκ τούτου πάθεσιν ἀπόλλυσι τὸ ἐλεύθερον, καὶ οὐχ ὁπότε βούλεται κινεῖσθαι ἐᾶται, ἀλλὰ δεδουλωμένη πέπαυται τῆς ἐνεργείας, καὶ εἴ τις ἐπὶ ψυχῆς ὄλεθρος εἴη, οὗτος ἂν εἴη· οἷον γὰρ ἀπόλλυται σβεννυμένης ἐν αὐτῇ τῆς κατὰ νοῦν ἐνεργείας. ἃ δὲ δοκεῖ ἐνέργειαν ἀποστρέφειν, ταῦτα παθήματα ἂν εἴη μᾶλλον, οὐκ ἐνεργήματα, καὶ οὐκ αὐτῆς ταῦτα, ἀλλὰ τοῦ ζῴου, κατʼ αὐτὴν μέντοι. τὸ γὰρ λογίζεσθαι καὶ θεωρεῖν μόνον αὐτῆς, καὶ τοῦθʼ ἡ κυρίως ἐνέργεια, τὰ δὲ παρὰ τοῦτο τοῦ ζῴου πάντα, καὶ πάθη μᾶλλον, οὐκ ἐνέργειαι.

Ἀλλὰ πῶς, εἰ κατʼ αὐτὴν εὖ πάσχει τὰ ζῷα, οὐκ αὐτὴ παθητική; πάσχειν γὰρ κατὰ τὴν παθητικὴν εὔλογον ψυχὴν ὥσπερ καὶ ὑφαίνειν κατὰ τὴν ὑφαντικήν. ἢ τοῦτο μὲν ἀληθὲς καὶ διδόναι χρή, ἀπορητέον δὲ περὶ τῆς καλουμένης παθητικῆς καὶ περὶ τοῦ πάσχειν ὅλως, πῶς γίνεται, πότερα τῷ μὴ ἐνεργεῖν τὴν ψυχὴν κατὰ λόγον ἢ ἄλλως; εἰ γὰρ τῷ μὴ ἐνεργεῖν, οὐθέν ἐστι πάθος ἐπαινετόν. φαίνεται δʼ ἐπαινετὰ πάντα ὁπόσα μετρεῖται ὑπὸ τοῦ λόγου, χρήσιμα ὄντα — ἀρετὰς γὰρ αὐτὰ καλοῦμεν πολιτικὰς καὶ ἐπαινοῦμεν τὸν ἔχοντα αὐτάς· μετρεῖσθαι δʼ οὐκ ἂν ἠδύνατο μὴ ἐφορῶντος αὐτὰ τοῦ νοῦ καὶ ἐνδιδόντος αὐτοῖς ἀφʼ αὑτοῦ μέτρον καὶ ὅρον· τοῦτο δʼ οὐθὲν ἀλλʼ ἢ ἐνεργοῦντος περὶ αὐτά, ἐνεργεῖ τε οὖν ἅμα ὁ λόγος καὶ πάσχει τὸ ζῷον, καὶ τῷ αὐτῷ καὶ λογιζόμεθα ἅμα καὶ πάσχομεν· ἓν γὰρ εἶδος ἔχει. δυνάμεις δʼ ἦσαν πλείους, ἥ τε τοῦ ἐνεργεῖν καὶ μή; μᾶλλον δὲ μία δύναμις· τὸ γὰρ μὴ ἐνεργεῖν ἀδυναμίας ἂν εἴη, καθʼ ὃ καὶ ἀλογιστεῖν ἐλέγετο τὸ ζῷον.

Ἀλλὰ τῇ τε ὑποθέσει ταύτῃ φαίνεται πλείω τὰ ἑπόμενα ἄτοπα, καὶ ἄλλως ἀποδοῦναι τὰ πάθη τοῖς ἀνθρώποις οὐκ εὔπορον. ἐπισκεπτέον δʼ ἔτι, πῶς ἔφαμεν ἐνεργεῖν τε ἅμα τὸν λόγον καὶ πάσχειν τὸ ζῷον καὶ εἶναι τὰ πάθη περὶ τὸ συναμφότερον. φαίνεται γὰρ οὐχ ἅμα ταῦτα γινόμενα ἄμφω, ἀλλὰ μεινάσης μὲν ἀργῆς τῆς διανοίας ἐπεισελθόντα τὰ πάθη περὶ τὸ συναμφότερον, ἐγγενομένων δὲ τῶν παθῶν παρελθὼν αὖθις ὁ λόγος καὶ διακοσμήσας αὐτά. τίς οὖν ἡ καλουμένη παθητικὴ ψυχή; ἡ αὐτὴ ἥπερ καὶ ἡ λογιστική. πάθος γάρ τι αὐτῆς τὸ μὴ ἀπαύστως ἐνεργεῖν, καὶ παθητικὴ ὅτι θεωρεῖν ἀεί τε καὶ συνεχῶς ἀδύνατος. ὅταν οὖν μὴ θεωρῇ, πρὸς τὸ σῶμα ἐπέστραπται καὶ ἀπόστροφός ἐστι τοῦ νοῦ· τοῦ νοῦ δʼ οὖσα ἀπόστροφος ἀνοηταίνειν εἰκότως λέγοιτʼ ἂν καὶ οὐθὲν ὑγιὲς βλέπειν οὐδὲ κρίνειν ὀρθῶς, ἀλλὰ δοξάζειν τά τε μὴ ἀγαθὰ ὡς ὄντα ἀγαθὰ καὶ τοὐναντίον, ἐκ δὲ τῆς τοιαύτης δόξης καὶ κρίσεως ἀποτελεῖσθαι τὰ πάθη περὶ τὸ σύνθετον, σύνθετον δʼ ἔκ τε τοῦ σώματος καὶ τῆς ἐν αὐτῷ ζωῆς, ἣν ἐνδίδωσιν ἡ ψυχή. ἐνδίδωσι γὰρ ἅπασα δύναμίς τινα ἀφʼ αὑτῆς ἀπόρροιαν τῷ …