Ἆρα διδακτόν ἐστιν ἡ ἀρετή; ἢ οὐ διδακτόν, ἀλλὰ φύσει οἱ ἀγαθοὶ γίγνονται ἄνδρες, ἢ ἄλλῳ τινὶ τρόπῳ; — Οὐκ ἔχω εἰπεῖν ἐν τῷ παρόντι, ὦ Σώκρατες.
— Ἀλλὰ ὧδε σκεψώμεθα αὐτό. φέρε, εἴ τις βούλοιτο ταύτην τὴν ἀρετὴν γενέσθαι ἀγαθὸς ἣν ἀγαθοί εἰσιν οἱ σοφοὶ μάγειροι, πόθεν ἂν γένοιτο; — Δῆλον ὅτι εἰ παρὰ τῶν ἀγαθῶν μαγείρων μάθοι. — Τί δέ; εἰ βούλοιτο ἀγαθὸς γίγνεσθαι ἰατρός, παρὰ τίνα ἂν ἐλθὼν γένοιτο ἀγαθὸς ἰατρός; — Δῆλον δὴ ὅτι παρὰ τῶν ἀγαθῶν τινὰ ἰατρῶν. — Εἰ δὲ ταύτην τὴν ἀρετὴν ἀγαθὸς βούλοιτο γενέσθαι ἥνπερ οἱ σοφοὶ τέκτονες;
— Παρὰ τῶν τεκτόνων. — Εἰ δὲ ταύτην τὴν ἀρετὴν βουληθείη ἀγαθὸς γενέσθαι ἥνπερ οἱ ἄνδρες οἱ ἀγαθοί τε καὶ σοφοί, ποῖ χρὴ ἐλθόντα μαθεῖν; — Οἶμαι μὲν καὶ ταύτην, εἴπερ μαθητός ἐστι, παρὰ τῶν ἀνδρῶν τῶν ἀγαθῶν· πόθεν γὰρ ἄλλοθεν; — Φέρε δή, τίνες ἡμῖν ἄνδρες ἀγαθοὶ γεγόνασιν; ἵνα σκεψώμεθα εἰ οὗτοί εἰσιν οἱ τοὺς ἀγαθοὺς ποιοῦντες. — Θουκυδίδης καὶ Θεμιστοκλῆς καὶ Ἀριστείδης καὶ Περικλῆς. — Τούτων οὖν ἑκάστου ἔχομεν διδάσκαλον εἰπεῖν;
— Οὐκ ἔχομεν· οὐ γὰρ λέγεται. — Τί δέ; μαθητὴν ἢ τῶν ξένων τινὰ ἢ τῶν πολιτῶν ἢ ἄλλον, ἐλεύθερον ἢ δοῦλον, ὅστις αἰτίαν ἔχει διὰ τὴν τούτων ὁμιλίαν σοφός τε καὶ ἀγαθὸς γεγονέναι; — Οὐδὲ τοῦτο λέγεται. — Ἀλλʼ ἆρα μὴ ἐφθόνουν μεταδιδόναι τῆς ἀρετῆς τοῖς ἄλλοις ἀνθρώποις; — Τάχα. — Ἆρα ἵνα μὴ ἀντίτεχνοι αὐτοῖς γίγνοιντο, ὥσπερ οἱ μάγειροί τε καὶ ἰατροὶ καὶ τέκτονες φθονοῦσιν; οὐ γὰρ λυσιτελεῖ αὐτοῖς πολλοὺς ἀντιτέχνους γίγνεσθαι οὐδὲ οἰκεῖν ἐν πολλοῖς αὐτοῖς ὁμοίοις. ἆρʼ οὖν οὕτω καὶ τοῖς ἀνδράσι τοῖς ἀγαθοῖς οὐ λυσιτελεῖ ἐν ὁμοίοις αὐτοῖς οἰκεῖν; — Ἴσως. — Εἰσὶν δὲ οἱ αὐτοὶ οὐχὶ ἀγαθοί τε καὶ δίκαιοι; — Ναί. — Ἔστιν οὖν ὅτῳ λυσιτελεῖ μὴ ἐν ἀγαθοῖς οἰκεῖν ἀνδράσιν ἀλλʼ ἐν κακοῖς; — Οὐκ ἔχω εἰπεῖν. — Ἆρʼ οὖν οὐδὲ τοῦτʼ ἔχεις εἰπεῖν, πότερον ἔργον ἐστὶν τῶν μὲν ἀγαθῶν βλάπτειν, τῶν δὲ κακῶν ὠφελεῖν, ἢ τοὐναντίον; — Τοὐναντίον.
— Οἱ μὲν ἀγαθοὶ ἄρα ὠφελοῦσιν, οἱ δὲ κακοὶ βλάπτουσιν; — Ναί. — Ἔστιν οὖν ὅστις βούλεται βλάπτεσθαι μᾶλλον ἢ ὠφελεῖσθαι; — Οὐ πάνυ. — Οὐδεὶς ἄρα βούλεται ἐν πονηροῖς οἰκεῖν μᾶλλον ἢ ἐν χρηστοῖς. — Οὕτως. — Οὐδεὶς ἄρα φθονεῖ τῶν ἀγαθῶν ἀνδρῶν ἄλλῳ, ὥστε ἀγαθὸν καὶ ὅμοιον ἑαυτῷ ποιῆσαι. — Οὔκουν φαίνεταί γε δὴ ἐκ τοῦ λόγου. — Ἀκήκοας οὖν ὅτι Θεμιστοκλεῖ Κλεόφαντος ὑὸς ἐγένετο; — Ἀκήκοα. — Οὐκοῦν δῆλον ὅτι οὐδὲ τῷ ὑεῖ ἐφθόνει ὡς βελτίστῳ γενέσθαι ὁ Θεμιστοκλῆς, ὅς γε ἄλλῳ οὐδενί, εἴπερ ἦν ἀγαθός; ἦν δέ, ὥς φαμεν. — Ναί. — Οἶσθα οὖν ὅτι Θεμιστοκλῆς τὸν ὑὸν ἱππέα μὲν ἐδιδάξατο σοφὸν εἶναι καὶ ἀγαθόν—ἐπέμενε γοῦν ἐπὶ τῶν ἵππων ὀρθὸς ἑστηκώς, καὶ ἠκόντιζεν ἀπὸ τῶν ἵππων ὀρθός, καὶ ἄλλα πολλὰ καὶ θαυμάσια εἰργάζετο—καὶ ἄλλα πολλὰ ἐδίδαξεν καὶ ἐποίησεν σοφόν, ὅσα διδασκάλων ἀγαθῶν εἴχετο. ἢ ταῦτα οὐκ ἀκήκοας τῶν πρεσβυτέρων; — Ἀκήκοα.
— Οὐκ ἄρα τὴν φύσιν γέ τις τοῦ ὑοῦ αὐτοῦ αἰτιάσαιτʼ ἂν κακὴν εἶναι. — Οὐκ ἂν οὖν δικαίως γε ἐξ ὧν σὺ λέγεις. — Τί δὲ τόδε; ὡς Κλεόφαντος ὁ Θεμιστοκλέους ὑὸς ἀνὴρ ἀγαθὸς καὶ σοφὸς ἐγένετο ἅπερ ὁ πατὴρ αὐτοῦ ἦν σοφός, ἤδη τοῦτο ἤκουσας ἢ νεωτέρου ἢ πρεσβυτέρου; — Οὐκ ἤκουσα. — Ἆρʼ οὖν ταῦτα μὲν οἰόμεθα βούλεσθαι αὐτὸν τὸν ἑαυτοῦ ὑὸν παιδεῦσαι, ἣν δὲ αὐτὸς σοφίαν ἦν σοφός, μηδὲν βελτίω αὐτὸν ποιῆσαι τῶν γειτόνων μηδενός, εἴπερ διδακτὸν ἦν ἡ ἀρετή; — Οὔκουν εἰκός γε. — Οὗτος μὲν δή σοι τοιοῦτος διδάσκαλος ἀρετῆς, ὃν ὑπεῖπες· ἄλλον δὲ δὴ σκεψώμεθα, Ἀριστείδην, ὃς ἔθρεψεν μὲν τὸν Λυσίμαχον, ἐπαίδευσε δὲ κάλλιστα Ἀθηναίων ὅσα διδασκάλων εἴχετο, ἄνδρα δὲ οὐδενὸς βελτίω ἐποίησεν· τοῦτον γὰρ καὶ σὺ καὶ ἐγὼ εἴδομεν καὶ συνεγενόμεθα. — Ναί. — Οἶσθα οὖν ὅτι Περικλῆς αὖ ἔθρεψεν ὑεῖς Πάραλον καὶ Ξάνθιππον, ὧν καὶ σύ μοι δοκεῖς τοῦ ἑτέρου ἐρασθῆναι. τούτους μέντοι, ὡς καὶ σὺ οἶσθα, ἱππέας μὲν ἐδίδαξεν οὐδενὸς χείρους Ἀθηναίων, καὶ μουσικὴν καὶ τὴν ἄλλην ἀγωνίαν καὶ τἆλλα ἐπαίδευσεν ὅσα τέχνῃ διδάσκονται, οὐδενὸς χείρους· ἀγαθοὺς δὲ ἄρα ἄνδρας οὐκ ἐβούλετο ποιῆσαι; — Ἀλλʼ ἴσως ἂν ἐγένοντο, ὦ Σώκρατες, εἰ μὴ νέοι ὄντες ἐτελεύτησαν. — Σὺ μὲν εἰκότως βοηθεῖς τοῖς παιδικοῖς, Περικλῆς δὲ ἐκείνους, εἴπερ διδακτὸν ἦν ἀρετὴ καὶ οἷός τʼ ἦν ἀγαθοὺς ποιῆσαι, πολὺ πρότερον ἂν τὴν αὑτοῦ ἀρετὴν σοφοὺς ἐποίησεν ἢ μουσικὴν καὶ ἀγωνίαν. ἀλλὰ μὴ οὐκ ᾖ διδακτόν, ἐπεὶ Θουκυδίδης αὖ δύο ὑεῖς ἔθρεψεν, Μελησίαν καὶ Στέφανον, ὑπὲρ ὧν σὺ οὐκ ἂν ἔχοις εἰπεῖν ἅπερ ὑπὲρ τῶν Περικλέους ὑῶν· τούτων γὰρ δὴ καὶ σὺ οἶσθα τόν γʼ ἕτερον μέχρι γήρως βιοῦντα, τὸν δʼ ἕτερον πόρρω πάνυ. καὶ μὴν καὶ τούτω ὁ πατὴρ ἐπαίδευσεν τά τε ἄλλα εὖ καὶ ἐπάλαισαν κάλλιστα Ἀθηναίων· τὸν μὲν γὰρ Ξανθίᾳ ἔδωκεν, τὸν δὲ Εὐδώρῳ, οὗτοι δέ που ἐδόκουν κάλλιστα τῶν τότε παλαίειν. — Ναί. — Οὐκοῦν δῆλον ὅτι οὗτος οὐκ ἄν ποτε οἷ μὲν ἔδει δαπανώμενον διδάσκειν, ταῦτα μὲν ἐδίδαξεν τοὺς παῖδας τοὺς ἑαυτοῦ, οἷ δʼ οὐδὲν ἔδει ἀναλώσαντα ἀγαθοὺς ἄνδρας ποιῆσαι, τοῦτο δὲ οὐκ ἂν ἐδίδαξεν, εἰ διδακτὸν ἦν; — Εἰκός γε. — Ἀλλὰ γὰρ ἴσως ὁ Θουκυδίδης φαῦλος ἦν, καὶ οὐχὶ ἦσαν αὐτῷ πλεῖστοι φίλοι Ἀθηναίων καὶ τῶν συμμάχων. καὶ οἰκίας ἦν μεγάλης καὶ ἐδύνατο μέγα ἐν τῇ πόλει καὶ ἐν τοῖς ἄλλοις Ἕλλησιν, ὥστʼ εἴπερ ἦν τοῦτο διδακτόν, ἐξηῦρεν ἂν ὅστις αὐτοῦ ἔμελλεν τοὺς ὑεῖς ἀγαθοὺς ποιήσειν ἢ τῶν ἐπιχωρίων ἢ τῶν ξένων, εἰ αὐτὸς μὴ ἐσχόλαζε διὰ τὴν τῆς πόλεως ἐπιμέλειαν. ἀλλὰ γάρ, ὦ ἑταῖρε, μὴ οὐκ ᾖ διδακτὸν ἡ ἀρετή. — Οὔκ, ἴσως. — Ἀλλὰ δὴ εἰ μὴ διδακτόν ἐστιν, ἆρα φύσει φύονται οἱ ἀγαθοί; καὶ τοῦτο τῇδέ πῃ σκοποῦντες ἴσως ἂν εὕροιμεν. φέρε γάρ· εἰσὶν ἡμῖν φύσεις ἵππων ἀγαθῶν; — Εἰσίν. — Οὐκοῦν εἰσίν τινες ἄνθρωποι τέχνην ἔχοντες ᾗ τὰς τῶν ἵππων τῶν ἀγαθῶν φύσεις γιγνώσκουσιν, καὶ κατὰ τὸ σῶμα πρὸς δρόμον, καὶ κατὰ τὴν ψυχήν, οἵτινές τε θυμοειδεῖς καὶ ἄθυμοι; — Ναί. — Τίς οὖν αὕτη ἡ τέχνη ἐστίν; τί ὄνομα αὐτῇ; — Ἱππική. — Οὐκοῦν καὶ περὶ τοὺς κύνας ὡσαύτως ἔστιν τις τέχνη ᾗ τὰς ἀγαθὰς καὶ τὰς κακὰς φύσεις τῶν κυνῶν διακρίνουσιν; — Ἔστι. — Τίς αὕτη; — Ἡ κυνηγετική. — Ἀλλὰ μὴν καὶ περὶ τὸ χρυσίον καὶ τὸ ἀργύριον εἰσὶν ἡμῖν δοκιμασταί, οἵτινες ὁρῶντες κρίνουσιν τό τε βέλτιον καὶ τὸ χεῖρον;
— Εἰσίν. — Τίνας οὖν τούτους καλεῖς; — Ἀργυρογνώμονας. — Καὶ μὴν οἱ παιδοτρίβαι γιγνώσκουσι σκοπούμενοι τὰς φύσεις τὰς τῶν σωμάτων τῶν ἀνθρώπων ὁποῖαί τε χρησταὶ καὶ ὁποῖαι μὴ πρὸς ἑκάστους τῶν πόνων, καὶ τῶν πρεσβυτέρων καὶ νέων ὅσα μέλλει τῶν σωμάτων ἄξια λόγου ἔσεσθαι καὶ ἐν οἷς ἐλπίς ἐστι πολλὴ τὰ ἔργα, ὅσα σώματος ἔχεται, εὖ ἀπεργάσασθαι. — Ἔστι ταῦτα. — Πότερον οὖν σπουδαιότερόν ἐστιν ταῖς πόλεσιν ἵπποι καὶ κύνες ἀγαθοὶ καὶ τἆλλα τὰ τοιαῦτα, ἢ ἄνδρες ἀγαθοί;
— Ἄνδρες ἀγαθοί. — Τί οὖν; οἴει ἄν, εἴπερ ἦσαν φύσεις ἀγαθαὶ πρὸς ἀρετὴν ἀνθρώπων, οὐκ ἂν πάντα μεμηχανῆσθαι τοὺς ἀνθρώπους ὥστε διαγιγνώσκειν αὐτάς; — Εἰκός γε. — Ἔχεις οὖν τινα εἰπεῖν τέχνην ἥτις ἐστὶν ἐπὶ ταῖς φύσεσιν ταῖς τῶν ἀνδρῶν τῶν ἀγαθῶν ἀποδεδειγμένη, ὥστε δύνασθαι αὐτὰς κρίνειν; — Οὐκ ἔχω. — Καὶ μὲν δὴ πλείστου ἂν ἦν ἀξία καὶ οἱ ἔχοντες αὐτήν· οὗτοι γὰρ ἂν ἡμῖν ἀπέφαινον τῶν νέων τοὺς μέλλοντας ἀγαθοὺς ἔσεσθαι ἔτι παῖδας ὄντας, οὓς ἂν ἡμεῖς παραλαβόντες ἐφυλάττομεν ἐν ἀκροπόλει δημοσίᾳ, ὥσπερ τὸ ἀργύριον, καὶ μᾶλλόν τι, ἵνα μή τι φλαῦρον ἡμῖν πάθοιεν μήτε ἐν μάχῃ μήτε ἐν ἄλλῳ μηδενὶ κινδύνῳ, ἀλλʼ ἀπέκειντο τῇ πόλει σωτῆρές τε καὶ εὐεργέται, ἐπειδή γε εἰς τὴν ἡλικίαν ἀφίκοντο. ἀλλὰ γὰρ κινδυνεύει οὔτε φύσει οὔτε μαθήσει ἡ ἀρετὴ τοῖς ἀνθρώποις παραγίγνεσθαι. — Πῶς οὖν ἂν ὦ Σώκρατές σοι δοκοῦσιν γίγνεσθαι, εἰ μήτε φύσει μήτε μαθήσει γίγνονται; τίνʼ ἄλλον τρόπον γίγνοιντʼ ἂν οἱ ἀγαθοί; — Οἶμαι μὲν οὐκ ἂν ῥᾳδίως αὐτὸ δηλωθῆναι, τοπάζω μέντοι θεῖόν τι μάλιστα εἶναι τὸ κτῆμα καὶ γίγνεσθαι τοὺς ἀγαθοὺς ὥσπερ οἱ θεῖοι τῶν μάντεων καὶ οἱ χρησμολόγοι. οὗτοι γὰρ οὔτε φύσει τοιοῦτοι γίγνονται οὔτε τέχνῃ, ἀλλʼ ἐπιπνοίᾳ ἐκ τῶν θεῶν γιγνόμενοι τοιοῦτοί εἰσιν. οὕτω δὲ καὶ οἱ ἄνδρες οἱ ἀγαθοὶ λέγουσι ταῖς πόλεσιν ἑκάστοτε τὰ ἀποβησόμενα καὶ τὰ μέλλοντα ἔσεσθαι ἐκ θεοῦ ἐπιπνοίας πολὺ μᾶλλον καὶ ἐναργέστερον ἢ οἱ χρησμῳδοί. λέγουσιν δέ που καὶ αἱ γυναῖκες ὅτι Θεῖος ἀνὴρ οὗτός ἐστι· καὶ Λακεδαιμόνιοι ὅταν τινὰ μεγαλοπρεπῶς ἐπαινῶσιν, θεῖον ἄνδρα φασὶν εἶναι. πολλαχοῦ δὲ καὶ Ὅμηρος τῷ αὐτῷ τούτῳ καταχρῆται καὶ οἱ ἄλλοι ποιηταί. καὶ ὅταν βούληται θεὸς εὖ πρᾶξαι πόλιν, ἄνδρας ἀγαθοὺς ἐνεποίησεν· ὅταν δὲ μέλλῃ κακῶς πράξειν πόλις, ἐξεῖλε τοὺς ἄνδρας τοὺς ἀγαθοὺς ἐκ ταύτης τῆς πόλεως ὁ θεός. οὕτως ἔοικεν οὔτε διδακτὸν εἶναι οὔτε φύσει ἀρετή, ἀλλὰ θείᾳ μοίρᾳ παραγίγνεται κτωμένοις.