eul_wid: uqe-am
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Symposium by Plato Commentary

Opening with the demes of Apollodorus and Aristodemus, the notes on the Symposium explain 'the good go uninvited to feasts', the story of Alcestis behind Phaedrus' speech, and Codrus, whose descent from Deucalion and his father Melanthus' single combat in a Boeotian border war are told at length. Near the end Alcibiades' 'like a child, learning by suffering' brings a cluster of proverbs, among them the fisherman stung by a scorpion and Timon's refusal of flatterers.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟ ΣΥΜΠΟΣΙΟΝ

Φαληρεύς. Φάληρον δῆμος Αἰαντίδος, ἐξ οὗ Ἀπολλόδωρος.

Κυδαθηναιεύς. Κυδαθήναιον δῆμος ἐν ἄστει τῆς Πανδιονίδος φυλῆς καλεῖται δὲ καὶ Κύδαθον, ἐξ οὗ Ἀριστόδημος.

βλαύτας. ὑποδήματα. οἱ δὲ βλαύτια, σανδάλια ἰσχνά.

αὐτόματοι ἀγαθοὶ κτλ. παροιμία αὐτόματοι δʼ ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴωσιν. ταύτην δὲ λέγουσιν εἰρῆσθαι ἐπὶ Ἡρακλεῖ, ὣ ὅτε ἑστιῶντο τῷ Κήϋκι ξένους ἐπέστη. Κρατῖνος δὲ ἐν Πυλαίᾳ μεταλλάξας αὐτὴν ἀναγράφει οὕτως· οἳ δʼ αὖθʼ ἡμεῖς ὡς ὁ παλαιὸς λόγος, αὐτομάτους ἀγαθοὺς ἰέναι κομψῶν ἐπὶ δαῖτα θεατῶν. καὶ Εὔπολις ἐν Χρυσῷ γένει.

ἵνα. ὅπου.

ἐκ τῆς πληρεστέρας. παροιμία ὅτι χρὴ μεταλαγχάνειν τοὺς οὐκ ἔχοντας παρὰ τῶν ἐχόντων.

ῥᾷστα. γρ. ἥδιστα.

τὸν Μυρινούσιον. Μυρινοῦς δῆμος Αἰγηΐδος, ἀφʼ ἧς ὁ Φαῖδρος.

παίωνας. ἢ τοὺς λεγομένους παιᾶνας ὕμνους εἰς Ἀπόλλωνα ἐπὶ καταπαύσει λοιμοῦ. ἢ Παιήονα τὸν θεῶν ἰατρόν. ἢ παίονας, ὡς νῦν, ᾠδὰς ἐπὶ εὐτυχίᾳ καὶ νίκῃ.

καταλογάδην. πεζῷ λόγῳ.

ἀτεχνῶς. ἁπλῶς, ἢ καθάπαξ, ἰσχυρῶς, ἢ τελέως. οἱ δὲ ἐν ἴσῳ τῷ ὄντι καὶ ἀληθείᾳ. οἱ δὲ δηλοῦν τὸ παράπαν καὶ καθόλου κατʼ ἀλήθειαν.

Ἄλκηστις. ἡ περὶ τῆς Ἀλκήστιδος ὑπόθεσις τοιαύτη τίς ἐστιν. Ἀπόλλων ᾐτήσατο παρὰ τῶν Μοιρῶν, ὅπως ὁ Ἄδμητος τελευτᾶν μέλλων παράσχῃ τὸν ὑπὲρ ἑαυτοῦ ἑκόντα τεθνηξόμενον, ἵνα ἴσον τῷ προτέρῳ χρόνον ζήσῃ. καὶ δὴ Ἄλκηστις ἡ γυνὴ τοῦ Ἀδμήτου ἐπέδωκεν ἑαυτήν, οὐδετέρου τῶν γονέων θελήσαντος ὑπὲρ τοῦ παιδὸς ἀποθανεῖν. μετʼ οὐ πολὺ δὲ ταύτης τῆς συμφορᾶς γενομένης Ἡρακλῆς παραγενόμενος καὶ μαθὼν παρά τινος θεράποντος τὰ περὶ τὴν Ἄλκηστιν, ἐπορεύθη ἐπὶ τὸν τάφον, καὶ Θάνατον ἀποστῆναι ποιήσας ἐσθῆτι καλύπτει τὴν γυναῖκα, τὸν δὲ Ἄδμητον ἠξίου λαβόντα αὐτὴν τηρεῖν· εἰληφέναι γὰρ αὐτὴν πάλης ἆθλον ἔλεγεν. μὴ βουλομένου δὲ ἐκείνου ἔδειξεν ἣν ἐπέλθῃ. Ἄλκηστις ἡ Πελίου θυγάτηρ, ὑπομείνασα ὑπὲρ τοῦ ἰδίου ἀνδρὸς τελευτῆσαι, Ἡρακλέους ἐπιδημήσαντος ἐν τῇ Θετταλίᾳ διασῴζεται, βιασαμένου τοὺς χθονίους θεοὺς καὶ ἀφελομένου τὴν γυναῖκα. παρʼ οὐδετέρῳ κεῖται ἡ μυθοποιία.

ἐνθυμηθέντι. γρ. καὶ ἐνεθυμήθην.

ἃ εἴ. γρ. καὶ αἰεὶ.

ἀφροδίσιον γὰρ ὅρκον κτλ. παροιμία Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος, ἐπὶ τῶν διʼ ἔρωτα ὀμνυόντων πολλάκις καὶ ἐπιορκούντων. μέμνηται δὲ ταύτης καὶ Ἡσίοδος, λέγων— ἐκ τοῦδʼ ὅρκον ἔθηκεν ἀμείνονα ἀνθρώποισι νοσφιδίων ἔργων περὶ Κύπριδος, καὶ Πλάτων ἐν Συμποσίῳ.

βασανίζειν. δοκιμάζειν, διακρίνειν. μετενήνεκται δὲ ἀπὸ τῆς Λυδῆς λίθου διʼ ἧς ὁ χρυσὸς βασανίζεται, τουτέστι δοκιμάζεται.

ἐκ τοῦ παραχρῆμα. ἐκ τοῦ αὐτομάτου, ἐκ τοῦ προχείρου.

ἐὰν μέν σοι ἐθέλῃ κτλ.

σημείωσαι τὰς θεραπείας τῆς λυγγός. περὶ λυγμοῦ· τὸ τοῦ λυγμοῦ σύμπτωμα ἐπιγίγνεται τῷ στομάχῳ διὰ πλήρωσιν ἢ κένωσιν ἢ ψῦξιν, ἐνίοτε δὲ καὶ διὰ δῆξιν δριμέων ὑγρῶν καὶ φαρμακώδων ταῖς ποιότησιν· οὓς ἐὰν ἐμοῦσιν αὐτίκα παύονται λύζοντες. πολλοὶ καὶ τὸ διὰ τριῶν πεπερέων πιόντες ἢ αὐτὸ τὸ πέπερι, ἐὰν εὐθέως ἐπιπίωσιν οἶνον, αὐτίκα λύζουσιν. καὶ τροφῆς δὲ διαφθαρείσης εἰς δακνώδη ποιότητα ἔνιοι λύζουσιν. καὶ ῥιγώσαντες δὲ τὸ στόμα τῆς κοιλίας ἔνιοι λύζουσι, καὶ μάλιστά γε τοῖς παισὶ συμβαίνει λύζειν συνεχῶς ἐπὶ τῇ τοῦ στομάχου ψύξει καὶ τῇ τῆς τροφῆς διαφθορᾷ. γίγνεται δὲ λυγμὸς καὶ ἐν πυρετοῖς καὶ μάλιστα φλεγμαίνοντος στομάχου ἢ ἑτέρου σπλάγχνου. ψύξεως μὲν οὖν προηγησαμένης τοῦ λυγμοῦ ἐπιτίθει τῷ στομάχῳ ἐν ἐρίῳ ἔλαιον, ἐν ᾧ ἐψῶμεν κύμινον, πήγανον, ἀψίνθιον· δίδου δὲ ποτὸν πήγανον μετʼ οἴνου ἢ σεύτλου ἑψημένου μελικράτῳ. καλὸν δὲ καὶ τὸ σκιλλητικὸν ὄξος καταροφούμενον. τὸ δὲ καστόρειον καὶ τοῖς διὰ ψῦξιν λύζουσιν τελείοις δίδου, καὶ τοῖς ἐπὶ πλήθει χυμῶν τοῦτο πάσχουσιν, διʼ ὀξυκράτου κεράτια ιηʹ. ὅταν δὲ ὑπὸ πληρώσεως λυγμὸς γένηται, ἔμετος τούτοις ἴαμα καὶ τῶν ἄκρων τρίψις καὶ πνεύματος κατοχή.

ἀνακογχυλίασον. ἀνακογχυλιάσαι τὸ κλύσαι τὴν φάρυγα, ὃ λέγομεν ἀναγαργάρισον.

ὡς ἔπος εἰπεῖν.

ὡς φαίνεται καὶ ὡς ἐν λόγῳ εἰπεῖν.

τοῦτο σχηματίζεται παρὰ τοῖς παλαιοῖς καὶ ὡς εἰπεῖν ἔπος, καὶ ὡς ἔπος εἰπεῖν, καὶ ἔπος φάναι καὶ ὡς φάναι ἔπος. ἔτι δὲ καὶ διὰ μιᾶς λέξεως ἐκφωνεῖται, οἷον ὡς φάναι καὶ ὡς εἰπεῖν· σημαίνει δὲ τὸ αὐτό.

πρεσβεύωμεν. προτιμῶμεν, μεγαλύνωμεν.

θέμιν. θέμις· δίκη. καὶ ἡ θεός, καὶ τιμὴ καὶ ἀξίωμα καὶ τὸ ἁρμόζον καὶ ὁ νόμος.

κυβιστῶσι. κυβιστὴρ ὁ ὀρχηστὴς καὶ κυβιστῶσι τὸ ὀρχοῦνται.

ἀσκωλιάζοντες. ἀσκωλιάζοντες κυρίως μὲν ἐπὶ τὸ τοὺς ἀσκοὺς ἅλλεσθαι ἀληλιμμένους, ἐφʼ οὓς ἐπήδων γελοίου ἕνεκα· τινὲς δὲ καὶ ἐπὶ τῶν συμπεφυκόσι τοῖς σκέλεσιν ἁλλομένων. ἤδη δὲ τιθέασι καὶ τὸ τοῦ ἅλλεσθαι τὸ νεῦρον τῶν ποδῶν ἀνέχοντα, ἢ ὡς νῦν, ἐπὶ σκέλους ἑνὸς βαίνοντα, τὸ δὲ ἀσκωλιάζειν τὸ χωλαίνειν.

ψῆτται. ἰχθύδιόν τι τῶν πλατέων ἡ ψῆττα, ἐκ δύο δερμάτων συγκεῖσθαι τὴν ἰδέαν δοκοῦν, ὅ τινες σανδάλιον καλοῦσιν, οἱ δὲ βούγλωσσον, κακῶς δέ· ἄλλα γάρ ἐστι ταῦτα.

λίσπαι. αἱ λεῖαι καὶ ἐκτετριμμέναι καὶ ἄπυγοι λίαν, καὶ οἱ διαπεπρισμένοι ἀστράγαλοι. οἵ τε Ἀθηναῖοι λίσποι καλοῦνται διὰ τὸ ἐκ τῆς ἐν τῷ κωπηλατεῖν συνεχοῦς ἐφέδρας αὐτοὺς ἀπογλούτους εἶναι.

ὀκρίβαντα. τὸ λογεῖον ἐφʼ οὗ οἱ τραγῳδοὶ ἠγωνίζοντο. τινὲς δὲ καλλίβαντα τρισκελῆ φασίν, ἐφʼ οὗ ἵστανται οἱ ὑποκριταὶ καὶ τὰ ἐκ μετεώρου λέγουσιν.

ὅμοιον ὁμοίῳ. ὡς ἀεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον ἐπὶ τῶν τοὺς τρόπους παραπλησίων καὶ ἀλλήλοις αἰεὶ συνδιαγόντων, ἐξ Ὁμήρου λαβοῦσα τὴν ἀρχήν. μέμνηται δὲ αὐτῆς Πλάτων καὶ ἐν τῷ Λύσιδι καὶ ἐν Συμποσίῳ, καὶ Μένανδρος Σικυωνίῳ.

πίλναται. προσεγγίζει, προσπελάζει.

ἀδεὲς ... δέος. παροιμία ἀδεὲς δέος, ἐπὶ τῶν τὰ μὴ ἄξια φόβου δεδιότων.

ἐπιεικῶς. ἱκανῶς, ἐπίπαν, φιλικῶς παρὰ Πλάτωνι, καὶ ἐπιεικὴς ὁ μέτριος.

βάναυσος. βάναυσοι οἱ ἑδραῖοι τεχνῖται καὶ παρὰ βαύνῳ, ὃ σημαίνει καμίνῳ, τὶ ἔργον διατιθέμενοι. οἱ δὲ βάναυσον τὸν ἀπάνθρωπον καὶ ὑπερήφανον. ἔνιοι βαναύσου χειρὸς τῆς ὑβριστικῆς ἢ τεχνικῆς. δηλοῖ δὲ τοὺς χειροτέχνας καὶ δημιουργούς.

ἴτης. ἴστωρ, ἐπιστήμων, ὡς ἐνταῦθα. λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ ἰταμοῦ καὶ θρασέος.

τέλος. τὸ τέλος οἱ Ἀττικοὶ τάττουσι καὶ ἀντὶ τάξεως καὶ τάγματος καὶ δαπάνης, ἔνθεν ὁ πολυτελὴς καὶ εὐτελὴς καὶ ὁ συντελεῖς, καὶ τὸ εἰς γάμους ἀνάλωμα, ὅθεν τὰ προτέλεια. λέγεται καὶ ἀντὶ ἀρχῆς· Θουκυδίδης «προσελθὼν δὲ τοῖς τέλεσιν», ὡς εἰ ἔφη τοῖς ἐν ἀρχῇ οὖσι· σημαίνει καὶ τὸ ἀποτέλεσμα τῶν πραγμάτων. καὶ τὸ εἰσπραττόμενον ὑπὸ τῶν τελωνῶν χρέος τέλος καλεῖται.

ἓν μόριον. γρ. καὶ ἓν μόριον.

συσπειρᾶται. συστρέφεται.

ἀνείλλεται. ἀνειλεῖται.

σπαργῶντι. ὁρμῶντι, ὀργῶντι, ταραττομένῳ, ἢ ἀνθοῦντι. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν μασθῶν πεπληρωμένων γάλακτος.

Κόδρον. Κόδρος ἦν ἀπὸ Δευκαλίωνος, ὥς φησιν Ἑλλάνικος. γίνεται γὰρ Δευκαλίωνος μὲν καὶ Πύρρας, ὡς δέ τινες, Διὸς καὶ Πύρρας, Ἕλλην· Ἕλληνος δὲ καὶ Ὀθρηΐδος Ξοῦθος, Αἴολος, Δῶρος, Ξενοπάτρα· Αἰόλου δὲ καὶ Ἴφιδος τῆς Πηνείου Σαλμωνεύς, Σαλμωνέως δὲ καὶ Ἀλκιδόκης Τυρώ, ἧς καὶ Ποσειδῶνος Νηλεύς, Νηλέως δὲ καὶ Χλωρίδος Περικλύμενος, Περικλυμένου δὲ καὶ Πεισιδίκης Βῶρος, Βώρου δὲ καὶ Λυσιδίκης Πένθιλος, Πενθίλου δὲ καὶ Ἀγχιρόης Ἀνδρόπομπος, Ἀνδροπόμπου δὲ καὶ Ἡνιόχης τῆς Ἁρμενίου τοῦ Ζευξίππου τοῦ Εὐμήλου τοῦ Ἀδμήτου Μέλανθος. οὗτος Ἡρακλειδῶν ἐπιόντων ἐκ Μεσσήνης εἰς Ἀθήνας ὑπεχώρησεν, καὶ αὐτῷ γίνεται παῖς Κόδρος. χρόνῳ δὲ ὕστερον γενομένης τοῖς Βοιωτοῖς ἀμφισβητήσεως πρὸς Ἀθηναίους, ὡς μέν τινες, περὶ Οἰνόης καὶ Πανάκτου, ὡς δέ τινες, περὶ Μελαινῶν, καὶ τῶν Βοιωτῶν ἀξιούντων τοὺς βασιλέας προκινδυνεῦσαι περὶ τῆς χώρας εἰς μονομαχίαν καταστάντες, Ξάνθιος μὲν ὁ τῶν Βοιωτῶν βασιλεὺς ὑποδέχεται, Θυμοίτης δὲ ὁ τῶν Ἀθηναίων ἀρνεῖται, λέγων τῷ βουλομένῳ μονομαχεῖν τῆς ἀρχῆς παραχωρεῖν. Μέλανθος δὲ ὑποστὰς τὸν κίνδυνον ἐπὶ τὸ βασιλεῦσαι τῶν Ἀθηνῶν αὐτὸν καὶ τοῖς ἐξ αὐτοῦ, ὁπλισάμενος προῄει, καὶ πλησίον τοῦ Ξανθίου γενόμενος εἶπεν «ἀδικεῖς, ὦ Ξάνθιε, σὺν ἑτέρῳ ἐπʼ ἐμὲ ἥκων καὶ οὐ μόνος, ὡς ὡμολόγητο.» Ξάνθιος δὲ ταῦτα ἀκούσας μετεστράφη, θεάσασθαι βουλόμενος εἴ τις αὐτῷ ἑπόμενος εἴη· καὶ μεταστραφέντα βαλὼν αὐτὸν ἀπέκτεινεν, καὶ βασιλεὺς τῆς Ἀττικῆς ἐγένετο. ὅθεν τοῖς Ἀθηναίοις κρατήσασι τῆς χώρας ἔδοξεν ἑορτὴν ἄγειν, ἣν πάλαι μὲν Ἀπατηνόρια ὕστερον δὲ Ἀπατούρια ἐκάλουν ὡς ἀπὸ τῆς γενομένης ἀπάτης. Μελάνθου δὲ Κόδρος γενόμενος ἐκδέχεται τὴν βασιλείαν· ὃς καὶ ὑπὲρ τῆς πατρίδος ἀπέθανεν τρόπῳ τοιῷδε. πολέμου τοῖς Δωριεῦσιν ὄντος πρὸς Ἀθηναίους, ἔχρησεν ὁ θεὸς τοῖς Δωριεῦσιν αἱρήσειν τὰς Ἀθήνας, εἰ Κόδρον τὸν βασιλέα μὴ φονεύσωσιν. γνοὺς δὲ τοῦτο ὁ Κόδρος, στείλας ἑαυτὸν εὐτελεῖ σκεύει ὡς ξυλιστὴν καὶ δρέπανον λαβών, ἐπὶ τὸν χάρακα τῶν πολεμίων προῄει. δύο δὲ αὐτὸν ἀπαντησάντων πολεμίων τὸν μὲν ἕνα πατάξας κατέβαλεν, ὑπὸ δὲ τοῦ ἑτέρου ἀγνοηθεὶς ὅστις ἦν, πληγεὶς ἀπέθανεν, καταλιπὼν τὴν ἀρχὴν Μέδοντι τῷ πρεσβυτέρῳ τῶν παίδων. ὁ δὲ νεώτερος αὐτοῦ παῖς Νηλέως τῆς δωδεκαπόλεως Ἰωνίας κτίστης ἐγένετο. ἀφʼ οὗ φασιν Ἀθηναίοις τὴν τῶν Κοδριδῶν συγγένειαν εἰς παροιμίαν περιστῆναι· «εὐγενέστερος Κόδρου» ἐπὶ τῶν πάνυ εὐγενῶν.

τουτὶ τί ἦν. γρ. καὶ τοῦτʼ εἴπειν.

ψυκτῆρα. ψυκτὴρ σκεῦος ἔνθα διανίζουσι τὰ ποτήρια, ἢ ποτηρίου εἶδος, ὡς Εὐριπίδης Τηλέφῳ.

κοτύλας. τρίτον μέρος ἡ κοτύλη τῆς χοίνικος.

σιληνοῖς. Διονύσου χορευταί, παρὰ τὸ σιλλαίνειν, ὅ ἐστι σκώπτειν, λεγόμενοι, παρὰ τοὺς πότους.

τῷ Σατύρῳ. Σάτυροι Διονύσου ὀπαδοὶ καὶ οὗτοι, οἳ διὰ τὸ ἐν ὄρεσιν οἰκεῖν ἀλουτοῦντες, τράγων σκέλη καὶ τρίχας νομιζόμενοι ἔχειν παραδέδονται, καὶ ταύτῃ καλεῖσθαι ἀπὸ τοῦ σεσηρέναι τῷ οἴνῳ, τουτέστι κεχηνέναι· φίλοινοι γάρ εἰσι. Μαρσύας δὲ αὐλητής, Ὀλύμπου υἱός, ὃς τοὺς αὐλοὺς Ἀθηνᾶς ῥιψάσης διὰ τὸ ἐνασχημονεῖν αὐτοῖς ἀνελόμενος ἤρισεν Ἀπόλλωνι περὶ μουσικῆς, καὶ ἡττήθη, καὶ ποινὴν δέδωκεν τὸ δέρμα δαρείς· ἀφʼ οὗπερ αἵματος ἔρρευσε ποταμὸς ὁ ἐξ αὐτοῦ ὕστερον Μαρσύας κληθείς.

κομιδῇ. κυρίως μὲν τὸ ἐπιμελῶς, ὅθεν καὶ ὁρικόμος καὶ γεροντοκόμος. ἰσοδυναμεῖ δὲ καὶ τῷ σφόδρα καὶ τελέως, κομιδῇ μικρά—σφόδρα μικρά.

κορυβαντιώντων. ἐνθουσιώντων, ἤ τινα ὄρχησιν ἐμμανῆ ὀρχουμένων. ἀπὸ τῶν Κορυβάντων, οἳ καὶ τροφεῖς καὶ φύλακες καὶ διδάσκαλοι τοῦ Διὸς εἶναι μυθολογοῦνται. τινὲς δὲ τοὺς αὐτοὺς τοῖς Κούρησιν εἶναί φασιν. εἶναι δὲ καὶ τῆς Ῥέας ὀπαδούς, ἀπὸ τῶν τοῦ Διὸς δακρύων γεγενημένους· ὧν ἀριθμὸν οἱ μὲν θʹ, οἱ δὲ ιʹ λέγουσιν.

εἰρωνευόμενος. ὑποκρινόμενος, χλευάζων.

ἕρμαιον. τὸ ἀπροσδόκητον κέρδος ἀπὸ τῶν ἐν ταῖς ὁδοῖς τιθεμένων ἀπαρχῶν, ἃς οἱ ὁδοιπόροι κατεσθίουσιν· καὶ γὰρ ἐν ταῖς ὁδοῖς ἔθος ἱδρύσθαι τὸν Ἑρμῆν, παρʼ ὃ καὶ ἐνόδιος λέγεται.

ἥνυτον. ἤνυον, ἐτέλουν.

οἶνος ... ἀληθής. παροιμία οἶνος καὶ ἀλήθεια, ἐπὶ τῶν ἐν μέθῃ τὴν ἀλήθειαν λεγόντων. ἔστι δὲ ᾄσματος Ἀλκαίου ἀρχὴ οἶνος, ὦ φίλε παῖ, καὶ ἀλήθεια. καὶ Θεόκριτος. τινὲς δέ φασιν ὅτι πρὶν οἶνον εὑρεθῆναι ὕδωρ κατὰ τῶν ἱερῶν ἔσπενδον, καθάπερ νῦν τὰ νηφάλια, οἴνου δὲ φανέντος οὕτω θαυμάσαι τοὺς ἀνθρώπους καὶ θείαν ἡγήσασθαι τὴν φύσιν, ὡς καὶ τὰς συνθήκας παρὰ τὸν οἶνον γινομένας νομίσαι δεῖν εἶναι κυρίας, καὶ μὴ τολμᾶν παραβαίνειν, ἀλλὰ κατὰ πάντας τρόπους ἀφαιρεῖν τὸ ψεῦδος ἀπὸ τῶν παρὰ τὸν οἶνον συνθηκῶν. ὁμοία δὲ ταύτης καὶ αὕτη «τὸ γὰρ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐπὶ τῆς γλώσσης ἐστὶ τοῦ μεθύοντος.»

τρίβωνα. τρίβων ἐστὶ στολή τις ἔχουσα σημεῖα ὡς γαμμάτια. τριβώνιον δὲ ἱμάτιον παλαιόν.

καταδεδαρθηκώς. καθυπνωκώς.

Ποτείδαιαν. πόλις Θράκης ἐν Μακεδονίᾳ, κτίσμα Κορινθίων.

πίλους. πῖλος ἱμάτιον ἐξ ἐρίου πιλήσεως γινόμενον, εἰς ὑετῶν καὶ χειμώνων ἄμυναν.

ἀρνακίδας. ἀρνῶν κώδια.

χαμεύνια. ταπεινὰ κλινίδια.

ἀπὸ Δηλίου. Δήλιον χωρίον τῆς Βοιωτίας.

προτροπάδην. προθύμως, ἀμεταστρεπτὶ μετὰ προτροπῆς, ἢ εἰς τοὔμπροσθεν.

κανθηλίους. τοὺς βραδεῖς νοῆσαι ἢ ἀφυεῖς, ἀπὸ κάνθωνος, ὅς ἐστιν ὄνος, εἰρημένοι, ὃς πάλιν ἀπὸ τῶν κανθηλίων, τῶν ἐπιτιθεμένων αὐτῷ ἐπικαμπῶν ξύλων, τουτέστι σαγμάτων, ὀνομάζεται οὕτως.

βυρσοδέψας. τοὺς τὰς βύρσας ἐργαζομένους καὶ μαλάττοντας.

ὥσπερ νήπιον κτλ. α. παροιμία ῥεχθὲν δέ τε νήπιος ἔγνω, ἐπὶ τῶν μετὰ τὸ παθεῖν συνιέντων τὸ ἁμάρτημα. β. ὁμοία αὐτῇ καὶ αὕτη· ὁ ἁλιεὺς πληγεὶς νοῦν φύσει. φασὶ γὰρ ἁλιέα ἀγκιστρεύοντα, ἐπειδὰν σπάσῃ τῷ λίνῳ τὸν ἰχθύν, τῇ χειρὶ προσαγαγόντα κατέχειν, ἵνα μὴ φύγῃ· τοῦτο δὲ συνήθως ποιοῦντα ὑπὸ σκορπίου πληγῆναι καὶ εἰπεῖν· «πληγεὶς νοῦν φύσεις,» καὶ μηκέτι προσάγειν ἐξ ἐκείνου τὴν χεῖρα. κέχρηται τῇ παροιμίᾳ Σοφοκλῆς ἐν Ἀμφιαράῳ Σατυρικῷ λέγων· «ἔτʼ αὖ ... ὥσπερ ἁλιεὺς πληγεὶς ..ενῶν διδάσκαλον ... « γ. ὁμοία καὶ ἑτέρα· ἐὰν μὴ πάθῃς, οὐ μὴ μάθῃς. ἐλέχθη δὲ ἐπὶ Τίμωνος τοῦ μισανθρώπου μηκέτι προσιεμένου τοὺς κόλακας.