eul_wid: uqe-aj
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Statesman by Plato Commentary

Theaetetus and the young Socrates are identified at the start of the Statesman notes, with a remark that a part is wider than a form. Proverbs on haste that ends slower and the 'second voyage', with its echoes in the Phaedo, Aristotle and Menander, sit beside notes on the priestly kings of Egypt, the triangular tablets of sacred and civic law against the square boards of private law, and the refining of gold.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟΝ ΠΟΛΙΤΙΚΟΝ

εἶεν.

ἄγε δή. ἢ συγκατάθεσις τῶν εἰρημένων, συναφὴ δὲ πρὸς τὰ μέλλοντα.

εἶεν· ἀναφώνημα ὅμοιον τῷ ἀλλά.

τὸν μέν. τὸν Θεαίτητον.

τοῦ δʼ. τοῦ νέου Σωκράτους.

εἶδός τε καὶ μέρος. σημείωσαι ὅτι ἐπὶ πλέον τὸ μέρος τοῦ εἴδους.

του. τινος.

ἠνυκέναι βραδύτερον. παροιμία πρὸς τοὺς σπεύδοντας, βραδύτερον δὲ τῷ σπεύδειν συντελοῦντας.

διχάζειν. δίχα σχίζειν.

νεαλέστεροι. νεαλὴς ὁ πρόσφατος. κυρίως δὲ ἐπὶ τῶν ἁλσὶ πατουμένων ἡ λέξις. ἔτι δὲ καὶ ὁ νεωστὶ ἑαλωκὼς ἰχθύς, καὶ δὴ καὶ ὁ νεωστὶ ἁλισθείς.

ἵνα μή με φθῇς. γρ. ἵνα μὴ μεμφθῇ.

σφεῖς. αὐτοί.

δεδέηκεν. γρ. καὶ δεδήλωκεν.

πιλητικήν. τὴν ἐξ ἐρίων πίλησιν.

εἶεν. ἀναφώνημα ὅμοιον τῷ ἀλλά.

κομψῶν. κομψός· τωθαστής, γελοιαστής, σκωπτικός· ἢ καλός, ἢ μέτριος.

ἦ που. ἴσως, σχεδόν. ἤπουγε· πολλῷ πλέον.

γέ τινος. γρ. καὶ γείτονος.

σημείωσαι ὅτι οἱ τῶν Αἰγυπτίων βασιλεῖς πάντες ἱερεῖς ἦσαν.

κύρβεσι. τρίγωνοι πίνακες ἐν οἷς οἱ περὶ τῶν ἱερῶν νόμοι ἐγγεγραμμένοι ἦσαν καὶ πολιτικοί· ἄξονες δὲ τετράγωνοι ἐν οἷς οἱ περὶ τῶν ἰδιωτικῶν. τινὲς δὲ ἀδιάφορα ταῦτά φασιν.

δεύτερος πλοῦς. δεύτερος πλοῦς ἐπὶ τῶν ἀσφαλῶς τι πραττόντων· παρʼ ὅσον οἱ διαμαρτόντες κατὰ τὸν πρότερον πλοῦν ἀσφαλῶς παρασκευάζονται τὸν δεύτερον. ἐμνήσθη ταύτης ἐν Φαίδωνι· τὸν δεύτερόν φασι πλοῦν ἐπὶ τὴν τῆς αἰτίας ζήτησιν· καὶ Ἀριστοτέλης ἐν τῷ βʹ τῶν Ἠθικῶν καὶ Μένανδρος Κεκρυφάλῳ καὶ Πλοκίῳ καὶ Θεοφορουμένῃ.

σημείωσαι περὶ χρυσοῦ ἑψήσεως.

βλακικά. εὐήθη, μωρά, ἀνόητα, ἀπὸ ἰχθύος καλουμένου βλακός, ὁμοίου σιλούρῳ, ἀχρήστου τοσοῦτον ὡς μηδὲ κυνὶ βρώσιμον εἶναι. οἱ δὲ ἀπὸ τοῦ ἐν Κύμῃ χωρίου, τῆς Βλακείας.

εὐήτριον. ἱμάτιον εὐϋφές. ἤτριον δὲ ἔνδυμα ὑμενῶδες.