ΕΙΣ ΤΟΝ ΣΟΦΙΣΤΗΝ
ΣΟΦΙΣΤΗΣ. ὅτι σοφιστὴν καλεῖ ὁ Πλάτων καὶ τὸν Ἔρωτα καὶ τὸν Ἅιδην καὶ τὸν Δία, καὶ παγκάλην λέγει εἶναι τὴν σοφιστικὴν τέχνην· ὅθεν ὑπονοοῦμεν ὅτι γλαφυρωτέρου σκοποῦ ἔχεται ὁ διάλογος. ἔστι γὰρ κατὰ τὸν μέγαν Ἰάμβλιχον ὁ σκοπὸς νῦν περὶ τοῦ ὑπὸ σελήνην δημιουργοῦ. οὗτος γὰρ καὶ εἰδωλοποιὸς καὶ καθαρτὴς ψυχῶν, ἐναντίων λόγων ἀεὶ χωρίζων, μεταβλητικός, καὶ νέων πλουσίων ἔμμισθος θηρευτής, ψυχὰς ὑποδεχόμενος πλήρεις ἀλόγων ἄνωθεν ἰούσας, καὶ μισθὸν λαμβάνων παρʼ αὐτῶν τὴν ζωοποιίαν τὴν κατὰ λόγον τῶν θνητῶν. οὗτος ἐνδέδεται τῷ μὴ ὄντι, τὰ ἔνυλα δημιουργῶν, καὶ τὸ ὡς ἀληθῶς ψεῦδος ἀσπαζόμενος, τὴν ὕλην· βλέπει δὲ εἰς τὸ ὄντως ὄν. οὗτός ἐστιν ὁ πολυκέφαλος, πολλὰς οὐσίας καὶ ζῳὰς προβεβλημένος, διʼ ὧν κατασκευάζει τὴν ποικιλίαν τῆς γενέσεως. ὁ δʼ αὐτὸς καὶ γόης, ὡς θέλγων τὰς ψυχὰς τοῖς φυσικοῖς λόγοις, ὡς δυσαποσπάστως ἔχειν ἀπὸ τῆς γενέσεως. καὶ γὰρ ὁ ἔρως γόης, καὶ ἡ φύσις ὑπό τινων μάγος κέκληται διὰ τὰς συμπαθείας καὶ ἀντιπαθείας τῶν φύσει. νῦν οὖν τὸν παντοδαπὸν σοφιστὴν βούλεται διδάσκειν. καὶ γὰρ καὶ ὁ φιλόσοφος σοφιστὴς ὡς μιμούμενος τόν τε οὐράνιον δημιουργὸν καὶ τὸν γενεσιουργόν. καὶ ἡ διαιρετικὴ μιμεῖται τὴν ἀπὸ τοῦ ἑνὸς τῶν ὄντων πρόοδον, καὶ ὁ γενεσιουργὸς τὸν οὐράνιον δημιουργόν· διὸ καὶ σοφιστής. καὶ αὐτὸς δὲ ὁ σοφιστὴς ἄνθρωπος ὢν διὰ τὸ τὰ μεγάλα μιμεῖσθαι σοφιστὴς καλεῖται· ὅθεν καὶ τὸν σοφιστὴν πολυκέφαλον εἴρηκεν. ὁ δὲ ξένος εἰς τύπον τοῦ πατρὸς τῶν δημιουργῶν νοείσθω ὑπερουράνιος καὶ ἐξῃρημένος, οἱ δὲ ἀκροαταὶ εἰς τὰς δημιουργικὰς νοήσεις, ὁ μὲν εἰς τὴν τοῦ Διός, ὁ δὲ εἰς τὴν ἀγγελικὴν ὡς Ἑρμαϊκὸς καὶ γεωμετρικός. καὶ ἐπεὶ ἡ δημιουργία ἐκ τοῦ ἀτελοῦς εἰς τὸ τέλειον, διὰ τοῦτο πρῶτον ὁ ξένος τῷ Θεοδώρῳ συγγίνεται, εἶτα διʼ ἐπιστροφῆς τῷ διίῳ Σωκράτει.
ἐξ Ἐλέας. Ἐλέα πόλις ἐν Ἰταλίᾳ.
τὸν Ὁμήρου λόγον. τὸ μὲν Ὁμηρικὸν ἔχει «καί τε θεοὶ ξείνοισιν ἐοικότες» καὶ τὰ ἑξῆς. ὁ δὲ Σωκράτης νῦν, συμφωνῶν ἑαυτῷ ἐν τῇ Πολιτείᾳ, πραότερον ἐπιρραπίζει τὸν τοῦ Ὁμήρου λόγον διὰ τοῦ «συνοπαδὸν γινόμενον.» τὸ γὰρ μεταμορφοῦσθαι θεὸν ὡς ἀπατηλὸν ἐκβάλλει τῆς ἑαυτοῦ πολιτείας Πλάτων.
τοῦ μηδενός. παροιμία ἐπὶ τῶν μηδενὸς ἀξίων.
ἀλλὰ μὴν κτλ. ἡ καθόλου τέχνη ποιητικὴ διὰ τὴν τοῦ νοῦ πρόοδον κτητικὴ διὰ τὴν τοῦ νοῦ ἐπιστροφήν τὸ κτητικόν χειρωτικόν μεταβλητικόν θηρευτικόν ἀγωνιστικόν ἀψύχων ζωοθηρικόν πεζοθηρικόν ὑγροθηρικόντὸ ὑγροθηρευτικόν ἔνυδρον πτηνόν ἑρκοθηρικόν πληκτικόν πυρευτικόν ἀγκιστρευτικόν τριοδοντιακόν ἀσπαλιευτικόν
ἄττα. ἀ῞ττα· τοῦτο ψιλούμενον μέν τινα σημαίνει, δασυνόμενον δὲ ἅτινα, ὡς Δημοσθένης δηλοῖ ἐν τῷ τῆς παραπρεσβείας «ὁ δὲ πρεσβεύων Αἰσχίνης οὑτοσὶ ἐλθὼν πῶς μὲν καὶ ἄττα ποτὲ διελέχθη;» ἐνίοτε δὲ ἐκ τοῦ περιττοῦ προστίθεται, ὡς ἐν Χείρωνι Φερεκράτης «τοῖς δέκα ταλάντοις ἄλλα προστίθησιν, ἔφη ἄττα πεντήκοντα·» οὐδὲν γὰρ σημαίνει ἐνταῦθα τὸ ἄττα. Ἀριστοφάνης Ἱππεῦσιν ὅστις καλʼ ἀθύρμασι ἄττα μικρὰ μανθάνων. Ἐρατοσθένης δὲ χρονικῶς αὐτό φησι παραλαμβάνεσθαι· πυθοῦ χελιδὼν κἀποθʼ ἄττα φαίνεται, καὶ πάλιν ὁπηνικαάττʼ ὑμεῖς κοπιᾶτε ὀρχούμενοι.
ἄτοπος. ἄτοπον τὸ θαυμαστὸν Πλάτων ἐν Θεαιτήτῳ «οὐδέν γʼ ἄτοπον ἀλλὰ πολὺ θαυμαστότερον ἦν»· ἐσαφηνίσθη γὰρ διὰ τῆς ἀντιθέσεως. τάττεται καὶ ἐπὶ τοῦ ἀνυπόπτου· Εὔπολις Μαρικᾷ— καὶ πολλὰ ἀγαθʼ ἐν τοῖσι κουρίοις ἐγὼ ἀτόπως καθίζων κοὐδὲ γινώσκειν δοκῶν. ἀντὶ τοῦ ἀνυπόπτως.
τυφλῷ. παροιμία καὶ τυφλῷ δῆλον ἐπὶ τῶν ἄγαν σαφεστάτων. μέμνηται ταύτης καὶ Μένανδρος Δεισιδαίμονι καὶ Ἀριστοφάνης Πλούτῳ.
ἦν. ἀντὶ τοῦ ἤμην Ἀττικῶς.
ἵνʼ. ὅπου.
κατὰ πόδα. παρʼ αὐτά, κατὰ τάξιν.
τί μήν; κατάφασιν δηλοῖ ἀντὶ τοῦ πῶς γὰρ οὔ; διὰ τί γὰρ οὔ.
Εὐρυκλέα.
παροιμία Εὐρυκλῆς ἐπὶ τῶν ἑαυτοῖς κακὰ μαντευομένων. Εὐρυκλῆς γὰρ ἐδόκει δαίμονά τινα ἐν τῇ γαστρὶ ἔχειν, τὸν ἐγκελευόμενον αὐτῷ περὶ τῶν μελλόντων λέγειν· ὅθεν καὶ ἐγγαστρίμυθος ἐκαλεῖτο. οὗτος δὲ προειπὼν ποτὲ τινὶ τὰ μὴ καθʼ ἡδονὴν κακῶς ἀπήλλαξεν. ἄτοπον δὲ τὸν μὴ ἑδραῖον ἀλλʼ ἀεὶ ἐκτοπίζοντα λέγει.
παροιμία ἐπὶ τῶν ἑαυτοῖς τινα κακὰ μαντευομένων, λεγομένη ἐξ Εὐρυκλέους ἐγγαστριμύθου μάντεως, ἀφʼ οὗ καὶ γένος τι μάντεων Εὐρυκλεῖς ἔλεγον. ἐγγαστρίμυθος δέ ἐστιν ὁ ἐν γαστρὶ μαντευόμενος. τοῦτον καὶ ἐγγαστρίμαντιν ὃν νῦν τινες Πύθωνά φασι, Σοφοκλῆς δὲ στερνόμαντιν, καὶ Ἀριστοφάνης ἐν Σφηξὶ— μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν. Φιλόχορος δὲ ἐν τρίτῳ καὶ γυναῖκας ἐγγαστριμύθους φησίν.
ἁμῇ γέ πῃ. ὁπωσδήποτε, καθʼ ὁτιοῦν, λέγεται δὲ καὶ ἁμωσγέπως, καὶ ἁμόθεν, καὶ ἁμουγέπου, καὶ ἁμοιγέποι καὶ ἁμοσέποι.