eul_wid: uqe-ak
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Parmenides by Plato Commentary

Setting and argument share the notes on the Parmenides. Clazomenae, the deme of Melite and the Ceramicus are placed, and the Panathenaea is traced to Erichthonius and to Theseus' union of the demes. Zeno's first argument is set out as a syllogism against plurality, and Parmenides' comparison of himself to the horse of Ibycus is illustrated by quoting Ibycus' lines on Eros and the ageing racehorse.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟΝ ΠΑΡΜΕΝΙΔΗΝ

ἐκ Κλαζομενῶν. Κλαζομέναι πόλις Ἰωνίας.

ἐν Μελίτῃ. Μελίτη δῆμος Κεκροπίδος.

Παναθήναια. ἡ τῶν Παναθηναίων ἑορτὴ καὶ ὁ ἀγὼν ἐτέθη μὲν πρῶτον ὑπὸ Ἐριχθονίου τοῦ Ἡφαίστου καὶ τῆς Ἀθηνᾶς, ὕστερον δὲ ὑπὸ Θησέως συναγαγόντος τοὺς δήμους εἰς ἄστυ. ἄγεται δὲ ὁ ἀγὼν διὰ πέντε ἐτῶν. καὶ ἀγωνίζεται παῖς Ἴσθμια, οὐ πρεσβύτερος, καὶ ἀγένειος ἀνήρ. τῷ δὲ νικῶντι διδόασιν ἔλαιον ἐν ἀμφορεῦσιν, καὶ στεφανοῦσιν αὐτὸν ἐλαίᾳ πλεκτῇ.

παιδικά. καὶ ἐπὶ θηλειῶν καὶ ἐπὶ ἀρρένων ἐρωμένων ἡ λέξις εὕρηται, κατὰ μεταφορὰν δὲ τὴν ἀπὸ τούτων καὶ ἐπὶ πάντων τῶν σπουδαζομένων πάνυ· ᾗ καὶ ἐν Φαίδρῳ λέγεται· «Ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐπελαβόμην, ἐρεσχηλῶν σε» ἡ δὲ λέξις ὡς ἐπὶ τὸ πολὺ ἐπὶ τῶν ἀσελγῶς ἐρωμένων.

Κεραμεικῷ. τόπος Ἀθήνῃσιν, ἔνθα καὶ οἱ πόρνοι προειστήκεσαν, εἰσὶ δὲ δύο Κεραμεικοί, ὁ μὲν ἔξω τείχους, ὁ δὲ ἐντός.

εἰ πολλά ἐστι κτλ. τὸ τοῦ Ζήνωνος πρῶτον ἐπιχείρημα· εἰ πολλὰ τὰ ὄντα, τὸ αὐτὸ ὅμοιον καὶ ἀνόμοιον, ἀλλὰ μὴν ἀδύνατον τὸ αὐτὸ ὅμοιον εἶναι καὶ ἀνόμοιον. οὐκ ἄρα πολλὰ τὰ ὄντα.

ἄγασθαι. θαυμάζεσθαι.

ἔθραξε. ἐτάραξεν, ἠνώχλησεν, ἔνυξεν.

τινα βυθόν. γρ. καὶ πολλήν.

ἡδέως. ἀντὶ τοῦ κατὰ φύσιν νῦν. σημαίνει δὲ ἔστιν ὅτε καὶ τὸ εὐήθως καὶ τὸ γελοίως.

τὸ δεινότερον οὐχ ὡς ἰσχυρότερον ἄπορον, ὡς εἰώθασι δεινοὺς λέγειν τοὺς κρατοῦντας τῇ δυνάμει τῶν λόγων, ἀλλʼ ὡς μείζονος δείματος καὶ εὐλαβείας τοῖς νοῦν ἔχουσιν ἄξιον.

τὸ τοῦ Ἰβυκείου ἵππου. τὸ τοῦ μελοποιοῦ Ἰβύκου ῥητόν «Ἔρως αὖτέ με κυανέοισιν ὑπὸ βλεφάροις τακερά, ὄμμασι δερκόμενος κηλήμασι παντοδαποῖς, εἰς ἄπειρα δίκτυα Κύπριδος βάλλει· ἦ μὰν τρομέων ἵνʼ ἐπερχόμενον ὥστε φερέζυγος ἵππος ἀεθλοφόρος ποτὶ γήραϊ ἀσκῶν, σὺν συνοχέσι θοοῖς εἰς ἅμιλλαν ἔβα.»

διανεῦσαι. περαιωθῆναι.

τῳ αὐτό. γρ. καὶ αὐτῷ αὐτό.

ἀνήσει. ἀφήσει ἢ ἀναπείσει.