ΕΙΣ ΤΟΝ ΙΩΝΑ
Ἐφέσου. πόλις Ἰωνίας.
Ἐπιδαύρου. πόλις ἐν Ἰλλυρίδι.
μῶν. μὴ οὖν, οὐ δή, ἆρα.
ῥαψῳδῶν. ῥαψῳδούς φασι τοὺς τὰ Ὁμήρου ἔπη ἐν τοῖς θεάτροις ἀπαγγέλλοντας. ἐκλήθησαν δὲ οὕτως, ἐπεὶ ῥάβδους ἔχοντες δαφνίνας ἀπήγγελλον. ῥαψῳδῆσαι λέγεται καὶ τὸ φλυαρῆσαι, ἢ τὸ ἁπλῶς λαλεῖν καὶ ἀπαγγεῖλαι χωρὶς ἔργου τινός.
Μαγνῆτιν.
Πτολεμαῖος ὁ μέγας ἐν ζʹ τῶν γεωγραφικῶν ὑφηγήσεών φησι κατὰ τὴν ἐκτὸς Γάγγου ποταμοῦ Ἰνδικὴν μετὰ καὶ ἄλλας νήσους τινὰς Σατύρων εἶναι τρεῖς, ὧν τοὺς ἐνοικοῦντας οὐρὰς ἔχειν ὁποίας διαγράφουσι τῶν Σατύρων. φέρονται δὲ συνεχεῖς καὶ ἄλλαι δέκα νῆσοι, καλούμεναι Μανιόλαι, ἐν αἷς φασι τὰ σιδηροῦς ἔχοντα ἥλους πλοῖα κατέχεσθαι, μήποτε τῆς Ἡρακλείας λίθου περὶ αὐτὰς γεννωμένης, καὶ διὰ τοῦτο ἐπʼ οὐροῖς ναυπηγεῖσθαι· κατέχειν τε αὐτοὺς ἀνθρωποφάγους.
Διογενιανὸς δὲ Μαγνῆτιν μὲν πλανᾶν λέγει τὴν ὄψιν λίθον, ὡς εἴη ἀργύρῳ ἐμφερής, τὴν δʼ Ἡρακλεῶτιν ἐπισπᾶσθαι τὸν σίδηρον.
Τύννιχος. σημείωσαι περὶ Τυννίχου.
οἴνῳ πραμνείῳ. Πράμνειος οἶνος ἤτοι ὁ ἀπὸ τῆς Πραμνίας ἀμπέλου, ἢ ὁ πραΰνων τὸ μένος. τινὲς δέ, ἐπειδὴ ἐν Πράμνῃ πρῶτον ἐφυτεύθη ἄμπελος τῇ ἐν Ἰκάρῳ.
κνῆ τυρὸν κνήστι. ἔκοπτε τυρὸν κοπίδι.
βυσσόν. πυθμένα.