ΕΙΣ ΤΟΝ ΚΡΙΤΙΑΝ
μελλητέον. ὑπερθετέον.
ἐκ πρύμνης. σημείωσαι τὸ ἐκ πρύμνης, οἶμαι, τὸ ἔνδοθεν.
Κέκροπός τε κτλ. οὗτοι πάντες Ἀθηναίων βασιλεῖς.
Ἰσθμόν. Ἰσθμὸς γῆ στενὴ ἀμφιθαλάσσιος καθʼ ἣν ἡ Ἀχαία τῇ Πελοποννήσῳ συνάπτεται.
Κιθαιρῶνος ... Πάρνηθος. Κιθαιρὼν ὄρος Βοιωτίας, Πάρνης δὲ ὄρος μεταξὺ Ἀττικῆς καὶ Βοιωτίας, πλησίον Πανάκτου.
Ὠρωπίαν. Ὠρωπὸς πόλις Βοιωτίας.
Ἀσωπόν. Ἀσωπὸς ποταμὸς Βοιωτίας.
φελλέως. φελλεὺς τόπος σκληρὸς ποσῶς καὶ πετρώδης, δυσεργὴς δέ. οἱ δὲ τὸν ἐξ ἐπιπολῆς πετρώδη.
σᾶ. σᾶ τὰ σῶα μονοσυλλάβως Ἀττικοί, καὶ τὸν σῶον σῶν. καὶ ἡ σώα σᾶ παρʼ αὐτοῖς.
Ἠριδανὸν ... Ἰλισόν. Ἠριδανὸς καὶ Ἰλισσὸς καὶ ἀλλαχοῦ μέν, ἀλλʼ οὗτοι ἐν τῇ Ἀττικῇ.
Πύκνα. Πνὺξ τόπος Ἀθήνῃσιν ἐν ᾧ ἐκκλησίαι ἐγίγνοντο πάλαι μὲν πᾶσαι, ὕστερον δὲ ἅπαξ, ὅτʼ ἂν τὸν στρατηγὸν χειροτονῶσιν. ἐκλήθη δὲ οὕτως ἤτοι ἀπὸ τοῦ πυκνοῦσθαι τὸν ὄχλον ἐκεῖ, ἢ ἀπὸ τοῦ πυκνὰ εἶναι τὰ περὶ αὐτὴν οἰκήματα.
Λυκαβηττόν. ὄρος τῆς Ἀττικῆς. εἴρηται δὲ οὕτως διὰ τὸ λύκοις πληθύειν.
συσσίτια. τὰ δεῖπνα ἃ κοινῇ ποιοῦνται Λακεδαιμόνιοι. καλεῖται δὲ καὶ φιλίτια, ἐπειδὴ φιλίας συναγωγά ἐστι.
εὐκράς. εὐκράς· εὔκρατος ἢ εὐκέφαλος, ὡς Εὐριπίδης Ἀντιόπῃ.
Εὐήνωρ μὲν ὄνομα κτλ. Εὐήνωρ Λευκίππη ἐξ ὧν Ποσειδῶν Κλειτώ ἐξ ὧν Ἄτλας Γάδειρος Ἀμφήρης Εὐαίμων Μνησεύς Αὐτόχθων Ἐλάσιππος Μήστωρ Ἀζάης Διαπρεπής
ἀκροδρύων. ἀκρόδρυα κοινῶς οἱ τῶν δένδρων καρποί.
μεταδόρπια. ἐπίδειπνα.
τρίπλεθρον. τὸ πλέθρον ἐστὶ πήχεων ξϛʹ δίμοιρον.
σταδίων. στάδιόν ἐστι μέρος τί μιλίου ἕβδομον τεσσαρεσκαιδέκατον· τὸ γὰρ μίλιόν ἐστι ζ𐅵 στάδια.
ἐφίτυσαν. φιτῦσαι ἐπὶ τοῦ πατρός· γεννῆσαι ἐπὶ μητρός. καὶ τὸ γέννημα φῖτυ: Εὔπολις Αὐτολύκῳ— ἀτὰρ ἤγαγες καινὸν φῖτυ τῶν βοῶν.
ὑμνεῖτο. ὀδύρεται νῦν. σημαίνει δὲ καὶ τὸ μέμφεται καὶ λοιδορεῖ κατʼ εὐφημισμόν.
καθαγίζοιεν. καθιερώσωσιν.