---
title: "Old Scholia on Plato: Critias"
title_greek: "Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Κριτίαν"
author: Plato Commentary
eul_wid: uqe-bh
eul_aid: uqe
canonical: "https://eulogikon.org/works/plato-comm-scholia-critias-uqe-bh"
lang: grc
period: Late Antique
dialect: Attic
content_hash: "sha256:e499bfda523e267af5c672a7d8eafe7092bef7c583d2a4a076dbd9d63b5754b6"
content_modified_at: "2026-10-23"
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Old Scholia on Plato: Critias

*Σχόλια εἰς Πλάτωνα, Εἰς τὸν Κριτίαν*

**Author:** Plato Commentary

**eul_wid:** `uqe-bh` · [HTML page](https://eulogikon.org/works/plato-comm-scholia-critias-uqe-bh)

## Text

Part of [Old Scholia on Plato](/works/plato-comm-scholia-uqe-aa)

ΕΙΣ ΤΟΝ ΚΡΙΤΙΑΝ

`108d`

μελλητέον. ὑπερθετέον.

`109c`

ἐκ πρύμνης. σημείωσαι τὸ ἐκ πρύμνης, οἶμαι, τὸ ἔνδοθεν.

`110a`

Κέκροπός τε κτλ. οὗτοι πάντες Ἀθηναίων βασιλεῖς.

`110d`

Ἰσθμόν. Ἰσθμὸς γῆ στενὴ ἀμφιθαλάσσιος καθʼ ἣν ἡ Ἀχαία τῇ Πελοποννήσῳ συνάπτεται.

`110e`

Κιθαιρῶνος ... Πάρνηθος. Κιθαιρὼν ὄρος Βοιωτίας, Πάρνης δὲ ὄρος μεταξὺ Ἀττικῆς καὶ Βοιωτίας, πλησίον Πανάκτου.

Ὠρωπίαν. Ὠρωπὸς πόλις Βοιωτίας.

Ἀσωπόν. Ἀσωπὸς ποταμὸς Βοιωτίας.

`111c`

φελλέως. φελλεὺς τόπος σκληρὸς ποσῶς καὶ πετρώδης, δυσεργὴς δέ. οἱ δὲ τὸν ἐξ ἐπιπολῆς πετρώδη.

σᾶ. σᾶ τὰ σῶα μονοσυλλάβως Ἀττικοί, καὶ τὸν σῶον σῶν. καὶ ἡ σώα σᾶ παρʼ αὐτοῖς.

`112a`

Ἠριδανὸν ... Ἰλισόν. Ἠριδανὸς καὶ Ἰλισσὸς καὶ ἀλλαχοῦ μέν, ἀλλʼ οὗτοι ἐν τῇ Ἀττικῇ.

Πύκνα. Πνὺξ τόπος Ἀθήνῃσιν ἐν ᾧ ἐκκλησίαι ἐγίγνοντο πάλαι μὲν πᾶσαι, ὕστερον δὲ ἅπαξ, ὅτʼ ἂν τὸν στρατηγὸν χειροτονῶσιν. ἐκλήθη δὲ οὕτως ἤτοι ἀπὸ τοῦ πυκνοῦσθαι τὸν ὄχλον ἐκεῖ, ἢ ἀπὸ τοῦ πυκνὰ εἶναι τὰ περὶ αὐτὴν οἰκήματα.

Λυκαβηττόν. ὄρος τῆς Ἀττικῆς. εἴρηται δὲ οὕτως διὰ τὸ λύκοις πληθύειν.

`112b`

συσσίτια. τὰ δεῖπνα ἃ κοινῇ ποιοῦνται Λακεδαιμόνιοι. καλεῖται δὲ καὶ φιλίτια, ἐπειδὴ φιλίας συναγωγά ἐστι.

`112d`

εὐκράς. εὐκράς· εὔκρατος ἢ εὐκέφαλος, ὡς Εὐριπίδης Ἀντιόπῃ.

`113d`

Εὐήνωρ μὲν ὄνομα κτλ.

Εὐήνωρ Λευκίππη

ἐξ ὧν Ποσειδῶν Κλειτώ ἐξ ὧν Ἄτλας Γάδειρος Ἀμφήρης Εὐαίμων Μνησεύς Αὐτόχθων Ἐλάσιππος Μήστωρ Ἀζάης Διαπρεπής

`115b`

ἀκροδρύων. ἀκρόδρυα κοινῶς οἱ τῶν δένδρων καρποί.

μεταδόρπια. ἐπίδειπνα.

`115d`

τρίπλεθρον. τὸ πλέθρον ἐστὶ πήχεων ξϛʹ δίμοιρον.

σταδίων. στάδιόν ἐστι μέρος τί μιλίου ἕβδομον τεσσαρεσκαιδέκατον· τὸ γὰρ μίλιόν ἐστι ζ𐅵 στάδια.

`116c`

ἐφίτυσαν. φιτῦσαι ἐπὶ τοῦ πατρός· γεννῆσαι ἐπὶ μητρός. καὶ τὸ γέννημα φῖτυ: Εὔπολις Αὐτολύκῳ—

  
ἀτὰρ ἤγαγες καινὸν φῖτυ τῶν βοῶν.  

`118b`

ὑμνεῖτο. ὀδύρεται νῦν. σημαίνει δὲ καὶ τὸ μέμφεται καὶ λοιδορεῖ κατʼ εὐφημισμόν.

`120a`

καθαγίζοιεν. καθιερώσωσιν.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: uqe-bh`.
