eul_wid: uqe-ao
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Old Scholia on Plato: Alcibiades I by Plato Commentary

Alongside the Alcibiades I, the notes chart the dialogue's structure from the end of the proem through the first chapter to the late syllogisms that a man ignorant of himself is no statesman. They explain Socrates' divine sign, place Alcibiades just short of twenty with an account of Athenian enrolment from Polydeuces' Onomasticon, and draw out the descents of Alcibiades from Zeus through Ajax and of Socrates from Hephaestus through Daedalus.

Part of Old Scholia on Plato

ΕΙΣ ΤΟΝ ΑΛΚΙΒΙΑΔΗΝ

οὐδὲ προσεῖπον. οὐ προσηγόρευσα.

δαιμόνιον ἐναντίωμα. τὸ ἀπαρουσιάστως ἐρᾶν θεοειδὲς καὶ νοερόν. ὅπερ δὲ νῦν δαιμόνιον καλεῖ Πλάτων, μετὰ μικρὸν θεὸν λέγει τὸν ἐναντιούμενον. τοῦτο δὲ καὶ Ὅμηρος ποιεῖ· κἀκεῖνος γὰρ ἐπὶ ταὐτοῦ τίθησι δαίμονα καὶ θεόν.

καὶ ὕστερον. οὐχ ὡς καὶ πρότερον αὐτοῦ πεπυσμένου, ἀλλὰ παραπληρωματικός ἐστιν ὁ καὶ σύνδεσμος, ὡς καὶ παρʼ Ὁμήρῳ— ... ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν.

προσθήσω. προειπὼν τὰ ὑπάρχοντα Ἀλκιβιάδῃ μεγάλα εἶναι, ἀπὸ τοῦ σώματος ἀρχόμενα τελευτῶντα εἰς τὴν ψυχήν, νῦν λέγει καὶ προστίθησι τὰ ἐκτός.

παρέλθῃς. ἰστέον ὡς Σωκράτης Ἀλκιβιάδῃ ταῦτα διελέγετο πρὸ ἡμερῶν ὀλίγων τῆς ἀρχῆς τοῦ εἰκοστοῦ ἔτους τῆς αὐτοῦ ζωῆς, ὡς δηλοῖ τὸ ῥητόν. Ἀθήνῃσι γὰρ οἱ νέοι εἰς μὲν τοὺς ἐφήβους εἰσῄεσαν ὀκτωκαίδεκα ἔτη γενόμενοι, δύο δὲ εἰς περιπόλους ἠριθμοῦντο, περιιόντες τὴν χώραν νυκτὸς φυλακῆς ταύτης ἕνεκα καὶ γυμνασίας πολεμικῆς ἑαυτῶν· εἰκοστῷ δὲ ληξιαρχικῷ ἐνεγράφοντο γραμματείῳ, καθὸ δὴ ἐκκλησιάζοντες παρελάμβανον καὶ τὴν πατρῴαν οὐσίαν, ἥτις καὶ λῆξις ἐκαλεῖτο, ὡς Πολυδεύκης ἐν Ὀνομαστικοῖς.

ἐνδειξάμενος. ὅτι τὸ ἐνδειξάμενος ἐπὶ τοῦ διαλογικοῦ τάττει, τὸ δʼ ἐπιδειξάμενος ἐπὶ τοῦ ἀποτάδην.

ἀτοπώτερος. παραδοξότερος, θαυμασιώτερος.

ἔστω κτλ. τέλος τοῦ προοιμίου.

φέρε δή. ἐντεῦθεν τὸ πρῶτον τοῦ διαλόγου κεφάλαιον, τὸ ἀπαλλάττον τῆς διπλῆς τὸν νεανίσκον ἀγνοίας. ἔστι δὲ ἐλεγκτικόν.

ἀκροχειρίζεσθαι. πυκτεύειν ἢ παγκρατιάζειν πρὸς ἕτερον ἄνευ συμπλοκῆς, ἢ ὅλως ἄκραις ταῖς χερσὶν μετὰ ἄλλου γυμνάζεσθαι.

παρὰ τοῦ; ἀρχὴ τοῦ δευτέρου συλλογισμοῦ.

τὸ ἑλληνίζειν. τὸ ἑλληνίζειν τριττόν ἢ τὸ τὴν ἑλληνικὴν συνήθειαν διασῴζειν τῶν ὀνομάτων ἐπὶ πάντων οἱ πολλοί ἢ τὸ ἀκριβοῦν τὴν ἑλληνικὴν φωνὴν καὶ τὴν ὀρθότητα τὴν ἐν τῇ προφορᾷ οἱ γραμματικοί ἢ τὴν κυριότητα τῶν ὀνομάτων τὴν κατὰ φύσιν προσήκουσαν τοῖς πράγμασιν ἀπονέμειν οἱ φιλόσοφοι

ἦν δʼ ἄν σοι τεκμήριον κτλ. ἡ διαφωνία μὴ εἰδότων μαχομένων πρὸς ἑαυτούς πρὸς ἀλλήλους κατὰ τὴν ἐναντίαν εἰδότων διαφερομένων πρὸς τοὺς μὴ εἰδότας κατὰ τὴν ἀντίφασιν

ἐκ μὲν ὧν κτλ. ἰδοὺ ὁ ἀμαθὴς καὶ φιλότιμος νέος, πῶς ἀποκρίνεται.

ἐμὲ φῂς ταῦτα λέγειν. τὸ τῆς Φαίδρας φησὶν ἐνταῦθα Σωκράτης. τῆς γὰρ τροφοῦ εἰπούσης ὅτι «τὸν Ἱππόλυτον λέγεις» φησὶν ὅτι «σοῦ τάδε κοὐκ ἐμοῦ κλύεις.» οὕτως αὖ καὶ ὁ Σωκράτης· σὺ ταῦτα εἶπες, οὐκ ἐγώ. καὶ ἐνταῦθα πάροδος γίνεται τοῦ τρίτου συλλογισμοῦ, ἐν ᾧ δείκνυσιν ὅτι ὁ ἀποκρινόμενός ἐστιν ὁ λέγων, οὐχ ὁ ἐρωτῶν.

ἐάν σε ἔρωμαι κτλ. τῶν ἐρωτήσεων αἱ μὲν πευστικαὶ πλείονος λόγου δέονται αἱ δὲ διαλεκτικαὶ ἀρκοῦνται τῷ ναὶ καὶ τῷ οὔ μόνον μαιευτικαί ἀπὸ τοῦ τελειοτέρου ἀπορητικαί ἀπὸ τοῦ ἀτελεστέρου ἀγωνιστικαί ἀπὸ τοῦ ἴσουἰστέον ὅτι καὶ κατὰ τὰ γʹ εἴδη τῶν διαλεκτικῶν ἐρωτήσεων ὁ ἀποκρινόμενός ἐστιν ὁ λέγων.

πότερος οὖν κτλ. ἀρχὴ τοῦ γʹ συλλογισμοῦ.

ἑνὶ λόγῳ εἰπέ. ἀντὶ τοῦ καθόλου εἰπέ.

ἐκ τῶν ὡμολογημένων. ἐπειδὴ ὡμολόγησεν μὴ εἰδέναι τὸ δίκαιον, κέχρηται καταδρομῇ ὁ Σωκράτης ἐλέγχων κατὰ τοῦ Ἀλκιβιάδου, οὐκ ἀπὸ ἀλλοτρίου προσώπου, ὡς Φοῖνιξ εἰσάγων τὸν Πηλέα οὕτως ἐλέγχει τὸν Ἀχιλλέα, ἢ Δημοσθένης ἐλέγξαι θέλων τοὺς Ἀθηναίους τῇ καταδρομῇ χρῆται ὡς ἐκ τῶν Ἑλλήνων πάντων, ἀλλὰ τῷ ἐλεγχομένῳ χρῆται Σωκράτης πρὸς μείζονα καταδρομήν.

σοῦ τάδε κινδυνεύεις. σημείωσαι πῶς χρηστέον τοῖς ποιητικοῖς, ὅτι οὐ κατὰ τὴν τῆς λέξεως ἀκριβολογίαν, ἀλλὰ μετὰ τοῦ παρῳδεῖν αὐτὰ ἐπὶ τὸ πεζοφανέστερον.

εἰ ὅτι μάλιστα κτλ. ἄρχεται τοῦ ἐλέγχου, καὶ δείκνυσιν αὐτὸν μὴ εἰδότα τὰ συμφέροντα, ἐκ τῆς ἀντιπαραστάσεως. πολλῶν γὰρ δεῖται λόγων ἡ ἔνστασις, ὅτι ταὐτόν ἐστι δίκαιον καὶ συμφέρον, ὃ ἐφεξῆς δείξει. νῦν δέ φησιν ὅτι εἰ μὲν ταὐτόν ἐστι τὸ δίκαιον καὶ τὸ συμφέρον, ἐδείχθης δὲ μὴ εἰδὼς τὸ δίκαιον, οὐδὲ τὸ συμφέρον ἄρα· εἰ δὲ ἕτερον, δειχθείης δὲ μὴ εἰδὼς τὸ συμφέρον, διὰ τῶν αὐτῶν λόγων δύο ἀνθʼ ἑνὸς δειχθήσῃ ἀγνοῶν.

σκευαρίων. οὐδὲ γὰρ δέος μὴ κατατριβήσονται οἱ λόγοι δίκην τῶν σκευαρίων, ἃ δὴ σημαίνει τρία, ἢ τὰ σκεύη κοινῶς, ἢ τὴν τρυφήν, ἢ ὡς νῦν, τὰς σκευὰς τῶν κωμικῶν καὶ τραγικῶν, ὅ ἐστι τὰ ἐνδύματα.

τὰς σὰς προδρομάς. προδρομή ἐστιν, ὅταν ἐν πολέμῳ καταλάβῃ τις φρούριον, ἐξ οὗ δύναται ἀσφαλῶς πολεμεῖν. νῦν δὲ τὸ μὴ ἐρωτᾶσθαι διὰ τῶν αὐτῶν λόγων ὑπὸ τοῦ Σωκράτους.

ἐπειδὴ δὲ τρυφᾷς. ἐπειδὴ τρυφηλὸς εἶ, ὡς ἐπὶ τῶν ἐδεστῶν, καὶ οὐκ ἔτʼ ἂν ἡδέως τοῦ αὐτοῦ γεύσαιο.

συμφέροντα. τὴν ἔνστασιν διὰ τούτων φησίν, ὡς ἔδει σε δεῖξαι ὅτι οὐ ταὐτὸν δίκαιον καὶ συμφέρον. εἰ γὰρ μὴ δείξεις, δειχθήσῃ δύο ἀνθʼ ἑνὸς ἀγνοῶν

τῶν δικαίων κτλ. ἀρχὴ τοῦ εʹ συλλογισμοῦ ὅτι ταὐτόν ἐστι δίκαιον καὶ συμφέρον ἐλάττων μείζων δίκαιον καλόν συμφέρον πᾶν πᾶν πᾶν

ἔδοξεν αἰσχρὰ μέν. ἐρωτᾷ τὴν ἐλάττονα.

πολλοὶ ἐν πολέμῳ κτλ. ἰδοὺ τῇ μείζονι μάχεται, ὅτι οὐ πᾶν καλὸν ἀγαθὸν διὰ τὰ ἐν τῷ πολέμῳ τραύματα.

οὐκ ἄλλο μὲν κτλ. ἡ πρώτη λύσις, ὅτι δύο δυσὶν ἠκολούθησεν, οὐ δύο ἑνί, οὐ γὰρ ταὐτὸν ἀνδρεία καὶ θάνατος.

ἔτι τοίνυν κτλ. διὰ τῶν καθʼ ἕκαστα δείξας, βούλεται καὶ διὰ τῶν καθʼ ὅλου κατασκευάσαι τὸ αὐτό. διὸ καὶ τὸ ἔτι προσέθηκεν.

εὖ πράττει. ὅτι τὸ εὖ μέσον ἐστὶ τοῦ ἀγαθοῦ καὶ τοῦ καλοῦ.

Πεπαρηθίοις. Πεπάρηθος, νῆσός ἐστι μία τῶν Κυκλάδων· αὗται δὲ διὰ τὸ τὴν Δῆλον κυκλοῦν οὕτω καλοῦνται.

Πυθοκλείδῃ καὶ Ἀναξαγόρᾳ. Πυθοκλείδης μουσικὸς ἦν, τῆς σεμνῆς μουσικῆς διδάσκαλος, καὶ Πυθαγόρειος, οὗ μαθητὴς Ἀγαθοκλῆς, οὗ Λαμπροκλῆς, οὗ Δάμων. Ἀναξαγόρας δὲ φυσικὸς φιλόσοφος, ὁ νοῦς ἐπικληθείς, ὅτι τοῦτον πρῶτον πάντων ἐπέστησε τῷ παντί.

τὼ Περικλέους ὑεῖ. Ξάνθιππος καὶ Πάραλος οἱ Περικλέους υἱοί, οὓς καὶ βλιττομάμμας ἐκάλουν. βλίτται γὰρ καὶ βλίττονες οἱ εὐήθεις, μάμματα δὲ τὰ βρώματα, καὶ τὸ ἐσθίειν Ἀργεῖοι μαμμιᾶν ἔλεγον· ἐκ τούτων οὖν σύνθετον ὁ βλιττομάμμας, ὁ ἐσθίων εὐήθως, ὡς καὶ συκομάμμας ὁ συκοφάγος. ὁ δὲ Κλεινίας αὐθάδης οὕτως ὡς μηδενὶ τῶν συμβούλων προσέχειν.

ἠλιθίω ἐγενέσθην. ἡ πρὸς μάθησιν ἀνεπιτηδειότης τρίττη αʹ διʼ ἄνοιαν βʹ διὰ τῦφον καὶ μανίαν γʹ διὰ ῥᾳθυμίαν

διὰ τὴν Ζήνωνος Πυθόδωρον ... καὶ Καλλίαν. Ζήνων ὁ Ἐλεάτης Παρμενίδου μαθητής, φυσικὸς φιλόσοφος καὶ πολιτικὸς ὡς ἀληθῶς· διὸ καὶ πρὸς Περικλέα παραβάλλεται φαινομένως ὄντα πολιτικόν. τούτου Πυθόδωρος ἀκροατής, ὃς καὶ ἐν Παρμενίδῃ μνήμης ἠξίωται Ἀντιφῶντι τῆς συνουσίας ἐκείνης μεταδούς, παρʼ οὗ Κέφαλος ὁ Κλαζομένιος μαθὼν διδάσκαλος γέγονεν. Καλλίας δὲ Ἀθηναίων στρατηγὸς ἔνδοξός τε πολιτικὸς καὶ αὐτός.

τί οὖν διανοῇ. ἐντεῦθεν τὸ δεύτερον τοῦ διαλόγου κεφάλαιον, τὸ πεῖθον μεταβαίνειν ἀπὸ τῆς φυσικῆς ἀρετῆς ἐπὶ τὴν πολιτικήν.

πότερον ἐᾶν κτλ. τὸ Ὁμηρικὸν νῦν παραφράζει ῥητόν— νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠὲ χαλίφρων, ἠὲ ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων. πᾶς γὰρ μὴ μανθάνων ἢ φύσεως ἀντιπραττούσης πάσχει τοῦτο, καί ἐστιν ὁ τοιοῦτος νήπιος καὶ ἠλίθιος· ἢ δύναται μέν, οἴεται δὲ ἀνωφελῆ εἶναι τὰ μανθανόμενα, καὶ διὰ τοῦτο οὐκ ἐπιτείνεται πρὸς αὐτά, καὶ ἔστιν ὁ τοιοῦτος χαλίφρων καὶ μαινόμενος· ἢ οἴεται μὲν ὠφέλιμα εἶναι, ῥᾳθυμεῖ δὲ καὶ βλακεύει, καί ἐστιν ὁ τοιοῦτος ἑκὼν μεθίων καὶ μὴ προσέχων τὸν νοῦν.

πράγματα. ἀντὶ τοῦ φροντίδας.

τῷ μεγάλῳ βασιλεῖ. Ἀρταξέρξῃ τῷ Ξέρξου Περσῶν βασιλεῖ

ὀρτυγοκόπον. εἰρωνικῶς. οὗτος ἐπὶ κύκλου τοὺς ὄρτυγας παριστὰς κόπτειν αὐτοὺς ἀλλήλους ἐδίδασκεν.

τὴν ἀνδραποδώδη ... τρίχα. τὴν ἀνδραποδώδη τρίχα παροιμίαν εἶναί φασιν οἱ μὲν ἀπὸ τῶν ἀρτιγενῶν πώλων, οἱ δὲ ἀπὸ εἴδους κουρᾶς προσηκούσης ἀνδραπόδοις, παρʼ ὃ καὶ αἱ γυναῖκες τοὺς ἀπὸ δούλων ἐλευθέρους γεγονότας, οὔπω δὲ τὸ ἦθος μεταβαλλόντας, ταύτην ἔτι ἔχειν τὴν τρίχα ἔλεγον σκώπτουσαι. οἱ δέ, ὅτι τὰς ἐν τῷ στήθει τρίχας φρένας οὕτως ὁ Πλάτων μεταβαλὼν τὰς ἀνδραποδώδεις φρένας οὕτως ἐκάλεσεν.

μανθάνειν ... ἀσκεῖν. διττὴ ἡ τελειότης ἡμῖν, ἡ μὲν τοῦ λογικοῦ διὰ μαθήσεως γιγνομένη, ἡ δὲ τοῦ ἀλόγου διʼ ἀσκήσεως τῶν βελτιόνων ἐθῶν.

οἱ μὲν Ἡρακλέους. Ζεύς Δανάη Περσεύς Ἀνδρομέδα Κηφέως ἄλλαι γυναῖκες Ἠλεκτρύων Λαονόμη Ἀλκαῖος Ἠλεκτρύων Λυσιδίκη Ἀχαιμένης Ἀμφιτρύων Ἀλκμήνη Ἡρακλῆς

εἰς Εὐρυσάκη κτλ. Ζεύς Αἴγινα Αἰακός Ἐνδηίς Τελαμών Περίβοια Αἴας Τέκμησσα Εὐρυσάκης διὰ μέσου πολλοί πολλαί Κλεινίας Δεινομάχη Ἀλκιβιάδης

εἰς Δαίδαλον κτλ. Ζεύς Ἥρα Ἥφαιστος Γῆ Ἐρεχθεύς Προκρίς Μητίων γυνή τις Εὐπάλαμος Ἀλκίππη Δαίδαλος διὰ μέσου πολλοί πολλαί Σωφρονίσκος Φαιναρέτη Σωκράτης

Σαλαμῖνα. νῆσον πρὸς τῇ Ἀττικῇ καὶ πόλιν.

Αἴγιναν. νῆσον μίαν τῶν Κυκλάδων.

γενέθλια. γενέθλιά ἐστιν ἡ διʼ ἐνιαυτοῦ ἐπιφοιτῶσα τοῦ τεχθέντος ἑορτή, γενέσια δὲ ἡ διʼ ἐνιαυτοῦ ἐπιφοιτῶσα τοῦ τεθνεῶτος μνήμη.

τοῦ κωμῳδοποιοῦ. ὃν Πλάτωνα καλεῖσθαί φασιν.

τροφοῦ. αὕτη Λάκαινα τὸ γένος ἦν Λανικὴ καλουμένη.

ἑπτέτεις. ἢ διὰ τὸ τὸν λόγον τότε ἄρχεσθαι τελειοῦσθαι, ἢ διὰ τὸ Ζωροάστρην ζʹ γενόμενον ἐτῶν σιωπῆσαι, εἶτα μετὰ λʹ χρόνους ἐξηγήσασθαι τῷ βασιλεῖ τῆς ὅλης φιλοσοφίας, ἢ ὡς τῷ Μίθρᾳ οἰκεῖον τὸν ζʹ ἀριθμόν, ὃν διαφερόντως Πέρσαι σέβουσιν.

δὶς ἑπτά. τότε γὰρ ὁ τέλειος ἐν ἡμῖν ἀποφαίνεται λόγος, ὡς Ἀριστοτέλης καὶ Ζήνων καὶ Ἀλκμαίων ὁ Πυθαγόριος φασίν.

Ζωροάστρου. Ζωροάστρης ἀρχαιότερος ἑξακισχιλίοις ἔτεσιν ᾗ λέγεται Πλάτωνος· ὃν οἱ μὲν Ἕλληνα, οἱ δὲ τῶν ἐκ τῆς ὑπὲρ τὴν μεγάλην θάλασσαν ἠπείρου ὁρμωμένων φασίν, πᾶσάν τε σοφίαν παρὰ τοῦ ἀγαθοῦ δαίμονος ἐκμαθεῖν, τουτέστιν ἐπιτυχοῦς νοήματος· οὗ δὴ εἰς Ἑλληνικὴν φωνὴν μεταφραζόμενον τοὔνομα τὸν ἀστροθύτην δηλοῖ. τιμήσειν τε αὐτὸν τὴν ἀνακεχωρηκυῖαν διαγωγὴν τῶν πολλῶν, καὶ δὴ τὴν τῶν ἐμψύχων ἀποχήν, συγγράμματα δὲ διάφορα καταλιπεῖν, ἐξ ὧν καὶ δείκνυσθαι τρία μέρη φιλοσοφίας εἶναι κατʼ αὐτόν, φυσικόν, οἰκονομικόν, πολιτικόν.

ἕλξεις. ὅτι καὶ τὴν ἱματίων ἕλξιν, ᾗ φησὶ Πλούταρχος διαφερόντως Ἀλκιβιάδης ἐπετήδευεν.

φιλονικίαν. σημείωσαι φιλονικίαν διὰ τοῦ ι, τὴν φιλίαν τῆς νίκης.

Μεσσήνης. ὡς Τυρταῖός φησι· Μεσσήνην ἀγαθὸν μὲν ἀροῦν ἀγαθὸν δὲ φυτεύειν. χώρα δέ ἐστιν αὕτη.

τῶν εἱλωτικῶν. Εἵλωτες παρὰ Λακεδαιμονίοις οἱ νόθοι καὶ ἐξ αἰχμαλώτων δοῦλοι γενόμενοι, ἀπὸ τοῦ Ἕλους, πόλεως ἐν Πελοποννήσῳ· καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον φησὶν Ὅμηρος. καὶ εἱλωτεία ἡ δουλεία.

τὸν Αἰσώπου μῦθον. ὁ μῦθος τοιοῦτος. λέων μὴ οἷός τε διὰ γῆρας θηρεύειν ὢν προσεποιεῖτο νοσεῖν, ἵνα δὴ τὰ θηρία πρὸς ἐπίσκεψιν ἰόντα παρʼ αὐτὸν κατεσθίοιτο. δεινὴ δʼ ἀλώπηξ οὖσα τὸν δόλον συνιδεῖν ἐφώρασεν, τοῦ λέοντος αὐτὴν ἀξιοῦντος εἰσελθεῖν πρὸς αὐτὸν, φαμένη μὴ δύνασθαι εἰσιέναι· ὁρῶσα ἴχνη μὲν εἰσιόντων, ἐξιόντων δʼ οὔ.

ἀνδρὸς ἀξιοπίστου. περὶ Ξενοφῶντός φασι λέγειν αὐτόν· οὗτος γὰρ ἐν τῇ Ἀναβάσει ἱστόρηκεν τὰ Περσῶν, Κύρῳ συνανελθὼν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην.

γῆς πλέθρα Ἐρχίασιν. Ἐρχιεῖς δῆμος ὑπὸ τὴν Αἰαντίδα φυλήν, ἢ ὥς τινες, Αἰγηΐδα. πλέθρον δʼ ἐστὶ μέρος ἕκτον σταδίου· τοῦτο δὲ πήχεις ἔχει υʹ, ὧν τὸ ἕκτον πήχεις ξϛʹ δίμοιρον, ὅ ἐστι τὸ πλέθρον.

Λεωτυχίδου. ὁ κατὰ Μήδου στρατηγήσας.

Ἀρχιδάμου. ἐφʼ οὗ ὁ Πελοποννησιακὸς πόλεμος.

Ἄγιδος. ἐφʼ οὗ ἐκράτησαν Λακεδαιμόνιοι.

ἀλλʼ, ὦ μακάριε. ἐντεῦθεν τὸ τρίτον τοῦ διαλόγου κεφάλαιον, τὸ ἐκφαῖνον τὴν οὐσίαν ἡμῶν καθʼ ἣν ὑφεστήκαμεν.

παίζεις. ὅτι δὲ ἐπιμελείας δεῖσθαί φησιν ἑαυτόν, διὰ τοῦτο παίζειν λέγεται.

νώ γε. ἀγνοεῖ ἑαυτὸν ὁ Σωκράτης ἐνθουσιαστικῶς.

οὐκ ἀπορρητέον. οὐκ ἀποκνητέον.

δῆλον ὅτι ἥνπερ κτλ. ὅτι τὸ ὑλικὸν αἴτιον τῆς πολιτικῆς τὰ πρακτέα εἰσιν.

ὃ δὲ ἄφρων κτλ. ἐπὶ μὲν τῶν βαναύσων τοῦτο οὐκ ἄτοπον, ἐπὶ δὲ τοῦ πολιτικοῦ ἀνδρὸς ἄτοπον τὸ εἶναι τὸν σοφὸν κατά τι πονηρὸν καὶ κατά τι ἀγαθόν.

ἄρχειν. ἐντεῦθεν τὸ εἶδος παραδίδωσι τοῦ πολιτικοῦ, ὅτι τὸ ἄρχειν.

κελευστῶν. τῶν περὶ τὰ ἄρμενα ἱσταμένων.

τίς οὖν αὕτη; ἐντεῦθεν τὸ ποιητικὸν ὅτι φρόνησις καὶ οὐ σοφία.

ἆρʼ οὖν φιλίαν κτλ. οὐχ ὡς οὐ βουλόμενος ὁ Σωκράτης καὶ αὐτὸς εἶναι τέλος τὴν φιλίαν, ταῦτα ἐρωτᾷ, ἀλλʼ ὅτι ᾤετο τὸν νεανίσκον ταὐτὸν ὑπολαμβάνειν στοργὴν καὶ φιλίαν.

ὁμόνοιαν. ὁμόνοιά ἐστι γνῶσις τῶν αὐτῶν γνωστῶν.

ἀριθμούς. ἀριθμοί, ἀριθμητική, διωρισμένον.

πήχεος. πήχεις, μετρική, συνεχές.

σταθμοῦ. σταθμοί, στατική, ῥοπή· ὥστε ἐκ τῶν κατὰ Πλάτωνα τρίτον εἶδος ποσοῦ ῥοπή.

μὴ κάμῃς. πολλὰ ἠρώτησε· διὸ τὸν νέον διεγείρων λέγει· μὴ κάμῃς.

ταλασιουργίας. τῆς ξαντικῆς. ταλασιουργία δὲ ἢ ὅτι τὰ λάσια ἐργάζεται, ἢ παρὰ τοὺς ταλάρους.

κατὰ τὸν σὸν λόγον. κατὰ τὸν σὸν λόγον ἀναγκαίως πρόσκειται διὰ τὰ ἐν τῇ Πολιτείᾳ ἀποδεδειγμένα, μηδὲν διαφέρειν κατὰ τὰ πολεμικὰ τὸ θῆλυ τοῦ ἄρρενος.

γυναιξί. κατὰ γὰρ τὸ προσεχὲς τέλος οὐχ ὁμονοεῖ ἀνὴρ καὶ γυνή, ἀλλὰ κατὰ τὸ πόρρω.

ὅτι τὰ αὑτῶν. ἀντιλέγει ὁ Ἀλκιβιάδης τῷ Σωκράτει, ὅτι ἀλλʼ εὖ οἰκοῦσι τὰς πόλεις διʼ αὐτὸ τοῦτο, διότι τὰ αὑτῶν πράττουσιν· ὁ δὲ Σωκράτης φησὶν ὅτι πάλαι ὑπὸ σοῦ ταῦτα ἐλέγετο, οὐκ ἄρτι γε.

φαῦλος. ἀντὶ τοῦ εὐτελής.

ὁ τοῦτο ἀναθείς. Χίλων ὁ Λακεδαιμόνιος. τινὲς δὲ Φημονόην τὴν προφῆτιν.

ἔδοξε παντὸς εἶναι. ὡς ῥᾴδιον παντὸς εἶναι τὸ λόγῳ διεξιέναι, παγχάλεπον δὲ τῷ ἔργῳ ἐπιχειρεῖν· καὶ γὰρ λέγεται. τὸ γνῶθι σαυτόν ἐν λόγοις οὐδὲν μέγα, ἔργῳ μόνος δὲ τοῦτʼ ἐπίσταται θεός.

αὐτὸ ταὐτό.

αὐτό αὐτοτοαυτό αὐτοέκαστον

τριμέρεια ψυχῆς λογικὴ ψυχή ἄτομον ὡς Πρόκλος

πολιτικὴ ψυχή καθαρτικὴ καὶ θεωρητικὴ ψυχή ἄτομον ὡς Δαμάσκιος

τί ποτʼ ἐσμὲν αὐτοί. ἐντεῦθεν κατασκευάζει ὅτι ὁ ἄνθρωπος ἡ ψυχή ἐστι κατηγορικῶς.

ἔχε οὖν. ἡ ἐλάττων πρότασις ἐνθένδε, ὅτι ἄνθρωπος ὀργάνῳ χρῆται τῷ σώματι.

τομεῖ. τομεύς ἐστιν ἐργαλεῖον τὴν βάσιν ἔχον κυκλικήν, σμίλη δὲ ἡμικυκλικήν.

ἦ οὖν ἄλλο τι. ἡ μείζων πρότασις, ἡ λέγουσα τὸ τῷ σώματι χρώμενον ψυχή ἐστιν.

οὐκοῦν ἄρχουσα; λῆμμα ὅτι ὁ ἄνθρωπος ἡ ψυχὴ ὢν ἄρχει τοῦ σώματος.

πάντων γε ἥκιστα. οὐδαμῶς.

σαφέστερον. οἶδεν ἐλλιπῆ τὸν ὅρον ὁ Σωκράτης.

ἱκανῶς μοι δοκεῖ ἔχειν. ὁ ῥᾴθυμος Ἀλκιβιάδης, ἴδε τί λέγει.

ὅστις ἄρα κτλ. ἐκ τούτων δῆλον ὡς τῶν τεχνιτῶν λόγοι οὐκ εἰσὶν αἰεὶ ἐν ψυχῇ, ἐκείνων δὲ ὧν ἡ … μετὰ τὸν τοῦ σώματος χωρισμὸν οὐκ ἀπήλλακται.

σωφροσύνη. σωφροσύνην λέγει τὴν φρόνησιν, ὡς ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω ἐπιστρέφουσαν, καὶ ἄλλως, ὅτι ἀντιστρέφουσιν ἀλλήλαις αἱ πολιτικαὶ ἀρεταί.

εἰ ἄρα τις κτλ. ἐντεῦθεν κατασκευάζει ὑποθετικῶς κατὰ τὸν δʹ ὅτι ὁ ἄνθρωπος ἡ ψυχή ἐστιν.

τοῦ μεγαλήτορος. παρῳδεῖ τὸ ἔπος «δῆμος Ἐρεχθῆος μεγαλήτορος». εὐπρόσωπος δὲ κατὰ τὴν ὁλότητα, ἐπεὶ κατὰ τὸν καθʼ ἕνα ἕκαστον αὐτοῦ εὐτελής.

καὶ τὰ τοιαῦτα. τὰ φυσικά, οἷον ὕαλον ἢ κέρας.

ἆρʼ οὖν μὴ γιγνώσκοντες κτλ. συλλογισμοῦ δεικνύντος ὅτι ὁ ἑαυτὸν ἀγνοῶν οὔκ ἐστι πολιτικός, πρότασις ἡ λέγουσα ὅτι ὁ ἑαυτὸν ἀγνοῶν οὐδὲ τὰ ἑαυτοῦ οἶδεν.

ὅστις δὲ κτλ. ἡ δευτέρα πρότασις τοῦ συλλογισμοῦ.

οὐκ ἄρʼ ἂν γένοιτο κτλ. τὸ συμπέρασμα, ὅτι ὁ ἑαυτὸν ἀγνοῶν οὐκ ἔστι πολιτικὸς οὐδʼ οἰκονομικὸς οὐδʼ ἠθικός.

εἰ δὴ μέλλεις κτλ. συλλογισμοῦ πρώτη πρότασις· ὁ τὰ τῆς πολιτείας μέλλων πράττειν ὀρθῶς ἀρετῆς τοῖς πολίταις μεταδίδωσιν.

δύναιτο δʼ ἄν τις κτλ. δευτέρα πρότασις· οὐδεὶς ἀρετῆς τοῖς πολίταις μεταδιδοὺς δύναται μὴ ἔχειν ἀρετήν.

ἵνα μὴ ὀνομάζωμεν. τῇ ἀποσιωπήσει ἐξογκοῖ τὸ πρᾶγμα, οἷον τὸ δουλοπρεπές.

τὸ μὲν σὸν ἐγὼ κτλ. ἐγὼ μὲν ἐραστής, σὺ δὲ ἐρώμενος.

πελαργοῦ. ἐπειδὴ τοὺς πελαργούς φασι γηράσαντας τοὺς γονεῖς ἀμοιβαίας κομιδῆς ἀξιοῦν, ἧς ἔτυχον ἐν τῇ νεοττείᾳ παρʼ αὐτῶν.