eul_wid: auk-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Ethical Letters by Phalaris of Acragas

The Ethical Letters is a collection of 148 short epistles in Greek, traditionally ascribed to Phalaris, the sixth-century BCE tyrant of Acragas in Sicily. The work purports to be his correspondence with various contemporaries, including the philosopher Pythagoras, and features content ranging from political counsel and philosophical meditation to literary criticism. Within the letters, Phalaris is portrayed as a cultivated and sagacious monarch, a depiction starkly at odds with his historical notoriety for exceptional brutality. Scholarly consensus holds the work to be pseudonymous, a product of the Roman Imperial era, most likely composed in the second century CE as an advanced rhetorical exercise. The attribution to the infamous tyrant creates a deliberate literary irony, designed to engage educated readers by contrasting the refined sentiments of the text with the cruel reputation of its supposed author. The collection survives intact in medieval manuscripts, but its spuriousness was conclusively demonstrated in a seminal 1697 critique by the classical scholar Richard Bentley, an episode that stands as a landmark in the history of textual and historical criticism.

Λυκίνῳ.

Πολύκλειτος ὁ Μεσσήνιος, οὗ κατηγορεῖς παρὰ τοῖς πολίταις προδοσίαν, ἰάσατό μου νόσον ἀνήκεστον, οὐκ ἀγνοῶ δὲ λύπας εὐαγγελιζόμενός σοι καὶ δάκρυα· σὲ δʼ οὐκ ἂν οὐδʼ αὐτὸς ὁ τῆς τέχνης ἡγεμὼν Ἀσκληπιὸς μετὰ πάντων ἰάσαιτο τῶν θεῶν. σώματος μὲν γὰρ ἀρρωστίαν θεραπεύει τέχνη, ψυχῆς δὲ νόσον ἰατρὸς ἰᾶται θάνατος, ὃν ἐπαχθέστατον ἀντὶ πολλῶν καὶ μεγάλων ἀδικημάτων, οὐκ ἀκουσίων, ὧν ἐμοὶ προστρίβεις, ἀλλʼ ἑκουσίων, ὧν αὐτὸς εἴργασαι, προσδέχου.

Μεγαρεῦσι.

Οὐ μέμφομαι τὴν ἀχαριστίαν ὑμῶν πολλάκις εὐηργετημένων, ὅτι μου κρινομένου περὶ τῶν ὅρων πρὸς τοὺς ἀστυγείτονας κατεψευδομαρτυρήκατε, κατηγορῶ δὲ ἐμαυτοῦ τῆς ἀναλγησίας, ὅτι προπηλακιζόμενος ὑπὸ τῶν αὐτῶν πολλάκις οὐ σωφρονίζομαι. ὑμεῖς μὲν γὰρ οὐδέποτε χάριτος ἐμοὶ μνημονεύετε, ἐγὼ δʼ ὡς μηδέποτε ἐπιλελησμένοις χαρίζομαι.

Τυρσηνῷ.

Εἰ τοὺς μετʼ ἀνάγκης τι πράξαντας τῶν μὴ νομίμων χαλεπὰς ἔχειν δεῖ περὶ τοῦ μέλλοντος βίου τὰς προσδοκίας, ὡς ὑπέφαινες Αἰγεσταίοις, εἰς τὴν τοῦ δαιμονίου πρόνοιαν ἀναφέρων τὰ περὶ ἐμοῦ, τίνας ἐχρῆν ἐλπίδας ἔχειν σὲ περὶ σεαυτοῦ, τὸν μὴ μετʼ ἀνάγκης μηδὲν ὧν παρανενόμηκας, μετὰ γνώμης δὲ ἅπαντα ἠσεβηκότα;

Λυκίνῳ.

Οὐκ ὀρθῶς ἠρώτησας ἐν Λεοντίνοις ὡς παρόντα με καὶ δυνάμενον ἀποκρίνασθαί σοι, τίς εἰμὶ καὶ τίνων καὶ πόθεν. ἐγὼ γὰρ ὥσπερ ἐμαυτὸν οἶδα Φάλαριν Λεωδάμαντος υἱόν, Ἀστυπαλαιέα τὸ γένος, πατρίδος ἀπεστερημένον, τύραννον Ἀκραγαντίνων, ἔμπειρον πολέμων, ἀπτῶτα μέχρι τοῦ παρόντος, οὕτως οἶδα καὶ Λυκῖνον πόρνον μὲν ἐν παισί, λάγνον δʼ ἐν νέοις, μοιχὸν δʼ ἐν γυναιξίν, ἀκόλαστον δʼ ἐν νόμοις, ἀσελγῆ δʼ ἐν ἡδοναῖς, ἀργὸν δʼ ἐν εἰρήνῃ, λιποτάκτην δʼ ἐν πολέμῳ, δώσοντά μοι καὶ τῶν δημηγοριῶν καὶ τούτων ὧν ἐλέγχω σε δίκην, ἐὰν μὴ θᾶττον ἁλῷς, ἀλλʼ οὖν ὅταν ἔκδοτόν σε παραδῶσι Λεοντῖνοι, βουλόμενοι τοῦ πρὸς ἡμᾶς ἀπαλλαγῆναι πολέμου.

Λεοντίνοις.

Εἰ καταλῦσαί με τὸν πρὸς ὑμᾶς ὀρέγεσθε πόλεμον, μηδὲν αἰδεσθέντες ἔκδοτέ μοι Λυκῖνον, ἵνα τὴν ὀργὴν ἅπασαν εἰς τοῦτον ἀφεὶς παύσωμαι τοῦ πρὸς τὴν πόλιν θυμοῦ. χρήσομαι δʼ οὐδὲν αὐτῷ χαλεπώτερον ἢ πάντας ὑμᾶς ἐπίσταμαι βουλομένους.

Ζευξίππῳ.

Τῷ μὲν υἱῷ σου διὰ τὴν νεότητα συγγινώσκω, σοὶ δὲ διὰ τὸ γῆρας, καίπερ ἀσύγγνωστα πεποιηκόσιν. ἂν μέντοι μὴ παύσησθε τῆς αὐθαδείας, οὔτʼ ἐκεῖνον ἡ νεότης οὔτε σὲ τὸ γῆρας ἐξαιρήσεται, διʼ αὐτὰ δὲ ταῦτα καὶ μᾶλλον κολασθήσεσθε, διʼ ἃ νῦν συγγνώμης ἀξιοῦσθε.

Εὐήνῳ.

Γνώμης γενόμενος τὸ πρῶτον ἁλόντα αἰχμάλωτον ἀποκτεῖναί σου τὸν υἱὸν ἀνθʼ ὧν ἠδίκηκέ μου τοὺς ναυάρχους, μετέγνων ὕστερον καὶ σέσωκα. μᾶλλον γὰρ βούλομαι διὰ τῆς ἐκείνου ζωῆς σὲ λυπεῖν ἢ διὰ τῆς ἀναιρέσεως τὸν ἀποθανόντα.

Σαμέᾳ.

Εἰδώς σου τὴν χρηστότητα τοῦ τρόπου καὶ τὴν ὑπερφυᾶ πρὸς ἅπαντας φιλανθρωπίαν, καὶ ὅτι τὰς τῶν πλησίον εὐτυχίας ἡμέρως καὶ συμπαθῶς ἰδίας ἀλγηδόνας καὶ συμφορὰς ἡγῇ, γέγραφά σοι συντόμως, ὅτι καὶ τὴν δίκην καὶ τὴν ναυμαχίαν καὶ τὴν παράταξιν καὶ τὸ τελευταῖον τὸν ἱππικὸν ἀγῶνα νενικήκαμεν, ἵνʼ ἀκούσας, ὡς προσήκει καλῷ κἀγαθῷ, στένῃς ἀδιαλείπτως, λαμβάνων παρὰ τῆς σεαυτοῦ φύσεως τὰς ἀξίας καὶ πρεπούσας τοσαύτῃ κακοηθείᾳ βασάνους.

Κλεοστράτῳ.

Πάνυ μοι δοκεῖ μετὰ γέλωτος ἄξιον εἶναι θαυμάσαι τὸ σωφρονίζεσθαί τινας ὑπὸ σοῦ· τὸν γὰρ ἄλλοις ἐπιτιμᾶν ἐπιβαλλόμενον καὶ αὐτὸν ἀπηλλάχθαι χρὴ πάσης πονηρίας. σὺ δὲ ταῖς τῶν ὑπὸ σοῦ νουθετουμένων κακίαις ἔνοχος ὢν καὶ ταῖς ἄλλαις ἁπάσαις ὡς ἀνεπίληπτος εἰς πονηρίαν οὕτω νουθετεῖς.

Λακρίτῳ.

Ἀχθομένῳ σοι βαρέως ἐπὶ τῇ τοῦ παιδὸς τελευτῇ πᾶσα συγγνώμη, κἀγὼ δὲ σφόδρα συμπαθῶν, ὡσεὶ τῶν οἰκείων τὸ συμβεβηκὸς ἡγούμενος, μεῖζον ἄχθομαι, καίτοι στερροτέρᾳ φύσει πρὸς τὰ τοιαῦτα χρώμενος διὰ τὸ μηδὲν ὄφελος ὁρᾶν μηδὲ τοῖς ἀμέτρως ἀνιωμένοις. παραμυθία δέ σοι ἔστω μεγάλη τῆς ἐπʼ αὐτῷ συμφορᾶς πρῶτον μέν, ὅτι ὑπὲρ πατρίδος ἀγωνιζόμενος ἐν πολέμῳ σὺν ἀριστείᾳ τέθνηκεν, εἶθʼ ὅτι νικῶν καλλίστου τέλους ὑπὸ τῆς εἱμαρμένης ἠξίωται, τὸ δὲ τελευταῖον ὅτι μηδὲν ἁμαρτὼν παρὰ τὸν βίον ἐπεσφράγισται τὴν ἰδίαν ἀρετὴν θανάτῳ. ὁ μὲν γὰρ ἐν τῷ ζῆν ἀγαθὸς ἄδηλον εἰ μὴ μεταβαλεῖ πρὸς τὸ χεῖρον· αἱ τύχαι γὰρ ἀνθρώπων τὸ πλεῖστον, οὐχ αἱ γνῶμαι κρατοῦσιν· ὁ δὲ τελευτήσας ἀκατηγόρητος ἐν τῷ καλλίστῳ σχήματι τῆς δόξης καθίδρυται. νομίσας οὖν ἀξίας παρʼ αὐτοῦ χάριτας ἀπειληφέναι γενέσεως καὶ ἀνατροφῆς τὸ καλὸν κἀγαθὸν μέχρι τέλους αὐτὸν γεγονέναι, ταύτην αὐτῷ τὴν ἀμοιβὴν ἀντίδος, τὸ πράως καὶ μετρίως τὴν ἐπʼ αὐτῷ λύπην ἐνεγκεῖν.

Μεγακλεῖ.

Καὶ τοὺς ἵππους ἐκπέπομφά σοι κεκοσμημένους ἐπὶ τὸν ἀγῶνα καὶ τὰ χρήματα δοῦναι Τεύκρῳ προστέταχα. κἂν ἄλλου του δέῃ, μὴ κατόκνει γράφειν· οὐδὲν γὰρ οὕτως ἔσται μέγα τῶν αἰτημάτων, ὃ μὴ πάντως αἰτησαμένῳ χαριούμεθα.

Ἀγλάῳ.

Τεθησαυρίκαμεν τοῦ πλούτου ὅσον παρέσχεν ὁ θεὸς εἰς μεταβολὰς τῆς τύχης οὐκ ἐν τοῖς κόλποις τῆς γῆς, ὡς παρῄνεις, ἀλλʼ εἰς τοὺς βουληθέντας τῶν φίλων τὰς δωρεὰς λαμβάνειν. σὺ δʼ οὐδʼ εἰς τοῦτο πρόθυμον ἡμῖν σεαυτὸν ἐχαρίσω, τὸ κατά γε ὑμᾶς τοὺς φίλους, κἂν ἀποσφαλῶμεν τῆς ἀρχῆς, ἔχεσθαι τῶν ἐλπίδων. οὐ μὴν ἀλλʼ εἰ καὶ μὴ πρότερον, νῦν γε λαβὼν ὡς παρακαταθήκην ἐμοὶ φυλαχθησομένην φίλου τι ποίησον ἔργον· πιστὸν γὰρ οὐδὲν ἡγησόμεθα γῆς μέρος παρελθόντες ὡς κόνεως ἀπιστοτέρους τοὺς ἐξ ὑμῶν τῶν ἑταίρων κρατίστους. ὧν εὐτυχούντων, κἂν αὐτὸς ἑτέρῳ συμπλακῶ δαίμονι, ἡσθεὶς οὐδὲν ἧττον εὐτυχεῖν δόξω.

Ἡροδίκῳ.

Ἄλλου μὲν ἦν κακῶς πεπονθότος μηδὲν ὁμολογῆσαι πρὸς τὸν δεδρακότα περὶ ἀμύνης, ἵνʼ ὡς ἥκιστα πρὸς αὐτὸν ὕποπτος ἁλῴη, ἐγὼ δὲ τοῦτο μὲν ἀγεννοῦς ἀνδρὸς ἔργον ἡγοῦμαι τὸ τὸν ἀγνοοῦντα χειρώσασθαι. προηδικημένος δʼ ὑπὸ σοῦ μεγάλα μηνύω σοι φυλάττεσθαι τὴν ἐπιοῦσαν ἐξ ἡμῶν ἄμυναν, ἵνα πρὸ τοῦ μὲν παθεῖν ἡ προσδοκία κολάζῃ σε, μετὰ δὲ τὴν προσδοκίαν αὐτὸ τὸ παθεῖν.

Εὐμήλῳ.

Οὔτε δοκοῦντος οὔτε ὄντος ἀδίκου τὸν ἄρξαντα πλημμελεῖν ἀμύνεσθαι, τοῦ πρώτου γεγονότος ὑπὸ τοῦ τὸ δεύτερον παρʼ ἡμῶν ἔσεσθαι προσδέχου.

Τεύκρῳ.

Ταυρομενείταις τὰ λύτρα τῶν αἰχμαλώτων, ἅπερ ἔλαβον, ἀπόδος, μὴ ποιούμενος ἐμὴν τὴν χάριν ἀλλὰ Στησιχόρου. ζῇ γὰρ ἐκεῖνος εἰς τὴν τῶν ληψομένων εὐεργεσίαν ὁ παρʼ ἐμοῦ ταύτην ᾐτημένος, τέθνηκε μέντοι ἡ περὶ τούτων αὐτῷ χάρις εἰς ἀμνήμονας ἀνθρώπους δεδομένη.

Ἀριστοφῶντι.

Τὰ μὲν σὰ καὶ τούτων ὧν πεπόμφαμεν καὶ πλειόνων ἔτι καὶ μειζόνων ἀγαθῶν ἄξια, τὰ δʼ ἐμὰ μὴ βούλου μαθεῖν· οὐδὲν γὰρ ἐπʼ αὐτοῖς ἔχομεν σιγῆς κρεῖττον.

Ἀμφινόμῳ.

Οὐ διδόναι χάριτας οἶμαι δωρούμενος ἀγαθοῖς ἀνδράσιν, ἀλλὰ πολὺ μᾶλλον παρʼ αὐτῶν λαμβάνειν. ὅθεν, ἀξιῶ, μὴ ὡς πρὸς δεδωκότα με χάριν, ἀλλʼ ὡς πρὸς ὀφείλοντά σοι διὰ τὸ βουληθῆναί σε λαβεῖν ἃ ἐπέμψαμεν γράφε.

Ἐρυθείᾳ.

Καί περ ἐμαυτοῦ πλείστην οἶδά σοι χάριν καὶ περὶ τοῦ κοινοῦ παιδός, ὃν ἐπὶ σοὶ κατέλιπον, Ἐρύθεια· περὶ μὲν ἐμαυτοῦ, ὅτι φεύγοντός μου χηρεύειν ὑπέμεινας μᾶλλον ἢ γήμασθαί τινι, πλείστων ἀγαγέσθαι σε βουλομένων, περὶ δὲ τοῦ παιδός, ὅτι σὺ ἀμφότερα καὶ πατὴρ αὐτῷ καὶ μήτηρ ἐγένου, οὔτʼ ἄνδρʼ ἕτερον ἀντὶ Φαλάριδος, οὔθʼ υἱὸν ἀντὶ Παυρόλα προτιμήσασα, ἀλλʼ ἀντὶ μὲν ἀνδρὸς δευτέρου τὴν ἐπὶ τῷ πρώτῳ μονὴν ἑλομένη, ἀντὶ δὲ παιδὸς ἄλλου τὸν ὑπὸ τοῦ πρώτου σπαρέντα σώζουσα. τελείωσον οὖν ἀνδρὶ καὶ υἱῷ τὴν ὑπὸ σεαυτῆς αὐτῷ δεδομένην χάριν, ἄχρις ἂν φρονήσας τὰ ἁρμόζοντα τοῖς χρόνοις μήτε πατρὸς ἔτι μήτε μητρὸς προσδέηται. λιπαρῶ δέ σε μετὰ τοσαύτης δεήσεως, οὐχ ὡς ἀπιστῶν μητρὶ περὶ τέκνου καὶ ταῦτα τοιαύτῃ, ἀλλʼ ὡς πατὴρ ὑπὲρ ἑνὸς υἱοῦ φοβούμενος. δύναιο δʼ ἂν ἀπὸ τῶν σεαυτῆς παθῶν καὶ τὸ παρὰ πατέρων ἐπὶ τέκνοις ἐνθυμηθεῖσα δέος συγγνώμης ἀξιοῦν τὸν οὕτως ἐπιστέλλοντά με.

Παυρόλᾳ.

Μάλιστα μὲν ἀμφοτέρους τοὺς γονέας, ὦ παῖ, στέργειν σοι προσήκει καὶ περὶ πλείστου ποιεῖσθαι· τοῦτο γὰρ καὶ σεμνὸν καὶ ἄλλως εὐσεβὲς υἱῷ, μεμνῆσθαι τῆς τῶν γεγεννηκότων καὶ τοσαῦτʼ εὐηργετηκότων χάριτος. ἐπεί τοι πατρὸς ἀμέλησον μᾶλλον ἢ μητρός· οὐ γὰρ ἀπὸ τῶν ἴσων καὶ ὁμοίων τὰ πατρὸς ἂν εἴη δίκαια πρὸς τέκνων αὔξησιν καὶ τὰ μητρός, ἀλλʼ ἣ μὲν γὰρ σὺν τῷ κυῆσαι καὶ γεννῆσαι καὶ τιθηνῆσαι μυρίους ἄλλους ἀνήντλησε πόνους, ὃ δʼ ἐκτραφέντος ὑπὸ τῆς τεκούσης καὶ τελειωθέντος ἀπολαύσεως μετέχειν ἀξιοῖ, δυσκόλου πειραθεὶς οὐδενός. ἰδιαίτερον δὲ τῶν ἄλλων ἡ σὴ μήτηρ διὰ τὰς ἐμὰς φυγὰς περὶ τῆς σῆς κεκοπίακε τελειώσεως, τὰς ὑπὲρ ἀμφοῖν μόνη φροντίδας ὑποστᾶσα, ὥστε καὶ σὺ τὰς εἰς ἑκατέρους τοὺς γονέας εὐχαριστίας μιᾷ μητρὶ τῇ πάντα πονησάσῃ ἀπόδος. πεπληρώσεται γάρ σοι καὶ τὰ πρὸς τὸν πατέρα δίκαια διὰ τῶν εἰς τὴν μητέρα φιλανθρώπων· οὐδὲν γὰρ ἀπαιτήσω πλεῖον εἰς ἐμαυτόν, ἂν εἰς ταύτην εὐσεβήσῃς, μᾶλλον δὲ καὶ προσειληφέναι παρὰ σοῦ πολὺ μέρος εὐεργεσίας ὁμολογήσω. πρέποι δʼ ἄν σοι μητρὶ περὶ πολλῶν χάριν ἀποδόντι μεγάλης εὐεργεσίας ἀρχὴν ποιήσασθαι πρὸς πατέρα.

Τῷ αὐτῷ.

Τὰ μὲν παρὰ πατρὸς εἰς υἱὸν ἔσχηκας δίκαια, Παυρόλα, τὰ δʼ ἐκ σοῦ πατρὶ δυνάμενος οὐκ ἀντιπαρέχων ἁμαρτάνεις· πυνθάνομαι γάρ σε παιδείας, ὃ πολλάκις ἐμεμψάμην, οὐκ ἐπιμελεῖσθαι. ἄλλην δὲ χάριν οὐκ ἐπιζητῶ λαβεῖν παρὰ σοῦ ταύτης ὑστερήσας. ἴσθι δέ, ὅτι καὶ τὸ παιδείας συμφέρον ἂν χαρίσασθαι βουληθῇς, οὐχ ὁ ληψόμενος τὴν χάριν ἀλλʼ ὁ δώσων μᾶλλον καθέξει.

Μεσσηνίοις.

Πολύκλειτον, ὡς πυνθάνομαι, τὸν ἰατρὸν ὑμεῖς μέμφεσθε ὡς προδότην Ἀκραγαντίνων γεγονότα, ὅτι με κάμνοντα παραλαβών, δυνάμενος ἀποκτεῖναι, χαλεπωτάτης ἐξήρπασε νόσου, καὶ τὸν ἔπαινον αὐτοῦ τῆς δικαιοσύνης κατηγορίαν ἀδικίας ποιεῖσθε, καὶ τοῦθʼ ὁμολογοῦντες οὐκ αἰσχύνεσθε. ἐγὼ δὲ θαυμάζω τῆς τέχνης αὐτοῦ τὸν τρόπον μᾶλλον, ὅτι με θνήσκοντα πιστευθεὶς οὐχ ὡς τύραννον ἀνῄρηκεν, ἀλλʼ ὡς νοσοῦντα εὐνοήσας σέσωκεν. καὶ διὰ μὲν τὴν ὑμετέραν μέμψιν οὐδʼ ὁτιοῦν πέπονθε κακόν, διὰ δὲ τὴν ἐμὴν εὐχαριστίαν ὅμοια τοῖς πρώτοις Σικελιωτῶν πεπλούτηκεν. οἶδα γοῦν, ὅτι διὰ τὴν δόσιν τῶν χαριστηρίων πάντες εὔχεσθε προδόται μᾶλλον Ἀκραγαντίνων ἢ τυραννοκτόνοι Φαλάριδος ἀκουσθῆναι.

Ἀνδροκλεῖ.

Κἀγὼ μὲν ἐσπουδασμένως ἐπέσταλκα Στησιχόρῳ μηδὲν ἀχθεσθῆναι περὶ τῆς διαβολῆς, ἣν κατʼ αὐτοῦ πεποίηνται πρός με οἱ περὶ Εὔβουλον, καὶ σὺ δὲ δός μοι ταύτην τὴν χάριν, ἀνάδοχος αὐτῷ γενόμενος περὶ τοῦ μηδὲν ἐμὲ κατʼ αὐτοῦ πονηρὸν πεπιστευκέναι. μᾶλλον γὰρ ἂν πεισθείην, ὡς τὴν ἀρχὴν νὴ Δία οὐδὲ ἐπεβουλεύθην ὑπʼ αὐτῶν, ὅπερ ὡμολογήκασιν, ἢ ὡς διὰ τὰς ἐκείνου ποιήσεις, ἀλλʼ οὐ διὰ τὰς ἰδίας κακουργίας εἴησαν ἐπιβεβουλευκότες.

Πυθαγόρᾳ.

Ἡ Φαλάριδος τυραννὶς τῆς Πυθαγόρου φιλοσοφίας πλεῖστον ὅσον δοκεῖ κεχωρίσθαι, κωλύει δὲ ὅμως οὐδὲν καὶ τούτων οὕτως ἐχόντων συγγενομένους ἡμᾶς τὴν ἀτρεκῆ διάπειραν ἀλλήλων λαβεῖν· δύναιτο γὰρ ἂν καὶ τὰ πόρρωθεν διεστῶτα συναγαγεῖν εἰς ταὐτὸν ὁμιλία. ἐγὼ μὲν οὖν ἀκοῇ τὰ περὶ σοῦ πυνθανόμενος ἄριστον ἄνδρα πέπεισμαί σε εἶναι, σὺ δὲ περὶ ἐμοῦ μὴ κρῖνε· ψευδὴς γάρ με δόξα λυπεῖ. οὐ μὴν ἀλλʼ ἐμοὶ μὲν οὐκ ἔστιν ἀσφαλὲς ἀφικέσθαι πρὸς σὲ διʼ ἣν κατηγοροῦμαι τυραννίδα· ἄνευ μὲν γὰρ ὅπλων καὶ δορυφόρων ἐρχόμενος εὐεπιχείρητος ἔσομαι, μεθʼ ὅπλων δὲ καὶ φρουρᾶς ὕποπτος. σοὶ δὲ πᾶσα ἀσφάλεια κινδύνων ἀπηλλαγμένῳ καὶ παραγενέσθαι πρός με καὶ μεθʼ ἡσυχίας συμβιῶναι. λαμβάνων δέ μου διάπειραν, ἐὰν μὲν ὡς τύραννον ἐξετάζῃς, ἰδιώτην εὑρήσεις με μᾶλλον ἢ τύραννον· ἐὰν δὲ ὡς ἰδιώτην, ἔχοντά τι διὰ τὴν ἀνάγκην καὶ τυράννου. κρατεῖν γὰρ οὐχ οἷόν τε τοιαύτης ἀρχῆς ὠμότητι μὴ χρώμενον, οὐδʼ ἔστιν ἐν τυραννίδι χρηστότης ἀκίνδυνον. διά τε οὖν τἄλλα καὶ διὰ τοῦτό σοι ποθῶ συγγενέσθαι· πείσομαι γάρ σοι τὴν ἡμερωτέραν ὁδὸν πορευθῆναι, ἐὰν τὸ πιστὸν εἰς σωτηρίαν τῷ πεισθησομένῳ μετὰ τῶν Πυθαγόρου λόγων ἡ ἀλήθεια προσβεβαιώσῃ.

Θώρακι.

Πότερον ἐμαυτὸν ὡς ἀσαφῶς γράφοντα μέμψωμαι ἢ σὲ ὡς ἑκουσίως μαθεῖν μὴ βουλόμενον αἰτιάσωμαι ἀγνοῶ· δύο γάρ σοι μυριάδες ἐκλογισμῶν λελοίπασιν. εἰ δὲ σαφέστερον ἐπιζητεῖς διδαχθῆναι, τοὺς ἄλλῳ σε τρόπῳ διδάξοντας ἢ σὺ μαθεῖν ἂν ἠθέλησας ἐν τάχει παρʼ ἡμῶν προσδέχου.

Λέοντι.

Οὐ νῦν ἀλλὰ πολλάκις ἤδη σοι γέγραφα, μηδεμίαν ἄλλην εὐχαριστίαν ἡμῖν ἀποδοῦναι περὶ τῆς γυναικός, εἰ ἄρα νομίζεις ὑφʼ ἡμῶν εὖ πεπονθέναι διὰ τὸν γάμον, ἢ τὸ στέργειν ἐκείνην, διʼ ἣν ἡμῖν οἴει δεῖν χάριτας ἀπονέμειν, ἐξ ἧς ἡ συνάφεια τοῦ πρὸς ἡμᾶς γένους ἀρχὴν εἰληφέναι σοι φαίνεται.

Ἀριστοφῶντι.

Αὐθάδεια καὶ νεότητος ἀβουλία πολλοὺς ἀνθρώπων ἀπώλεσεν, οἷς ἀμφοτέροις τοῖς πάθεσιν ἴσθι σου τὸν υἱὸν κεχρημένον. ἀδικούμενος δʼ ὑπʼ αὐτοῦ μεγάλα διʼ ἃς προείρηκα αἰτίας τὴν ἄμυναν ἐπέσχηκα, σοὶ μᾶλλον βουλόμενος καὶ οὐκ ἐκείνῳ χαρίζεσθαι· μαρτυρῇ γὰρ ὑπὸ πολλῶν ἀρίστην ἐπιείκειαν ἔχων παρὰ σεαυτῷ. διόπερ οὐκ ἐδοκίμαζον διʼ υἱοῦ πονηρίαν λυπεῖν γῆρας πατρὸς οὐδὲν ἀδικήσαντος. ἕνα γὰρ ἔχων παῖδα τοῦτον, εἰ καὶ πάντως φαῦλός ἐστι, διʼ ἐρημίαν ἄλλου διαδόχου στέργεις· κακίαν γὰρ υἱοῦ πατρὸς εὔνοια νικᾷ. ἂν μέντοι μὴ παύσηται πλεονάζων, ἀπειθῇ δὲ καὶ τοῖς σοῖς παραγγέλμασι καὶ τοῖς ἐμοῖς λόγοις, μὴ ἀγνοήσῃς ὅτι καὶ περὶ ἐμαυτοῦ καὶ περὶ σοῦ τὰς πρεπούσας λήψομαι παρʼ αὐτοῦ δίκας. ἵνα δὲ ὅταν ἐπʼ αὐτῷ γένηται τῷ κακῷ, μὴ προσποιηθῇ ἠγνοηκέναι τὰ ὑπʼ ἐμοῦ γεγραμμένα πρὸς σέ, καὶ πρὸς αὐτὸν ἐκεῖνον περὶ τῶν αὐτῶν ἐπέσταλκα.

Ἀντιμάχῳ.

Εἰ μὲν ἔχων οὐκ ἀποδίδως τὸ δάνειον, ἑκὼν εἶ πονηρός· εἰ δʼ οὐκ ἔχων, ἀδικεῖς μέν, τὸ δʼ ἀκούσιον παρὰ τοῖς ἀνθρωπίνως λογιζομένοις συγγνώμης ἀξιοῦται. ἡ δὲ συγγνώμη γίνωσκε ὅτι μέλλησίς ἐστιν ἀπολήψεως, οὐ παντελὴς χρημάτων ἀπόγνωσις.

Ἀριστομένει.

Μὴ συνάχθου μοι περὶ τῶν τραυμάτων ὧν τέτρωμαι κατὰ τὸν πόλεμον· τὸ μὲν γὰρ εὔνουν καὶ συμπαθές σου ἄγαμαι, τοσοῦτον δʼ ἀπέχω τοῦ βαρέως φέρειν ἐπὶ τοῖς τοιούτοις, εἰ καὶ παρʼ ὀλίγον ἦλθον ἐξ αὐτῶν ἀποθανεῖν, ὥστε, ἀπευκτοῦ τοῦ θανάτου ὄντος πᾶσιν ἀνθρώποις, εὐξαίμην ἂν καὶ τῆς εἱμαρμένης θᾶττον, εἰ καὶ πλείονά μοι χρόνον ἐπιτρέποι ζῆν, ἐν πολέμῳ τελευτῆσαι. τί γὰρ ἀνδρὶ γενναίῳ μεῖζον ἀγαθὸν ἢ περὶ ἀρετῆς καὶ νίκης ἀγωνιζομένῳ ἀπερεύξασθαι τὸν βίον;

Ξενοπείθει.

Οὐκ ἄχθομαι ταῖς διαβολαῖς οὐδὲ ταῖς δόξαις αἷς ἔχουσιν ἐφʼ ἡμῖν οἱ μὴ δικαίως κατηγοροῦντες, καὶ τοῦτο διʼ οὐδὲν ἕτερον πέπονθα ἢ διὰ τὸ γινώσκειν, ὅτι τοῖς μὲν ἄλλοις φύσει κακοῖς, ἐμοὶ δὲ διὰ τὴν καὶ θεῶν πλεῖον ἰσχύουσαν ἀνάγκην τοιούτῳ γενέσθαι συνέβη. διαφέρει δέ, καθʼ ὅσον ἐγὼ μὲν τύραννος ὢν ἐξουσίαν διὰ τὴν ἀρχὴν ἔχων ὁμολογῶ, ὑμεῖς δʼ ἰδιῶται γεγονότες παρʼ ὅσον δεδοίκατε τοὺς νόμους ὁμολογεῖν δέον ἀρνεῖσθε.

Καταναίοις.

Ἀχθέντας αἰχμαλώτους ἐπʼ ἐμὲ τῶν ὑμετέρων πολιτῶν τινάς, οὐδεμίαν ἐκ τῶν μυρίων ἔχοντας ἐλπίδα τοῦ σωθήσεσθαι διὰ τὸ μὴ σφόδρα ἀνιᾶσθαι ὑμᾶς ἀναιρεθέντων αὐτῶν, σέσωκα, οὐκ ἐπιλελησμένος τῆς πρὸς ὑμᾶς ἔχθρας· πάντων γὰρ ἂν εἴην ἐπιλησμονέστατος, εἰ τοῦ θυμοῦ μικροτέραν δίκην παρʼ ὑμῶν λαβεῖν καταφρονήσαιμι. ὅταν δὲ τὴν κατʼ ἀξίαν ὑπόσχητέ μοι, τόθʼ ὑμᾶς τὸ μέγεθος τῆς συμφορᾶς ὧν ἐδράσατε κακῶν ἀναμνήσει.

Ταῖς Στησιχόρου θυγατράσι.

Ταυρομενεῖται μέν, ὑπὲρ ὧν γράφετε πρός με, ἐντολὴν ἔχειν λέγουσαι παρὰ τοῦ πατρός, ὅτε μετήλλαττε τὸν βίον, οὐδεμιᾶς ἦσαν ἐπιτήδειοι τυχεῖν ἐπιεικείας· οὐδὲν γὰρ ὑπʼ ἐμοῦ πώποτε πλημμεληθέντες οὔτε μεῖζον οὔτʼ ἔλαττον ἀδίκως ἐξήνεγκαν τὸν κατʼ ἐμοῦ πόλεμον. Στησίχορος δʼ οὐ μόνον ταύτης τῆς χάριτος ἄξιός ἐστι παρʼ ἐμοῦ τυχεῖν, ἧς αἰτεῖται διʼ ὑμῶν, τὰ λύτρα τῶν αἰχμαλώτων αὐτοῖς ἅπερ εἰσεπραξάμην ἀποδοθῆναι, ἀλλʼ εἰ καί τι τῶν δυνατῶν ἐστὶ μεῖζον. καὶ γὰρ εἰ τεθνάναι δοκεῖ τισίν, ὅπερ οὐδεὶς ἂν εὖ φρονῶν εἴποι, ἐμοὶ γοῦν ὁ τοιοῦτος οὐ τέθνηκεν. μὴ γὰρ τοσοῦτον ἰσχύσειε τὸ κατὰ Ταυρομενειτῶν μῖσος, ὥστε Στησίχορον αἰτησάμενόν τι μὴ λαβεῖν ὧν Φάλαρις ἔχει τὴν ἐξουσίαν. πάντας μὲν γὰρ ἀνθρώπους ὑπʼ ἐκείνου πρέπει νικᾶσθαι, περιττότερον δὲ πάντων ἐμὲ τὸν ἐν τοσαύταις μυριάσιν ἀνθρώπων, ὧν ἐπειράθην, ἀνδρὸς ἀρετὴν ἐπιφανεστέραν οὐκ εἰδότα. διὸ τά τε χρήματα αὐτοῖς ἀποδοῦναι προστέταχα, καὶ τὴν χάριν ταύτην οὐ δεδωκέναι τῷ πατρὶ ὑμῶν, μὰ τοὺς θεούς, ἀλλʼ αὐτὸς παρʼ ἐκείνου μᾶλλον εἰληφέναι νομίζω.

Κριτοδήμῳ.

Ἀγαθοῦ μὲν ἔργον φίλου καὶ σὺ ποιεῖς καὶ πάντες, ὅσοι πλεῖόν τί μου τοῦ μετρίου περὶ ἀνδρείας μαρτυρεῖτε, πεπεισμένοι ταῖς ἐμαῖς βουλαῖς καὶ πράξεσιν ἡττῆσθαι Λεοντίνους. ἐγὼ δὲ σαφῶς οἶδα τὴν μὲν ἀναγκαίαν ἄμυναν ὑπʼ ἐμοῦ πεπραγμένην, τὴν δʼ εὐκταιοτάτην νίκην ὑπὸ τῆς τύχης κατωρθωμένην· οὐδὲν γάρ ἐστιν, ὦ φίλτατε, τῶν ἐν ἀνθρώποις οὔτε μεῖζον οὔτε ἔλαττον, ὃ μὴ ταῖς ἐκείνης ῥοπαῖς βεβαιοῦται.

Κτησίππῳ.

Οὔτε πρότερον, ὁπηνίκα Ταυρομενεῖται ἀδίκως ἐξήνεγκαν τὸν κατʼ ἐμοῦ πόλεμον, ἀπολυτρώσας τοὺς αἰχμαλώτους ἐκείνοις ἐχαρισάμην, τῷ κοινῷ δὲ νόμῳ τῶν Ἑλλήνων οὐκ ἠναντιώθην, οὔθʼ ὕστερον ἀποδιδοὺς ἃ τότε ἔλαβον, εὐεργετῶν τοὺς ἀποληψομένους, ὅπερ ὠνείδιζες, αὐτοῖς ἀπέδωκα, Στησιχόρῳ δὲ πρεσβευσαμένῳ διὰ τῶν θυγατέρων περὶ αὐτῶν ἐπείσθην. Ταυρομενεῖται μὲν οὖν καὶ τεθνηκότι Στησιχόρῳ χάριν ἴστωσαν ὧν ἔτυχον, Στησίχορος δὲ τοῖς ἑαυτοῦ τρόποις, ἐγὼ δὲ περὶ πολλῶν καὶ μεγάλων ἐκείνῳ χάριτας εἰδὼς οὐδὲ περὶ τῆς πρεσβείας ἀμνημονήσω· γινώσκω γάρ, ὅτι διʼ αὐτῆς αἰτησάμενός τι παρʼ ἐμοῦ καὶ τυχὼν Ταυρομενείτας μὲν εἰς χρήματα εὐηργέτησεν, ἐμὲ δʼ εἰς ἐπίδειξιν ἧς ἔχειν ὑπʼ ἀνθρώπων ἀπιστοῦμαι χρηστότητος.

Πολυδεύκει.

Θαυμάζειν διὰ τῆς ἐπιστολῆς ἔοικας τὴν παρὰ πολύ μου μεταβολὴν τοῦ βίου, ὅτι τὸν ἄλλον χρόνον θρασυτέρως ἢ κατὰ τύραννον ἐμφανὴς ὢν τὰ νῦν οὐδὲ τοῖς ἀναγκαιοτάτοις ὁρῶμαι. ἐγὼ δὲ ἐνδεέστερον ἢ δεῖ φεύγω πάντας ἀνθρώπους· πίστιν γὰρ οὔτε παρʼ ἄλλοις τισὶν οὔτʼ ἐν φίλοις βεβαίαν εὗρον. διὸ πάντα πολυπόνως ἐπιγνοὺς τὴν ἀοίκητον ἐρημίαν ἐν Λιβύῃ τοῦ μετʼ ἀνθρώπων βίου αἱρετωτέραν ὑπολαμβάνω καὶ τὰ θηρόβοτα Νομάδων ἐνδιαιτήματα. μᾶλλον γὰρ ἐμπελασθεὶς λέουσιν ἀκινδύνως συναυλισαίμην ἂν καὶ συνευνηθείην ἑρπετοῖς πᾶσιν ἢ τοῖς νῦν οὖσιν ἀνθρώποις. τοσοῦτον ἡμῖν αἱ πολλαὶ καὶ ποικίλαι καὶ συνεχεῖς τύχαι ἐμπειρίας μεταδεδώκασιν.

Πολυγνώτῳ.

Καὶ τοῦ δωρεῖσθαί τί σοι πρὸς τὸ μέλλον καὶ τοῦ γράφειν πεπαύσομαι, Πολύγνωτε, πέπαυσο δὲ καὶ σὺ τῶν ὑπὲρ ἐμοῦ πολλῶν ἐπαίνων. τοῖς γὰρ ἔργοις μου κατηγορῶν, διʼ ὧν οὐδὲν ἀποδέχῃ τῶν πεμπομένων ὑπʼ ἐμοῦ, τοῖς λόγοις με ἐγκωμιάζεις, οὐδὲ τοῦτο συνείς, ὅτι λόγος ἔργου σκιὰ παρὰ τοῖς σοφωτέροις δεδόξασται.

Κλεομενίδῃ.

Τῶν δώρων ὅσα μέν σοι πρὸς τὴν γυμνασιαρχίαν ἥκει, πεπόμφαμεν, ἐλαίου μετρητὰς διακοσίους καὶ πυρῶν μεδίμνους τετρακοσίους, ὅσα δὲ νεότητός ἐστι, τῷ υἱῷ σου, τόν τε οἶνον καὶ τοὺς γραμματεῖς καὶ τὰ Στησιχόρου ποιήματα, εἰ μὴ καὶ ταῦτά τις τὰ δῶρα Συρακουσίων ὑποπτεύσειε νεωτέρων ἕνεκα πραγμάτων ὑπὸ τυράννου πεπέμφθαι.

Γοργίᾳ.

Τὰ μὲν ἄλλα τῆς ἐπιστολῆς σου πάντα καλῶς ἡγοῦμαι γεγράφθαι, τὴν δὲ παράκλησιν τὴν ἐπὶ τοῖς μέλλουσι περιττεύειν νυνὶ μάλιστα λογίζομαι. ἐγὼ γὰρ οὔτε τελευτὴν οὔτε τελευτῆς εἶδος φεύγω σωφρονεῖν ὑπολαμβανόμενος· εἱμαρμένη γὰρ οὐχ ὑπʼ ἀνθρώπων νομοθετεῖται. καθόλου δὲ τὸν ἐξετάζοντα περὶ τῶν ἐσομένων καλῶν ἢ κακῶν λίαν εὐήθη νομίζω, εἴ τις ἢ προγνῶναι τὸ μέλλον δύνασθαι πέπεισται ἢ προγνοὺς φυλάξασθαι. εἰ δέ τις τὸ μὲν προγνῶναι δυνατὸν ἡγεῖται, τὸ δὲ φυλάξασθαι ἀδύνατον, τοῦ χάριν ἐσπούδακεν εἰδέναι τὸ γενησόμενον, ὅπερ καὶ ἀγνοοῦντος καὶ γινώσκοντος ἔσται; οὐ μὴν ἀλλʼ εἰ σὺν τῷ γνῶναι καὶ τὸ φυλάξασθαι τοὐπιὸν ἀνυστὸν εἶναι φήσει τις, οἷός τε ἔσται καὶ διατάξαι καὶ μεταθεῖναι ἄλλον ἀντὶ τοῦ προγνωσθέντος χείρονος ἐπιεικέστερον τρόπον, ᾧ τελευτῆσαι δύναιτʼ ἄν; ἐγὼ μὲν οὐκ οἶμαι· θεοῦ γὰρ ἔργον τὸ τοιοῦτον, οὐκ ἀνθρώπου. ἐνθυμηθεὶς δέ τις τοὺς λεγομένους ἀπὸ τοῦ Διός, Αἰακὸν καὶ Μίνω καὶ Ῥαδάμανθυν, καὶ τοὺς ἄλλους ἡμιθέους οὔτε ἀθανάτους γενομένους οὔτε ἄλλως ἀποθανόντας ἢ κατὰ τὴν ἰδίαν ἑκάστου εἱμαρμένην, ἢ περὶ μοίρας ἢ θανάτου δυσανασχετῶν ἢ φοβούμενος ἐμπεδόφρων εἶναί σοι δοκεῖ; μάλιστα μὲν οὖν πειρῶ καὶ σὺ τοιαύτην διάνοιαν ἐν τοῖς ἰδίοις περὶ τῶν ἀφανῶν ἔχειν, ὡς μηδὲν περὶ αὐτῶν φροντίζειν, ἐπεί τοι περὶ ἡμῶν ὡς μηδὲν μεριμνώντων ἐπίστασο.

Δημοτέλει.

Συγγνώμην ἔχω σοι τῶν παραινέσεων· τύραννος γὰρ οὐ γεγονὼς τυράννῳ συμβουλεύεις καταθέσθαι τὴν τυραννίδα, θεῶν μὲν οὐδένα μοι διδοὺς ἐγγυητὴν τῆς ἀσφαλείας, ᾧ τάχα ἂν καὶ ἐπείσθην, ἀξιόπιστον δὲ σαυτὸν ἡγούμενος ἀνάδοχον ὑπὲρ τηλικούτου πράγματος, σχεδὸν οὐκ εἰδώς, ὅτι τοῦ κτήσασθαι τὴν τοιαύτην ἀρχὴν ἐπισφαλέστερόν ἐστι τὸ καταθέσθαι. ὥσπερ γὰρ ἰδιώτῃ τοῦ τυραννῆσαι πολλῷ λυσιτελέστερόν ἐστι τὸ μὴ τυραννῆσαι, οὕτω τυράννῳ τοῦ καταθέσθαι τὸ μὴ καταθέσθαι τὴν ἀρχὴν τῆς τυραννίδος. καθόλου δὲ τὸ περὶ τυραννίδος οὕτως ὡς περὶ γενέσεως καὶ ζωῆς ἀνθρώπου φρονητέον· οὔτε γὰρ ἄνθρωπος ἀκούσας πρὸ τῆς ἑαυτοῦ γενέσεως, εἴ πως γένοιτο δυνατόν, ὅσοις μέλλει δυσκόλοις ἐγκυρήσειν παρὰ τὸν βίον, γεννηθῆναι βουληθείη ποτʼ ἄν, οὔτʼ ἰδιώτης ἐσπουδακὼς τυραννῆσαι, προπυθόμενος τὰς ἐν τυραννίδι κακοδαιμονίας, τύραννος ἄν, ἀλλʼ οὐκ ἰδιώτης ἐθελήσειε καταβιῶναι. οὕτω, Δημότελες, ἀνθρώπῳ τοῦ μὲν γενέσθαι συμφορώτερον ὁρῶ τὸ μὴ γενέσθαι, τοῦ τυραννῆσαι δὲ τὸ μεῖναι μέχρι ζωῆς ἰδιώτην. εἰ μὲν οὖν πρὸ τῆς τυραννίδος τὰ περὶ αὐτῆς μοι διηγησάμενος κακὰ συνεβούλευες, πάντως ἂν ἐπείσθην μὴ τυραννῆσαι, τύραννος δʼ ὢν καὶ διὰ τὴν ἀνάγκην τῆς ἀρχῆς εἰς πολλὰ προπεπτωκὼς οὐχ οἷον ἀνθρώπῳ τινὶ πεισθείην ἂν καταθέσθαι τὴν ταύτης ἐξουσίαν, ἀλλʼ οὐδὲ θεῶν τῷ δυναστεύοντι. καταθέμενον γὰρ τὴν ἀρχὴν οἶδʼ ὅτι δεῖ πολλὰ καὶ δεινὰ παθόντα πρὸς τῶν τυραννηθέντων οὕτω καταστρέψαι τὸν βίον.

Πολυστράτῳ.

Καὶ τοῖς ἄλλοις ἅπασι φίλοις ἐπέσταλκα διὰ ταχέων ἐλθεῖν εἰς Ἀκράγαντα, καὶ σοῦ δέομαι παραγενέσθαι πρὸ Ὀλυμπίων. βούλομαι γὰρ τῶν μάλιστα εὐνουστάτων σύλλογον ἀγαγὼν τὴν πρέπουσαν ἐπιμέλειαν ὥσπερ ἄλλοτε καὶ νῦν ποιήσασθαι καὶ περὶ πραγμάτων ἐπισφαλῶν καὶ μεγάλων γνώμην λαβεῖν, ἀτόπου μὲν ἢ δυσκόλου μεταδώσων οὐδενός — ἀρκέσω γὰρ ἐγὼ τοῖς ἐμαυτοῦ —, πεισθησόμενος δὲ οἷς ἂν εἴποιτε, ἵνα μενούσης μὲν τῆς ἀρχῆς ἐν οἷς ἐστὶ πολλάκις ὑμᾶς δεξιώσωμαι, πιπτούσης δὲ ταύτης, ἂν δοκῇ τῷ δαίμονι, τὴν ὑστάτην λαβόντες προσαγόρευσιν μνήμονες εὐσεβεῖς ὧν ἐφιλοτιμήθημεν εἰς ὑμᾶς γένησθε. ἥκετε οὖν ἀνυπερθέτως τῇ προτέρᾳ προθυμίᾳ κεχρημένοι πρὸς Φάλαριν, ὃν μάλιστα ὑμεῖς γινώσκετε.

Παυρόλᾳ.

Ἐδεξάμην τὸν ὑπὸ σοῦ πεμφθέντα μοι στέφανον ὁλκῆς χρυσῶν ἑξακοσίων. ὃν τέχνης μὲν ἕνεκα καὶ τῆς τοῦ πέμψαντος φιλοτιμίας εἴληφα, στεφανωσάμενος δʼ αὐτὸν ἡμέραν μίαν, ἐν ᾗ τοῖς πατρῴοις θεοῖς ἐπινίκια τῆς πρὸς Λεοντίνους μάχης ἐβουθύτουν, τὸν αὐτὸν ἀπέσταλκα δῶρον Ἐρυθείᾳ τῇ μητρί σου. οὐδένα γὰρ εὗρον ἀξιώτερον τοιαύτῃ κοσμηθῆναι πολυτελείᾳ ἢ μητέρα. γένοιο δʼ ἂν ἡμῖν καλλίων σὺ καὶ πρεπωδέστερος στέφανος, εἰ τῆς τῶν γονέων εὐχῆς ἄξια φρονῶν εὑρεθείης.

Ἱππολυτίωνι.

Ἐπιτρέπω σοι πρός με παραγενέσθαι, καθὼς ἀξιοῖς, ὅρκον δʼ οὐδένα σοι δίδωμι τοῦ μηδέν σε πείσεσθαι κακόν, ἀλλὰ πίστιν. εἰ δέ μου τῇ τῶν λόγων ἀπιστεῖς ὑποσχέσει, νῦν με ταῖς ἀληθείαις ἀδικεῖς, οὐχ ὅτε κατηγορήθης· εἰδὼς γάρ με μηδενὶ πώποτε παραβεβηκότα πίστιν ὡς κατεγνωκὼς ὅρκῳ μετέρχῃ. καίτοι τί διαφέρει πρὸς εὐσέβειαν, ὅρκον ἢ πίστιν συγχέαι; ἀμφότερα γὰρ ἡ γνώμη βεβαιοῖ.

Τῷ αὐτῷ.

Εἰ μὲν ἀπὸ τῶν σεαυτοῦ τρόπων στοχαζόμενος ἀπιστεῖς ἐμοί, σύνεσιν ἐμοῦ καταδικάζεις, οὐ πονηρίαν· εἰ δʼ ἀπὸ τῶν ἐμῶν, ἀγνοίᾳ μου πολὺ διημάρτηκας. τοσοῦτον γὰρ ἀπέχω τοῦ παραβῆναι πίστιν, ὥστʼ ἀπʼ ἐμαυτοῦ καὶ τοῖς ἄλλοις πέρα τοῦ δέοντος προσέχων ὡς βεβαιοτέραν πίστεως ἔχουσιν εὐσέβειαν πολλάκις ἐσφάλην. ἧκε οὖν ἐμοὶ πεισθεὶς ἄνευ δόλου καὶ ἀπάτης, πεισόμενος μὲν ἄτοπον οὐδέν, μαρτυρήσων δὲ πρὸς ἅπαντας, ὅτι Φάλαρις οὐ ψεύδεται πίστιν.

Τεύκρῳ.

Ἀριστομένει τῷ σῷ τὸ χωρίον παρεδόθη καὶ Ἱππολυτίων ἀφείθη τῶν ἐγκλημάτων. σὲ δʼ, ὡς ἐπαγγέλλῃ, προσδοκῶμεν. ἐγὼ δʼ ἔρρωμαι, εἰ τοῦτʼ ἐστὶν ἐρρῶσθαι, τὸ πολλοῖς ἐπιχειρήσαντα καὶ τῶν πλείστων περιγενόμενον διὰ τὰ χείρω μεταμέλεσθαι καὶ τῶν βελτιόνων.

Νικίᾳ.

Ἐφʼ οἷς μισεῖς σου τὸν υἱόν, ὅτι τοὺς σοὺς οὐ μιμεῖται τρόπους, ἐπὶ τούτοις ὑπὸ τῶν ἄλλων ἁπάντων φιλεῖται. σύνες οὖν, ὅτι πάντες οἱ τοῦτον φιλοῦντες σὲ μισοῦσιν.

Ἀδειμάντῳ.

Ἀκούω σε διαφέρεσθαι πρὸς τὸν ἀδελφόν, ὁπότερος ὑμῶν ἐστὶ χείρων, σοῦ μὲν ἐκεῖνον λέγοντος, ἐκείνου δὲ τοὔμπαλιν σέ. ἐγὼ δʼ οἴομαι, μᾶλλον δὲ καλῶς πέπεισμαι, τῶν μὲν ἄλλων ἁπάντων ἐκεῖνον εἶναι κακίω, σοῦ δὲ οὔτε ἐκεῖνον οὔτε ἄλλον ἀνθρώπων οὐδένα.

Ἐγεσταίοις.

Παύσασθέ μου τοὺς φυγάδας ὑποδεχόμενοι· Φάλαριν γὰρ οὔτʼ εὖ ποιῶν τις οὔτε κακῶς ἐνίκησε. μάθοιτε δʼ ἂν τὸ τοιοῦτον, εἰ τὰ Μελιταίων καὶ Λεοντίνων ἴδοιτε. τοῖς μὲν γὰρ ἐλευθερίας, Λεοντίνοις δὲ δουλείας παραίτιος ἐγενόμην· τοῖς μέν, ὅτι τριήρη μου κατέδυσαν, Μελιταίοις δέ, ὅτι καταδυομένην ἐβούλοντο σῶσαι.

Τῶν ὑπʼ ἐμοῦ πεμφθεισῶν δωρεῶν Ἀντισθένης μὲν τὸ μέρος ἐδέξατο, Θεότιμος δʼ οὔ. διὸ τῷ μὲν οἶδα χάριν, τὸν δʼ οὐ μέμφομαι· ὃ μὲν γὰρ οὐδὲν ἠλάττωσέ με λαβών, ὃ δʼ οὐδὲν ἐζημίωσεν.

Μενεμάχῳ.

Μὴ μεταμέλου χρηστὸς γενόμενος, εἰ βούλει τῆς τοῦ πατρὸς πονηρίας ἀπολιμπανόμενος νομισθῆναι, ἐπεὶ καὶ τοῦ πρώτου χρόνου τὴν πρὸς Καμαριναίους ὑπόληψιν προσαπολεῖς· δόξεις γὰρ ὑποκρίσει καιροῦ καὶ οὐκ ἀληθείᾳ χρηστὸς γεγονέναι.

Ἐπιστράτῳ.

Ὡς πρὸς εὐτυχῆ τινὰ ἔοικας γράφειν, ἐγὼ δέ σοι ἃ οἶδα περὶ ἐμαυτοῦ συνελὼν ἐν βραχεῖ δηλώσω. εἰ τοῦτʼ ἔστιν εὐτυχεῖν, τὸ γεννηθέντα μὲν ὀρφανίας πειραθῆναι, νεάζοντα δὲ κατὰ περίστασιν ἐκπεσεῖν τῆς πατρίδος, ἀπολέσαι δὲ τὰ πλεῖστα τῆς οὐσίας, φθαρῆναι δὲ εἰς βάρβαρα ἔθνη, φεύγειν δὲ ἐξ ἁπάσης γῆς ἀδικούμενον, ἐπιβουλεύεσθαι δὲ μὴ μόνον ὑπʼ ἐχθρῶν, ἀλλὰ καὶ τῶν εὐεργετουμένων, τυραννήσαντα δὲ ἀπεύχεσθαι καὶ τὸν ἐν τυραννίδι βίον, εὐτυχοῦμεν.

Ὀνήτορι.

Καὶ σὺ καὶ πάντες οἱ φίλοι τοῦτʼ ἄν μοι χαρίζοισθε, μήτε ἐξετάζοντες περὶ ἐμοῦ μηδὲν μήτε πολυπραγμονοῦντες, εἰ μή τι βουλοίμην· τοιαῦτα γάρ ἐστι τὰ κατὰ τύχην περὶ ἡμᾶς, ὡς μᾶλλον ἡσθῆναι τοὺς ἐχθροὺς ἀκούσαντας ἢ λυπηθῆναι τοὺς φίλους μὴ συνυπακούσαντας.

Ἐτεονίκῳ.

Τῆς μὲν τῶν ἄλλων ἔχθρας, ὅσοι τι κακόν με δεδράκασιν, ὡς παρακαλεῖς, κἂν ἐπιλαθοίμην· θνητοὺς γὰρ ὄντας ἀθάνατον ὀργὴν ἔχειν, ὥς φασιν, οὔτοι προσήκει· τῆς μέντοι Πύθωνος εἰς ἐμαυτὸν δυσμενείας οὐ μόνον ζῶν, ἀλλʼ οὐδʼ ἀποθανών, ὃ πᾶσι συμβαίνει τοῖς τελευτήσασιν, ἐπιλαθοίμην ἄν. ὁ γὰρ τὰ μέγιστά με τῶν κακῶν ἐργασάμενος οὗτός ἐστιν ὁ μετὰ τὴν ἐμὴν φυγὴν Ἐρύθειαν τὴν γυναῖκα, βουλομένην ἐμὲ διώκειν, ἀναινομένην δὲ τούτῳ γήμασθαι, φαρμάκῳ διαφθείρας.

Μεγαρεῦσι.

Οὐκ ἐλπίζων παρʼ ὑμῶν ἀπολήψεσθαι χάριν τὰς τριήρεις ὑμῶν ἁλούσας μεθῆκα προφανῶς κατʼ ἐμοῦ πλεούσας. εἰ γὰρ ἐμνημονεύετε χάριτος, οὐκ ἂν ἐπελάθεσθε ὅτι πρότερον τρὶς ὑμᾶς ἀποθνήσκοντας ἐν σιτοδείᾳ σέσωκα.

Λεοντίνοις.

Λεωνίδαν, ὃν ἐξεπέμψατε κατάσκοπον τῶν ἐμῶν πραγμάτων, ἁλόντα δυνάμενος ἀποκτεῖναι σέσωκα, οὐχ ὑμῖν χαριζόμενος, ἀλλʼ ἵνα μὴ ζητῶ τίς ὑμῖν σαφῶς ἀπαγγείλῃ τὴν παρασκευὴν τοῦ καθʼ ὑμῶν πολέμου. καὶ γὰρ ἐμοὶ πάνυ πιστῶς ἄνευ βασάνου τὰ παρʼ ὑμῖν ἐδήλωσεν, ὅτι πάντων ἐνδεεῖς ἐστὲ πλὴν λιμοῦ καὶ φόβου· τούτων δʼ ὑμᾶς φησὶ καὶ λίαν εὐπορεῖν.

Ἱμεραίοις.

Ἐγὼ πάντα μὲν ὑπὲρ Στησιχόρου πράττειν ἕτοιμός εἰμι, κἂν εἰ πρὸς αὐτὴν ἔδει με τὴν Μοῖραν ὅπλα ἀράμενον περὶ τοῦ θανάτου διαγωνίσασθαι, οὐκ ἂν ὤκνησα, ἐφʼ ᾧ τε θεῖον ἄνδρα περὶ κάλλους ὑμνῳδίας ἐπαινούμενον ὑμῖν τε καὶ τοῖς ἄλλοις ἀνθρώποις περισώσασθαι, ὃν ἐξ ἁπάντων αἱ καθαρώταται θεαὶ Μοῦσαι προυτίμησαν ὑμνοπόλων, διʼ ὧν μέλη καὶ χοροὺς ἀνθρώποις ἐξήνεγκαν. λογίσασθε δὲ ὡς, ὅπου ποτʼ ἂν ταφῇ Στησίχορος, Ἱμεραῖός ἐστι, καὶ πάσης μὲν πατρίδος κληθήσεται διὰ τὴν ἀρετήν, μενεῖ δὲ ὑμέτερος. ἅμα δὲ μηδὲ οἴεσθε ἕνα τῶν νεκρῶν Στησίχορον, ἀλλʼ ἐν τοῖς ποιήμασιν εἶναι, ἃ κοινὰ πάντων ἀνθρώπων πεποίηται. δέξασθε δέ, ὦ Ἱμεραῖοι, παρὰ μὲν ὑμῖν γεννηθέντα τραφῆναι τὸν ἥρωα καὶ παιδευθέντα καταβιῶναι, γηράσκοντα ἐν ὕμνοις καὶ μέλεσι, παρὰ δὲ Καταναίοις τοῦτο βουληθεῖσιν, εἰς ἄλλο τι τῆς φύσεως μεταβαλούσης, τελευτῆσαι. καὶ ἐν μὲν Ἱμέρᾳ νεὼς ἱστάσθω, Στησιχόρου μνημεῖον ἀρετῆς ἀθάνατον, ἐν δὲ Κατάνῃ τὸ σπουδαζόμενον ὑπʼ αὐτῶν, τάφος. περὶ μὲν οὖν τούτου ὅπως ἂν ἄμεινον δόξῃ ὑμῖν αὐτοῖς πράσσετε, μήτε χρημάτων τὸ ἐπʼ ἐμοὶ μήθʼ ὅπλων ἐνδεεῖς εἶναι νομίζοντες μήτʼ ἀνδρῶν, ἓν δὲ προνοεῖσθε, ὡς οὔτε ἑλοῦσιν ὑμῖν πόλιν ἐν Σικελίᾳ Σικελιώταις οὖσιν εὐπρεπές, οὔτε μὴ ἑλοῦσιν ἀσφαλές. τὸν δʼ ἄνδρα μὴ στένετε μηδʼ ὀλοφύρεσθε, κινοῦντές τι τῆς ἐπʼ αὐτῷ τύχης· τέθνηκε μὲν γὰρ τὸ σῶμα τὸ Στησιχόρου, τοὔνομα δὲ παραλαβὼν ὁ ἀνήνυτος αἰὼν εὐκλεὲς μὲν ἐν βίῳ, μακάριον δʼ ἐν μνήμαις ἀναθήσει. τὰ μέντοι μέλη καὶ ἔπη καὶ παντοῖα ἄλλα ποιήματα παραινῶ καὶ δημοσίᾳ ἐν ἅπασι τοῖς ἱεροῖς ἀναγράψασθαι καὶ ἰδίᾳ ἕκαστον ἐν τῷ σφετέρῳ οἴκῳ· τότε γὰρ ἂν ἀφανίζοιτο Στησίχορος, ὅταν τούτων τι μὴ φυλάττηται· εἴς τε τοὺς ἄλλους ἀνθρώπους διαπέμψασθε ἐπιμελῶς, εἰδότες ὅτι μᾶλλον τοῦ γράψαντος ἀνδρὸς ἡ θρέψασα πόλις τὸν τοιοῦτον ὑπὸ πάντων θαυμασθήσεται.

Τιμοσθένει.

Τὸ φρούριον, ὃ σὺ πορθῶν ἐγκατέλιπες, ὑπὸ τῶν περὶ Τεῦκρον ἐξ ἐπιδρομῆς ᾑρέθη, τοῦ δὲ περὶ τὴν ἐπιστολὴν τάχους συντομώτερον ἴσθι ληφθὲν τὸ χωρίον.

Ἀβάριδι.

Πυνθάνομαί σε χάριν ὁμιλίας ἀνδρῶν ἐπιφανῶν ἐξ Ὑπερβορέων εἰς τοὺς καθʼ ἡμᾶς ἀφῖχθαι τόπους. Πυθαγόρᾳ μὲν οὖν τῷ φιλοσόφῳ καὶ Στησιχόρῳ τῷ ποιητῇ καί τισιν ἄλλοις τῶν ἐλλογίμων Ἑλλήνων συμμεμιχέναι καὶ πολλὰ παρʼ αὐτῶν προσμεμαθηκέναι, ζητεῖν δὲ καὶ πλείοσιν ἱστορίας χάριν ὧν οὐκ οἶσθα ἐντυχεῖν. εἰ μὲν οὖν προκατέσχησαι ταῖς ἐμαῖς διαβολαῖς καὶ πέπεισαι τοιοῦτον εἶναί με, ὁποῖον οἱ διαβάλλοντες εἰσάγουσι, μεταπείθειν οὐ ῥᾴδιον· εἰ δὲ τὸ ἀληθὲς ἐξετάζεσθαι δικαιοῖς παρὰ πᾶσι μὲν ἀνθρώποις, μάλιστα δὲ παρὰ σοφοῖς ἀνδράσιν, ἐλθὲ πρός με συγγενησόμενος, ὥσπερ ἄλλοι πολλοὶ τῶν ἀξίων λόγου. γνώσῃ γὰρ ἐκ πείρας τά τε ἄλλα πάντα παρʼ ἐμοὶ κάλλιον καὶ σεμνότερον, εἰ δὲ δεῖ εἰπεῖν μηδὲν ὀκνήσαντα, καὶ φιλανθρωπότερον ἢ πρὸς τὴν κατέχουσαν φήμην ἐσχηματισμένα καὶ τὸν ταῦτα διέποντα καὶ κοσμοῦντα Φάλαριν οὐδενὸς τῶν σφόδρα ἐπὶ τούτοις θαυμαζομένων δεύτερον.

Ἄβαρις Φαλάριδι τυράννῳ.

Ἔδειξας φύσιν σὴν οἰκείαν ὕβρεως καὶ ὠμότητος, καί σε ἔτεκεν οὐ γυνὴ καὶ ἀνήρ, ἀλλὰ λέαινα καὶ σῦς ἄγριος· ποιεῖς γὰρ πάντα βίᾳ καὶ προσέτι δόξῃ κακῇ καὶ ἀγριότητι. μὴ σύ γε κάλει Ἄβαριν, εὐσεβῆ ἄνδρα, εἰς πόλιν Ἀκράγαντα· ἀλλότρια γὰρ ἐμοὶ φόνος καὶ χαλεπότης καὶ κακὴ ἄγνοια. εἰ δὲ προθύμως με θέλεις ἐλθεῖν εἰς τὸν οἶκον, νόμοις Ἑλληνικοῖς χρώμενος προσκαλοῦ με εἰς τὴν συνήθειαν, καθαρεύων χερσὶ καὶ ψυχῇ πρὸς πάντα πολίτην σὸν καὶ ξένον· εἰ δὲ μή, χαίρειν σοι Ἄβαρις λέγει.

Πολυστράτῳ καὶ Δαΐσκῳ.

Ἐγχειρεῖτε καὶ μὴ μέλλετε διὰ τάχους ἐμοὶ πολεμεῖν· ἐπὶ τοιούτοις γὰρ ἄθλοις οἷς δημηγοροῦντες ἐλέγετε, διαβάλλοντές με πρὸς Λεοντίνους, οὔτε φθονοῦμεν ὑμῖν οὔτε ἀποσυμβουλεύομεν φιλοτιμεῖσθαι.

Ναυσικλεῖ.

Ἐγὼ μέν, ὅπερ ἤδη πολλάκις ἐπεσταλκώς σοι τυγχάνω, κἂν Ἑρμοκράτης ἤ τις ἄλλος εἴρξῃ τὰς παρʼ ἐμοῦ δωρεὰς λαβεῖν τὴν Φιλοδήμου θυγατέρα γαμουμένην, ἃ πέμπω δέδωκα, καὶ τὸν ἔπαινον ἴσον, μᾶλλον δὲ εὐκλεέστερον ἔχω, παρʼ ὅσον τοιούτοις συγγενέσιν ὁ τύραννος καὶ μηδὲν προσήκων ἀντεξετάζομαι. πρὸς δὲ τοὺς ὀνειδίζοντας, ὅτι χαριζόμενοι πείθομεν, ταύτην ἔχω τὴν ἀπολογίαν, τὸ μὴ δύνασθαι τοὺς εὐεργετουμένους ἀντὶ φιλοφροσύνης βίᾳ χρήσασθαι.

Ἀριστολόχῳ.

Ἐπιλαθόμενος ἧς ἔχειν ἠρνοῦ πονηρίας καὶ γενόμενος ἄλλος τις πρὸς ἡμᾶς ἢ οἷος εἶ, χαλεπὸν ὑπόλαβε μὴ τοῦτο μόνον, εἰ πολλάκις ὑπʼ ἐμοῦ καὶ καθʼ ἑκάστην γε κατηγορίαν εὖ παθὼν οὐ τοῖς ὁμοίοις ἡμᾶς ἀμείβῃ — ἐγὼ μὲν γὰρ οὐκ ἐάσω χρηστότητα τὴν δοκοῦσαν εἶναί τισι τῆς κατʼ ἐμαυτοῦ πονηρίας ἐνέγκασθαι δευτέραν αἰτίαν —, ἀλλʼ εἰ μηδὲ σὺ σεαυτοῦ πρός με εὐεργετεῖν βεβουλημένον φείδῃ. ἡμῶν γοῦν οὕτως ἐχόντων ἐπὶ τὸ πλεῖστον τάχʼ ἂν ἐπιεικέστερος ὀφθείης.

Ἐπιχάρμῳ.

Περὶ τῶν αὐτῶν σὺ καὶ Δημοτέλης ἡμῖν συνεβουλεύετε, ἀποστῆναι τῆς τυραννίδος· ταῦτα δʼ οὐ δυσνοοῦντες, ἀλλʼ ἀγνοοῦντες διʼ ἀπειρίαν οὕτω συνεβουλεύετε· τὸ μὲν γὰρ ἄρξασθαι ῥᾷόν ἐστι τυραννίδος ὀρεγομένῳ, τὸ παύσασθαι δʼ οὐκέτι διὰ τὸ πολλὰ μὴ δεόντως πρᾶξαι, ὥσπερ οὐδὲ τοξότῃ μεθέντι τὸν οἰστὸν ἀναλαβεῖν τὸ βεβλημένον. ἀλλʼ εἰ μὲν δυνατὸν ὑμῖν ἐστὶν ἀνελεῖν τὴν ἀρχὴν τῆς τυραννίδος, καὶ δὴ ποιεῖτε· εἰ δὲ τοῦτό ἐστιν ἀδύνατον, ἀδυνατωτέραν ἴστε τὴν ὑμετέραν παραίνεσιν ἐμοὶ δόξαι συμφέρειν.

Τιμοσθένει.

Τῶν στρατιωτῶν οἱ μὲν ἡμίσεις τὸ φρούριον ἐπιμείναντες ἐκκοψάτωσαν, οἱ δʼ ἄλλοι τὰς ἐπιδρομὰς τῆς θαλάσσης διαχωσάτωσαν, ἵνα τῆς πλημμυρίδος διαψυγείσης ἐνεργὸν ἀντὶ ἀργοῦ γένηται τὸ πεδίον. ἀνακείσθω δʼ ἡ περὶ ἑκατέρων αὐτῶν χάρις τοῖς πρώτοις τὸ καθʼ ἑαυτοὺς ἔργον ἀποτελέσασιν.

Ἀριστολόχῳ.

Εἰ τὸ Στησίχορον ἀδείας ἀξιωθῆναι παρʼ ἡμῖν αἰχμάλωτόν ποτε γενόμενον ἐπαίρει σε κατʼ ἐμοῦ γράφειν τραγῳδίας, ὡς πᾶσι τοῖς ποιηταῖς ἡμέρως προσενεχθησομένου μου, πολὺ τῆς ἀληθείας διαμαρτάνεις. οὐ γὰρ ἀποδέχομαι κοινότητι ποιητάς, ἀλλὰ τοὺς ἀγαθοὺς τῶν ποιητῶν, οὐδὲ τοὺς εἰς ἔχθραν ἐμοὶ καταστάντας, ἀλλὰ τοὺς γενναίους τῶν ἐχθρῶν. σὺ δὲ κακὸς μὲν ποιητὴς ἄναλκις δʼ ἐχθρὸς ὢν καὶ κατʼ ἀνδρείαν καὶ κατὰ δύναμιν ποιητικὴν Στησιχόρῳ σεαυτὸν προσεικάζεις. γνώσῃ δὲ τὴν τῶν λεγομένων διαίρεσιν οὐκ εἰς μακράν, οὐ παρʼ ὅ τι εἰς ἡμᾶς γράφεις — πάντων γὰρ ἂν εἴην ἀψυχότατος, εἰ καὶ τῶν σῶν ἐπιστραφείην δραμάτων —, ἀλλʼ ὅτι τοιοῦτος ὢν ἐχθρὸς καὶ ποιητὴς τῶν αὐτῶν σεαυτὸν καὶ Στησίχορον ἀξιοῖς.

Ἀμφιδάμαντι καὶ Θρασυβούλῳ.

Ὑμεῖς μὲν ἀποδεδωκέναι τὰ χρήματα, ἃ ἐδανείσασθε, Τεύκρῳ λέγετε, ὃ δʼ οὔ φησιν ἀπειληφέναι. οὐκ ἔχω δὲ μὰ τὸν Ἡρακλέα οὔθʼ ὑμῖν ἀπιστεῖν οὔτʼ ἐκείνῳ μὴ πιστεύειν· ὃ μὲν γὰρ ἐπιζητεῖ βεβαίωσιν ὑμᾶς ἔχειν τῆς ἀποδόσεως, ὑμεῖς δὲ ὡς φίλῳ πεπιστευκέναι λέγετε. διʼ ἅς γʼ αἰτίας οὐκ ἀπειληφώς, ἵνα μὴ δόξω ὑμῶν ἀπιστεῖν τοῖς λόγοις, ὡς κεκομισμένος προσδέδεγμαι. εἴη μέντοι μέχρι παντὸς ἀγνοηθῆναι τἀληθὲς ἢ τὸν ἕτερον ὑμῶν, ὅστις ἐστί, πονηρὸν εὑρεθῆναι. κρεῖττον γὰρ ἡγοῦμαι πολλῶν χρημάτων ἐνεγκεῖν ζημίαν ἢ φίλων. ἀνάγκη δὲ τῆς ἀληθείας εὑρεθείσης ἀντὶ φίλων τοὺς ἀδικοῦντας καὶ ψευδομένους ἐχθροὺς γενέσθαι.

Πελοπίδῃ.

Οὔτʼ ἂν ἐγὼ γράψαιμι πρὸς Στησίχορον περὶ ὧν ἀξιοῖς, οὔτʼ ἂν ἐκεῖνος ἐπινεύσειεν εἴς τινα τῶν οὐκέτι ζώντων ἐξενεγκεῖν μέλος, εἰ καὶ γράψαιμεν ἡμεῖς. ἀπόχρη δέ μοι χάριν εἰληφέναι παρʼ αὐτοῦ τὴν ἐπὶ τῇ Νικοκλέους γυναικὶ ποίησιν. εἰ δέ τι βούλει παρʼ ἡμῶν αἰτεῖν, οὗτινος ἡ ἐξουσία οὐκ ἐπʼ ἀλλοτρίαν ἀλλʼ ἐπὶ τὴν ἐμὴν ἄνεισι γνώμην, ἐπίστελλε.

Τηλεκλείδῃ.

Ἰδίᾳ τινὶ χρώμενος γνώμῃ πρὸς πολλοὺς ἤδη τῶν ἐμῶν ἑταίρων διείλεξαι, τοῦτʼ ἴσως διαπραττόμενος ὃ καὶ γέγονεν, εἰς ἐμὲ κομισθῆναι τοὺς λόγους, ὡς οὐκ ἐχρῆν με μετὰ τὸν δημιουργὸν τοῦ ταύρου Περίλαον ἄλλους κατεργάσασθαι τῷ τρόπῳ τῆς αὐτῆς αἰκίας· τὸν γὰρ ἴδιον λύειν ἔπαινον. ἐγὼ δʼ οὔτε τῆς ἐπὶ Περιλάῳ τιμωρίας ἐπαινούμενος ἐπιστρέφομαι — τιμωρὸς γὰρ οὐκ ἐγενόμην ἐπαίνου χάριν —, οὔτε τῆς ἐπὶ τοῖς ἄλλοις κολάσεως διαβαλλόμενος ἄχθομαι· δόξης γὰρ αἰσχρᾶς ἢ καλῆς ἄμυνα κεχώρισται. εὖ μέντοι καὶ τοῦτο ἴσθι, ὅτι τοῦ μέλλειν καὶ ἄλλους τινὰς ἐν τῷ ταύρῳ διαφθείρεσθαι χάριν ἐκολασάμην αὐτόν, ἐπεὶ τῆς τοῦ χαλκοῦ κατασκευῆς ἕνεκα δωρεᾶς οὐκ ἀπωλείας ἦν ἄξιος. δίκαιον μὲν οὖν ἐκείνῳ τὰς περὶ τούτων αἰτίας καὶ τοῖς εἰς τοῦτο τύχης ἥκειν βιαζομένοις ἀνακεῖσθαι· εἰ δὲ καὶ εἰς ἡμᾶς ἀναφέροιντο ὑπὸ τῶν ἀγνωμόνως κρινόντων, οὐκ ἀχθόμεθα, ἕως ἔχομεν ἀξίους ἀποδεικνύναι τῆς κολάσεως τοὺς ἀναιρουμένους. ἀρξάμενοι γὰρ ἀπὸ τοῦ πρώτου κολασθέντος, ὃν ὑπὲρ ἁπάντων ἀνθρώπων, μᾶλλον δʼ αὐτῆς τῆς ἀνθρωπίνης φύσεως ἐπυρπόλησα, τὸν αὐτὸν τρόπον τῆς ἐξετάσεως ἐπὶ πάντων ποιήσασθε. εἰ γὰρ τὴν ἐπὶ Περιλάῳ κόλασιν ὡς δικαίαν ἐπαινεῖτε, καὶ τῶν ἄλλων, ὅσους ὑπὲρ ἀλλοτρίων ἐκολασάμην ἀδικημάτων, οὐ δήπου μέμφοισθʼ ἂν προσηκόντως, οὐδὲ ὅσων ἀνῃρήκαμεν ἐκσπόνδων ἐμοὶ γεγενημένων διʼ οὓς ἐμηχανήσαντο ὀλέθρους. ἦπου σφόδρα γε ἂν ἄβουλος εἴην, εἰ τοὺς ὑπὲρ ἄλλων κακούργους, ἐάν με καὶ εὖ ποιῶσι, τιμωρούμενος τοὺς εἰς ἐμαυτὸν ἐπιβουλεύοντας ἀζημίους ἐάσαιμι καὶ τὴν δύσκλειαν ὑπὲρ τῶν μὴ προσηκόντων ἐπὶ τῷ φοβερὸς δοκεῖν εἶναι τοῖς ἐπιβουλεύουσιν ἀναδεχόμενος ὑπὲρ τῶν ἰδίων κινδύνων ὀκνήσαιμι. πέπαυσο δὴ καὶ σεαυτῷ κἀμοὶ πράγματα παρέχων.

Παυρόλᾳ.

Ἀφικόμενος εἰς Ἱμέραν ἀναγκαίας ἕνεκα πραγματείας ἤκουσα τῶν Στησιχόρου θυγατέρων ποιήματα λυριζουσῶν, ἃ μὲν αὐτοῦ Στησιχόρου γεγραφότος, ἃ δὲ τῶν παρθένων ἴδια. ἦν δὲ τῶν μὲν Στησιχόρου τὰ τῶν θυγατέρων ἥττονα, τῶν δὲ ἄλλων εἴ τινα κατὰ σύγκρισιν ἐξετασθείη, κατὰ πολὺ βελτίονα. ὥστε με τρισόλβιον ἡγήσασθαι τὸν διδάξαντα, τρισολβίους δὲ καὶ τὰς παρὰ φύσιν εἰς τοσοῦτον βάθος παιδείας ἀχθείσας. εἶεν δή, Παυρόλα — σφόδρα γὰρ καὶ διὰ ταῦτα ἐπιζητῶ μαθεῖν —, τίνα δή ποτε γνώμην ἔχων τὸ μὲν σῶμα γυμνάζεις ὅπλοις τε καὶ κυνηγεσίοις καὶ ταῖς ἄλλαις κακοπαθείαις, τὴν δὲ ψυχὴν ἀγύμναστον ἐᾷς λόγου τε καὶ παιδείας Ἑλληνικῆς, ἣν ἐχρῆν πρώτην ἐπὶ τὰ τοιαῦτα συνησκῆσθαι καὶ μόνην; σώματος μὲν γὰρ ἐπιμελητέον ὑγιείας χάριν, οὐκ ἰσχύος, εἰ μή τις τῶν ἱερῶν ἀγώνων ἕνεκα ἀθλοίη· ψυχῆς δὲ πάντας τρόπους προνοεῖσθαι χρὴ τὸν μέλλοντα μετὰ ἀρίστης τιμῆς ἐν δημοκρατουμένῃ ζήσεσθαι πόλει, εἴ γε μὴ σύ, τοῦθʼ ὃ κατηγοροῦσί τινες, ὥρμηκας ἐπὶ τὸ ζηλοῦν καὶ μιμεῖσθαι τὸν ἐν τυραννίδι βίον ὡς προσήκοντά σοι κατὰ νόμους, καὶ διὰ τοῦτο σωματικὴν ἐπασκεῖς ῥώμην, οἰόμενος ἁρμόζουσαν εἶναί σοι τὴν ἰσχὺν εἰς τοιαύτης δυναστείας κατάκτησιν. ὅπερ ἐὰν εὖ φρονῶν τυγχάνῃς, παρὰ τοῦ μεταμελομένου περὶ μοναρχίας, οὐχ ἑκουσίως, ἀλλʼ ἐξ ἀνάγκης τοῦτον ἐπανελομένου τὸν βίον, γνώμην λάβε. ὁ γὰρ ἀμφοτέρων πεπειραμένος τυραννηθῆναι μᾶλλον εὔξαιτο ἂν ἢ τυραννῆσαι. ὃ μὲν γὰρ ἕνα φοβεῖται τῶν ἄλλων χαλεπῶν ἀπηλλαγμένος, τὸν τύραννον, ὁ τύραννος δὲ καὶ τοὺς ἔξωθεν ἐπιβουλεύοντας καὶ διʼ οὓς σώζεται· ἀνάγκη γὰρ αὐτῷ μετὰ τῶν πολλῶν φόβων καὶ ταλαιπωριῶν προσευλαβεῖσθαι τοὺς φυλάττοντας. ὥστε ἐμφρονέστερον δεξάμενος τὴν τοῦ συμβουλεύοντος πατρὸς εὔνοιαν ἴσος ἀξίου πᾶσιν εἶναι, τὸ δὲ ἐκ φόβων διηνεκῶν καὶ κινδύνων ἀδιαπαύστων αὐτεξούσιον ἐχθροῖς καὶ παισὶν ἐχθρῶν πάρες. εἰ δὲ ἀπειρίᾳ καὶ νεότητι τὸν ἐν τυραννίδι βίον οἴει τι τερπνὸν καὶ προσφιλὲς ἔχειν, ἀλλʼ οὐ τὰς ἀνωτάτω συμφορὰς καὶ κακοδαιμονίας, πάντως μὲν ἁμαρτάνεις, καὶ τοῦτο πάσχεις διʼ ἄγνοιαν, εὔχου δέ σοι τὸν θεὸν μηδέποτε τυραννικῆς πεῖραν παραστῆσαι τύχης.

Τῷ αὐτῷ.

Οὐχ ὑπὸ σοῦ πολλὰ νομίζω χρήματα αἰτεῖσθαι, μὰ τοὺς θεούς, ἀλλʼ ἐμαυτὸν ἐνδεέστερον εὑρίσκω ἢ δεῖ χρηστότητι παιδὸς ὑπηρετεῖν. εἴη μέντοι σε εἰς ὅσα φῂς ἀναλίσκειν, καὶ οὕτω διδοὺς τῶν ληψομένων φίλων ἀπορήσεις θᾶττον ἢ παρὰ τοῦ πατρὸς αἰτούμενος. ὅτῳ γὰρ ἂν προηγῆται τὸ λαμπρῶς χαρίζεσθαι, ἕπεται τὸ μετὰ μεγαλοφροσύνης ἀξίως κτᾶσθαι· ὅταν δὲ ἅπαξ τὸ δρᾶν πρόθυμον παρῇ τισί, τὸ κατορθοῦν ἕτοιμον αἱ τύχαι παρέχονται. μὴ δὴ καταιδούμενός με τοιούτοις παρρησιάζου λόγοις ὡς οὐκ ἀσμένως ὀλίγα διδόντα υἱῷ, διʼ ὃν τὰ πάντα περιεποιησάμην. τοσοῦτον γὰρ ἀπέχω τοῦ μέμφεσθαί σε τῆς πρὸς τοὺς ἑταίρους ἐκτενείας, ὥσθʼ ὑπερφυῶς ἡδόμενος ἄξια παραινῶ σοι διανοεῖσθαι τῆς τοσαύτης φιλανθρωπίας, ἵνα μὴ μόνον πρὸς τὸ παρὸν ᾖς μεγαλόφρων, συμπαραμενούσης δέ σοι τῆς αὐτῆς τύχης ἐσαεὶ φυλάττῃς τὸ βούλημα. καὶ δίδομεν οὖν ἀσμένως, ὦ γενναῖε Παυρόλα, καὶ λαμβάνομεν χάριν παρὰ σοῦ τὸν τρόπον τῆς δαπάνης οὕτως εὔελπιν καὶ χρηστὸν ὄντα.

Ἐρυθείᾳ.

Εἰ μὲν εὐλαβουμένη τὸν ἐν τυραννίδι βίον οὐ τολμᾷς εἰς Ἀκράγαντα πέμψαι Παυρόλαν, συγγνώμην ἔχω σοι καὶ ὡς γυναικὶ καὶ ὡς μητρὶ δεδοικυίᾳ περὶ ἀγαπητοῦ παιδός· εἰ δὲ ὡς μόνη καὶ οὐ μετʼ ἐμοῦ γεγεννηκυῖα μόνη καὶ ἔχειν δικαιοῖς αὐτόν, ἀγνωμόνως κρίνεις τὰ περὶ γονέων. κατὰ μὲν γὰρ τὸν ἀποτομώτατον λόγον πατρὸς ἂν εἴη παῖς μᾶλλον ἢ μητρός, κατὰ δὲ τὸν εὐγνωμονέστερον ἑκατέρων ἴσως. εἰ δὲ τὸ μεταδοῦναί ποτε καὶ τῷ γεγεννηκότι τοῦ υἱοῦ σεαυτῆς ἐλάττωσιν ἡγῇ, τί δοκεῖς τὸν μηδὲ μέρους ἀξιούμενον; κοινωνικώτερον δὴ ποιοῦσα πέμψον αὐτὸν ὡς ἐμέ, οὐ διὰ μακρᾶς ἥξοντα πρὸς σέ, ἀλλὰ θᾶττον καὶ μεθʼ ὅσων δεῖ Φαλάριδος καὶ Ἐρυθείας παῖδα, ἵνα, εἰ καὶ μὴ μετʼ ἐμοῦ, μετʼ ἀλλήλων γοῦν ἐν ἀφθονίᾳ πλούτου βιοτεύητε. εἰς τίνας γὰρ ἄν τις ἀναγκαιοτέρους εὔξαιτο περιουσιάζειν, γυναικὸς καὶ παιδὸς οὐκ ἐπιμεληθείς; ἐγὼ δὲ περὶ ὑμᾶς ἐσπουδακώς, ὡς εἰκὸς ἄνδρα καὶ πατέρα, βούλομαι τῶν παρʼ ἐμοὶ χρημάτων μοῖραν οὐκ ὀλίγην ἐν ὑμῖν τοῖς φιλτάτοις ἐναπερείσασθαι καὶ τοῦτο σὺν τάχει πρᾶξαι, καὶ διὰ τἄλλα μέν, οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ ἐπιὸν γῆρας καὶ διὰ τὴν πρόσφατον συμβεβηκυῖάν μοι χαλεπὴν νόσον. ὑπομιμνήσκει γάρ με τελευταίαν ἡγεῖσθαι τοῦ ζῆν ἀνθρώπῳ προθεσμίαν τὴν ἐνεστῶσαν ἡμέραν. τῆς δὲ παρουσίας τῆς Κρήτηθεν εἰς Ἀκράγαντα καὶ τῆς ἐνθένθε πάλιν ἀφόδου τὸ πιστὸν αὐτῷ πρὸς ἀσφάλειαν ἡ τοῦ πατρὸς εὔνοια παρέξεται μᾶλλον ἢ ὁ τῆς μητρὸς φόβος.

Πολυκλείτῳ.

Οὐκ οἶδα τί σου μᾶλλον ἄν τις θαυμάσειεν, ὦ Πολύκλειτε, τὴν ἰσχὺν τῆς ἰατρικῆς ἢ τὴν τοῦ τρόπου πίστιν· ἡ μὲν γὰρ ἰσχὺς τυραννοκτόνον νενίκηκε πάθος, ὁ δὲ τρόπος τιμὰς τυραννοκτόνους. διʼ ἀμφοτέρων δὲ τούτων ἡ σὴ δικαιοσύνη δραμοῦσα τὸν δυσὶ κινδύνοις ἀναιρούμενον, ἀφύκτου τε νόσου προσβολῇ καὶ τιμαῖς πολεμίων, περιεσώσατο. μόνῳ γὰρ σοὶ παρῆν κτείναντός με τοῦ πάθους μηδὲν ἀπὸ τῆς τέχνης ἀντιπράξαντι τετυραννοκτονηκέναι δοκεῖν, καὶ μὴ κτείναντος πᾶν τὸ δοθὲν ἑτοίμως ὡς ἐπὶ σωτηρίᾳ μου λαβόντος ἂν διαφθεῖραι. ἦν δὲ καὶ τὸ δόξαι διαφθεῖραι πρὸς τὸ τυχεῖν τῶν ὁμοίων τιμῶν. ἀλλʼ οὐ γὰρ ἐβουλήθης κέρδος ἄδικον ἀντὶ δόξης δικαίας ἑλέσθαι· ἴσως γὰρ οὐδʼ εἶχεν ὁ παραδούς σοι καιρὸς ἐμὲ διὰ τὴν νόσον τυραννοκτονίας εὐσεβοῦς τύπον. ἐγὼ μὲν οὖν, ἐπὶ σοὶ γενόμενον ὅ τι βούλοιό μοι χρῆσθαι, τὰς ἀξίας χάριτας οὐκ ἔχων τοσαύτης ἀρετῆς ἀποδοῦναι τοῦθʼ ἓν οἶδα, ὅτι τοῦ κτίσαντος θεοῦ τὴν τέχνην ἄξια φρονεῖν ἐπαιδεύθης· ὅμως δὲ σὺν τοῖς τῆς ἰατρικῆς καὶ τοῖς τῆς πίστεως ἐπαίνοις ἀπέσταλκά σοι τῆς ἐμαυτοῦ ψυχῆς χαριστήρια, φιάλας ἀπέφθου χρυσοῦ τέσσαρας καὶ κρατῆρας ἀργυροῦς οὐ τῆς καθʼ ἡμᾶς τέχνης δύο καὶ ποτηρίων Θηρικλείων ζεύγη δέκα καὶ παῖδας ἀφθόρους εἴκοσι καὶ ἀργυρίου μυριάδας Ἀττικὰς πέντε. γέγραφα δὲ καὶ Τεύκρῳ τῷ ἐπὶ τῆς διοικήσεως διδόναι σοι σύνταξιν, ὅσην λαμβάνουσιν οἵ τε ναύαρχοι καὶ οἱ ταξίαρχοι καὶ δὴ καὶ οἱ σωματοφύλακες, μικρὰν ἀμοιβὴν ἀντὶ μεγάλης εὐεργεσίας. προσκείσθω δὲ τῷ καταδεεστέρῳ τῆς εὐχαριστίας τὸ προσομολογεῖν, ἴσην ἀμοιβὴν οὐκ ἔχειν ἀποδοῦναι τὸν εὐεργετηθέντα.

Τῷ αὐτῷ.

Ἀπέλυσα διὰ σὲ Κάλλαισχρον οὕτως ἐπιβουλεύσαντά μοι περιφανῶς, ὡς μὴ μόνον ὁμολογῆσαι τὴν ἐπίθεσιν, ἀλλὰ καὶ τοὺς συνωμότας μηνῦσαι, προσθεῖναι δὲ τῇ μηνύσει καὶ τὸν τόπον ἐν ᾧ καὶ πότε καὶ πῶς ἔμελλον ἐπιχειρήσειν. ἀλλʼ ἦν ἀμνήμονος ὡς ἀληθῶς ἀνδρὸς μὴ χαρίσασθαι σωτηρίαν ἀνθρώπῳ τῷ ταύτην δεδωρημένῳ. ἅμα δὲ ἐλογιζόμην, ὅτι κἀμοῦ μὲν ἦν τὸ δοῦναι τὴν τοιαύτην χάριν ἰατρῷ σεσωκότι, πρὸ πολλοῦ δὲ σοὶ τὸ λαβεῖν πρεπωδέστερον τῷ τῆς ἰατρικῆς προστατοῦντι καὶ πάντας σώζοντι τοὺς δεηθέντας. ἴστω μέντοι τὸ παράλογον Κάλλαισχρος, ὅτι ζωῆς παρὰ σοῦ χάριν εἴληφεν ἑτέρου ζωὴν οὐ δικαίως ἀφελόμενος. ἀφῄρηται μὲν γὰρ οὐ μελλήσας, ἄλλως δὲ ἠτύχηκεν.

Περισθένει.

Τὴν Εὐβούλου καὶ τὴν Ἀριστοφῶντος γυναῖκα, τῶν ἐπιβουλευσάντων μοι, Περίσθενες, ἃς ἑλὼν αἰχμαλώτους ἔπεμψας ὡς ἀπολουμένας πρός με, σφόδρα σπουδάσας τὸ πρῶτον ἀνελεῖν σέσωκα. καὶ πάντως που θαυμάζεις ὅτι ὑφῆκα τῆς ὀργῆς· εἰ δὲ καὶ πύθοιο τὴν αἰτίαν, ὅτι διʼ εὐγενείας ὑπερβάλλουσαν ἀπόδειξιν, οὐδὲν πρὸς ἐμοῦ πεπόνθασι μᾶλλον ἂν ἔτι θαυμάσειας. ἐρωτώμεναι γὰρ ὑπʼ ἐμοῦ τὴν ἐπιβουλὴν εἰ συνῄδεσαν τοῖς ἀνδράσιν, οὐ μόνον ἔφασαν συνειδέναι, ἀλλὰ καὶ συνορμῆσαι τυραννοκτονεῖν. «ἀντὶ ποίας» δὲ «ἀδικίας» εἰπόντος μου «μείζονος ἢ ἐλάττονος εἰς ὑμᾶς ἐξ ἐμοῦ γενομένης;» «ἰδίας μὲν οὐδεμιᾶς, τῆς δὲ κοινῆς» ἀπεκρίναντο· κοινὴν γὰρ ἀδικίαν εἶναι τὸ καταδουλοῦσθαι πόλεις ἐλευθέρας. «τί παθοῦσαι τοιγάρτοι» πάλιν ἐπανερομένου μου «δίκην ἀποτίσαιτʼ ἄν μοι τοῦ μίσους τὴν κατʼ ἀξίαν;» «ἀποθανοῦσαι» προσέθηκαν. ζῆν δή, οὐ τεθνάναι κρίνας τὰς μετὰ τοιαύτης ἀρετῆς ἀποθνησκούσας φρονήματός τε τοσούτου, Περίσθενες, ἐγὼ δικαίως ἐφεισάμην, σύ τε πάνθʼ ὅσα μετὰ τούτων ἔλαβες, ὅτε ἡλίσκοντο, μεταπεμψάμενος αὐτῶν τοὺς ἀναγκαίους ἀπόδος, ἵνα περὶ μηδενὸς ὡς ἠδικημέναι μέμψωνται.

Εὐάνδρῳ.

Καὶ σὲ καὶ πάντας Ἱμεραίους, μᾶλλον δὲ τοὺς πλείστους Σικελιωτῶν οἴομαι γινώσκειν τοῦτο, ὅτι τῆς ἐν Ἱμέρᾳ συντεθείσης κατʼ ἐμοῦ ἐπιβουλῆς δικαιότερος ὢν τῶν ἐγχειρούντων περιεγενόμην. οὐ γὰρ δήπου φαῦλος ἂν κριτὴς τῶν ἐν τῷ σφετέρῳ τεμένει τολμωμένων ὁ Ζεὺς ἐγένετο, ὥστε τοὺς δίκαιόν τι πράξαντας ἐν ἱερῷ ὡς ἀδικοῦντας ὑποχειρίους παραδοῦναι τῷ προσηκόντως ἂν ὑπʼ αὐτῶν ἀπολομένῳ. ταῦτα μὲν οὖν οὐδεὶς ἂν ἄλλως ὑπολάβοι, Στησίχορον δὲ πυνθανόμενος ἀνιᾶσθαι, διότι τῆς ἐπιβουλῆς τὴν αἰτίαν εἰς τὰς ἐκείνου ποιήσεις οἱ περὶ Εὔβουλον ἀνέφερον, οὐκ ἂν βουλοίμην ὡς ἐμοῦ ταῦτα πεπεισμένου δυσχεραίνειν. εἰ γὰρ τοῖς τούτου ποιήμασι προσεῖχον, ὥς φασιν αὐτοί, οὐ πονηρίας ἂν ἀπεγνωσμένης, ἀλλὰ χρηστότητος ὑπερβαλλούσης ἔπαθλον ἤραντο.

Ὀρσιλόχῳ.

Εἰ τὸ μὴ βουληθῆναί ποτε Πυθαγόραν τὸν φιλόσοφον ἀφικέσθαι πρός με πολλάκις ὑπʼ ἐμοῦ καλούμενον διαβολὴν ἔφερέ μοι, καθὼς ἐγκωμιάζων αὐτὸν ἔλεγες ἐπὶ τῷ φεύγειν αὐτὸν τὴν μετʼ ἐμοῦ συμβίωσιν, τὸ παραγεγονέναι καὶ πέμπτον ἤδη μῆνα συνεῖναι μεθʼ ἡδονῆς πάντως ἔπαινός ἐστιν ἐμός. δῆλον γὰρ ὡς οὐκ ἂν ἔμεινεν οὐδὲ βραχὺ μόριον ἡμέρας, εἰ μὴ τοῖς ἑαυτοῦ τρόποις εὑρήκει κἀμὲ παραπλήσιον.

Λεοντίδῃ.

Ἀμέτροις κέχρησαι λόγοις πρὸς Καμαριναίους, ἐγείρων αὐτοὺς εἰς τὸν κατʼ ἐμοῦ πόλεμον. εὖ μέντοι καὶ τόδε ἀφʼ ἡμῶν ἴσθι μὴ καλῶς πεπεικὼς αὐτούς, ὅτι οὐ λόγοις ἀπράκτοις ἀμυνούμεθά σε, οἷς εἰς ἡμᾶς ἄρχειν δοκεῖς, ἀλλʼ ἔργοις, ὧν οἱ πειραθέντες αὖθις οὐκ ἐπεβούλευσαν. τοῦτʼ εἰδότες Καμαριναῖοι πεῖραν οὐ βούλονται λαβεῖν ὀργιζομένου Φαλάριδος· χαριζόμενος γὰρ αὐτοῖς ἡδίων ἔδοξα.

Δημαράτῳ.

Μὴ θαύμαζε τὸν Ἀλκίνου καὶ Δορυμένους θάνατον ὡς μετὰ πικρᾶς καὶ τυραννικῆς ὠμότητος πεπραγμένον· πολλῷ γάρ ἐστι θαυμαστότερον τὸν δὶς καὶ τρὶς ἀδείας ἀξιωθέντα ὑπὸ τυράννου τότε κολασθῆναι.

Ἡγησίππῳ.

Σὺ μὲν ἴσως καὶ ἄλλοι συγγενεῖς, ὅσοις μάλιστα ἀχθομένοις ἐστὶ τὸ φεύγειν Κλεισθένην, νῦν ἔγνωτε κακῶς βεβουλευμένον ἐπὶ τούτοις, ἐφʼ οἷς ἀπεστέρηται τῆς πατρίδος, ὅτʼ οὐδενὸς ἑτέρου καιρὸς ἢ μεταμελείας. ἐγὼ δέ, ὅτε μάλιστα πολὺς ἐν ταῖς τοῦ πολιτεύεσθαι κενοδοξίαις ἦν, τότε τὰ μέγιστα ᾤκτειρον αὐτὸν καὶ ἐπέστελλόν γε περὶ τούτων μαρτυρόμενος οἷ τελευτήσοι. ὃ δʼ ὑπὸ τῆς ἡδονῆς τοῦ τιμᾶσθαι γαυριῶν ἐκπαθὴς ἦν, λήρους ἡμᾶς ὑποπτεύων γράφειν οὐκ ὄντας ἐμπείρους δημοκρατουμένης πόλεως, μᾶλλον δʼ οὐδὲ βουλομένους εἰδέναι τὸν ὑπὲρ τῆς πόλεως τὰ ἄριστα πράξαντα διὰ τὴν τυραννίδα, ἕως οὗ λαμπρότερον πνεύσας ἢ συνέφερε τοῖς ἰδίοις φυσήμασιν ἀνετράπη καὶ μετὰ ζημίας ἔγνω μεγάλης οὐ Φάλαριν ἀμαθῆ πόλεως εὐνομουμένης διὰ τὴν ἀρχήν, ἀλλʼ ἑαυτὸν ἀγνῶτα δήμου διὰ τὴν πρόσκαιρον εὐπραγίαν. ἐπαγωγὸν γὰρ ὄχλος εἰς ἀτυχίας καὶ τὰς ἀρχὰς πρὸς τὰ τέλη διαφωνούσας ἔχων. ἐγὼ γοῦν καὶ πᾶς ὁ μὴ παραφρονῶν συρίττεσθαι μᾶλλον ὑπὸ πλήθους ἀκρίτου βουλοίμην ἂν ἢ τιμᾶσθαι· τὸ μὲν γὰρ ἔχθος αὐτοῦ τάχιον τοῦ ἁφθῆναι σβέννυται καὶ οὐδʼ ἐν οἷς ἀκμάζει καιροῖς ἐπιζήμιόν ἐστιν, ἡ δὲ τῆς εὐνοίας δόκησις φυγὰς ἢ θανάτους ἢ δημεύσεις ἢ τούτων γε μετριώτερον οὐδὲν φέρει. νὴ τὸν Δία τὸν μέγιστον, Ἡγήσιππε, ὡς ἴσμεν, οὕτως ἂν εἴποιμεν πρὸς σέ· δῆμος ἅπας ἄτακτος, ἄνους, ἄπρακτος, ἑτοιμότατος ἐφʼ ὅ τι ἂν τύχῃ μεταχθῆναι, ἄπιστος, ἀβέβαιος, ὀξύς, προδοτικός, ἐψευσμένος, φωνὴ μόνον ἀνωφελής, καὶ πρὸς ἔπαινον καὶ πρὸς ὀργὴν εὐχερής. τοῦτʼ ἔστι τὸ μετʼ ἐνδόξου προπηλακισμοῦ φθείρεσθαι, τὸ δήμῳ πολιτευόμενον ζητεῖν ἀρέσκειν. μεμήνασι δʼ ὅμως τινὲς εἰς τοῦτο ἀνοήτῳ καὶ δυσκαθέκτῳ ὁρμῇ, μᾶλλον δὲ λύσσῃ χρώμενοι. καὶ πολλοὶ παίδων ὄντες ἐρασταὶ τοσούτους πόθους οὐκ ἔσχον εἰς τέκνα, καὶ χαίροντες γάμοις οὐχ οὕτως εἶδον ἀσμένως γυναῖκας, καὶ φιλόπλουτοι φύντες οὐ παραπλησίως ἔστερξαν χρήματα, καὶ φίλοπλοι καὶ μαχηταὶ καὶ φιλιππότροφοι νίκης ἕνεκα τῶν ἐν Ὀλυμπίασιν ἀγώνων οὐκ ἐπὶ τοσοῦτον ἥσθησαν ἑκάστοις τούτων, ὡς οἱ ἀθλίαν δόξαν καὶ τιμὴν ἀνόνητον καὶ κρότον ἐπὶ ζημίᾳ τῇ ἑαυτῶν ἀγρεύοντες. τοῖς δὲ τῶν τοιούτων ἐρασταῖς οἱ μὲν οἰκεῖοι συναχθεσθεῖεν ἂν ὡς ἔνι μάλιστα, οἱ δʼ ἐχθροὶ τὰ μέγιστα πάντων ἐφησθεῖεν. ὑμεῖς δὲ παραμυθεῖσθε μὲν Κλεισθένη συγγενεῖς ὄντες, εἰ ἄρα δυσθύμως ἔχει, ὡς ἀνθρώπινόν τι πεπονθότα, ἀποτρέπετε δʼ ἐπὶ τοῖς αὐτοῖς φιλοτιμεῖσθαι ὡς ἀνήκεστα ἡμαρτηκότα.

Στησιχόρῳ.

Νικοκλῆς ὁ Συρακούσιος — οὐκ ἀγνοεῖς δʼ ἴσως ὃν λέγω, διὰ γὰρ ἐπιφάνειαν οἰκείαν οὐκ ἔστι τῶν ἀγνοηθῆναι δυναμένων ὑπὸ Στησιχόρου — γυναικὸς ἀποθανούσης αὐτῷ μέγα προσφάτως καὶ περιττὸν περιτέθειται πένθος. εἰκότως· ἔτυχε γὰρ τὴν αὐτὴν ταύτην ἀδελφιδῆν ἔχων καὶ γυναῖκα. οὗτος ὁ Νικοκλῆς — ᾔδει γάρ, ὡς ἔοικεν, ὅσοις πρὸς ἀλλήλους κεχρήμεθα πόθοις — πέμψας πρός με Κλεόνικον τὸν ἀδελφὸν αὑτοῦ ἠξίου ὅπως σου δεηθείην ἔπαινον ἐν ποιήσει διαθέσθαι περὶ τῆς ἀνθρώπου. καὶ γάρ, ὡς πυνθάνομαι Συρακουσίων, πᾶσάν τε τὴν ἄλλην ἀρετήν, πρὸς δὲ καὶ τὴν ἀνωτάτω σωφροσύνην αὐτῇ μαρτυρούντων, οὐκ ἔστιν ἀνάξιος ὑπὸ τοῦ σοῦ στόματος ὑμνηθῆναι. πεφύλαξαι μὲν οὖν γράφειν εἰς τοὺς κατὰ σεαυτὸν ἀνθρώπους, ἵνα μὴ δόξῃ σού τις ὠνίαν εἶναι τὴν ποίησιν· ἔστι δὲ Κλεαρίστη, φιλότης, οὐδὲ αὐτὴ καθʼ ἡμᾶς, εἰς τὸ χρεὼν ἀπηλλαγμένη. μὴ δὴ τὸ σύνηθές σου τῆς γνώμης προβαλλόμενος ἀποστραφῇς μου τὴν δέησιν· οὐδὲ γὰρ εἰκὸς ἀτυχῆσαι παρὰ Στησιχόρου Φάλαριν αἰτησάμενον, οὐχ ὅτι χάριτας ὀφείλεις ὑπέρ τινος, ἀλλʼ ὅτι τὴν πεπιστευμένην δόξαν ἀξιοῦμεν ὑπὸ σοῦ βεβαιωθῆναι. δὸς δή μοι προφανῶς χάριν τῆς σαυτοῦ φύσεως ἀφθόνως, αἰτουμένῳ μὲν ἃ δώσεις εἰς ἐμαυτόν, ληψομένῳ δὲ εἰς φίλον. λοιπόν, εἴγε νένευκας ἐπὶ τὴν χάριν, Κλεαρίστην γράφε Συρακουσίαν τὸ γένος, Ἐχεκρατίδου πατρός, ἀδελφιδῆν οὗ γεγράφαμεν καὶ γυναῖκα, ἑκκαίδεκα συνεζηκυῖαν ἔτη, τριακοστὸν δὲ ζήσασαν, δυοῖν παίδων μητέρα, τεθνηκυῖαν δὲ ἐκ διαφθορᾶς. τὰ μὲν κεφάλαια τῶν ὑποθηκῶν ταῦτα, ἐπιπνευσθείης δὲ εἰς τὰ κατὰ μέρος τῆς γραφῆς ὑφʼ ὧν κατέχῃ θεῶν, καί σου τὴν ἱερὰν καὶ ὑμνοπόλον κεφαλὴν ἡ Μουσῶν συγγένεια κοσμήσειεν ἄλλαις τε ὑμνῳδίαις καὶ τῇ νῦν ὑφʼ ἡμῶν εἰς Κλεαρίστην ἐπεσταλμένῃ.

Τῷ αὐτῷ.

Τῶν μὲν ἐπὶ Κλεαρίστῃ μελῶν πολλή σοι καὶ μεγάλη χάρις ἀποκείσεται. καὶ γὰρ ἐπέδωκας σαυτὸν εἰς ἃ παρεκάλουν, καὶ ταῖς κατὰ μέρος οἰκονομίαις ὑπερφυῶς συνηνέχθης, καὶ τὸ σχῆμα τῆς γραφῆς θαυμαστῶς ηὐδοκίμησεν, οὐ παρʼ ἐμοὶ μόνον — ἐγὼ μὲν γὰρ ἐπὶ πᾶσιν ὁμοίως ἄγαμαι τοῖς Στησιχόρου — ἀλλὰ καὶ τοῖς συνακούσασιν Ἀκραγαντίνοις πολλοῖς γενομένοις. εἴσονται δὲ οὐχ οἱ τὸ παρὸν ἀκηκοότες, οὐδʼ ὅσοι νῦν εἰσίν, ἀλλʼ ὅσους ὁ μεθʼ ἡμᾶς οἴσει βίος. ἡ μὲν οὖν ὑπὲρ ταύτης σου τῆς ποιήσεως χάρις, ὡς ἔφην, ὀφείλεται ὑπʼ ἐμοῦ, κεχάρισαι δὲ διὰ τῆς ἐμῆς ἀξιώσεως τοῖς τε νῦν οὖσι καὶ τοῖς ἐσομένοις ἀνθρώποις καὶ ταύτην τὴν μελῳδίαν. περὶ δʼ ἐμοῦ καὶ τῶν ἐμῶν — τοιοῦτο γάρ τι διὰ τῆς ἐπιστολῆς ἐδήλους — πρὸς ἑταιρείου Διὸς καὶ κοινῆς ἑστίας μηδὲ ἓν ἐν ποιήσει, μήθʼ ὡς κακὸς ἐγενόμην μήθʼ ὡς ἀγαθός, ἐπιμνησθῇς· ἐκμελὲς γάρ ἐστί μου τοὔνομα διὰ τὰς τύχας. γεγράφθω δὲ Φάλαρις ἐν αὐτῷ Στησιχόρῳ, εἴτε βελτίων τῆς κατεχούσης ἐν ἀνθρώποις δόξης, εἴτε καὶ τοὐναντίον ὑπείληπται.

Κλεαινέτῃ καὶ Θεανοῖ.

Τὴν μὲν φιλοφροσύνην ὑμῶν ἀσμένως ἀποδέχομαι τοσαύτῃ σπουδῇ βουλομένων ὀνομάσαι Φάλαριν, παραιτοῦνται δὲ αἱ τύχαι, κἂν ἡμεῖς συνηγορῶμεν· εὑρήσετε γὰρ ἀνεπίληπτον καὶ ἀκατηγόρητον ἐκ τοῦ γένους ὄνομα αὐτῷ γεγενημένον. ἐγὼ δὲ πολλὰ καὶ μεγάλα διὰ πικρᾶς εἱμαρμένης ἀνάγκην ἀκουσίως πραχθέντα μοι κατέγνωσμαι, καὶ τοὐμὸν ὄνομα διʼ οὐδὲν ἕτερόν ἐστιν ἐκμελὲς ἢ ὅτι νόμοις οὐ πείθομαι, νόμος δέ εἰμι τοῖς ὑπηκόοις. ἣν δέ μοι χάριτος ἀμοιβὴν προσφέρεσθε Φάλαριν ὀνομάζουσαι, ταύτην εὐεργεσίαν ποιήσασθε, μὴ τοῦτο τιθέναι τὸ ὄνομα.

Ἐνναίοις.

Οὐ μεταμελόμενος ἐπὶ τῇ παρέσει τῶν χρημάτων, ὦ ἄνδρες Ἐνναῖοι, τὴν ἐπιστολὴν ὑμῖν ταύτην ἐπέσταλκα, ἀλλʼ ἵνα βεβαίαν ἔχητε τὴν χάριν ἐπεξελθόντες τῇ δίκῃ Περίανδρον· τοῦ γὰρ ἀληθῶς ἔχειν τὴν πόλιν, ἀλλὰ μὴ προφάσει ψευδεῖ καταχρωμένην ἀποστερεῖν τοὺς δεδανεικότας ἀπόδειξις ἔσται μοι τὸ τούτου τῆς κλοπῆς ὑμᾶς καταψεύσασθαι. οὐ γὰρ ἔχει λόγον ὑγιᾶ, τοὺς αὐτοὺς τοτὲ μὲν ὡς πενομένους πάρεσιν αἰτεῖσθαι χρημάτων, τοτὲ δὲ ὡς πλουτοῦντας πολλὰ τῶν κοινῶν εἰς τοὺς ἁρπάζοντας προΐεσθαι, ἀλλʼ ἢ καὶ πρὸς τοὺς δανειστὰς πλουσίους ὑμᾶς εἶναι δέον, ἢ καὶ πρὸς τοὺς κλέπτοντας πένητας. ἐὰν δὲ τὰ μὲν τῆς πόλεως χαρίζησθε τοῖς νοσφιζομένοις ὡς περιουσιάζοντες, τὰ δὲ τῶν δεδανεικότων ἀποστερῆτε διὰ τοὺς δημαγωγοὺς ὡς ἀπορούμενοι, πρῶτον μέν, ὃ καὶ μεῖζόν ἐστιν, ἀδικήσετε μηδενὸς ὑμῖν ἀδικεῖν ἐπιτρέψοντος, ἔπειτα πολλῷ δικαιότερόν ἐστιν ἃ παρίησιν ὁ δεδανεικὼς ὑμῶν ἔχειν οὐ δυναμένων διὰ τοὺς ἀφαιρουμένους, κομίσασθαι τὸν δεδανεικότα, ἢ Φαλάριδος ἐπʼ ὀνόματι δωρεᾶς χρεωκοπηθέντος Περίανδρον ἀδεῶς κεκερδακέναι τὰ τοῦ παρεικότος. ὥσθʼ ὑμῖν πάρεστιν ἢ σὺν τῷ σῶσαι τὰ σφέτερα κυρίαν ἔχειν καὶ τὴν ἀπʼ ἐμοῦ χάριν, ἢ μετὰ τῆς τῶν ἰδίων χρημάτων ἀπωλείας πραχθῆναι καὶ τὰ παρειμένα.

Τιμάνδρῳ.

Τῆς ἐν Καμαρίνῃ πολιτείας κατʼ ἐμοῦ, μὴ πεπεισμένων Καμαριναίων μέγαν ὑπὲρ μικρᾶς αἰτίας ἐπάρασθαι πόλεμον, νῦν μὲν ἴσως παραμυθίαν ἔχεις τὸ κατʼ ἐμοῦ στρατιὰν ἀγείρειν· ὅταν δὲ τὸ κοῦφον ἐπιλίπῃ σε τῆς τεθείσης ἐλπίδος, τότε κατὰ τὴν ἀξίαν οὐχ ὧν δέδρακας ἀλλʼ ὧν πέπονθας ἀνιάσῃ. καίτοι τί σοι ὄφελος εἰς παραμυθίαν; εἰ μὲν γὰρ ἐμελλήσαμεν δεῖσαι ὥσπερ ἐκπέπληξαι σύ, τάχʼ ἄν τινος εἴχου λόγου διὰ τὸν ἐμὸν φόβον· νῦν δʼ εἰς τἄλλα μὲν οὐδʼ ὅσον ἡμᾶς ἐλύπησας, σὲ δὲ τῷ μηδʼ ἐναρμόσαι σεαυτὸν τῷ παρʼ ἡμῖν ἀπολέσθαι βασανιστηρίῳ. οὐδεμιᾶς γάρ σοι δεῖ τελευτῆς ἐπὶ τοιαύταις κολαζομένῳ συμφοραῖς, ἀλλὰ καὶ τῆς κατὰ φύσιν ζωῆς, εἰ οἷόν τε, μακροτέρου βίου.

Μελιταίοις.

Συμπέπεισμαι πρεσβευσαμένοις ὑμῖν δανεῖσαι χρήματα, καίπερ πρὸς τὸ παρὸν οὐκ εὐπόρως ἔχων διὰ τὸ συνεχῶς εἰς πολέμους ἀνηλωκέναι. ἀλλὰ προφάσεως οὔ φασι δεῖν πρὸς φίλους. πάθοιτε δὲ μηδὲν ὅμοιον τοῖς πολλοῖς, οἳ δανειζόμενοι μὲν τοῖς εὐφημοτάτοις ὀνόμασιν ἀποχρῶνται, ἀπαιτούμενοι δὲ τοῖς χαλεπωτάτοις, ἔργον οὔτε δίκαιον οὔτε εὐχάριστον ποιοῦντες. δεῖ γὰρ λαβόντα μεμνῆσθαι τῶν δεδωκότων καὶ μέχρι τῆς ἀποδόσεως ὁμοίους ἡγεῖσθαι τοὺς δεδανεικότας, καὶ εἴτε χρηστὸς εἴη, ὡς χρηστῷ διαλύεσθαι, εἴτε καὶ φαῦλος, ὡς φαύλῳ. καὶ γὰρ ἐπιεικεῖ καὶ μὴ τοιούτῳ δίκαιον ἀποδοῦναι τὸ πεπιστευμένον. ἐγὼ μὲν οὖν, ὦ Μελιταῖοι, καὶ ὅταν δανείζω καὶ ὅταν ἀπαιτῶ, εἷς εἰμὶ καὶ ἐμαυτῷ παραπλήσιος, οἱ δανειζόμενοι δὲ πρὸς τοὺς καιροὺς τὸν τρόπον ὥσπερ φασὶ τοὺς χαμαιλέοντας τὰ χρώματα πρὸς τοὺς τόπους ἀλλάττουσι, καὶ λαμβάνοντες μὲν ὡς εὐεργέτην καὶ θεὸν ἐπαινοῦσιν, ἀπαιτούμενοι δὲ τύραννον καὶ οὐ καθαρὸν ἀποκαλοῦσιν. οἶδα δὲ καὶ τοῦτο, ὅτι πολλῷ κρεῖττόν ἐστιν ἰδιώτῃ δανείσαντα χρεωκοπεῖσθαι ἢ πόλει· ὑπὸ ἰδιώτου μὲν γάρ τις ἀποστερόμενος ἐχθρὸν ἕνα προσκέκτηται, καὶ τοῦτον ἀσθενῆ· ὑπὸ δὲ πόλεως ζημιοῦται μὲν οὐδὲν ἧττον, ἐχθροὺς δὲ πολλοὺς ἔχει καὶ οὐχ ἕνα. οὐ μὴν καταγνοίην ἂν ὑμῶν τοιόνδε τι, ἀλλʼ ἀνυπόπτως δίδωμι τὰ χρήματα· τά τε γὰρ ἄλλα μνήμονας ὑμᾶς ἐπίσταμαι καὶ περὶ τὰ συμβόλαια δικαιοτάτους καὶ πρὸς τοῖς ἄλλοις οὐδὲ τοῦτο ἀγνοοῦντας, ὅτι κατηγορία μᾶλλόν ἐστι πολλῶν ἀδικεῖν ἕνα ἢ ἑνὸς ὑπὸ πολλῶν ἀδικεῖσθαι. οὐ γὰρ εἰκὸς ἕνα πολλῶν, πολλοὺς δʼ ἑνὸς καταφρονεῖν εὐλογώτερον.

Μεσσηνίοις.

Οὐκ ἠγνόουν, ὅτι πέμψαντός μου τοῖς παρʼ ὑμῖν θεοῖς ἀναθήματα, τρίποδάς τε Δελφικοὺς καὶ στεφάνους χρυσοῦς καὶ ἄλλα πολλὰ καὶ πολυτελῆ χαριστήρια τῆς σωτηρίας, δυοῖν θάτερον ποιήσετε, ἢ τοῖς θεοῖς εὐσεβοῦντες ἀναθήσετε, ἢ τούτους ἀποστερήσαντες αὐτοὶ διανεμεῖσθε, ὅπερ δὴ καὶ δεδράκατε. προσποιησάμενοι γὰρ ἐμοὶ λοιδορεῖσθαι, ὡς τῶν ἀναθημάτων διὰ τὸν κτησάμενον οὐ καθαρῶν ὄντων, τοὺς θεοὺς ἱεροσυλήκατε. τί γὰρ διαφέρει τὰ καθωσιωμένα περισπάσαντας ἀπενεγκεῖν ἢ τὰ κατωνομασμένα τοῖς θεοῖς; ἐκείνων γὰρ ἀμφότερα ἦν καὶ οὐ τῶν πεπομφότων. ἡ μὲν οὖν παρʼ ἐμοῦ χάρις εἰς τοὺς θεοὺς καὶ ἡ παρʼ ὑμῶν ἀσέβεια παντελής ἐστι· καὶ γὰρ ἐμὲ τὸν δεδωκότα καὶ τοὺς ἁρπάσαντας ὑμᾶς ἴσασιν. ἀρκεῖ δέ μοι τοὺς τὰ τῶν θεῶν λαβόντας ἐναγεῖς ὑμᾶς ὁρᾶν γεγονότας τῇ τῶν ἱεροσυληθέντων ὀργῇ· σὺν γὰρ τοῖς ἄλλοις, διʼ ὧν αὐτὰ κέρδος ἡγήσασθε, προσωμολογήκατε μηδὲν εἶναι μυσαρὸν τῶν ἀπεσταλμένων, εἰ μὴ τὰ αὐτὰ κειμήλια διττὰς ἔχει τύχας, ἂν μὲν ὑμεῖς αὐτὰ διανέμησθε, τὰς ἀμείνους, ἂν δὲ τοῖς θεοῖς κομισθῇ, τὰς χείρους. πρὸς δὲ τούτοις ἑαυτοὺς ἐλέγχετε περιφανῶς ἠσεβηκότας· οἱ μὲν γὰρ ἄρχοντες τοῦ ψηφίσασθαι πολέμια εἶναι τὰ χρήματα τὴν αἰτίαν ἐπὶ τὸν δῆμον ἀναφέρουσιν, ὑμεῖς δὲ ὁ δῆμος ἐπὶ τοὺς ἄρχοντας, καὶ τὸ πάντων δεινότατον τοὺς μὲν θεοὺς ὡς κακοὺς ἀνθρώπους προδότας ἂν γενέσθαι λέγετε, εἰ δῶρα παρὰ τυράννου λάβοιεν, τοὺς δὲ πολιτευομένους παρʼ ὑμῖν, οἳ τρὶς οὐχ ἅπαξ Μεσσήνην ὡς Ἀκράγαντά μοι ὑπὸ χεῖρα πεποιήκεσαν ἄν, εἰ χρήματα αὐτοῖς αἰτοῦσι προείμην, οὐ κολάζετε. τὸ δʼ αἴτιον, ὅτι κοινωνεῖτε τῆς αὐτῆς προαιρέσεως καὶ οὐ δύνασθε τοῖς αἰτίοις ἐλευθέρως ἐπεξελθεῖν· πάντες γὰρ ἔνοχοι δωροδοκίας εὑρεθήσεσθε. οὐ μὴν ἀλλʼ ἐγὼ μέν, ἵνα μὴ δοκῶ περὶ τῶν ἀναθημάτων λέγειν μήτε παρʼ ἐμοὶ μεμενηκότων μήτε τοῖς θεοῖς ἀνατεθειμένων, οὐδεμίαν ποιήσομαι φροντίδα, μετελεύσονται δὲ ὑμᾶς ἀξίως τῶν τετολμημένων οἱ σεσυλημένοι καὶ περὶ ἐμοῦ καὶ περὶ ὧν εἰς αὐτοὺς ἠσεβήκατε. ἔρρωσθε· τὸ δὲ ἔρρωσθε διπλῆν παρέμφασιν ἔχον, ἀγαθοῦ καὶ κακοῦ, μὴ ἀγνοεῖτε ὅτι πρὸς τὸ χεῖρον γέγραπται.

Τιμώνακτι.

Νενίκηκα τῷ πολέμῳ Λεοντίνους. ἵνα δὲ τῇ λύπῃ διαρκέσῃς καὶ μὴ πάντων ἀθρόως ἀκούσας ἀποκαρτερήσῃς, οὐκ ἔγραψά σοι περὶ τῶν ὅλων, ὅτι καὶ Ταυρομενείτας καὶ Ζαγκλαίους συμμαχήσαντας αὐτοῖς καὶ αὐτοὺς εἰς τέλος νενίκηκα, οὐδʼ ὅτι λαβὼν ὑπὲρ τῆς ἀφέσεως τῶν ἑαλωκότων τάλαντα ἑκατὸν ἀπελύτρωσα τοὺς αἰχμαλώτους. οὐ γὰρ ἐβουλόμην διὰ τὴν ὑπερβάλλουσαν τῶν εὐτυχημένων μοι προσαγγελίαν ἀπολουμένου σου τὸν οὐκ ὀρθῶς ὄντα δοκεῖν ἄνθρωπον ἀνῃρηκέναι.

Ἱέρωνι.

Πολλὰ λέγειν ἔχων καὶ κατὰ σοῦ καὶ περὶ ἧς κατʼ ἐμοῦ πεφλυάρηκας ἐν Λεοντίνοις δημοκοπίας οὐδὲν ἐρῶ περισσότερον πλὴν ὅτι κώνωπος ἐλέφας Ἰνδὸς οὐκ ἀλεγίζει.

Ἀρισταινέτῳ.

Οὐ λυπεῖ με τὸ γῆρας· οὐ γὰρ ἡ τῆς τυραννίδος ἰσχὺς γεγήρακεν, ἀλλὰ Φάλαρις· λυπεῖς δέ με σὺ λίαν ὑπερφοβούμενός μου. τὸ γὰρ εἱμαρμένον ἥξει, κἂν Ἀρισταίνετος μᾶλλον ἢ δεῖ φοβηθῇ.

πολλῷ δὲ κρεῖττόν ἐστι μὴ δεδοικότα

παθεῖν τὸ μέλλον δεινὸν ἢ δεδοικότα, ἵνα σοι καὶ μετὰ παραδειγμάτων ποιητικῶν ἐπιστέλλω.

Ἱμεραίοις.

Ἡμῖν μέν, ὦ Ἱμεραῖοι, τὴν γνώμην τὴν ἑαυτῶν καὶ σφόδρα δήλην ἐποιήσατε, ὅτι ὑμῖν οὐδὲν διαφέρει Φάλαριν ἐχθρὸν ἢ φίλον εἶναι. τὸ θεῖον δὲ καλῶς ἐποίησε, καὶ πείθομαι ὅτι ἔχω ἰσχυρὸν παρʼ αὐτοῦ σύμβολον τοῦ ὅτι καὶ τἄλλα χωρήσει μοι κατὰ νοῦν. ἐγὼ δὲ Κόνωνα μέν, ὥσπερ καὶ πρότερον ὑμῖν ἐπέστειλα, ἀποσφάξαι εὐθέως ἐκέλευσα, εἰδὼς πονηρὸν ὄντα καὶ οὔτε γονέας αὐτῷ οὔτε συγγενεῖς ἐν τῇ πόλει ὄντας. Δρωπίδαν δʼ ὑμῖν ἀπέπεμψα τιμήσας ὡς ἐνῆν· οὔτε γὰρ πονηρὸς ὑμῖν, οὔτε ἠδικηκὼς ἡμᾶς οὐδέν. περὶ δὲ Στησιχόρου βουλευσόμεθα.

Νεολαΐδᾳ.

Οὐδὲν ἄχαρι βούλομαί σε παθεῖν ὑπʼ ἐμοῦ· πλείω γὰρ εὑρίσκω σοι τὰ ἀγαθὰ πεπραγμένα τῶν χειρόνων. διὸ καὶ τοῦτό σου τῶν βελτιόνων ἓν γενέσθω, τὸ μὴ προσαναγκάσαι με τῷ χαλεπωτέρῳ τῆς ψυχῆς κατὰ σοῦ χρήσασθαι πάθει.

Μνησικλεῖ.

Τῆς μὲν εὐτυχίας ὡς μάλιστα συνήσθημεν ἀκούσαντες, εἰ καὶ σφόδρα σοι βουλομένῳ υἱὸν ποιήσασθαι θυγάτηρ ἐγένετο. καὶ νομίζομεν αὐτὴν τοσοῦτον ποθεινοτέραν γενέσθαι σοι, καθʼ ὅσον ἀνθʼ υἱοῦ γέγονε· πέφυκε γὰρ θυγάτηρ μᾶλλον ἀρρένων παίδων περὶ πλείστου ποιεῖσθαι γονέας. τὰς δὲ δωρεὰς τὰς παρʼ ἡμῶν τότε ἂν ἀσμένως δόξειας λαμβάνειν, ὅταν μὴ μόνον ἃ πέμπομεν προθύμως ἀποδέχῃ, ἀλλὰ καὶ ὧν δεῖ σοι ἀγνοούντων ἡμῶν ἐπιστέλλῃς. δεῖ δέ σοι καὶ πλειόνων ἤδη νυνὶ καὶ πολυτελεστέρων διὰ τὴν θυγατέρα.

Ἀλκάνδρῳ.

Μήτε σὺ μήτʼ ἄλλος ἀνθρώπων μηδεὶς ἐμὲ καταδείσειν λόγοις οἰέσθω, κἂν μηδὲν εἴπω, ἀλλὰ μηδʼ ἔργοις ἐλπιζέτω· πολέμων γὰρ ἔμπειρος ὢν καὶ οὔτʼ ἐπʼ ἀδίκοις οὔτε παρὰ δύναμιν θρασυνόμενος, καὶ τοὺς καιροὺς ῥοπὰς ἀγχιστρόφους καὶ ἑτεροκλινεῖς εἰδὼς ἔχοντας, ἔτι δὲ τὰς τύχας ἀβεβαίους εἰπεῖν μᾶλλον ἱκανώτερος πεφυκὼς ἢ ἀκοῦσαι, θαρρῶ μὲν ἐπʼ ἐμαυτῷ ὅσον οὐδεὶς τῶν ὄντων, πιστεύω δὲ τῷ δαίμονι πρὸς μηδένα τῶν ἀδικησάντων ἔλαττον σχήσειν. ἔχω γὰρ παρʼ αὐτοῦ πίστιν ἰσχυρὰν τὸ πάντας ἐφʼ ἡμῖν ποιῆσαι τοὺς ἐπιβουλεύοντας.

Στησιχόρῳ.

Ἀκούω σε καὶ εἰς Ἀλούντιον παρεληλυθέναι καὶ εἰς Ἄλαισαν καὶ χρήματα ἀγείρειν καὶ στρατιώτας παραλαμβάνειν πέμποντα κατὰ τὰς πόλεις, καὶ ταῦτα συντάττειν ἐφʼ ἡμᾶς. οὐκ ἄρʼ, ὦ Στησίχορε, παύσῃ τῆς ἀκρασίας τοῦ πολιτεύεσθαι τηλικοῦτος ὤν; οὐδὲ αἰσχύνῃ τὰς θεάς, ὧν ζηλωτὴς μὲν εἶναι καλλωπίζῃ, λυμαίνῃ δʼ αὐτὰς ἐν οἷς πολιτεύῃ πρὸς ἄνδρας ἀμείνους; οὐδʼ ἐλεεῖς τοὺς παῖδας οὐ πολὺ ἀποδέοντας ἄνδρας εἶναι ἤδη, ἀλλὰ προπετὴς εἶ ἀκμήν, μέλλων αὐτοῖς ἐχθρὸν ἐπιτειχίσειν οὕτω βαρύν, ὃς αὐτοὺς ἐκτρίψει πίτυος δίκην; καὶ τοὺς μὲν τῶν Ἀχαιῶν νόστους πυνθάνομαί σε συγγράφειν καί τισι τῶν ἡρώων ἐκείνων ἀβουλίαν ἐπιτιμᾶν ἱκανῶς· ὅπως δʼ αὐτὸς ἀπονοστήσεις ἀπαθὴς ἐξ Ἀλαίσης εἰς Ἱμέραν οὐδὲν φροντίζεις. ἀλλʼ εὖ ἴσθι, ὅτι μένουσί σε καὶ Καφηρίδες πέτραι καὶ Πλαγκταὶ καὶ Χάρυβδις, καὶ οὐκ ἂν ἐκφύγοις ὅλως τὰς ἐμὰς χεῖρας, οὐδʼ ἂν εἰ θεῶν σέ τις καθʼ ὑμᾶς τοὺς ποιητὰς ἀϊστώσειεν.

Ἱμεραίοις.

Ἀπελύσαμεν Στησίχορον, ὦ Ἱμεραῖοι, παρέντες αὐτῷ τῶν πεπολιτευμένων πρὸς ἡμᾶς τὰς αἰτίας, οὐ διʼ ὑμᾶς ἀξιοῦντας, ὡς ὑμῶν γε ἕνεκα κἂν ἀπωλώλει πολλάκις οὐχ ἅπαξ, ἀλλὰ ταῖς θεαῖς αὐτὸν ἀφήκαμεν, αἷς ἐστὶ κατάσχετος, καὶ ὅσοι ἔχουσι τὴν Ἱμερίδα γῆν θεοί τε καὶ ἥρωες· οὐδὲν γὰρ ἔχω ἐκείνοις ἐγκαλεῖν, εἰ καὶ ὑμῖν πάνυ πολλά. καὶ αὐτοὶ δὲ ὑμεῖς ἴστε, οἷα ἐπεχείρησε ποιῆσαι κακά. ἀλλʼ ᾐδέσθην ἱερὸν ἄνδρα καὶ κατὰ σοφίαν εὐκλεᾶ καὶ ταῖς Μούσαις ὡς ἀληθῶς καταπεπιστευμένον συγκατατάξαι τῷ πόρνῳ καὶ βδελυρῷ Κόνωνι καὶ βιάσασθαι ἀποθανεῖν, ὡς εἴθε γε καὶ τὴν μοῖραν ἐπέχειν τῶν τοιούτων ἐνῆν. καὶ ὑμῖν δὲ ἐπισκήπτω λιπαρῶς ὡς οἷόν τε, ὦ Ἱμεραῖοι, μὴ κατασύρειν αὐτὸν εἰς ἐκμελῆ καὶ ἀπῳδὰ τῶν ἐσχάτων αὐτοῦ πολιτευμάτων. καὶ γὰρ οὐδὲ αὐτὸς ἑκὼν εἶναι παραδίδωσιν ἑαυτόν, ὡς πυνθάνομαι παρὰ τῶν εἰς Ἄλαισαν ἀφικνουμένων, ἀλλʼ ἥττων ὢν τῆς ὑμετέρας ἀγνωμοσύνης καὶ βίας. παύσασθε οὖν βιαζόμενοι αὐτὸν καὶ χρῆσθε τοῖς ἐπιτηδειοτέροις, Στησίχορον δὲ ἄνετον εἶναι καὶ σχολάζειν τῇ λύρᾳ τῇ ἑαυτοῦ ἄφετε καὶ μὴ ὁμοίους ἐμοὶ ἐχθροὺς αὐτῷ κατασκευάζετε, οὐχ ὁμοίως ἴσως αὐτῷ προσοισομένους. εἰ δὲ δεῖσθε πάντως τῶν πρὸς ἡμᾶς πολιτευομένων, προχειρίσασθε τοιούτους ἑτέρους ἐξ ὑμῶν τινάς, οὓς ἐγὼ λαβών, ὡς ἂν ἐμοὶ φίλον ᾖ καὶ ἐμῇ ψυχῇ κεχαρισμένον, μετʼ οὐδεμιᾶς δεισιδαιμονίας καταχρήσομαι.

Στησιχόρῳ.

Τυραννοῦμεν, ὦ Στησίχορε, καὶ οὐχ Ἱμεραίων, ἀλλὰ Ἀκραγαντίνων, ὥστε σοι πολλὴν εἰδέναι χάριν, ὅτι ἀφελόμενος ἡμᾶς ἐλάσσω ἀρχὴν τὴν μείζω ἔδωκας. εὖ μέντοι ἴσθι, ὅτι καὶ οἱ ἐν Ἀκράγαντι ἄρχοντες τοὺς ἐν Ἱμέρᾳ ἐχθροὺς ἀμύνεσθαι δυνησόμεθα.

Αὐτονόῃ.

Ἔπεμψά σοι τὸ ἀργύριον οὐδʼ ὅσον ἐπαναβαλόμενος μετὰ τὸ λαβεῖν τὰ γράμματα, νομίζων οὐ χάριτος εἶναι τὸν καιρὸν μόνον, ἀλλὰ καὶ τάχους. τρία μὲν οὖν τάλαντα, ὡς ἠξίους, ἐπεδώκαμεν, ὅπως καταθεμένη τὴν ὑπὲρ τοῦ παιδὸς ζημίαν λύσῃς τὰς φυγὰς αὐτοῦ, καὶ μὴ ἐπὶ πλέον ἀλητεύῃ· πείρᾳ γὰρ οἴδαμεν τὴν τοῦ φεύγειν ἀτυχίαν ὅσον ἐστὶ κακόν. τρία δὲ παρʼ ἑαυτῶν ἀπεστείλαμεν, ἵνα τὰ δημιόπρατα τῆς οὐσίας ἀναλάβῃς. παραινῶ δὲ τοῦ λοιποῦ τῷ Κλεισθένει πολιτείας ἀπέχεσθαι καὶ μὴ τοιαύτας αἱρεῖσθαι πραγματείας ἐξ ὧν αἱ μὲν ὠφέλειαι πάσης γίνονται τῆς πόλεως, αἱ βλάβαι δὲ ἴδιαι τῶν προεστηκότων. καὶ εἰ τὰ οἰκεῖα μὴ οἷά τε σωφρονίζειν αὐτόν, τοῖς ἐμοῖς παραδείγμασιν ἀνεψιαδοῦ πρὸς μητρὸς ὄντος χρήσθω, ὅτι κἀγὼ διὰ πολιτείας ἄγνοιαν ἐκπεσὼν τῆς πατρίδος οὐδὲ τύραννος ὢν ἴσχυκα κατελθεῖν. οὐδὲν δὲ τερπνὸν οὕτως ἡγοῦμαι τῆς ἀρχῆς ὡς ἀνιαρὸν τὸ φεύγειν τὴν πατρίδα. ταῦτα δʼ ὑμῖν ἐπιστέλλω μὰ τοὺς θεοὺς οὐκ ἐφʼ οἷς δέδωκα ἀλγῶν, ἀλλʼ ἐφʼ οἷς πεπόνθατε ἀνιώμενος, οὐδʼ ὅπως μὴ πάλιν ποτὲ δῶ, ἀλλʼ ἵνα ὑμεῖς μὲν εἰς μηδὲν κακὸν ἀξιώσητε λαβεῖν, ἐγὼ δʼ εἰς εὐτυχίας αἰτούμενος ὑπὸ τῶν οἰκειοτάτων καὶ προθυμότερον καὶ πολυτελέστερον χαρίζωμαι.

Νικοφήμῳ.

Οὓς ἐν Λεοντίνοις κατελέγου δημηγορῶν καταικισθέντας ἀπολέσθαι οἰκτίστως, ἐπιβουλεύσαντας ἀπωλέσαμεν. καὶ οὐδὲ τοῦτʼ αἰσθάνῃ, ὅτι τοὺς ὑπʼ ἐμοῦ τιμωρηθέντας παραφέρων οὐ μόνον αὐτὸς ἐπιβουλεύεις ἐμοὶ τοιαῦτα ἔχων παραδείγματα, ἀλλὰ καὶ Λεοντίνους πολεμεῖν ἀναγκάζων ὀκνηροτέρους ποιεῖς, ὅτι πρὸς τοιοῦτον ἐχθρὸν ἀδικοῦντες πολέμου ἄρξουσιν· ἀμήχανον γὰρ τὸν αὐτὸν καὶ μισεῖσθαι διὰ χαλεπότητα καὶ καταφρονεῖσθαι ἐπὶ μαλακίᾳ, εἴπερ ἀπέβη τὸ δόξαν. ἐπὶ τοιούτοις γὰρ ἄθλοις οὔτε φθονοῦμεν ὑμῖν οὔτε ἀποσυμβουλεύομεν φιλοτιμεῖσθαι.

Λυσίνῳ.

Οὐ παύσῃ τῆς ἀβουλίας, ἀμαθέστατε Λυσῖνε, οὐδὲ φείσῃ σεαυτοῦ τριάκοντα ἔτη γεγονώς, βαρυτέρους ἐχθροὺς ἢ δυνήσῃ μετὰ πολλῶν ἄλλων τοιούτων φέρειν ποιούμενος, ἀλλʼ ἔπη καὶ τραγῳδίας εἰς ἐμὲ γράφεις ὡς ἀνιασόμενον; τὰ δʼ ἀποτελέσματά σοι δεινότερα πάσης τραγῳδίας φυλάξῃ μὴ γενέσθαι.

Ἐπιχάρμῳ.

Ἀρκεῖς μόνος δικαίους ἡμᾶς νομίζων, κἂν μηδεὶς ἄλλος λέγοντί σοι πείθηται· εἷς γὰρ ἀνὴρ ἐμοὶ τοιοῦτος ἁπάσης ἐστὶ Σικελίας μέτρον, τὸ δʼ ἀνεξέταστον πλῆθος ἐρημίας ὑπειλήφαμεν ἀναπλήρωμα, ὑφʼ οὗ καὶ τὸ ἀγνοεῖσθαι καὶ μὴ χρηστοτέρους δοκεῖν οὗ ἐσμὲν τάχα οὐκ ἀνωφελές. σὺ δὲ πολλοὺς μὲν ἔχεις ὁμοίους σεαυτῷ — τὴν γὰρ ἀρετὴν τῶν ἀνθρώπων, οὐ τὸν ἀριθμὸν σκοπούμεθα —, μεθʼ ὧν ἔγνωκας ἡμᾶς καλοὺς κἀγαθούς· εἰ μέντοι καὶ μόνος ἦσθα, ἐπλουτοῦμεν ἀνθρώπων μαρτύρων καὶ πλειόνων οὐ προσεδεόμεθα ἐπαίνων.

Κέβρωνι.

Τί δήποτε θαυμάζοντές με τῶν τρόπων ὡς δειναῖς χρώμενον αἰκίαις πρὸς τοὺς ἐπιχειροῦντας ἐξ ὑμῶν κατʼ ἐμοῦ τῷ τοιούτῳ οὐκ ἐκπέπληχθε, ἀλλὰ τὰς μὲν τύχας ὀλοφύρεσθε τῶν τιμωρηθέντων, συμβούλους δʼ αὐτοὺς οὐ ποιεῖσθε μὴ ἀδικεῖν Φάλαριν; ἄμεινον μὲν οὖν κἀμοὶ ἦν μὴ καθίστασθαι εἰς τοιαύτης ἀμύνης ἀνάγκην, λυσιτελέστερον δὲ ὑμῖν τὸ μὴ χρῆσθαι τῇ προπετείᾳ κατὰ πάντα, ἔπειτά τε ἐμοὶ ὁ τρόπος εὐνοουμένῳ, τί ποτʼ ἂν ἐπράξατε, εἰ μὴ τοιοῦτος ἐγενόμην ἔγωγε περὶ τὰς τιμωρίας, ὁπότε μηδὲν ἐλπίζοντες πείσεσθαι μέτριον παραβάλλεσθε, ἔστιν οὖν ἐμὲ παῦσαι τῆς ὠμότητος, ἐὰν αὐτοὶ πρότερον παύσησθε ἀδικίας.

Εὐκτήμονι.

Οὐδὲν ἔψευσαι τῶν ἐπʼ ἐμοὶ διαβολῶν· καὶ γὰρ αὐτὸς πάνθʼ ὅσα κατηγορεῖς ἐν Συρακουσίοις ὁμολογῶ. ἀλλʼ εἰ τὸν αὐτὸν τρόπον ἐγώ τε τοῦ τιμωρεῖσθαι τοὺς εἰς ἐμαυτὸν ἁμαρτάνοντας ἐφειδόμην, καὶ ὑμεῖς τοῦ προπετῶς οὕτως κἀμοὶ καὶ ἑαυτοῖς ἐπιβουλεύειν, οὐδεὶς ἂν οὔτε ἐμοῦ κατηγόρησεν ὡς ἔκθεσμα δρῶντος, οὔθʼ ὑμᾶς ὡς ἀνίατα πάσχοντας ᾠκτίζετο.

Κλεοβούλῳ.

Οὐ πείθονταί σοι Καμαριναῖοι τὸν πρὸς ἐμὲ πόλεμον ἐξενεγκεῖν σφόδρα πολλὰ ἑκάστης ἐκκλησίας πείθοντι· καλῶς γὰρ ἴσασι πόλεμον ἔργοις οὐ λόγοις δημηγόρων κατορθούμενον. ὥστε, εἰ βούλει πολεμεῖν αὐτούς, τὰ ἀποτελέσματα δεῖξον τῇ γνώμῃ συνοίσοντα. ἂν μέντοι μηδʼ οὕτως ὑπακούσωσι, μεταβαλλόμενος τἀναντία παραίνει, καὶ τάχʼ ἂν τούτῳ περιγένοιο τῷ τρόπῳ ὧν βεβούλησαι. δυοῖν γὰρ θάτερον ἐν τῷ παρόντι, ἢ τὴν γνώμην ἀσύμφορον ἢ τὸν συμβουλεύοντα οὐδενὸς ἄξιον ἡγοῦνται. ἐγὼ μὲν γὰρ οἴομαι ἑκάτερα. εὖ μέντοι ἴσθι καὶ τόδε, ὡς οὐ λόγοις ἀπράκτοις ἀμυνούμεθά σε, οἷς εἰς ἡμᾶς ἄρχειν δοκεῖς ἀδικίας, ἀλλὰ ἔργοις, ὧν οἱ πειραθέντες οὐκ εἰσαῦθις ἐπεβούλευσαν. ταῦτʼ εἰδότες Καμαριναῖοι οὐ βούλονται πεῖραν λαβεῖν ὀργιζομένου Φαλάριδος· χαριζόμενος γὰρ αὐτοῖς ἡδίων ἔδοξα.

Κλεοδίκῳ.

Πολλὰ καὶ δεινὰ βεβούλευσαι κατʼ ἐμοῦ, Κλεόδικε, παρὰ τὴν ὑπάρχουσαν δύναμιν. πόθεν γὰρ σοὶ τὸ ἐλπίσαι κακῶς ποιήσειν Φάλαριν, χαριουμένῳ τῇ τοῦ Θρᾳκὸς τοῦ βυρσοδέψου θυγατριδῇ, Αὐτάνδρου δὲ γυναικί, τοῦ τὸν δεσπότην ἑαυτοῦ κτείναντος, ἐξ ὧν οὕτω πλουτῆσαι αὐτῷ συνέβη, καίπερ τοῖς τῆς φύσεως νόμοις ἐνυβρικότι; οὐ μὴν εἰς τοῦτό γε προαχθήσομαι τῆς ὀργῆς, ὥστε τὰ σοὶ πεπραγμένα λόγῳ διεξελθεῖν. ἐὰν γάρ σε ἄξιον ἀμύνης ἡγησώμεθα, οὐκ ἐν λόγοις βουλησόμεθα μόνον, ἀλλʼ ἐν ἔργοις δυνησόμεθα, ἅπερ εἰς ἡμᾶς ὠρέχθης ἐξαμαρτάνειν, εἰς κεφαλὴν σοί τε καὶ τῷ σῷ γένει τρέψαι.

Τοῖς Στησιχόρου παισίν.

Τοῦ πένθους τίνα ἄν τις ἄλλην ἱκανωτέραν ὑμῖν παράκλησιν εἰσενέγκοιτο, ὦ παῖδες, ἢ τὴν ἀρετὴν τοῦ γονέως, ἐφʼ ᾧ γε τὸ πένθος φέρεσθε; οὐ γὰρ δακρύεσθαι τὰ Στησιχόρου πρέπον, ἀλλʼ ὑμνεῖσθαι. καὶ καθόλου μὲν οὐκ ἂν ἐβουλόμην ὑμᾶς οὔτε θρήνους οὔτε αἰκισμοὺς προσέσθαι σωμάτων, οὐχ ὅτι οὐ κοινὰ ταῦτα πάθη καὶ κατηναγκασμένα παρέπεται πᾶσιν, ἀλλʼ ὅτι τὰ τοιαῦτα ἀνθρώποις ἐστὶν ἁρμοστὰ δυστήνοις, ὧν οὐχ ἡ τελευτὴ τὰς ὀλοφύρσεις προσηκούσας ἀλλʼ ὁ βίος ἔχει, οὐ Στησιχόρῳ, ζήσαντι μὲν ἔτη τοσαῦτα σὺν ταῖς ἁγιωτάταις θεαῖς ὀνομασθησομένῳ δὲ ἐπὶ τιμαῖς καὶ στεφάνοις. ὁμολογουμένως γὰρ οὔτε παρʼ ἡμῖν οὔτε παρὰ τοῖς ἄλλοις ἀνθρώποις μείζων … . ἡ γὰρ ἀθάνατος τοῦ θεοῦ μοῖρα ἡ πρὸς τὸ πᾶν ἰοῦσα αὕτη καὶ οὐχ ἑτέρα τις ἔμοιγε εἶναι δοκεῖ. ὥστε, ὦ παῖδες μεγάλου καὶ ὑπερφυοῦς πατρός, φρονεῖτε μὲν ἄξια τοῦ τεκνώσαντος — οὐ γὰρ μικρὸς ὑμῖν ἀγὼν μὴ πολὺ καταδεεστέρους ἐκείνου ὑμᾶς γενέσθαι —, πενθεῖτε δὲ μηδαμῶς εὐτυχῆ μοῖραν ἥρωος οὐχ ἑνὶ μακαρισθησομένην χρόνῳ, παντὶ δὲ αἰῶνι, μηδὲ τῶν τιμῶν, ἃς ψηφίζονται ὡς ἐπὶ θεῷ Ἱμεραῖοι, τὸ λαμπρότατον ὑφαιρεῖσθε, τὴν δόξαν. οὐ γὰρ ἐκεῖνός γε, ὃν ἡμεῖς ἴσμεν, ἠχθέσθη θανάτου προθεσμίᾳ συναιρούμενος, οὐδὲ τῶν ἡρώων τοὺς γενναιοτάτους, ἐπεὶ ὑπὲρ δόξης ἔθνησκον, ἐν τοῖς καλλίστοις ποιήμασιν ὑμνήσας, ἅπερ ὑμῖν κτήματα μὲν τοῦ παντός ἐστιν ἄξια, παραδείγματα δὲ βίου σωφρονέστατα, αὐτός, ὁπόθʼ ἧκεν ἡ μοῖρα πρὸς τὸ πέρας, ἀπτοήτως ἔθνησκεν. εὖ γὰρ ἴστε, ὦ παῖδες, οὐ γὰρ ὑφʼ ἡμῖν γενόμενος ἐχθροῖς οὖσιν ἔδεισεν, οὐδὲ ὡς δεινόν τι πείσεσθαι μέλλων ἐπεκλάσθη. πολὺ δὲ γενναιότερος αἰχμάλωτος ἡμῖν ἦν ἢ ἀντίπαλος. ἡττήθη γοῦν τὰ πικρὰ τῆς τυραννίδος ὑπὸ σοφίας, οὐδʼ ὁτιοῦν ἔχοντός μου δρᾶσαι κατʼ αὐτοῦ δεινόν· ὃ γὰρ ἔδρων, ἐχαριζόμην. ἐγὼ δὲ μυρίοις πόνοις προθυμηθεὶς ἑλεῖν, ἀφʼ οὗ περιεγενόμην αὐτοῦ, οὐδὲν ἔσχον ἕτερον αἱρεθεὶς ὑπὸ τούτου μᾶλλον ἢ χάριν εἰδέναι, κἂν εὐεργεσίας παρʼ ἡμῶν ἐθελήσῃ λαμβάνειν. ἐφʼ ᾧ οὐδʼ ὀφείλεσθαι χάριν ἐμαυτῷ νομίζω, περιποιησάμενος εἰς δώδεκα μάλιστα αὐτὸν ἔτη — τοσαῦτα γάρ ἐστιν ἃ προσβεβίωκεν —, ἐγὼ δὲ ὀφείλειν, ὅτι καὶ τὰ ἄλλα προσεπέρρωσεν ἡμᾶς καὶ θανάτου καταφρονῆσαι μόνος ἀνθρώπων ἔπεισεν.

Καταναίοις.

Ὑμεῖς μὲν ἴσως ἐμαυτῷ πλεοναζούσας δοκεῖτε ποινὰς τετικέναι ὧν εἰς ἐμὲ καὶ τοὺς ἐμοὺς παρηνομήσατε, ἀντὶ μὲν ἀνδρῶν τριάκοντα ὧν ἀσεβῶς κατεπυρπολήσατε πεντακοσίους ὁπλίτας ἀπολωλεκότες, ἀντὶ δὲ ταλάντων ἑπτὰ ὧν διηρπάσατε πλείστας ἀπεστερημένοι προσόδους· ἐγὼ δὲ προοίμιον ὑμῖν ὧν μέλλετε πάσχειν ὑπʼ ἐμοῦ τὰ νῦν γεγονότα καταγγέλλω, ἵνʼ ἃ διʼ ἐμαυτὸν συμμαχήσαντα τοῖς ἐχθροῖς ὑμῶν πεπόνθατε ὁμολογεῖν αἰσχύνησθε. οὐ μὴν ἀνήσω γε τὴν πρὸς ὑμᾶς δυσμένειαν, ἕως ἂν ἡ διοικοῦσα πρόνοια τὴν αὐτὴν ἁρμονίαν τοῦ κόσμου φυλάττῃ. ἐξοίσω δὲ τὸν πρὸς ὑμᾶς πόλεμον οὐχ ὑπὲρ ἐμαυτοῦ τοσοῦτον ὅσον ὑπὲρ θεῶν τῶν πάντα καὶ σώζειν καὶ φθείρειν δυναμένων, εἴ γε θείας ψυχῆς, ὥσπερ τὰ λοιπὰ τῆς φύσεως στοιχεῖα, καὶ τὸ κατὰ τὴν Αἴτνην πῦρ μεμοίραται, εἰς ὃ τοὺς ἱκέτας ἀθέως βαλόντες οὐ Φάλαριν ἐχθρόν, ἀλλὰ τὸν πάντων ἐπόπτην ἥλιον ἐπικέκτησθε.

Νικαινέτῳ.

Τὸ πολλάκις ἴσως ἡμᾶς ἐπεσταλκέναι τῷ σῷ πατρὶ παῦσαί σε τῆς ἀφροσύνης ἐπῆρκεν, ὡς οὐκ ἄν, εἰ μὴ ἐδεδοίκειμεν τὴν ἔχθραν, ἀποτρέπειν παρεκελευόμεθα. ἐγὼ δὲ περὶ μὲν τούτου τὸ μὴ οὕτως ἔχειν οὐδὲ γράφειν ἀξιῶ, πυνθανόμενος δʼ ἐπιεικῆ τὸν γέροντα εἶναι καὶ μηδὲ ἑτέρους αὐτῷ γεγονέναι παῖδας, ἐκεῖνον μὲν ἐλεῶν, σοῦ δὲ παρʼ ἡλικίαν θρασυνομένου φειδόμενος, ἕως τοῦ παρόντος ἀνέσχηκα. σὺ δʼ οὔτε πατέρα πρεσβύτην οἰκτείρεις ἐφʼ ἑνὶ κινδυνεύοντα παιδί, οὔτε σεαυτοῦ φροντίζεις, ἐπιμένεις δὲ τῇ προπετείᾳ, πρῶτον μὲν τάχα, παρʼ ὅσον οὐδὲν ὑφʼ ἡμῶν πέπονθας, εἶτʼ οἰόμενος ἐξεῖναί σοι, ὁπόταν βούλῃ, πεπαῦσθαι. τοῦτο δʼ οὐδὲ τοῖς πολὺ σοῦ δυνατωτέροις ἐνεγένετο. ἕως οὖν σοι παρὸν ἑκατέρων ἑλέσθαι τὸ λυσιτελέστερον, μὴ μιμοῦ Τίμανδρον, ἐχθρῷ δὲ μᾶλλον ὠφελίμῳ ἢ λίαν ἐπιζημίῳ συμβούλῳ χρῆσαι.

Πολυδεύκει.

Ἐρρωμενέστερον ἀδικοῦμαι τῷ παντὶ ἢ τιμωροῦμαι, Πολύδευκες, οὐχ ὥσπερ ἔφησθα καὶ πάσχειν με δεινὰ καὶ δρᾶν. ἐγὼ μὲν γὰρ καὶ δὶς καὶ τρὶς ἀδείας τοὺς αὐτοὺς τῶν ἐπιβουλευσάντων ἠξίωσα, τῶν δʼ ἀδικούντων οὐδείς ἐστιν, ὅστις ἐπὶ τοῖς πρώτοις ἁλοὺς κακοῖς ἔπειτα τὸ δεύτερον πονηρὸς ὀφθῆναι ᾐδέσθη.

Ἐγγυίνοις.

Οὔτε προφάσεως ἐνδεῖν μοι δοκῶ, διʼ ἣν ἂν δικαίως ὑμᾶς ἀμυναίμην, οὔτε βουλομένῳ ἐπεξιέναι δυνάμεως. βουλήσομαι δέ, ἂν μὴ νῦν γέ ποτε αἰδεσθέντες ἡμᾶς ἀπολύσητε τοὺς ἄνδρας, οὓς οὐδενὶ δικαίῳ, διότι δὲ τῷ κακῶς ἀπολουμένῳ Πασίωνι παρατριβομένῳ πρὸς ἡμᾶς ἔδοξε, τρίτον ἤδη μῆνα τοῦτον ἐν τῷ δεσμωτηρίῳ κατέχετε.

Ἱμεραίοις.

Στησίχορον ἴστε καὶ Κόνωνα καὶ Δρωπίδαν περαιουμένους ἀπὸ Παχύνου εἰς Πελοπόννησον ἀντὶ Κορινθίων, πρὸς οὕς γʼ ἐπέμφθησαν ὑφʼ ὑμῶν, πρὸς ἐμὲ ἀχθέντας. καὶ Δρωπίδαν μὲν ἴσως ἀποδώσομεν ὑμῖν, Κόνωνα δʼ εὐθὺς ἀπεσφάξαμεν· Στησίχορος δὲ σῶός ἐστιν, ἕως ἂν τὸν τρόπον λογισώμεθα, ὃν χρὴ αὐτὸν τιμωρηθέντα ἀποθανεῖν.

Στησιχόρῳ.

Πυνθάνομαί σε περιδεῆ σφόδρα εἶναι ἐννοοῦντα τὴν δύναμιν ἡμῶν καὶ συνειδότα ἅμα τοῖς πρὸς ἐμὲ σοὶ πεπολιτευμένοις. θαυμάζω δέ σε, εἰ νῦν ἤρξω περιδεὴς εἶναι, ἀλλʼ οὐ τότε εὐθέως, ὅτε ἐπολιτεύου πρός με ἀρχῆς παρανόμου Ἱμεραίοις συλλαβέσθαι βουλόμενος, διελογίζου, ὅτι γένοιτʼ ἂν τάχα ἃ σὺ λέγεις Ἱμεραίοις. εἰ μὲν οὖν ὑπερεφρόνεις θανάτου, ὥσπερ καὶ ἐχρῆν σοφὸν ὄντα, τί νῦν, ὦ μάταιε, ἰλιγγιᾷς, ἐξόν, ἃ προσδοκῶν τότε οὐδὲν ἧττον θρασὺς ἦσθα, ταῦτα καὶ πελάζοντα γενναίως ὑπομένειν; εἰ δέ, ὥσπερ δῆλος εἶ, περιτρόμως ἔχεις πρὸς τὴν ἀφʼ ἡμῶν δίκην ἐσομένην, τί, ὦ προπετέστατε, ἐβόας τότε καὶ τοσοῦτον σεαυτῷ παρεσκεύαζες ἐχθρόν, ἐναγῆ καὶ αὐθάδη καλῶν καὶ τὰς ἐκ τῶν ἐπῶν σου ῥήσεις εἰσφέρων εἰς τὰς ἐκκλησίας; τί δὲ μουσικὸς καὶ μελοποιὸς ὢν καθιστᾷς σεαυτὸν εἰς ἐναντίον σχῆμα καὶ προαίρεσιν βίου τοῖς ἐπιτηδεύμασιν, ἐξὸν σχολὴν ἄγειν καθεζόμενον καὶ μὴ θερμοτέρων ἅπτεσθαι πραγμάτων ἢ ποιηταῖς πρέπει; ἐπεὶ δʼ ἀντὶ ποιητοῦ δημαγωγὸς ὠρέχθης γενέσθαι, μένει σε οἷα φημὶ οὐ ποιητὰς οὐδὲ μουσικοὺς ἄνδρας, ἀλλὰ δημαγωγοὺς ὑπὲρ δύναμιν θρασυνομένους κρατούντων ἐχθρῶν.

Κλεισθένει.

Οὐ τὸ τοῖς πολλοῖς εἰθισμένον, ὅταν ἐπὶ τοῦ λόγου βλαφθέντες ἐν τοῖς ἀποτελέσμασι τῶν ἔργων εὐδοκιμήσωσι, πρᾶξαι βουλόμενος ἐπιστεῖλαί σοι δεῖν ᾠήθην, ἵνʼ ἐν ᾧ παρὰ γνώμην ἐσφάλης, οὐ πεισθεὶς ἐμοὶ τὰ βέλτιστα εἰπόντι, μέρος συμφορᾶς γενόμενος ἐπιτιμῴην — οὐδὲν γὰρ ἕτερόν μοι δοκοῦσιν οἱ τοῦθʼ αἱρούμενοι ποιεῖν ἢ πολὺν ἑαυτῶν ἔπαινον εὐβουλίας διατιθέμενοι κατηγορεῖν τῶν ἐπταικότων, ὅτι οὔτε προέγνωσαν τὸ συμφέρον, οὔτε τοῖς προειποῦσιν ἐπείσθησαν —, ἀλλʼ ὥσπερ αἰσθανόμενος περὶ σοῦ τὰ μέλλοντα ἔσεσθαι, ἵνα μὴ πάθῃς, οἰκειότατος ἐγενόμην, οὕτω πεπονθότος ἃ μήποτʼ ὤφελες, αὐτὸς οἶμαι καὶ συναμαρτεῖν καὶ συνταλαιπωρεῖν. προύλεγον μὲν γάρ, ἵνα μὴ γένηται· γεγονότων δὲ διὰ τὴν τύχην συνατυχῶ καὶ τῇ τύχῃ οὐκ ὀνειδίζω, ἀλλʼ ἵνα μὴ μείνῃ τοιαῦτα, ὡς ἔνεστι πεφιλοτίμημαι. ταῦτα μὲν οὖν παρὰ τῆς σεαυτοῦ μητρὸς ἥκων ἄμεινον ἂν μάθοις· σὺ δὲ σχέτλιος, ὃς οὐδʼ ἐκπεσὼν τῆς πατρίδος παρʼ ἡμῖν ἐβουλήθης ὡς εὐνουστάτοις τὰς φυγὰς ἀναπαῦσαι. τοῦτο δὲ εἰ μὲν ἄλλου του χάριν εἵλου, δίκαιος οὐκ ἂν εἴης περὶ ἡμᾶς· εἰ δʼ ὡς ὀνειδισθησόμενος ᾐδέσθης τοὺς προειπόντας καὶ οὐ πείσαντας, μικροῦ δέω λέγειν ὅτι καὶ ἥδομαι οὕτω σου σωφρονοῦντος, αἰσχυνόμενος γὰρ ἐπὶ τοῖς προειρημένοις οὐκ ἂν ἐπὶ τοῖς αὐτοῖς ἁλίσκοιο ἁμαρτάνων.

Νικίππῳ.

Τοῦ μὲν εἰληφέναι σε τὰς παρʼ ἐμοῦ δωρεὰς πλείστη σοι χάρις, ἐγὼ δέ, ὅπερ ἔλεγες φοβεῖσθαι Συρακουσίους, μή τί σοι χαλεπὸν ἐξ αὐτῶν ἀνάσχῃ δεξαμένῳ τὰ παρʼ ἡμῶν χρήματα μηνύσεως αὐτοῖς ἀποδοθείσης, τοῦτʼ ἔμελλον ποιήσειν, μὴ λαβόντος σου κατηγορήσειν ὡς εἰληφότος, ἵνʼ ᾖ σοι τὸ αὐτὸ δεξαμένῳ καὶ μή, μᾶλλον δὲ τὸ μὲν ἧττον, τὸ δὲ τῷ παντὶ χεῖρον. μὴ λαβὼν μὲν γὰρ ἐμοῦ κατηγοροῦντος τὸ δεδωκέναι πάντως ἂν αἰτίαν εἶχες εἰληφέναι· λαβὼν δὲ ταῖς ἀληθείαις ἐμοῦ τὸ μὴ δεδωκέναι λέγοντος, οὐκ ἴσως ἀλλʼ ὄντως ἀπήλλαξαι τῆς αἰτίας.

Ἱερωνύμῳ.

Ἐπυνθάνου, τίσιν ἀντεξήτακα τὸ δύνασθαι Λεοντίνων μοι ἐπεξιόντων κατὰ τῆς χώρας, ἣν ἐμὴν οὖσαν ἀποτέμνονται, περιγενέσθαι. τὸ μὲν οὖν ὅτι δικαιοτέρων ἐχόμενος καὶ οὐκ ἄρχων πολέμου ἀλλʼ ἀμυνόμενος, οὐκ ἂν ἐπιστείλαιμι· τούτων γὰρ παρʼ ὑμῖν οὐκ ἔστι λόγος· ὃ δέ, κἂν μὴ προσποιῆσθε, ὑμᾶς εἰδέναι ἀνάγκη, τοῦτʼ ἂν εἴποιμι, ὅπλοις πολλοῖς καὶ ἀνδράσι δυνατοῖς καὶ χρήμασι καὶ ναυσὶ καὶ ἵπποις, ὧν ἁπάντων ἐνδεεῖς ὄντες αὐτοὶ μαχοῦνται πολεμίῳ καὶ περὶ ταῦτα καὶ περὶ τὰς τύχας πεπλουτηκότι.

Λαμάχῳ.

Τοὺς ἑπτὰ καὶ τριάκοντα τούσδε, ὅταν τοῦ πλήθους λάβῃ τῶν Καμαριναίων, χαλκευθῆναι κατὰ φύσεως ἀπανθρωπίαν ἀποφαίνεις. βούλομαι μὲν ἐν τούτῳ μεῖναι τῷ ἀριθμῷ καὶ νὴ τὸν Δία τὸν μέγιστον εὔχομαι, οὐχ ὁρῶ δὲ ἐώμενον τοῦτο ὑπό τινων μέχρι τούτων ὡρίσθαι. σὺ γοῦν αὐτὸς ἐννέα καὶ τριάκοντα βιάζῃ τούτους γενέσθαι, προσνέμων σεαυτὸν καὶ τὸν ἀναίσθητον Ἐπιθέρσην. καὶ οὐχ ὅμοιόν ἐστιν ἢ ἐμὲ διαβάλλεσθαι ὑφʼ ὑμῶν ἀπολλυμένων ἢ ὑμᾶς πονηροτάτους ὄντας ὑπʼ ἐμοῦ ἀμυνομένου ἀπόλλυσθαι.

Νικάρχῳ.

Οὐκ ἀναγκάζεις Καμαριναίους ἐμοὶ πολεμεῖν, ἀλλʼ ὑπʼ ἐμοῦ πολεμεῖσθαι, οἳ δὲ σωφρόνων ἀνδρῶν ποιοῦντες πρᾶγμα καὶ τοῦτο σαφῶς εἰδότες καὶ πρὸ τῶν λόγων τὰ ἔργα σκοπούμενοι καὶ πρὸ τῶν ἔργων ἔτι τάχιον τὰ ἀποτελέσματα, πολὺν ἤδη χρόνον παραπέμπουσί σου τὰς δημαγωγίας, σὺ δʼ οὐκ αἰσχύνῃ βαρύτερος ὢν ἐκείνοις ἀπὸ τοῦ βήματος ἢ ἐμοί, καθʼ οὗ πολιτεύῃ.

Νικαίῳ.

Οὐ δοκεῖ σοι πικρὸν βασανιστήριον ὁ ταῦρος οὐδὲ τῶν παρʼ ἡμῖν μηχανημάτων οὐδέν, ἐπεὶ τὸν εἰς ἐκεῖνα ἔλεον οὐκ ἂν μέλλων ἡμῖν μάχεσθαι προανήλισκες.

Κλεομέδοντι.

Σὺ μέν, ὡς πυνθάνομαι, κατηγορῶν ἐμοῦ τὰς περὶ τὸν Κλεόμβροτον τύχας οἰκτρὰς ὀδύρεσθαι ἐπιχειρεῖς, ἐγὼ δὲ σέ, Κλεόμεδον, πολὺ μὲν ἐκείνου τολμῶντα ἀδικώτερα, τῷ παντὶ δὲ ὄντα ἀσθενέστερον ἐμοὶ ὑποχείριον γενέσθαι.

Μελιταίοις.

Οὐκ ἐκφαυλίζων, ὦ Μελιταῖοι, τὰς τιμὰς ὑμῶν ἀπέπεμψα τὸν πρεσβευτὴν κατασεσημασμένας φέροντα αὐτάς, οὐκ ἐᾷ δέ με ἐπαινεῖσθαι τὰ πεπραγμένα. ὑμεῖς μὲν οὖν ἴσως, οἷον αὐτοί με εἶναι δοκεῖν ἐθέλετε, τοιοῦτον οἴεσθε ὑπολαμβάνεσθαι καὶ παρʼ ἑτέροις· ἐγὼ δὲ οἶδα παρὰ μὲν τοῖς ἄλλοις ἅπασι κακὸς ὑπολαμβανόμενος, παρὰ δʼ ὑμῖν κἂν νομίζωμαι ἀγαθός, οὐδὲν ἐκτεῖναι δυνάμενος ἐντεῦθεν ἐπὶ τοὺς ἄλλους τὴν φήμην, πολὺ δὲ μᾶλλον εἰς τὰς ψευδοδοξίας τῶν ἀνθρώπων βλάψων ὑμᾶς, ὅτι τὸν κάκιστον οὐκ ἄν, εἰ μὴ τοιοῦτοι καθειστήκειτε, ἐπῃνεῖτε. ἐξ ὧν τοίνυν ὑμεῖς μὲν ἂν ἀδίκως πονηροί, ἐγὼ δʼ οὐδὲν ἐπιεικέστερος ὑπελαμβανόμην, οὐκ ᾤμην δεῖν ἐμαυτὸν τιμᾶσθαι.

Καμαριναίοις.

Καὶ εἰς Γέλαν ἔπεμψα καὶ εἰς Λεοντίνους, καὶ πρὸς ὁμᾶς πέμψαι δεῖν ᾠήθην, ὅπως μοι συλλάβησθε εἰς τὰ παρόντα, οὐχ ὅπλων οὐδὲ ἵππων δεομένῳ οὐδὲ ἀνδρῶν, ὧν κενὴν εἶναι λέγετε τὴν πόλιν, ἀλλʼ ἀργυρίου. καὶ Λεοντῖνοι μὲν ἡμῖν ἔπεμψαν πέντε τάλαντα εὐθέως, Γελῶοι δὲ ὑπέσχηνται δέκα δώσειν. ὑμᾶς δʼ οὔτε βραδυτέρους Λεοντίνων οὔτε μικροπρεπεστέρους ἔσεσθαι Γελώων ὑπολαμβάνω.

Ἀστυπαλαιεῦσιν.

Οὔτε μᾶλλον ἀνιαθεὶς ἐν τῷ ζῆν ἐμαυτῷ σύνοιδα, μὰ τοὺς θεούς, ἄνδρες πολῖται, καίτοι πολλαῖς καὶ παραδόξοις χρησάμενος μεταβολαῖς, οὔτε πλέον ἡσθείς, ἄμοιρος γὰρ οὐδὲ τῶν τερπνῶν ἐγενόμην. ἠνιάθην μὲν οὖν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τῆς πατρίδος ἐξέπιπτον ἀδίκως, ὅπερ ἀλγεινότατόν ἐστι καὶ τοῖς δικαίως τοῦτο πάσχουσιν, ἥσθην δέ, ὅτι δημοσίᾳ μου μνησθέντες ἐγράψατέ μοι περὶ ὧν ὁ καιρὸς ὑμᾶς ἤπειγεν. ὡς γὰρ παρʼ ἑνὸς τῶν μάλιστα εὐνοουμένων καὶ περὶ ὑμᾶς ἐσπουδακότων ᾐτήσασθε, οὐ τοσοῦτον, ὡς ἔοικε, τοῦ λαβεῖν τι τῶν ἐψηφισμένων, ὅσον τοῦ μαρτυρῆσαι μὲν ἐμοὶ δημοσίᾳ τὸ μὴ δικαίως ἐξεληλάσθαι, καταγνῶναι δὲ τῶν τοῦτο δρασάντων. οὔτε γὰρ αἰτῆσαι χάριτας παρὰ τοῦ μὴ στεργομένου τις ἂν οὔτε λαβεῖν παρὰ τοῦ μὴ στέργοντος ὑπομείνειεν. νῦν δὲ παρέδωκεν ὁ καιρὸς μέμψασθαι μὲν ὑμᾶς ὡς τοὺς πρώτους χρόνους μηδὲν αἰτησαμένους, εὐχαριστῆσαι δὲ τοῦ παρόντος, ἡνίκα αἰτεῖσθε ἅπερ ὑμεῖς μὲν οἱ λαβόντες δώσετε ταῖς ἀληθείαις — δέδεγμαι γὰρ ὑμῶν χάριν τὴν αἴτησιν —, ἐγὼ δὲ ὁ μετὰ τοσαύτης ἡδονῆς διδοὺς λήψομαι μᾶλλον ἢ δώσω. τί γὰρ ἀνδρὶ φιλοπάτριδι κάλλιον καὶ μεγαλοπρεπέστερον ἢ δοκεῖν τοὺς ἑαυτοῦ πολίτας εὖ ποιεῖν; ὃ διὰ τῆς ἐπιστολῆς μοι τῆς ὑμετέρας πεπλήρωται. τοῦ μὲν οὖν βραδύτερον ἀφῖχθαι τὰς δωρεὰς ἢ παρʼ ὃν ἐβούλεσθε χρόνον μήτε ἐμὲ μήτε τοὺς πρέσβεις ὑμῶν αἰτιᾶσθε, τὸν δὲ χειμῶνα καὶ τὴν ὥραν τοῦ καθεστῶτος ἔτους. τὸ μὲν γὰρ ἐξ ἡμῶν προθυμίας οὐδʼ ἧστινος ἀπελείπετο, πλεῖν δὲ διὰ τὴν ὑπερβολὴν τοῦ χειμῶνος οὐδὲ μετὰ τῶν ἐσχάτων τολμημάτων ἦν. τοῦ μέντοι σεσῶσθαι τὰ πεμφθέντα, καίτοι πελαγίῳ παραβληθέντα κινδύνῳ, τῇ τύχῃ χάριν εἰδότες οὐκ ἂν ἁμαρτάνοιτε. οὐ μὴν ἀλλὰ καὶ … τῶν κομιζομένων ἀποδώσουσι μὲν ὑμῖν ὡμολογημένως οἱ πρέσβεις, δηλώσει δὲ καθέκαστα καὶ ὁ συναπεσταλμένος αὐτοῖς ἀνὴρ ὁ καὶ τὴν ἐπιστολὴν φέρων, Εὔβουλος, παρʼ οὗ τά τε εἴδη καὶ τὸν ἀριθμὸν λαβόντες τὰ μὲν ἄλλα διανείμασθε καθʼ ὃν ἂν προῄρησθε τρόπον, τοῖς χρήμασι δὲ πρὸς ἐπισκευὴν καὶ κόσμον τῆς πόλεως χρησάμενοι καλῶς ἂν εἴητε πεφρονηκότες, οὐ διὰ τὴν ἐμὴν παραίνεσιν, διὰ δὲ τὴν ὑμετέραν αὐτῶν εὐβουλίαν· οὐδεὶς γὰρ ἀλλοτρίᾳ προαιρέσει ἀλλὰ τῇ οἰκείᾳ χρηστὸς πέφυκεν. εἰ δʼ, ὅπερ οὐδὲ λέγειν ἐφʼ ὑμῶν ἄξιον, τοῖς εἰς ἕτερον εἶδος δεδωρημένοις εἰς ἄλλο τι καταχρήσεσθε τῶν οὐκ ἀναγκαίων, εὖ ἴστε, ὅτι ὑμεῖς μᾶλλον ἂν μεμφθείητε τοῦ μὴ δεόντως προσενηνέχθαι τοῖς δωρηθεῖσιν ἢ ὁ δοὺς εὐλογηθείη τοῦ δεδωκέναι. ὡς γὰρ ἄτοπον, τὸν ἐκπεπτωκότα τῆς πατρίδος οὐδέν με τῶν αὐτῆς ἀνακτήσασθαι ζητεῖν τὰ κατερριμμένα, οὕτω τοὺς ἐνοικοῦντας τὰ πίπτοντα μέρη περιιδεῖν καὶ μηδὲ ἐξ ὧν ἄλλος δίδωσι φιλοτιμεῖσθαι. ἐὰν μέντοι δικαιώσητε μὴ μόνοις ὑμῖν πεπέμφθαι τὰς δωρεάς, ἀλλὰ καὶ τοῖς μεθʼ ὑμᾶς καὶ μετʼ ἐκείνων τῇ πόλει καὶ τοῖς θεοῖς, τότʼ ἂν ὑμεῖς θαυμασθείητε πλέον τῆς εὐβουλίας ἢ τοῦ δεδωρῆσθαί τι τῶν ἰδίων ὁ δεδωρημένος. τίς γὰρ ἂν ἀγνοήσειεν, ὅτι τὸ μὲν χαρίσασθαι τῆς τοῦ διδόντος ἐπιμελείας ἔπαινός ἐστι, τὸ δὲ χρήσασθαι τοῖς δοθεῖσιν ὡς προσῆκε τῆς τοῦ λαβόντος εὐλογιστίας; βουλοίμην δʼ ἂν ὑμᾶς μαρτυρηθῆναι περὶ ἀρετῆς μᾶλλον ἢ περὶ πλούτου δαψιλείας ἐμαυτόν· τὸ μὲν γὰρ ψυχῆς ἀγαθῆς, τὸ δὲ τύχης περιουσιαζούσης ἐγκώμιον δόξει.

Ἀξιόχῳ.

Σεμνύνεσθαι μέν, ὥσπερ καὶ ἐπʼ ἄλλῳ τινὶ τῶν καλῶν, ἐπʼ εὐγενείᾳ εἰκός ἐστιν, ἐγὼ δὲ μίαν εὐγένειαν ἀρετὴν οἶδα, τὰ δʼ ἄλλα πάντα τύχην. καὶ γένοιτʼ ἂν ὁ μὲν ἐκ φαύλων ἀγαθὸς καὶ βασιλέων ἁπάντων εὐγενέστερος, ὁ δʼ ἐξ ἀγαθῶν φαῦλος αὐτός τε ἑαυτοῦ καὶ τῶν ταπεινοτάτων δυσγενέστερος. ὥστε ψυχῆς ἔπαινον αὔχει πρὸς Συρακουσίους, μὴ προγόνων τεθνηκυῖαν εἰς ἀδοξοτέρους διαδόχους εὐγένειαν.

Ἱμεραίοις.

Ἐκέλευσα ὑμῖν Στησίχορόν μοι ἀποστεῖλαι καὶ Κόνωνα καὶ Ἑρμοκράτην διὰ τάχους, ὑμεῖς δὲ ἀντὶ Ἑρμοκράτους καὶ Κόνωνος καὶ Στησιχόρου Σαμέαν καὶ Νίκαρχον ἐπέμψατε. ἐγὼ δὲ εἰ μέν, οἷον ὑμεῖς με ὑπετοπάσατε εἶναι, τοιοῦτος ἤμην, οὐκ ἂν ἠγνόουν, ὅτι διʼ ἐκείνους ἐμὲ ἀποδοῦναι ὑμῖν τι τῶν ἀνηκέστων ἐχρῆν, καὶ ἧκεν ἂν καὶ Στησίχορος καὶ Κόνων πρός με καὶ Ἑρμοκράτης εὐθέως. καὶ γὰρ Κόνωνος μὲν ὑμῖν πεπορνευκότος ἀνθρώπου ἐστί τις πρόνοια, Σαμέα δὲ καὶ Νικάρχου, ἐπιφανεστάτων ἀνδρῶν καὶ κάλλιστα ἐξ ἁπάντων ὑμῶν βεβιωκότων, οὐκ ἔστιν. ἀλλʼ οὔτε ἐπιεικεῖς ἄνδρας καὶ μηδέν με ἠδικηκότας μηδὲ τὴν πατρίδα τὴν ἑαυτῶν ἀδικεῖν ἐβουλόμην, οὔτε νόμον κοινὸν Ἑλλήνων καταλύειν. καίτοι ὑμεῖς γε πολλοὺς νόμους Ἑλλήνων κοινοὺς κατελύσατε, οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις, ἐν οἷς πρός με ἐπολιτεύεσθε· λόγῳ δʼ οὐδὲν δέομαι λέγειν αὐτός τε εἰδὼς καὶ πρὸς εἰδότας γράφων. ἀλλʼ οὐκ ἐμιμησάμην γε ὑμᾶς οὐδὲ μιμήσομαι ἐγὼ ὁ ἀνδροφόνος καὶ ἐναγὴς τοσούτοις ἄγεσιν, ἀλλʼ ἔπεμψα ὑμῖν τοὺς πρέσβεις, παρὸν δυσῖν θάτερον ἀμογητὶ ἔχειν, ἢ ἐκείνους ὑμᾶς ἀναγκάσαι ἀντὶ τούτων πέμψαι, ἢ εἰς τοὺς ἐν χερσὶν ὄντας ἀφεῖναι τὴν πρὸς ἐκείνους ὀργήν. καὶ μὴν εἰς τοῦτό γε ἤδη κατέστησε τὰ πράγματα ἡμᾶς καὶ αἱ ἀνάγκαι τοῦ μὴ δικαίως βιοῦν, ὥστε μηδὲν παρὰ τοῦτο χείρους ἡμᾶς νομισθῆναι ἀποκτείναντας τοὺς πρέσβεις ὑμῶν, μηδὲ ἀμείνους σώσαντας. πέφυρται γὰρ ἤδη τἀμὰ καὶ μεμίανται, καὶ οἶδα ὅτι μικρὰ ῥοπὴ ἔτι ἡμῖν εἰς εὔνοιάν τε καὶ μῖσος ἀνθρώπων δίκαιον ἢ μὴ δίκαιόν τι πράσσειν. καὶ εἰς τοῦτο οὐχ ἥκιστά με ὑμεῖς γʼ, ὦ Ἱμεραῖοι, τὸ σχῆμα κατεστήσατε καὶ οἱ ἄνδρες ὑμῶν ἐκεῖνοι. καὶ τῶν μὲν ἄλλων, ὅσα ἔπαθον διʼ αὐτοὺς κακά, ἔστι καὶ συγγνῶναι τοῖς αἰτίοις καὶ καταχέαι λήθην τῶν γεγονότων· τοῦ δὲ μὴ ἐξεῖναι δίκαιόν τι πράσσειν τίνα ἄν τις αὐτάρκη δίκην εἰσπράξαιτο παρὰ τῶν αἰτίων; ἐπεὶ τίνας ἦν δικαιότερον ἀπολαῦσαι τῆς ἡμετέρας ἀδικίας ἢ διʼ οὓς ἀνάγκη ἀδικεῖν ἡμᾶς ἐστίν; ἀλλʼ ὅμως, ὦ Ἱμεραῖοι, ταῦτά γε ἅπαντα σκοπῶν καὶ ὀργιζόμενος καὶ τύραννος ὢν καὶ ἔχων, εἰ καὶ πάνυ οὓς οὐκ ἐβουλόμην, ἀλλʼ ὧν γʼ ἀναιρεθέντων ἐμέλλομεν ὑμᾶς οὐδὲν ἧττον ἀνιάσειν, ἐφεισάμην αὐτῶν καὶ ἀπέπεμψα ἑστιάσας. εἰ μὲν οὖν καὶ αὐτοὶ τὰ δίκαια ἐν μέρει ποιεῖν ἐθελήσετε, λογισάμενοι ὅτι οὐχ ἅπασαν ὀργὴν … , ἐὰν εἰς δύο ἄνδρας ἢ τρεῖς ἅπαντα ἀποστρέψητε τὰ τῇ πόλει ἐπικρεμάμενα δεινά· εἰ δὲ Κόνων ὁ τέως ὑφʼ ἑκάστου ὑμῶν εἰς τὸ σῶμα παροινούμενος σώζεται, αὐτοῖς βάθροις ὑπομενεῖτε ἀνάστατον ἅπασαν γενέσθαι τὴν πόλιν. πειράσομαι γὰρ ὑμῖν μηδὲν ἐπιεικέστερος φανῆναι ἢ ὑμεῖς νομίζετε.

Ἀθηναίοις.

Ἀφίκετο ὡς ἡμᾶς Περίλαος ὁ πλάστης ὑμῶν, ὦ Ἀθηναῖοι, δημιουργήματα πάνυ τὴν κατασκευὴν ἀποχρῶντα κομίζων, ἐφʼ οἷς ἄσμενοί τε αὐτὸν ἐδεξάμεθα καὶ δώροις ἀξίοις διά τε τὴν τέχνην καὶ οὐχ ἥκιστα διὰ τὴν πατρίδα ἠμειψάμεθα. ὃ δʼ ἐντὸς οὐ πολλοῦ χρόνου χαλκευσάμενος ταῦρον μεγέθει πλείω τοῦ κατὰ φύσιν εἰς Ἀκράγαντα ἤνεγκεν. ἥσθημεν οὖν ζῷον ἐργατικὸν ἀνθρώπῳ σύντροφον εἰσδεξάμενοι, καὶ σφόδρα ἡμῖν τὸ θέαμα τυραννικὸν κατεφάνη· οὐ γάρ πω τὸ ἐν αὐτῷ λελοχημένον ἐπεδέδεικτο· ἐπεὶ δʼ ἀναπτύξας τὸ πλευρὸν ἐγύμνωσε μὲν ὠμότητος ἀνάπλεων φόνον, δὲ θανάτου δυσποτμώτερον μόρον, τότε δὴ τῆς τέχνης αὐτὸν ἐπαινέσαντες τῶν τρόπων ἐτιμωρούμεθα, καὶ τῆς ἰδίας ἐπινοίας τὴν ἀπόδειξιν αὐτὸν πρὸ τῶν ἄλλων, ἐπεὶ κακουργότερον οὐδένα τοῦ δημιουργήσαντος ἐξεύρομεν, δοῦναι ἠξιώσαμεν. ἐνεβιβάσαμεν οὖν αὐτὸν καὶ τὸ πῦρ ἥψαμεν ὡς αὐτὸς ὑπέθετο, πιμπράμενος δὲ τῆς ἐπιστήμης ἀληθεῖς οὔσας τὰς ἀποδείξεις ἔδωκεν· οὔτε γὰρ εἴδομεν τίς ὁ τιμωρούμενος, οὔτε ἠκούσαμεν γόων οὐδʼ ὀλοφυρμῶν· τὰς γὰρ ἔνδοθεν ἐμβοωμένας ὀλοφύρσεις ὁ χαλκὸς εἰς τοὺς ἀκουσομένους κολαστὰς ἐξεμυκᾶτο. ὑμᾶς δέ, ὦ Ἀθηναῖοι, πυνθανόμενος ἄχθεσθαι περὶ τῆς ἀναιρέσεως τοῦ δημιουργοῦ καὶ διʼ ὀργῆς ἔχειν ἡμᾶς ἐθαύμαζον καὶ τέως ἀπιστῶ. εἰ μὲν γάρ, ὅτι μὴ χαλεπωτέρῳ ὀλέθρῳ ᾐκισάμεθα αὐτόν, μέμφεσθε, ἀπολογοῦμαι πρὸς ὑμᾶς τὸ μὴ δυσποτμώτερον ἐπινοῆσαι μόρον· εἰ δʼ αὖ διὰ τὸ ὁπωσοῦν τετιμωρῆσθαι, κινδυνεύετε πανδημεὶ οἱ ἐπὶ χρηστότητι ὑπεραυχοῦντες πικροτάτην ὀφλῆσαι ὠμότητα. ἢ γὰρ ἑνὸς ἀνδρὸς τοὔργον ἢ ἁπάσης ὑμῶν τῆς πόλεως εἶναι ἀνάγκη· τοῦτο δὲ διαγινώσκεται μόνῃ τῇ ὑμετέρᾳ πρός με διαθέσει. εἰ μὲν γὰρ δικαίως ἁνὴρ ἀπώλετο καὶ προσήκει τοὺς τρόπους καὶ τὴν φύσιν οὐδεὶς Ἀθηναίων ἐκείνῳ, τοῦ χάριν ἡμᾶς μέμφοισθʼ ἄν; εἰ δὲ ἀδίκως, ὑμεῖς μὲν ἐντεῦθεν ὁμολογεῖτε οὐδὲν ἀμείνους εἶναι Περιλάου, ἐγὼ δὲ οὔπω δίδωμι τὴν τιμωρίαν πεπρᾶχθαι ἄδικον, πρὶν ἂν ἐμαυτῷ δόξω παρὰ τὴν δίκην εἰργάσθαι. καίτοι παρὰ τυράννου τὰ δίκαια οὐδὲ εἷς ἐπιζητεῖ, τὸ γὰρ σῶζον αὐτὸν τοῦτο ἔοικεν εἶναι· ἀλλὰ τοὐμὸν ἀσφαλὲς καὶ τὸ τῆς ἀρχῆς ἐχυρώτατον ὑπεξελεῖν τότʼ ἂν δόξαιμι, ὅταν κατʼ εὐθεῖαν μὴ τετιμωρῆσθαι δοκῶ. πέποιθα δὲ μήθʼ ὑμῶν τῳ μήτε τῶν ἄλλων Ἑλλήνων τὴν λώβην ἄδικον φανεῖσθαι, ἥν τις ἑτέροις ἐτεκτήνατο, αὐτὸν ἐμφορήσασθαι τὸν μηχανησάμενον, τεκμαιρόμενος ἔκ τε τῶν λοιπῶν ἁπάντων, οὐχ ἥκιστα μέντοι καὶ διʼ ἐμαυτόν, ὅτι μοι ταύτῃ μάλιστα προσήκειν τιμωρηθῆναι ἔδοξε. καίτοι γʼ ὑπὲρ ἐμοῦ τὸν ὄλεθρον εὗρε κατὰ τῶν ἐπιβουλευόντων ἀχθεινότατον· ἀλλὰ τοὐμὸν ἀσφαλές, ἐν οἷς τοῦ φύσει δικαίου κριτὴς ἀπεδείχθην, ἀφῆκα, ἁπλοῦν δὲ αὐτὸ ἐφʼ ἑαυτοῦ τὸ δίκαιον ἐλογισάμην. καὶ μὴν καὶ τὸ πικροτέρους ἐᾶν πολλοὺς ὑπάρχειν ᾔδειν ἐμοὶ συναγορεῦσον, καὶ τὸ ἡμερώτερος φανεὶς τῆς δόξης μᾶλλον ἐπιβουλευθήσεσθαι, καὶ ὅτι παύσω πάντα τινὰ προθυμούμενον εἰς ἐμὲ διὰ τῆς τούτου κολάσεως, καὶ ὡς βέλτιον ἴσως τῇ βίᾳ χρῆσθαι διὰ τὴν ἀνάγκην τῶν ἐπιχειρούντων. ἀλλʼ ὅμως ταῦτα εἰδὼς ἅπαντα καὶ τῆς ὕστερον εὐφημίας οὐδὲν δεόμενος δεινὸν ἡγησάμην ἄνθρωπον ἀνθρώποις τοιούτου μόρου ἄρξαντα εἶναι ἀτιμώρητον. διὰ τοῦτο αἷς τοὺς ἄλλους μηδὲν ἀδικήσαντας αὐτὸν ἠπείχθη τέχναις ἐγκαταπρῆσαι, ταύταις ἐνδίκως ὑφʼ ἡμῶν τῶν ἀξιωθέντων χάριτος τοιαύτης ἐνεφρουρήθη. τάχα τις ὑμῶν, ὦ Ἀθηναῖοι, ἀκούων τὸ παράλογον, ὡς, εἰ δέοι τούτοις αὐτὸν τοῖς ὀλέθροις οἷς ἐπενόησε καθʼ ἑτέρων περιπεσεῖν τὸν ἐξευρόντα, πολλαῖς πάνυ με Ἐριννύσιν ὀφείλεσθαι νομίζει, μᾶλλον δʼ οὐδʼ ἐξαρκέσειν ὅλαις τῇ αὑτοῦ μιᾷ ψυχῇ, καθʼ ἑαυτοῦ δὲ τοὺς μόρους ὑπογράφειν. ἀλλʼ εἰ χωρὶς δυσμενείας σκέπτεσθαι ἐθελήσετε, εὕροιτε ἂν οὔτε δρῶντας ἑκόντας ἡμᾶς, οὔτε εἰ πάσχομεν, δόξαν τῷ δαίμονι, δικαίων ἀπολαύοντας. καὶ γὰρ ἐξουσίαν ἔχοντες δρᾶν διὰ τὴν τυραννίδα τὰ πρὸς ὠμότητα, ὅμως ἴσμεν ἔκτοπα ὄντα, καὶ μηδὲν τῶν πεπραγμένων ἑαυτοῖς ἀναλαβεῖν δυνάμενοι τὸ μὲν ὅτι δεινὰ ταῦτʼ ἐστὶν ὁμολογοῦμεν. εἴθε μέντοι μηδὲ δρᾶσαι αὐτὰ πικρᾷ ἀνάγκῃ ἐβιάσθημεν, καὶ οὐδεὶς ἕτερος ἦν ἂν ὡς χρηστὸς ἐπαινούμενος ἡμῶν παρόντων. τίς γὰρ ὑμῶν, ὦ Ἀθηναῖοι, ἢ τῶν ἄλλων ἀνθρώπων τὸν ἐπιβουλεύσαντα ἑαυτῷ ἐχθρὸν οὐ διὰ πάσης ἀμύνης παρασχὸν ἐτιμωρήσατο; τοιοῦτον εὑρὼν Περίλαον ἐτιμωρησάμην. καὶ σύνοιδα μὲν ἐμαυτῷ ἔκθεσμα δρῶν, παραμυθίαν δʼ ἔχω τὸ μὴ μετὰ γνώμης ἐθελουσίου, ὃ τοῖς ὑπʼ ἐμοῦ τιμωρουμένοις οὐ πρόσεστιν. ἐγὼ μὲν οὖν, ὦ σοφώτατοι γηγενεῖς Ἀθηναῖοι, καὶ ἐν τούτῳ τὰ ὑμέτερα ἤθη ἐμιμησάμην, ἐκεῖνος δὲ ἃ δέον ἔχειν ἡμᾶς τοὺς τυράννους μετεδίωξε, καὶ δικαίως οὐχ οἷοι φύσει ἦμεν, ἀλλʼ οἵους ἡμᾶς αὐτὸς ἔπλαττεν, εἰς αὐτὸν ἐγενόμεθα. εὖ μέντοι καὶ νῦν ἴστε, ὅτι οὔτε ἐγὼ ἰδιωτεύων Περίλαος ἂν ἦν, οὔτε ἐκεῖνος μοναρχῶν Φάλαρις. ὑμῖν μέντοι οὐχ ὅτι ὄνειδος, ἐὰν χαλεπήνητε περὶ τῆς τούτου κολάσεως, ἀλλʼ ἐὰν καὶ μὴ κολάζητε τοὺς τοιούτους. κοινῇ μὲν γὰρ ἅπαντας ἀνθρώπους ἠδίκει, καθʼ ὃ τοιούτους ἐπενόει μόρους, ἰδίᾳ δʼ ὑμᾶς διαβάλλων εἰς ὠμότητα καὶ τὸ τῆς πόλεως ἔμφυτον ἦθος λυμαινόμενος. ἅπαντας μὲν οὖν οἶμαι τὸν τρόπον τῆς τιμωρίας ἐπαινεῖν, ἄξιοι γὰρ οἱ τοιοῦτοι πολῖται· εἰ δέ τίς ἐστιν, ᾧ ὁ μόρος οὐκ ἤρεσεν, ἴστω ὡς οὐδὲ Περιλάῳ ἀρεστὰ ἐπράξαμεν.

Λυσικλεῖ.

Οὐ θαυμάζω τὴν αἰτίαν, διʼ ἣν οὐδὲν ἔχεις ἐμφερὲς οὔτε τῷ πατρί σου οὔτε τῷ παιδί, ὦ Λυσίκλεις· οὔτε γὰρ εἶ Λυσικράτους υἱὸς οὔτε Νεοπτολέμου πατήρ. ταῦτα δέ φασι τὴν μητέρα σου καὶ τὴν γυναῖκα πρὸς πολλοὺς Σικελιωτῶν διαβεβαιοῦσθαι καὶ διὰ τοῦτο τῶν μεγάλων τυγχάνειν ἐπαίνων. ἓν γάρ τι καὶ τοῦτο τῶν θαυμαζομένων ἐστί, τὸ πρὸς πάντας μέν, μάλιστα δὲ πρὸς εἰδότας ἀψευστεῖν.

Πολυδεύκει.

Τοὺς ἐμοὶ περὶ τῶν κατὰ δίκην ἀναιρουμένων πολεμεῖν παρασκευαζομένους, Πολύδευκες, ἀκούσαντας καὶ σαφῶς εἰδότας περὶ ὅτου τοῦτο ποιήσουσι, τιμωροὺς ὁμολογεῖν δέον, σὺ μέντοι κατηγορῶν ἐν Συρακουσίοις ἐμοῦ, τὸ μὲν τιμωρὸς ὡς δεινὸς λέγεις, τὰς δʼ αἰτίας, ἃς μάλιστα ἔδει, ἐφʼ αἷς ταῦτα ἔπαθον ὡς ἀνήκεστοι, οὐδέποτε ἠξίωσας προσθεῖναι. ἐχρῆν γάρ, ὦ δημαγωγὲ Πολύδευκες, λέγειν μὲν τὸν θάνατον, ἐπιδείκνυσθαι δὲ τὴν πρόφασιν, ἵνα καὶ παρὰ τὴν αἰτίαν μᾶλλον ἐπαίρῃς τὰ πάθη καθʼ ὧν ἂν πολιτεύῃ. εἰ δὲ αἰσχύνεσθε γυμνῶσαι τὰς αἰτίας, ἐφʼ αἷς κατηγορεῖτε, τίνι δικαίῳ πολεμήσετε ἐπʼ αὐταῖς μὰ τοὺς θεοὺς οὐκ οἶδα.

Λακρίτῳ

Ὡς μὲν οὐκ ἐχρῆν εἰς κινδύνους καθίστασθαι περὶ τοιαύτης ἐλπίδος τοὺς οὕτω δεδιότας, οὐδʼ ἐβουλόμην ἂν θερμοτέρων ἀποτελεσμάτων λαβεῖν ἐπὶ σοὶ πεῖραν. ἐπεὶ δὲ τὸν ἡμέτερον φόβον ἡ σὴ νενίκηκε ῥώμη, ἀγαθῷ μὲν οἰωνῷ τοιούτῳ κέχρησαι, ὅτι καὶ τἄλλα σοι κατὰ νοῦν γενήσεται. τεθαρρήκαμεν δʼ οὐδέν τι μᾶλλον ἀπηλλαγμένου σου, ἀλλὰ καὶ ἐπετάθημεν ταῖς ἐλπίσι, καὶ μέχρις ἂν ἥκῃς ἡμῖν σῶος, πρὸς τὰς ἀπὸ σοῦ πεύσεις ἀνακρεμάμεθα. ἅπερ οὖν καὶ ἀποστέλλοντές σε παρῃνέσαμεν, ταῦτʼ ἂν ἀξιώσαιμεν ἀπηρκότα, πρὸ τοῦ χωρίου ζητεῖν ἡμῖν περιποιεῖσθαι Λάκριτον, ὃν ἀντὶ πολλῶν τόπων καὶ πόλεων καὶ τυραννίδων καὶ αὐτῆς γε νὴ τοὺς θεοὺς τῆς ψυχῆς ἑαυτοῖς εἶναι νενομίκαμεν.

Τῷ αὐτῷ.

Καὶ τῶν σῶν ὑποσχέσεων μέμνησο, Λάκριτε, καὶ τῆς Φαλάριδος ἐρημίας φρόντιζε· ἐν ὅσῃ γὰρ ἀπορίᾳ λείπομαι φίλων οὐκ ἀγνοεῖς. ἐπιστέλλω δὲ περιφόβως οὕτως ἔχων, οὔτε τὴν τῶν πολεμίων ἰσχὺν πεφρικὼς ἔγωγε — πολὺ γὰρ ἡμῶν εἰσὶ καταδεέστεροι — οὔτε τὴν τῶν συμμάχων ἀσθένειαν — τῷ παντὶ γὰρ μᾶλλον τῶν ἀντιπάλων ἔρρωνται —, ἀλλὰ τὴν σὴν περὶ τὰς μάχας προθυμίαν, μὴ μᾶλλον ἢ δεῖ σπουδῇ μεταποιήσῃ ἀγαθὸς φανῆναι τὰ πολέμια, ἀχθόμενος εἰ μὴ πᾶσι τοῖς ἔργοις ἑνὶ χρόνῳ πρασσομένοις παρέσῃ. μέμνησο δέ, ὅτι παρακαταθήκην σοι σεαυτὸν ἐδώκαμεν ἐξιόντι, ἣν ὑπέσχου σώαν ἡμῖν ἀποδώσειν. καὶ νῦν τοῦθʼ ἱκετεύομεν, οὐχ ἵνα τῆς σαυτοῦ φύσεως ἀνάξιόν τι φρονήσῃς — τοῦτο μὲν γὰρ ἀδύνατον —, ἀλλʼ ἵνα εἰς πολλοὺς ἀγῶνας ἑτέρους ἔχῃς ἐπιδεῖξαι σαυτὸν μαχητὴν φιλόμοχθον. τανῦν δὲ κἂν αὐτὸς σαυτοῦ γένῃ μαλακώτερος, ἐν ἄλλοις ἡμῖν σεαυτὸν ἐκπεπληρωμένον ἀποδώσεις.

Ἐπιστράτῳ.

Μὴ βιάζου με δίκας παρὰ σοῦ λαβεῖν τρὶς ἤδη παρεικότα, μηδὲ ἐμβάλλου τῇ σαυτοῦ ψυχῇ ὡς οὐκ ἀλλότριος Φαλάριδος ἔλεος, ἐπεὶ καὶ πάνυ τοῦτον σέβεσθαι παραιτησάμενοι τῇ τοῦ τυράννου χρησόμεθα ὀργῇ.

Ἀριστοφῶντι.

Μὴ λογίζου τὸν ἀριθμὸν τῶν εἰς τὸν ταῦρον ἀνηλωμένων· πλείους γάρ εἰσιν, ἐὰν τὰς πράξεις αὐτῶν ἐξετάσῃς, ἢ τὰ ὀνόματα. ἀλλʼ ὅμως καὶ τοιοῦτοι ὄντες ὑφʼ ἡμῖν ἐγένοντο. σὲ δʼ οὐκ ἠξιοῦμεν οὕτω νεώτερον ὄντα πρεσβυτέρας ἐπαναιρεῖσθαι φροντίδας· δυστήνους γὰρ ἀποδείκνυμεν τοὺς ἡμῖν ἀντιπράξαντας. ἐπεὶ δʼ ὀρέγῃ μεταβολὴν ἰδεῖν τοῦ βίου, παύσασθαι μὲν ἔτι παραινῶ, μὰ τοὺς θεοὺς οὐχ ὡς δεδιὼς ὑπὸ σοῦ κακόν τι παθεῖν — οὐ γὰρ ἐκ γυναικείας χειρὸς τυραννοκτονηθήσεται Φάλαρις —, ἀλλʼ ἵνα μὴ καὶ σὺ συνάριθμος τῶν εἰς τὸν ταῦρον ἐμβληθέντων γένῃ καὶ διαβολῆς ἀδίκου μέρος ἡμῖν εἰς ὠμότητα τιμωρηθεὶς ὑπʼ ἐμοῦ. ἐὰν δὲ μὴ πείθῃ, τάχα σὺ σφόδρα προσδέχου περὶ ταύτης ἡμῖν τῆς παραινέσεως ἐκτίσειν δίκας.

Τιμολάῳ.

Τὸ μὲν μηδὲν ἁμαρτάνειν εἰκότως ἴσως καὶ δικαίως θεοῦ νομίζεται, τὸ δʼ ἁμαρτόντα τούτῳ αὐτῷ πρὸς τὸ μέλλον σεσωφρονίσθαι ἀνθρώπου, τὸ μέντοι μηδὲν πταίσαντα καὶ ἀτυχήσαντα πεφυλάχθαι οὐκ οἶδα ἄλλου τινὸς ὑποληφθῆναι δυνάμενον ἢ κακοῦ. αἰσχρὸν οὖν — ἔτι γὰρ ἔγγιον προσελευσόμεθα — ἑτέροις παράδειγμα τῆς ἀβουλίας γενόμενον αὐτὸν ἑαυτῷ μηδʼ ἐκ τῆς οἰκείας συμφορᾶς χρήσιμον γενέσθαι.

Φαιδίμῳ.

Πεπείσμεθα τὸ τρίτον ἤδη μηδὲν ἀδικεῖσθαι ὑπὸ σοῦ, καίτοι χαλεπωτέραις αἰτίαις ἐφʼ ἑκάστῃ κατηγορίᾳ περιεσχημένου, ἀλλʼ οἷον ἐβουλόμεθά σε καὶ δίκαιον ἦν περὶ ἡμᾶς εἶναι, τοιοῦτον ᾠήθημεν γεγονέναι. τοὺς δὲ τῶν κατηγορούντων λόγους ψευδεῖς ἐνομίσαμεν, παρʼ ὅσον ἐδείσαμεν ἐλέγξαι περὶ σοῦ τὴν ἀλήθειαν. εὖ μέντοι ἴσθι, ὅτι καὶ τὸ μηδὲν ἀδικεῖν ἐν αἰτίᾳ πολλάκις ἐνεχθὲν ἀσφαλὲς αὐτοῦ τοῦ δαίμονος ἔδοξαν οἱ περὶ αὑτῶν δεδιότες κεκολάσθαι. φρόντιζε οὖν, ὅπως μήτε τὸν τρόπον ἡμῖν τὸν σεαυτοῦ ἐχθρὸν παρέξῃ μήτε τὴν τύχην. χαλεπὸν δέ σοι δοξάτω μὴ τοῦτο μόνον, εἰ πολλάκις ὑπʼ ἐμοῦ καὶ ἐφʼ ἑκάστῃ γʼ ἀδικίᾳ εὖ παθὼν οὐ τοῖς ὁμοίοις ἡμᾶς, ὥσπερ δίκαιον, ἀμείβῃ — ἐγὼ μὲν γὰρ οὐκ ἐάσω πονηρίας χρηστότητα ἐνέγκασθαι δευτερεῖα —, ἀλλʼ εἰ μηδὲ σὺ σεαυτοῦ πρός με εὐεργετεῖν βεβουλημένον ἐπιεικέστερος ὀφθήσῃ.

Φιλοδήμῳ.

Ἐν μεγάλῃ μοι δοκεῖς εὐηθείᾳ καθεστάναι, Φιλόδημε, εἰ τοσαύτας εὐχὰς οἴει καὶ σπονδὰς ἡμῖν ὑπὲρ σοῦ, ὡς οἴκαδε ἀπονοστήσῃς, γενέσθαι περὶ τῶν πέντε ταλάντων, ὅπως ταῦθʼ ἡμῖν σωθείη, ἃ μετὰ τοῦ μηδὲν ἐλπίζειν παρὰ σοῦ χρηστὸν ἐπεδώκαμεν, ἀλλʼ οὐκ αὐτοῦ σοῦ τῆς ἑταιρείας. τοῦτο δὲ μὰ τοὺς θεοὺς οὐδενὸς πλήθους ἐστὶν ἀντάξιον. εἰ δὲ πάντως θέλεις παρὰ σαυτοῦ δοκεῖν ἐκπεπροικίσθαι τὴν παῖδα, ἔστι μὲν οὐδὲν ἧττον καὶ ταῦτα ἐκ τῶν σῶν· εἰ δὲ οὐ δοκεῖς, προσθεὶς ἐκείνοις τοῖς πέντε ταλάντοις τὰ παρὰ σαυτοῦ τοσαῦτα τὴν προῖκα δέκα ταλάντων ἀνάγραψον, ἵνʼ, εἰ βούλει, τῆς προικὸς ὃ μέν τι τῆς Φαλάριδος εἴη χάριτος, ὃ δὲ τῆς Φιλοδήμου περιουσίας. μαρτυροῦσα δʼ ἡμῖν πρὸς σὲ πολλὰ καὶ μεγάλα Θεανὼ χαρᾶς ἡμᾶς ἀναπίμπλησιν· ἃ γὰρ ἔτι παῖς οὖσα ἔπασχε, μήτηρ γενομένη μαρτυρεῖ.

Ἀγησιλάῳ.

Ἡ Τελεσίππη χαλεπῶς ἔοικέ σου φέρειν τὴν ἐν Συρακούσαις μονήν, εἰς τοσοῦτον δὲ παρέχουσα φιλάνδρου καὶ σώφρονος ἔργον γυναικὸς ἐμαρτύρατο ἡμᾶς ὡς κατὰ σοῦ τὴν ἀρχὴν πικρὰν ἔχοντας, οὐκ ἀνέξεσθαι φάσκουσα ἐπὶ πλέον σε ἀπόντα, ἀλλʼ ἐπιβοησαμένη τὸν ἑαυτῆς πατέρα, γινώσκεις ἴσως, ὃ βούλεται πράττειν. ἀλλʼ εὖ ἴσθι, καὶ ποιήσειεν ἄν· οὐ γὰρ οἵα τέ ἐστι περιορᾶν ἑαυτῆς τὸν ἄνδρα νενοσφισμένον. κἀκείνη μὲν ἐμὲ ἠξίου δύνασθαι ἐπανήκειν σε ἀναγκάσας, ἐγὼ δʼ ἐκείνην· οὐ γὰρ οὕτως οἴομαί σε Φάλαριν αἰδεῖσθαι ὡς Τελεσίππην. ἐπάνηκε οὖν καὶ τοῖς ποθοῦσιν ἀποδίδου σαυτόν, εἴθʼ ἡμᾶς αἰσχύνῃ μᾶλλον, εἴτʼ ἐκείνην, ἀξίαν οὖσαν νὴ τοὺς θεοὺς ἀγαπᾶσθαι πλέον.

Πολυμνήστορι.

Πολλά σοι καὶ μεγάλα πρὸς ἡμᾶς ἐμαρτύρει Λάκριτος, καὶ περὶ τἄλλα μὲν ἅπαντα, μάλιστα δὲ περὶ τῆς συμμαχίας τῶν πελτοφόρων. τῇ γὰρ σῇ σπουδῇ καὶ τῇ τῶν ἀγωνισαμένων ἀνδρῶν τὸ χωρίον ἁλῶναι ἀποφαίνει καὶ τοὺς ἰδίους ἐπαίνους, ὡς ἔοικε, σοὶ παραχωρεῖν ἀνακεῖσθαι. ἐγὼ δέ, εἰ μὲν ἐλάμβανες τὰς παρʼ ἐμοῦ δωρεὰς πάσας, ἐδεδοίκειν ἂν καὶ οὕτω μὰ τοὺς θεούς, μὴ ἡττῶμαι τῆς φιλοφροσύνης τῆς παρὰ σοῦ· νῦν δέ σου καὶ τὰς χάριτας οὐ καθʼ ὃ πέμπονται ἀποδεχομένου νικᾶσθαι ὁ τύραννος ὁμολογῶ ἰδιώτου ἑνός. εἰ μέντοι τὸ παρὸν μὴ δέξῃ τὰ τρίτα τῆς λείας διανεῖμαι τοῖς στρατιώταις, ἃ καὶ Λακρίτου διδόντος παραυτίκα οὐχ οἷός τε ἐγένου λαβεῖν, εὖ ἴσθι ὀκνηροτέρους ἡμᾶς γενέσθαι οὐκ εὖ ποιεῖν — τοῦτο μὲν γὰρ οὐκ ἦν ἡμῖν ἐπὶ σοῦ — ἀλλʼ εὖ πάσχειν ὑπὸ σοῦ πρὸς τὸ ἐπιὸν ἀναγκάσεις.

Πολυμνήστορι

Ἔδεισας ἡμῶν τὰς ἀπειλὰς τοῦ μηδὲν αὖθις δεήσεσθαι. παρʼ ὅ τι καὶ τὴν λείαν διένειμας, ὡς ἠξιοῦμεν, ἀποδοὺς τοῖς πονήσασι τῶν κινδύνων τὰ ἔπαθλα· καὶ καλῶς. ηὔφρανάς τε γὰρ καὶ ἐπέρρωσας μηδὲν ὀκνεῖν αἰτεῖσθαι παρὰ σοῦ, καὶ τοὺς ἄνδρας, ὁπότε δέοι ἀγωνίζεσθαι, προθυμοτέρους ἐποίησας. τίς γὰρ ἂν ἕλοιτο σήκωμα τῶν πόνων χωρίς; οὐδεὶς ὅστις ἂν ὑποσταίη τοὺς καμάτους. ἄλλοις μὲν οὖν καὶ ταῦτα ἐκομίσω, οὐ μὴν ἀλλὰ καὶ λαμβάνων, εἰς τὸ ἐπιτηδείους ἡμῖν κατασκευάσαι τοὺς στρατιώτας, ἐὰν εἰς τὰ μέλλοντα δεηθῶμεν, καὶ ταῦτα λαμβάνειν ἔοικας.

Τεύκρῳ.

Τοὺς μὲν γάμους ἦχθαι τῆς Φιλοδήμου θυγατρὸς θᾶττον ἢ σὺ ἐπέστειλας ἔτυχες ἡμῖν ἠκούσαμεν· φθάνει γὰρ ἡ φήμη καὶ τοὺς πάνυ πολλῇ σπουδῇ περὶ τὰς μηνύσεις κεχρημένους, ἐπεὶ ταχεῖα τῶν γινομένων, κἂν διὰ μακρᾶς τὸ πραχθὲν κομίζῃ, ἄγγελος ἡ θεός. καὶ ἡμεῖς τάχα ἂν εἰκότως ἐμεμψάμεθα αὐτὴν τὸ τοιοίδε παραδεδόσθαι καὶ διὰ τἄλλα μὲν ἀδίκως εἰς τοσαύτην ὠμότητα διαβαλλόμενοι, οὐχ ἥκιστα δὲ καὶ διὰ ταύτην κατεγνωσμένοι. φέρει γὰρ ἡμᾶς κακοὺς πανταχόθεν περιβοῶσα τοῖς ἀκουσομένοις, καὶ διὰ ταύτην οὐδʼ ἰδόντες ἐμέ πω τῶν νῦν ὄντων τινὲς οὔτε πειραθέντες ὡς ἐπʼ ἀνθρώπων γεγονότα ὀλέθρῳ προβέβληνται. ταῦτα μὲν οὖν ἐμὰ ταλαιπωρήματα καὶ οὐδενὸς ἑτέρου· τὴν δʼ οἰκίαν, εἰς ἣν ἐτελέσθησαν αἱ πρῶται σύνοδοι Λέοντί τε καὶ Θεανοῖ, κρατεῖν αὐτοῖς, ὡς ἔχουσιν, ἐπίτρεπε, μηδὲ ἀνίστα τὸν Ὑμέναιον ἀπὸ τῆς ἑστίας, ἔνθα ᾔσθη. ἄξιον τὸ δώρημα τοῖς κομισομένοις ἀποδοχῆς νενομίκαμεν· φίλτατα γὰρ τὰ χωρία τοῖς νυμφαγωγηθεῖσιν, ἔνθα ἂν τὰ πρῶτα δεσμὰ ἀπόθωνται παρθενίας. φθόνου δὲ Συρακουσίοις μᾶλλον ἄξιος Φιλόδημος ἢ ἐλέου κριθήτω, καὶ μηδεὶς εὐτυχὴς οὕτως ἐν εὐδαιμονίας μοίρᾳ ὡς ἐκεῖνος ἐν κακοπραγίᾳ τύχης τοῖς φθονοῦσι νομισθήτω. Φάλαριν δὲ μισείτωσαν ἅπαντες — οὐ γὰρ παραιτοῦμαι μῖσος ἀζήμιον —, εὐχέσθωσαν δὲ καλῶς κατὰ σφᾶς, κἂν μὴ προσποιῶνται, τοιούτων καὶ αὐτοὶ λαβέσθαι φίλων.

Τιμάνδρῳ.

Τὰ πολιτεύματά σου τὰ ἐν Καμαρίνῃ, Τίμανδρε, καὶ ὁ πολὺς οἰκτισμὸς ἐπὶ τοῖς ὑφʼ ἡμῶν ἀπολουμένοις ἐπέρρωσε μὰ τὸν Δία οὐδὲ βουλομένους τοὺς περὶ Κλεόμβροτον ἐνεῖρξαι τῷ ταύρῳ. ἐδεδοίκειν γὰρ ἄδειαν αὐτοῖς ἐπιχορηγήσας παῦσαί σε κατʼ ἐμοῦ τὴν πόλιν ἀνιστάντα· ἡδέως γὰρ ἐμαυτὸν πολίτευμα παρέχω τῷ δήμῳ, ἕως οὐκ αἰσχύνονται Καμαριναῖοι τῶν σῶν ἀνεχόμενοι λόγων, οὗ τὰ πολιτεύματα οὐχ ὅπως ἐπὶ Φάλαριν ἀμήχανα ἀλλʼ οὐδʼ ἐπὶ οἰκέτην Φαλάριδος ἂν θείην. καὶ χαλεπὸν μέν, εἰ καὶ πάνυ συνέφερεν αὐτοῖς πολεμεῖν Ἀκραγαντίνοις, τὸ πεισθέντας ἅψασθαι τῶν ἔργων· νῦν δʼ ὁ πόλεμος αὐτοῖς τῷ παντὶ βαρύτερος τοῦ συμβούλου, μᾶλλον δʼ ὁ δημηγόρος οὐδὲ μικρὰ ῥοπὴ τῆς τούτου ταλαιπωρίας. ἐγείρειν μέντοι τὰ πλήθη λέγοντα τὰς αἰτίας ἥρμοζεν, ἵνʼ ἡ πόλις πεισθεῖσα ὑπὸ σοῦ στρατεύεσθαι, πολεμικοῦ σφόδρα ἀνδρός, ἀναγράφηται ὑπὲρ οἷα πεπραχότων τιμωρὸς ἀνίσταται. ἀλλʼ οὐκ ἐθέλετε· καθʼ ἕνα γὰρ ὑμῶν ὀνομαζόντων πολλὰς αἰτίας, ἀπηρτημένας ἔξω δείκνυτε. ἀλλὰ μὴν εἴ τις ἀφεὶς τοὺς ἐν τέλει διὰ τὸ μὴ δοκεῖν ὅσιον αὐτόν σε σκέπτοιτο, τοῦ πάντων χαλεπωτέρου τυχεῖν ὀλέθρου νομίσειεν ἂν ἄξιον εἶναι, ὃς ἀποδόμενος τὴν οἰκίαν καὶ τὰ χωρία καὶ εἴ τί σοι πατρῷον ἦν ἀνδράποδον, στρατιὰν ἐπʼ ἐμὲ μισθοφορεῖς καὶ Καμαριναίους νεώτερα ἀναγκάζεις φρονεῖν. ταῦτα δὲ ποιῶν οὐδὲν ἀλλʼ ἢ σαυτὸν μὲν ἀπέγνωκας ἄξιον ἴσως ὄντα — πολλὰ γάρ σοι καὶ δεινὰ πέπρακται —, βιάζῃ δὲ τὴν πόλιν τῆς σῆς ἀφροσύνης οὐκ ἐπαΐουσαν ἀπολαῦσαι.

Ἐνναίοις.

Ἐκ πολλῶν πάνυ χρημάτων ὧν ἐδανείσασθε παρʼ ἐμοῦ ὀκτὼ τάλαντα μόνον ἀποδοῦναι πείσαντες, καὶ ταῦτα ἐν οἷς μάλιστα καιροῖς χρημάτων ἐδεόμην ἐπικουφισθέντες, οὐδὲ περὶ ταῦτα εὐτακτήκατε, ἀλλὰ τέσσαρα μόλις ἀχθόμενοι καὶ στένοντες διελύσασθε, τέσσαρα δʼ ἀκμὴν κατέχετε. καὶ μὰ τοὺς θεοὺς οὐχ οὕτω περὶ τούτων ἄχθομαι ὡς περὶ τῆς ἐπὶ τοῖς ἀφεθεῖσι χάριτος· ἡ μὲν γὰρ χρεωκοπία ὑμῶν, ἐὰν ἐπιτρέπωμεν καὶ τοῦτο, τεσσάρων μόνον ταλάντων ἔχει τὴν ζημίαν, ἡ δʼ ἀχαριστία ὑπερδεκατάλαντον τὴν βλάβην. ὁμοίως γὰρ καὶ ταῦτα ἀποδώσειν ὑπισχνεῖσθε καὶ τὰς περὶ ἐκείνων εἰδέναι χάριτας ὡμολογεῖτε. ὥστε οὐδεμία περὶ τῆς ἐν ὑμῖν οὔσης ἀχαριστίας χρηστὴ ἐλπίς, εἰ τὴν ἐφʼ ὑμῖν οὖσαν κομιδὴν οὐχ οἷοί τε ἐγένεσθε ἐκτίνειν. οὐ μὴν ἀλλʼ εἰ καὶ ταύτης ἐστὲ τῆς γνώμης, ἐγὼ πυνθανόμενος ὑμᾶς παρὰ τῶν πρέσβεων ἐνδεῶς ἔχειν καὶ ἐκ τῶν ἰδίων οἴκων εἰσφέρειν, ἀφίημι καὶ τούτων τὴν πόλιν, μᾶλλον δέ, εἰ καὶ τὰ ἀποδοθέντα βούλεσθε λαμβάνειν, ἀποπέμπειν ἕτοιμός εἰμι, εἰ μέλλετε ἐπωφελεῖσθαι καὶ μὴ οἱ τὰ τοῦ δήμου κλέψαντες, ἐξ ὧν ὑμεῖς κοινῇ πένεσθε, καὶ ταῦτα οἴσονται. τὰς δʼ ἀναστάσεις τῶν εἰκόνων, ἃς εὐεργεσίας ἀμοιβὴν εἰς ἐμὲ πρεσβεύοντες ἐπαγγέλλεσθε, μὴ φιλοτιμεῖσθε. μετὰ γὰρ τὴν ἐμαυτοῦ καὶ τὴν εἰς ταῦτα ὑμῖν χαρίζομαι δαπάνην.

Λυσάνδρῳ.

Ἐφθάκαμεν τὴν παρὰ σοῦ πεμπομένην συμμαχίαν· πρὶν γὰρ ἐλθεῖν τοὺς παρʼ Εὐκλείδου στρατιώτας, εἴδομεν τοὺς πολεμίους, ὥσθʼ ἡμᾶς εἰς μὲν τὴν μάχην ὑπὸ τῶν μισθοφόρων ὑστερησάντων μηδʼ ὁτιοῦν ὀνηθῆναι, εἰς δὲ τὴν δόξαν καὶ τοὺς ἐπαίνους πλεῖστον. εἰς ὀλίγους γὰρ ἡμῶν τοὺς ἀγωνισαμένους, οὐκ εἰς ἅπαντας ἡ νίκη ἀνάκειται, κινδύνων δὲ μειζόνων μετασχόντες ἐπάθλων λαμπροτέρων ἐτύχομεν.

Ἀριμάχῳ.

Οὐκ ἀχθόμεθα τῆς διαβολῆς οὐδὲ τῆς δόξης ἧς ἔχουσιν ἐπʼ ἐμοὶ οἱ νῦν ἄνθρωποι. ἰδὼν γὰρ ἐν ἴσῳ τὸ ἀδικεῖν, μᾶλλον δὲ πολλῷ δικαιότερον ἤδη τοῦ δικαίου νενομισμένου τὸ ἄδικον, τοσοῦτον ἀπέχω τοῦ ἐπικρύπτεσθαι, ὥστʼ ἐπʼ αὐτοῖς παρρησιάζεσθαι, ὅτι τοῖς μὲν ἄλλοις φύσει τοιούτοις, ἐμοὶ δʼ ἀνάγκῃ γενέσθαι συμβέβηκε. φημὶ γὰρ καὶ ἡμῖν τὰ παράνομα προσγεγενῆσθαι πάθη καὶ τοῖς ἄλλοις ἅπασι τὸ αὐτὸ ἔμφυτον εἶναι. διαφέρει δὲ ἑνὶ τούτῳ, ὅτι ἡμεῖς μὲν τύραννοι δοξασθέντες ἔχοντες ἐξουσίαν ὁμολογοῦμεν, ἐκεῖνοι δʼ ἰδιῶται ὄντες παρʼ ὅσον δεδίασι δίκην δοῦναι ἀρνοῦνται.

Πολυστράτῳ.

Ἐγὼ τῶν μὲν εὖ πεπονθότων ὑπʼ ἐμοῦ οὐδένα ἂν εἴποιμι οὔτε πρὸς σὲ οὔτε πρὸς ἄλλον ἀνθρώπων οὐδένα· οὐ γὰρ δήπου, ἵνα σὺ δέξαιο τὰς παρʼ ἡμῶν δωρεάς, ἃς πεμπομένας παρορᾷς, τὸ καὶ ἑτέρους πολλοὺς ἐπιδείκνυσθαι λαβόντας πρέπον ἐστίν. προσέτι καὶ ἀνυπόπτως τοῖς λαβοῦσιν ὀνειδιοῦμεν· οὐ γὰρ οἰόμεθα ὀνείδους ἀπηλλάχθαι, οὔτε ἂν αὐτός τις ἕκαστος ἰδίας εὐεργεσίας διεξίῃ, οὔτε ἂν ἑτέρων λεγόντων ἀκούειν ἐθέλῃ. ὅσοι μέντοι παρὰ τὴν ἡμετέραν γνώμην βίᾳ καὶ ἀδικίᾳ πολλὰ τῶν ἐμῶν ἀπώλεσαν, ἔξεστί σοι λογίσασθαι. καίτοι πολλοὺς ἂν σφόδρα εὕροις περὶ πλείστου ποιησαμένους τὰ δίκαια κατασχεῖν, ἔπειτα ἀποτίσαντας οὐχ ἑκουσίως, ἀλλʼ ἀνάγκῃ καὶ φόβῳ πολέμου καὶ ὅπλων. τινὲς δὲ ὁσιώτατα, ἀλλὰ καὶ πάντων εὐσεβέστατα κατέσχον ἐφʼ ὅσον ῥώμης μετεποιοῦντο· οὐ γὰρ δήπου προστρόπαια χρήματα καὶ ἐναγῆ μετὰ κινδύνων τοσούτων κατασχεῖν ὑπέμειναν ἄν, ἃ καὶ ἀναγκαζομένους λαβεῖν ἐχρῆν ἀπώσασθαι. τίνα οὖν σὺ πρὸς Διὸς ὑποτυπούμενος οὐκ ἤθελες τὴν δωρεὰν λαμβάνειν, ἐπεὶ καὶ αἱ προφάσεις, ἃς σὺ προσποιούμενος ἔλεγες προβεβλῆσθαι, καὶ τούτῳ τῷ τρόπῳ καὶ μυρίοις ἑτέροις λύονται; μαρτυρεῖται γὰρ ὑπʼ αὐτῶν τῶν ἐχθρῶν τὰ χρήματα καθαρὰ εἶναι, εἰ μὴ τούτῳ διοίσει, ὅτι ἐκεῖνοι μὲν διʼ ἀδίκου ὀνόματος τῆς ἁρπαγῆς ἔχειν ἐβιάζοντο, καὶ τοῦτο προστιθέντες τῷ ἀσεβεῖν, σὺ δὲ μετὰ τοῦ δικαιοτάτου λήψῃ, φίλου πιστοῦ διδόντος ἑκουσίως.

Ἀγεμόρτῳ.

ᾘσθόμην ποτέ, ὦ Ἀγέμορτε, ὅπως περὶ τῶν κατʼ ἐμαυτὸν ἐβουλευσάμην. πολλὰ μὲν γὰρ καὶ ἄλλα ἠνίασεν ἡμᾶς ἡ περίβλεπτος αὕτη μοναρχία, περὶ ἧς ὁ ἄβουλος ἐγὼ τοὺς πολλοὺς πόνους καὶ κινδύνους ὑπέστην ἑκών, μεγίστου δʼ ἐν αὐτῇ τούτου κακοῦ ἐπειράθην, εἰ μηδʼ εὖ παθεῖν τις ὑφʼ ἡμῶν ἐπιεικὴς ἀνὴρ βούλεται, ἀλλʼ ἀνάγκη πᾶσα, ἂν δεήσῃ χαρίσασθαί τινι τῶν δεομένων, τοῖς ἐξωλεστάτοις χαρίζεσθαι. οἱ γὰρ ἀγνώμονες ὑμεῖς οὐκ οἶδʼ ὅπως ἀπεστραμμένοι· τί γὰρ ἄλλο ἢ δέδιτε εὖ παθεῖν ὑπʼ ἐμοῦ; ἐπεὶ τίνος ἕνεκεν, τοσούτων ἐμοὶ καὶ συμφοιτητῶν γενομένων καὶ συνεφήβων καὶ φίλων, οὐδὲ εἷς ἀφῖκται τέως ὑμῶν, ἀλλʼ οὐδὲ ὑπέσχηταί τις ἀφίξεσθαι πρὸς ἐμὲ πλὴν Καλλισθένους; καί, εὖ οἶδα γάρ, οὐδʼ ἐκεῖνος ἀφίξεται. καὶ τοῖς μὲν ἄλλοις ἴσως εἰσί τινες ἀποφυγαὶ τοῦ μὴ δοκεῖν ἀναφανδὸν βδελύττεσθαί μου τὰς δωρεάς, ὅσους ἐλθεῖν γε κατʼ ἀρχὰς ὡς ἐμὲ τοὺς μὲν νόσοι, τοὺς δὲ πατέρες, πολλοὺς δὲ κωλύει τὰ πολιτικά· σὲ δʼ ἐγὼ εὖ εἰδὼς οὐδʼ ἐπεχείρησά πω καλέσαι μέλλων γε μὴ τυγχάνειν, οὐδὲ καλέσαιμʼ ἂν ἔτι τὰ μάλιστα νῦν τήν τε ἀρρωστίαν ἀκούων σου καὶ τοὺς παῖδας, οὓς μετὰ τὸν ἔκπλουν τὸν ἡμέτερον οἴκοθεν ἐπυθόμην ἐκ Πραΰλης σοι γεγενῆσθαι. καὶ συνήσθην γε νὴ Δία τοῦ πρὸς πλεῖστον ἀνακείσεσθαι κήδους ἕνεκα καὶ τῆς πολυπαιδίας. τίς οὖν ἀπολείπεταί σοι πρόφασις τοῦ μὴ οὐ δεδιέναι σε δοκεῖν, ὅστις, ὦ θεοί, πέμψαντος ἔναγχος ἐμοῦ σοι οὐ μὰ Δία φόρτον ἐπίφθονον, οἷον ἔμελλεν ὄψεσθαι παραπεμπόμενον μετʼ αὐλῶν καὶ παιάνων πᾶσα ἡ πόλις, ἀλλὰ χρυσίδιον, καὶ τοῦτο νύκτωρ ἀωρὶ παντάπασιν, ὥσπερ τι ἄγος ἢ μίασμα ἰδὼν ἀπότροπον, αὐτόθεν ἀπεστράφης; ἀλλʼ εἰκός· κακοῦ γὰρ ἀνδρὸς ἦν δῶρα καὶ πεφυρμένου φόνῳ ἀνθρώπων. ναὶ μεγάλως σχέτλιος εἶ τις καὶ ἀγνώμων τὸν τρόπον, ὦ Ἀγέμορτε, καὶ μέντοι πρὸς ἡμᾶς καὶ ἀνηλεής, ὃς οὐκ οἰκτείρεις με κακοδαίμονα ὄντα καὶ διακείμενον οὕτως, ὥσπερ διάκειμαι νῦν, ἀθλίως· ὅς, οὗπερ ἕνεκα ὠρέχθην μάλιστα μοναρχίας, ἵνʼ ἔχοιμι λαμπρὸς εἶναι πρὸς τοὺς φίλους, ἐπειδὴ τάχιστα τούτου κατʼ εὐχὴν παρὰ τῶν θεῶν ἔτυχον, οὐκ ἔχω πρὸς οὓς ἐλλαμπρύνωμαι ταῖς χάρισιν, ἀλλʼ, ὃ μόνον ἦν μοι πάντων παραμύθιον τῶν κακῶν, καὶ τούτου με ἀπεστερήκατε οἱ φίλοι, μηδʼ εὖ ποιεῖν μηδένα ὑμῶν ἐπιτρέποντες ἐκ τῶν περιόντων, ἀλλʼ εἰς ἀνάγκην καθεστήκαμεν, ὦ θεοί, μὴ προσιεμένων ὑμῶν τὰς δωρεάς, οἷς βούλομαι διδόναι, τισὶ τῶν κολάκων καὶ τῶν βωμολόχων τῆς τυραννίδος διδόναι, οἷς οὐ βούλομαι.

Τεύκρῳ.

Τὴν Φιλοδήμου γυναῖκα Κλεαινέτην — οἶσθα δήπου ἣν λέγω, ὦ Τεῦκρε — βουλόμενος ὑπὲρ θυγατρὸς γάμων ἰδεῖν τοῖς ἐν ποσὶν ἐκωλύθην, ἐφʼ ἃ καὶ σὲ παρεκάλουν ἥκειν ἄν, εἴπερ μὴ περὶ τοιαύτης κηδεμονίας ἐγνώκειν ἐν Συρακούσαις καταλιπεῖν. ἔνθεν καὶ περισσότερον αἴσθοιο ἄν, ὡς οὐκ εἰκῆ σοι περὶ αὐτῶν ἐπιστέλλομεν. μέτελθε ταύτην αὐτὸς καὶ πέντε τάλαντα ἀνάδεξαι προικὸς τῷ κηδεστῇ γαμουμένης τῆς παιδός, μὴ μᾶλλον ὡς δωρεᾶς διδομένης ἢ χρέος ὀφειλόμενον ὑπʼ ἐμοῦ διορθούμενος. ἐὰν μέντοι πυνθάνηται, πόθεν ἔχομεν Φιλοδήμου τοσαῦτα χρήματα, μὴ φάσκε· εἰδέναι, ἀλλʼ εἰς ἐμὲ τὸν λαβόντα καὶ Φιλόδημον τὸν δόντα τὸ γινώσκειν ἀνάφερε. καὶ διὰ σπουδῆς μὲν ἔχε Λέοντα κηδεστὴν ποιήσασθαι· ἀφίκετο γὰρ ὡς ἡμᾶς μετιὼν τὸν γάμον, κἀγὼ διὰ τάχους πάνθʼ ὑποσχόμενος ἀπέσταλκα αὐτὸν ὡς σέ. κἂν δὲ ἄλλον τινὰ ἀμείνω εὕρηται νυμφίον ἡ μήτηρ τῆς παιδός, ἐκείνῳ τὴν προῖκα ἀναδέχου καὶ μηκέτι προσφιλοτιμοῦ. οὐ γὰρ ἐφʼ ἑνὶ κηδεστῇ Φιλοδήμου μεμνῆσθαι ὡμολογήσαμεν, οὐδὲ δωρούμενοι χρήματα χαριούμεθα τὸν γάμον, ἀλλὰ πρὸς θεῶν μὴ οὕτως ἀμελῶς χρῶ ἐγγύῃ ὡς ἄν τι διδούς, ἀλλʼ ὡς λαμβάνων πέντε τάλαντα, εἴπερ ἀνδρί τινι ταύτην ζεῦξαι ἐφίεται. αἰσχρὸν γὰρ ἀτυχῆσαι διδόντας ἔνθα πρόκειται δοκεῖν τούτου μὴ δοῦναι χάριν ἃ προσεποιήθημεν χρήματα ἑκοντὶ ἀποτῖσαι. οὐ μὴν καταγνοίην γʼ ἂν ἐμοῦ τοιόνδε τι, ὡς ἔγωγε νὴ τὸν Ἥλιον δόξω ζημίαν μείναντα παρʼ ἐμοὶ τὰ χρήματα καὶ μέγα ὄφελος λαβούσης εἰς τὸν γάμον τῆς παιδός· οὐ γὰρ ὅμοια φρονεῖν δύναιντʼ ἂν μηδὲν εἰδότες περὶ ἐμοῦ. εἴθε δὲ μὴ δεινότερον ἁπανταχοῦ Φάλαριν τὸν τρόπον περιεβόων. πέμπε δὲ τοῖς γάμοις τῇ παιδὶ θυγατέρας τέτταρας ὁμήλικας καὶ γυναικείας ἀμπεχόνας, ἃς ὑφʼ ἡμῶν σταλείσας ἔχεις, καὶ χρυσοῦς ἑξήκοντα, καὶ ταχέως μὲν ἀχθῆναι παραίνει τοὺς γάμους ὡς καὶ νῦν βραδέως ἀχθησομένους, προθύμως δὲ πέμπε τὰς δωρεὰς ὡς ἐπὶ τοῖς Φαλάριδος ἰδίας καρπούμενος χάριτας. καὶ ταῦτα μὲν οὕτως ἔχοι, Τεῦκρε, τὰ δʼ ἄλλα ὡς καὶ πατρὸς δεομένῃ τῇ παιδὶ καὶ ἀνδρὸς χηρευούσῃ τῇ γυναικὶ ταμίας γενοῦ, καὶ προστὰς αὐτῶν τῆς χρείας μετὰ τῆς ἰδικοῦ θῦε τοὺς γάμους ὡς μάλιστα πολυτελέστατα, μή τις Συρακουσίων τῶν προσηκόντων τῇ παιδὶ ἐν τῇ καλλίστῃ ἡμέρᾳ ἄθλιον ἀντὶ μακαρίου εἴπῃ Φιλόδημον, ἀλλὰ νικήσωμεν αὐτοῦ τὴν τύχην.

Κλεαινέτῃ.

Ὁ Φιλοδήμου πλοῦς ἐπὶ τὴν ξένην, τοῦ σοῦ μὲν ἀνδρός, ἡμετέρου δὲ ἀμέμπτου φίλου, σοὶ μὲν εὐκλεῶς ἔοικε παραγίνεσθαι, τῇ θυγατρὶ δʼ ὑμῶν εἰκοστὸν ἤδη ἔτος οἰκουρούσῃ οὐκ εὐτυχῶς. ἡ μὲν γὰρ ἐπʼ ἀνδρὶ χηρεία χρόνους προσλαμβάνουσα πλείω ἀρετήν, ἡ δʼ ἐπὶ παιδὶ παρʼ ὥραν μηκυνομένη παρθενία διαβολὴν κτᾶται. πᾶσι γὰρ ἀνθρώποις αἴσχιστον δέδοκται καὶ νὴ Δία ἐστὶ παρὰ τοὺς τῆς φύσεως χρόνους θυγάτηρ οἰκουροῦσα. πάλαι γὰρ ἐχρῆν καὶ τὸν ἐκείνης βίον, ὥσπερ τὸν σόν, πρὸς ἄνδρα ἐπαινεῖσθαι. ἴσως μὲν οὖν ἀντὶ Φιλοδήμου παραμυθίαν ἡγῇ παῖδα ἔχειν, ἣν ἐκεῖνος καὶ σὺ ἐγείνασθε, σχέτλιον δὲ διὰ πόθον γαμέτου θυγατέρα ἀποστερεῖν γάμων, καὶ οὐχ ὅμοιον τοῦ μετʼ ὀλίγον ἥξοντος ἀφαιρεῖσθαι ἀνδρὸς καὶ οὗ μήπω πεῖράν τις ἔσχηκε καὶ συνήθειαν τοῖς τῆς φύσεως ἀναγκαζομένη νόμοις· ὅταν δὲ μηδὲ κεκμηκότων γονέων, μηδὲ διʼ ἔνδειαν χρημάτων, ὥσπερ νῦν, μεγάλης ἀτυχίας τεκμήριον τοῦτο. ὃ μηδαμῶς κατοιωνίζου, Κλεαινέτη· πεντατάλαντον γὰρ προῖκα κατέλιπεν αὐτῇ Φιλόδημος ἐκπλέων παρʼ ἡμῖν, καὶ οὐχὶ ταῦτα μόνον· ἔστι γὰρ αὐτῷ κοινὰ καὶ τὰ Φαλάριδος χρήματα. ὥστε οὐκ οἶδα, Κλεαινέτη, τί ἂν μέλλοις· οὐ γὰρ οἶμαι δεῖν μηδενὸς ὑστερίζουσαν εἰς τὸν γάμον τὴν Φιλοδήμου περιμένειν ἄφιξιν. ὅσα μὲν γὰρ εἰκὸς εἰς τὴν ἐκείνου παρουσίαν ἀναβαλέσθαι, μὴ φθάνωμεν· ὅσα δὲ αὐτὴ κατεπείγει ἡ φύσις ἀκόντων ἡμῶν, ἂν οἷόν τε, μὴ περιμένωμεν, ἐπεὶ τοὺς ἡμετέρους οὐκ ἀναδέχεται καιροὺς ἡ τῆς παιδὸς ὥρα. τάχα δὲ Φιλόδημος μὲν εἴργεται τοσούτοις ὅσοις πατέρα εἰκὸς εἴργεσθαι ἐξώρου θυγατρὸς οὔσης εἰς γάμον, σοι δὲ τοῦ κατέχειν οἴκαδε παρὰ τὸν νόμον τὴν παῖδα οὐδεμία πρόφασις· οὐ γὰρ οὕτως αὐτῇ πατρὸς εἰς τὸ παρὸν δεῖ ὡς ἀνδρός. σὺ δὲ κατὰ πολλὰς ἀνάγκας καὶ μεγίστην τῆς τύχης ἀπόντι τῷ πατρὶ προσνέμειν οἴει δεῖν καὶ παροῦσαν τὴν μητέρα. οὔκ, ἐάν γʼ ἐμοὶ πεισθεῖσα καὶ περὶ ἀνδρὸς εὐτυχῶς καὶ περὶ θυγατρὸς εὐπρεπῶς βουλεύσῃ. πολλὰ γὰρ καὶ ἕτερα καλῶς δίχα Φιλοδήμου δρῶσα πράγματα ἓν τοῦτʼ ἀντὶ πάντων κοινὸν ἐργάσῃ ἀγαθὸν καὶ γυναικὶ σωφρονούσῃ κόσμον οἶσον, κηδεύσασα κατὰ νόμους τὴν παῖδα. τὰ μὲν οὖν χρήματα Τεῦκρος οὑμός, ὁπόταν ἐθέλῃς, ἀπαριθμήσει· εἰ δέ του καὶ ἑτέρου δεῖ σοι πρὸς τὸν γάμον, ἐκεῖνος ὑπουργήσει. σὺ μόνον ἃ βούλει πρόσταττε. καὶ Φιλόδημον εὔχου μὲν ἐλθεῖν εἰς τὸν γάμον, ὑπερβάλλου δὲ μηδαμῶς εἰς ἐκεῖνον ἥξοντα τοὺς τῆς παιδὸς χρόνους· καὶ τοῦ σῶον ἐκεῖνον εἶναι καὶ παρέσεσθαι καὶ τἄλλα μὲν ἔστω σοι μαρτύρια, μηδὲν δʼ ἧττον ἡ πρὸς αὐτὸν φιλοφροσύνη.

Νικοκλεῖ.

Ἐπεστείλαμεν Στησιχόρῳ, ὡς ἠξίους, περὶ τοῦ ἐλεγείου, καὶ τὸν τρόπον ὑπεθέμεθα ὡς χρὴ γράφειν, ὃ δʼ ἄσμενος ἡμῖν τῆς ἑαυτοῦ φύσεως ἐπιδώσειν ὑπέσχετο, παραμυθίαν ἴσως ἡγούμενος ἔσεσθαί σοι τοῦ πένθους τὴν σοφίαν. ἡ μὲν οὖν συμφορὰ δυσπαρηγόρητος καὶ βαρυτέρα ἢ ὥστε λόγοις ἐπικουφισθῆναι, ἐπεὶ διττοῖς ᾠκειωμένος ὀνόμασιν ἑνὶ χρόνῳ περὶ ἑκατέρου ἀνιᾷ. ἀδελφιδῆς τε γὰρ ὁμομητρίας καὶ γυναικὸς ἀγαθῆς ἀπενοσφίσθης, κάλλει μὲν ἐξοχωτάτης, σωφροσύνῃ δὲ οὐδὲ εἰς δευτερεῖον γυναικὶ μεθʼ ἑαυτὴν ἐώσης τόπον. ὡς ἐκπέπληγας καὶ πανταχόθεν ἀπέγνωκας σεαυτοῦ, καὶ τὰς ὀλοφύρσεις οὐ μεταποιούμενος καὶ τοῦ σώζεσθαι προσποιῇ. χρὴ δὲ μὴ βαρύτερον φέρειν τὴν τύχην· οὐ γὰρ ἀρετῆς τοῦτό γʼ ἄξιον, εἰ πρὸς τὸ πένθος ἀπαλλάξεις σαυτὸν καὶ χρήσῃ ἀνηκέστῳ συμφορᾷ. ἀλλʼ ἄγε, ὦ Νικόκλεις, μικρὸν ἀπὸ τῆς ἀνίας μεταστραφεὶς σκέψαι τὸν ταλαίπωρον ἀνθρώπων βίον, οἵᾳ καθήρμοσται τάξει. γεννᾶται ἕκαστος ἡμῶν ἐπὶ μυρίοις κακοῖς, καὶ ταῦθʼ ὅταν ἀνύσῃ, τῆς τοῦ ταλαιπωρεῖν ἀνεπαύσατο ἐπιδημίας. τερπνὸν δὲ ἡγούμεθα τὸν βίον τοιοῦτον ὄντα, παρʼ ὅσον οὐδὲν θανάτου πείσεσθαι κάκιον ἠλπίκαμεν, καὶ τὸν τελευτήσαντα οἰκτιζόμενοι, ὅστις πρῶτος ἄπεισιν, οὐκ ἄπωθεν ἑπόμενοι τούτῳ λελήθαμεν ἑαυτοῖς ἐπιρριπτοῦντες τὰ δάκρυα. αὕτη δίκη ἀνθρώπων, Νικόκλεις, καὶ ἐπὶ τοιούτῳ τέλει ἅπαντες ἀνατρεφόμεθα, οὐδʼ ἐστὶν ὅντινα τῶν γενομένων ἕτερον ὑποδέξεται χρῆμα τυραννικώτερον. μοῖρα τοῦτο παντὸς ἀνθρώπου, ὑπʼ οὐδενὸς γοητευόμενον. ὁρᾷς ἐμὲ τὸν μόναρχον, ὃν πάντες ἄνθρωποι βιαιότατον ἀποφαίνονται; ταύτης, οὐδʼ ἄν με δεινότερον κηρύξωσιν οἱ νῦν ὄντες, οὐκ ἂν περιγενοίμην· οὐδὲν γὰρ τῶν παρʼ ἡμῖν χαλεπῶν ὑποστήσεται, ἀλλʼ ἄπιμεν, ὅταν ἔνι τὸ χρεὼν τελευτῆσαι. εἴθε δʼ ἐπὶ τοιούτῳ ἐτύχομεν μοναρχίας, οὐχ ὅπως ἑαυτῶν ἀπωσώμεθα τοὺς μόρους — ἡμᾶς μὲν γὰρ ἴσως καὶ πρὸ μοίρας ἀξίους φαίη τις ἂν εἶναι ἀπολέσθαι, καὶ πρὸς ταύτην τὴν ἀξίωσιν οὐδʼ αὐτοὶ ἐναντιούμεθα —, ἀλλʼ ἵνα τῶν ἐπιεικεστάτων καὶ ὡς ἐπὶ μήκιστον ἀξίων ζῆν ἐπέχωμεν τὰ τέλη. ἐπεὶ δʼ ἐκείνη καθʼ ἡμῶν καὶ οὐχ ἡμεῖς κατʼ ἐκείνης τύραννοι ἀπεδείχθημεν, ἠπίως χρὴ φέρειν οὐ διὰ τοῦτο μόνον, ὅτι εἰς οὐδὲν περαίνονται οἱ γόοι, ἀλλʼ ὅτι καὶ τὸν ἐκείνης δαίμονα, εἴπερ αἴσθοιτό σε οὕτω κατασμυχόμενον, ἀνιᾶσθαι μὲν εἰκός, αὐτὴν δὲ τὴν πλεῖστα μὲν εὐφράνασαν τὸν ἄνδρα, ἡσθεῖσαν δʼ ἐφʼ οἷς ἔχαιρεν ἐκεῖνος, ἄχθεσθαι καὶ ἐν τῷ θανάτῳ, οὐ μὰ τὸν Δία μόνον ὅτι σὺ τοιαύτης ἀπεσφάλης γυναικός, ἀλλʼ ὅτι καὶ ἐκείνη τοιούτου ἐστερήθη ἀνδρός. ἐπεὶ τοίνυν οὔτε πρῶτος οὔτε μόνος τοιαύτῃ ἐχρήσω συμφορᾷ, λογίζου τὰ ἀνθρώπινα πράως φέρειν, εἰ καὶ μὴ διʼ ἐμὲ ἑτοίμως πρὸς θάνατον ὑπὸ ποικίλων ἔχοντα συμφορῶν, ἀλλὰ διὰ τὴν ἰσότητα τῆς φύσεως, ὅτι πᾶσι κοινὸν τοῦτο, κἂν σφόδρα περιφόβως ἔχωσί τινες, καὶ τοῖς μὴ λίαν ἀχθομένοις πλεῖστα συμβέβηκεν ἀπολαύειν τοῦ βίου.

Στησιχόρῳ.

Τὸ ἔλαιον ἐπέμψαμεν, εἴ τι νοοῦμεν, οὐ μὰ Δίʼ οὐ σοὶ τὸ παρόν, ἀλλὰ θυγατριδῷ σου· καὶ γὰρ αὐτὸ τὸ μειράκιον ἄξιον ἡμῖν λόγου φαίνεται καὶ τὴν γυμνασιαρχίαν μηδὲν ἧσσον Ἀγησιλάου. βουλοίμην δʼ ἂν αὐτὸν ἐκτελέσαι τὸ καθʼ ἡμᾶς μέρος. τὸ δʼ ἀργύριον τὸ παρʼ ἡμῶν, ὃ μὴ σὺ κομίζειν ἐβουλήθης τότε παρών, εἰ μὴ λαβὼν ἔσῃ νῦν γε, προδοσίας, εὖ ἴσθι, πρὸς Ἱμεραίους καταψεύσομαί σου, κἂν ἔτι παραστῇ. χαλεπώτερον δέ σοι οἶμαι καὶ τοῦθʼ, ὅπερ προπέμπειν εἱλόμην. πρόσμενε δή, Στησίχορε, καὶ πρὸς τοῖς ἔπεσι καί, διʼ ἃ σεβαστότερος εἶ πολλῶν καὶ θαυμασιώτερος, τὰ ἐπιτηδεύματα ταῦτα καὶ στέργε καὶ τίμα, τὰ ἄλλα προέμενος, ἐν οἷς ποτʼ ἂν κατʼ ἄκραν εὐδοκιμῇς, ὅμοιος τοῖς πονηροτάτοις ἔσῃ.

Στησιχόρῳ.

Σὺ περὶ ἡμῶν, ὦ Στησίχορε, μηδὲν μήτε ἐν ᾠδαῖς μήτε ἄλλοθί που λέγε· οὐδὲν γὰρ βούλομαι μᾶλλον ἢ σιωπᾶσθαι τὰ ἡμέτερα. τῶν δʼ ἄλλων φθόνος οὐδείς, ὁπὲρ ὅσων ἂν αὐτός τε κατὰ σαυτὸν ἐθέλῃς κἀπὶ νοῦν ἄγῃ τὸ δαιμόνιον. πολιτείαν δὲ φεῦγε μάλιστα πάντων ἐμὲ ὁρῶν, ὅς, ἡνίκα μακαριστὸς εἶναι ἐδόκουν πᾶσιν, ἐπὶ τούτοις ἐμαυτῷ σύνοιδα μάλιστα ἀνιωμένῳ. εἰ δʼ ἐγώ σοι κατʼ ἐμαυτὸν εἰκότα πάσχειν φαίνομαι μοναρχίας ὀρεχθεὶς ἑκών, ὑπὲρ πατρίδος δέ σοι πολιτευομένῳ καὶ δημοκρατίας οὐδὲν ἀπαντήσεσθαι δυσχερὲς οἴει, τὸ μὲν καθʼ ἡμᾶς ἄφες νῦν, εἰς δὲ σαυτὸν ἀτενὲς βλέψον, ὦ Στησίχορε, καὶ κατανόησον· οὐ γὰρ ὑπὲρ βελτιόνων τις οὐδὲ καθαρωτέραν ὁδὸν σοῦ βαδίσας ἥψατο πολιτείας· ἀλλʼ ὅμως λόγισαι κατὰ σαυτόν, οἷα μὲν πρὸ τούτων ἔπαθες, οἷα δʼ ἐμέλλησας παθεῖν, εἰ μὴ τοιοῦτος ἐχθρὸς ἤμην ἐγώ. καίτοι καλόν γε, κἂν εὐροῇ τις καὶ κατʼ οὖρον φέρηται παρὰ τῆς τύχης, μὴ πάντα ποιεῖν αὐτὸν ἐπὶ τῇ τύχῃ. καὶ γὰρ σὺ νῦν αὐτὸς οὔτε τύραννος Ἱμεραίων οὔτε ἐχθρὸς πᾶσιν, ὥσπερ ἡμεῖς, ἀλλʼ ἐν πολίταις καὶ φίλοις, ὡς ἐνόμιζες αὐτός, διʼ οὓς ἐχθροὺς ἔσχες ἡμᾶς, κἀγὼ μὲν οὐκ ἂν τυραννήσας, παρόν μοι νῦν αὐτῶν διὰ σὲ καὶ σοῦ στοχαζόμενος, ἀλλʼ ὅμως λόγισαι κατανοήσας, πόσα ἄττα πέπονθας ὑπʼ αὐτῶν. εἰ δὲ βούλει, τὸν ὑπὸ τῶν πολιτῶν ἀγαθὰ μὲν πλεῖστα πεπονθότα, κακὸν δὲ μηδέν, μηδὲ μὴν ἀχαριστηθέντα, καθάπερ σύ, σκέψαι καὶ μάθοις ἄν, ὡς ἀνὴρ ἐκεῖνος, ὅστις τῶν κοινῶν ἀφέμενος τῶν ἰδίων προέστηκε καὶ ὃς οὐκ ἄλλο τι οἴεται τὸ ἑαυτοῦ πράσσειν ἀλλʼ ἢ σκοπεῖν ὅπως μάλιστα ἡσθήσεται.

Τῷ αὐτῷ.

Μὴ φρόντιζε, ὦ Στησίχορε, τῆς Εὐβούλου καὶ Ἀριστοφῶντος πρός με κατηγορίας, μηδʼ ἀχθεσθῇς, εἰ τῆς καθʼ ἡμῶν ἐπιβουλῆς τὴν αἰτίαν εἰς σὲ ἀναφέρειν καὶ τὰ σὰ κάλλιστα ἔπη ἠξίουν. παρʼ ὅσον μὲν γὰρ ἤλθομεν ἐν Ἱμέρᾳ κινδύνου καὶ σὺ οἶσθα, μηδὲν δὲ ἡμῶν ἀνήκεστον παθόντων ἥδεσθαι προσήκει σοι κατά γε τὴν ἐκείνων αἰτίαν μᾶλλον ἢ ἀνιᾶσθαι τῆς τε ῥώμης ἕνεκα τῶν ποιημάτων, ἅ σοι ἐπιπνέουσιν αἱ θεαί, καὶ ἡμῶν περιόντων, εἴ σοι ἄρα τι μέλομεν. παρεξήτακας γὰρ καὶ τὰ μέλη πλέον ἢ κατὰ λύραν δυνάμεως ἔχειν, καὶ Φάλαριν μείζονʼ ἢ κατὰ τυραννοκτόνους. ἡμεῖς δὲ παρακινδυνεύσαντες ἐσχάτως καὶ εἰς τύραννον ὡρμήσαμεν καὶ εἰς ἑταιρείαν μεμήναμεν, καὶ οὐ μεμφόμεθά σε μελλήσαντες ἀναιρεθῆναι, μᾶλλον δὲ ἀναιρεθέντες· οὐ γὰρ ἄν, εἰ καὶ ἐτελέσθη τὸ ἄδικον βούλημα, Στησίχορος ἡμᾶς παθεῖν ταῦτα ἐπῃνέσατο. σὺ μὲν γὰρ ἴσως ἐπῶν κόσμῳ θεοειδεστάτῳ τὸ τυραννοκτονεῖν ἐπαινεῖς — καὶ οὐκ ἀποτρέπομεν εἴ τις θαυμάσει τὸν λόγον —, ἀλλʼ οὐ τὸ Φάλαριν· ἀνδροφονεῖν γάρ ἐστι τὸ τοιοῦτον, ἀλλʼ οὐ τυραννοκτονεῖν. οὐ γὰρ οἶσθα ἄρχομαι πείρᾳ μαθών. οὐδὲ Δρωπίδας οὐδʼ ἄλλος ἐπιεικὴς ἀνὴρ οὐδὲ εἷς, ἀλλʼ οὐδὲ ὁ σωτὴρ ἐν ἡμῖν Ζεὺς ἐνέμεινεν ἐν τῷ ἱερῷ καρτερός. Εὐβούλου καὶ Ἀριστοφῶντος δυοῖν ἀδίκοιν εἷς δίκαιος ἐγενόμην, τὸν τύραννόν με περιεσώσατο, Κόνων δʼ ὁ καταπορνευθεὶς καὶ Θεαγόρας ὁ τοὺς ὀλέθρους ἡμῖν μηχανησάμενος καὶ Ἀντιμήδης καὶ Περικλῆς καὶ ὅσοι δὴ τούτοις παραπλήσιοι ἀνῃρέθησαν ὑπʼ ἐμοῦ τῷ δικαιοτάτῳ τῆς ἀμύνης νόμῳ, οὕς, εἰ μὴ τοσαύτης ἐξουσίας εἰχόμην, ἀποθανεῖν ἂν εἱλόμην ἀντιτιμωρησάμενος. λεγέτωσάν με μιαιφόνον, ἄθεον, ἐναγῆ, τύραννον, πολλοῖς πεφυρμένον καὶ ἀνηκέστοις μιάσμασι, καὶ τούτων ἂν δεινότερόν τι εἰπεῖν καθʼ ἡμῶν ἔχωσι, μὴ φειδέσθωσαν. ἐπαινοῦντες γάρ με διαβάλλειν ἐοίκασι πρὸς τοὺς χρηστοὺς οἱ πονηρότατοι, ὧν οἳ μὲν ἐπυρώθησαν ὑφʼ ἡμῶν ἔμφρουροι τῷ ταύρῳ, οἳ δʼ ἀνεσκολοπίσθησαν, ἔνθα ἔμελλον ἐμπρόσωποι ἔσεσθαι τοῖς λοιποῖς μηδὲν καθʼ ἡμῶν τεκταίνειν κακόν, ἄλλοι δʼ ὄψεις ἐξῃρέθησαν, τινὲς δʼ ἄκρα περιεκόπησαν καὶ κατὰ τροχῶν ἐλυγίσθησαν, καὶ κεφαλὰς ἄλλοι περιεσκυθίσθησαν, οἳ δὲ ὡς ἔτυχον ἀδικίας προάρξαντες ὀλέθρου πικροῦ κατὰ δίκην ἐνεφορήσαντο. διʼ οὓς ὁμολογοῦμεν ἀνασταθῆναι τύραννοι, καὶ οὐκ ἀρνησόμεθα κατὰ πονηρῶν μοναρχίας ὀρεχθῆναι, οὐδὲ παυσόμεθά ποτε τῆς ὠμότητος καὶ ἀπανθρωπίας, πρὸς δὲ τοὺς χρηστοὺς ὅμοιοί γʼ ἐσμὲν ἄρχοντες, οἷοί περ ἐγενόμεθα πρὶν ἄρξαι. μὴ δὴ δόξῃς, ὦ Στησίχορε, κατʼ ἐμοῦ τι τῶν ἐπῶν, ὅταν κατὰ δυνάστου γράφης, ἐπιπνεῖσθαι, ὑποδέχου δʼ ἄσμενος τὰς θεάς, διʼ ἡμᾶς μηδὲν τῶν ἐπὶ νοῦν ἡκόντων ἀποδιοπομπούμενος. ἴσθι γὰρ ὡς μηδεὶς τυραννοκτονήσει Φάλαριν ἔξω τῆς ἰδίας μοίρας, ἣν ἀπὸ νεότητος ἔχομεν καθʼ ἑαυτῶν, ἐὰν καὶ τὰ τῶν ὑμνοπόλων σιγήσῃ μέλη· ὅθεν ἥκουσαν αὐτὴν ἀναγκαίως, ὁπόταν ἐθέλῃ, ὡς ὀφειλομένην ἑαυτοῖς ὁμοίως ὑποδεξόμεθα. τοῖς δὲ περὶ Εὔβουλον τυραννοκτόνοις, ἐπεὶ παρὰ ταύτην ἐπεχείρουν, ἆθλα ἀπεδώκαμεν, οὐχ ἃ παρὰ νόμων προσήκει ἀνδράσι κενὴν δόξαν θηρωμένοις ἐπὶ καθαιρέσει μονάρχου, ἀλλʼ ἃ παρὰ τυράννου πλέον ἰσχύοντος νόμων. καταπαρέντες γὰρ εἰς τὴν Ἱμεραίων θηρόβοτον ἄχρι τῶν στηθῶν μετὰ πολλοὺς ἄλλους αἰκίας τρόπους ἐν τῇ λώβῃ διενυκτέρευσαν. σὺ δʼ ὡς ἐπὶ μήκιστον εὐτυχοίης. ἔρρωσο. καὶ τὸ μὲν μηδὲν παθεῖν τοιοῦτον οὐκ ἂν συνευξαίμεθά σοι, παρὰ γὰρ τῆς ἰδίας δικαιοσύνης τοῦτʼ ἔχειν φαίης ἄν, ἀλλὰ μηδὲ δρᾶσαί ποτε ἀνάγκην γενέσθαι Φάλαριν παραπλήσιον. μέλοιεν δέ σοι Μουσῶν εὐκλεεῖς πόνοι, πέμπε δὲ καὶ εἰς ἡμᾶς τῶν ποιημάτων ἃ τὰς παρούσας ἐπανήσει φροντίδας.

Ἐνναῖοις.

Ἐγὼ μὲν οἶμαι καὶ τῆς ἐλευθερίας ἐμαυτὸν αἴτιον ὑμῖν γεγονέναι. ἀλλὰ περὶ μὲν τῆς ἐλευθερίας οὐ μέμφομαι ὑμῖν ἀχαρίστοις οὖσι, τὸ μέντοι ἀργύριον, ὃ ἐδανείσασθε, ἀπόδοτε. καὶ γὰρ αὐτὸς ἐν χρείᾳ εἰμὶ οὐ μετρίᾳ καὶ περιπέμπω χρήματα δανειζόμενος εἰς ἅπασαν Σικελίαν. καὶ οἳ μὲν ἐχαρίσαντο ἡμῖν, ὥσπερ Λεοντῖνοι καὶ Γελῶοι, οἱ δὲ ὑπέσχηνται δανείσειν, ὡς Ὑβλαῖοι καὶ Φιντιεῖς. τί ἂν οὖν πρὸς Διὸς αὐτοὶ ὑπολάβοιτε περὶ αὑτῶν, τηλικαῦτα ἃ δεδάνεισθε μὴ ἀποδιδόντες, ὁπότε ἄλλοι χαρίζονται τὰ αὑτῶν, μηδὲν ὑφʼ ἡμῶν ἀγαθὸν πεπονθότες; εἰ δὲ πύθοιντο οἱ ὑπεσχημένοι χαριεῖσθαι, ὅτι ἀντὶ τοῦ κομίζεσθαι τὰ ὀφειλόμενα τοῖς μηδὲν ὀφείλουσι βαρεῖς ἐσμέν, ἆρʼ ἔτι δώσειν οἴεσθε αὐτούς; ἐγὼ μὲν γὰρ οἶμαι, μηδὲ τοὺς δανείσειν ὑπεσχημένους δανείσειν ἔτι, ἀλλʼ ἐνθυμηθήσεσθαι, ὅτι ὁ μὴ ἀναπρασσόμενος τὰ ἑαυτοῦ παρὰ τῶν ὀφειλόντων οὗτος τοῖς δανείσασιν ἀποτίνειν οὐ βουλήσεται. ταῦτα τοίνυν ἐνθυμηθέντες, εἰ μὴ ἀποτίσετε, αἰδέσθητε· εἰ δὲ μὴ ταῦτα ἀνύσειεν, εὖ ἴστε ὅτι ταχὺ σφόδρα καὶ λόγων κρεῖσσόν τι εὑρήσομεν, ὃ ἐπαναγκάσει ὑμᾶς, εἴπερ οἷόν τε ἐπαναγκαζομένους τὰ δίκαια ποιεῖν ἐστίν.