ΠΕΡΙ ΜΝΗΜΑΤΩΝ.
Πλούταρχος Διόδωρος δʼ ὁ περιηγητὴς ἐν τοῖς Περὶ τῶν μνημάτων εἴρηκεν, ὡς ὑπονοῶν μᾶλλον ἢ γινώσκων, ὅτι περὶ τὸν λιμένα τοῦ Πειραιῶς ἀπὸ τοῦ κατὰ τὸν Ἄλκιμον ἀκρωτηρίου πρόκειταί τις οἷον ἀγκὼν, καὶ κάμψαντι τοῦτον ἐντὸς ᾗ τὸ ὑπεύδιον τῆς θαλάττης κρηπίς ἐστιν εὐμεγέθης καὶ τὸ περὶ αὐτὴν βωμοειδὲς τάφος τοῦ Θεμιστοκλέους. Οἴεται δὲ καὶ Πλάτωνα τὸν κωμικὸν αὑτῷ μαρτυρεῖν ἐν τούτοις· Ὁ σὸς δὲ τύμβος ἐν καλῷ κεχωσμένος τοῖς ἐμπόροις πρόσρησις ἔσται πανταχοῦ, τούς τʼ ἐκπλέοντας εἰσπλέοντάς τʼ ὄψεται χὠπόταν ἅμιλλα τῶν νεῶν θεάσεται.
Πλούταρχος Οἱ δʼ ἐν Κλεωναῖς ἀποθανεῖν αὐτὸν λέγουσιν ἀπαχθέντα μετὰ τῶν ἄλλων, ὅπου γλωττοτομηθῆναι καὶ διαφθαρῆναι ὃν προείρηται τρόπον, τοὺς δʼ οἰκείους τὰ ὀστᾶ λαβόντας θάψαι γε ἅμα τοῖς γονεῦσι πρὸ τῶν Ἱππάδων πυλῶν, ὥς φησι Διόδωρος ἐν τῷ γʹ Περὶ μνημάτων. Νυνὶ δὲ κατερήρειπται τὸ μνῆμα καί ἐστιν ἄδηλον.
Πλούταρχος Θυσίαν δὲ ποιοῦσιν αὐτῷ τῷ Θησεῖ τὴν μεγίστην ὀγδόῃ Πυανεψιῶνος, ἐν ᾗ μετὰ τῶν ἠιθέων ἐκ Κρήτης ἐπανῆλθεν. Οὐ μὴν ἀλλὰ καὶ ταῖς ἄλλαις ὀγδόαις τιμῶσιν αὐτὸν, ἢ διὰ τὸ πρῶτον ἐκ Τροιζῆνος ἀφικέσθαι τῇ ὀγδόῃ τοῦ Ἑκατομβαιῶνος, ὡς ἱστόρηκε Διόδωρος ὁ περιηγητής· ἢ νομίζοντες ἑτέρου μᾶλλον ἐκείνῳ προσήκειν τὸν ἀριθμὸν τοῦτον κτλ.
Πλούταρχος Ἦν μὲν οὖν ἀπʼ ἀρχῆς φιλολάκων· καὶ τῶν γε παίδων τῶν διδύμων τὸν ἕτερον Λακεδαιμόνιον ὠνόμασε, τὸν δʼ ἕτερον Ἠλεῖον, ἐκ γυναικὸς αὐτῷ Κλειτορίας γενομένους, ὡς Στησίμβροτος ἱστορεῖ· διὸ πολλάκις τὸν Περικλέα τὸ μητρῷον αὐτοῖς γένος ὀνειδίζειν. Διόδωρος δʼ ὁ Περιηγητὴς καὶ τούτους φησὶ καὶ τὸν τρίτον τῶν Κίμωνος υἱῶν Θεσσαλὸν ἐξ Ἰσοδίκης γεγονέναι τῆς Εὐρυπτολέμου τοῦ Μεγακλέους.
Ἀθήναιος Ἀριστογείτων δʼ ἐν τῷ Κατὰ Φρύνης τὸ κύριον αὐτῆς φησιν εἶναι ὄνομα Μνησαρέτην. Οὐκ ἀγνοῶ δὲ ὅτι τὸν ἐπιγραφόμενον κατʼ αὐτῆς Εὐθίου λόγον Διόδωρος ὁ περιηγητὴς Ἀναξιμένους φησὶν εἶναι.
ΠΕΡΙ ΤΩΝ ΔΗΜΩΝ.
αʹ. Ἐρεχθηίς.
Οὐαλέριος Ἁρποκρατίων Εὐωνυμεῖς ... δῆμός ἐστι τῆς Ἐρεχθηίδος, ὥς φησι Διόδωρος.
Θημακεύς ... δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηίδος Θήμακος, ὥς φησι Διόδωρος ὁ περιηγητὴς ἐν τῷ Περὶ τῶν δήμων.
Λαμπτραὶ δῆμος τῆς Ἐρεχηίδος, ὡς Δ. φησί. βʹ δʼ εἰσὶ Λαμπτραί, αἱ μὲν παράλιαι, αἱ δὲ καθύπερθεν.
Βʹ. ΑΙΓΗΙΣ.
Ἐρχείαθεν. Ἐρχεία δῆμός ἐστι τῆς Αἰγηίδος, ὥς φησι Διόδωρος.
Ἰκαριεύς, δῆμός ἐστι τῆς Αἰγηίδος, ὥς φησι Διόδωρος.
γʹ. ΠΑΝΔΙΟΝΙΣ.
Οἴηθεν ... Δῆμος τῆς Πανδιονίδος ἡ Οἴη, ὡς Διόδωρος. Οἴηθεν δὲ ἐκ τόπου ἐπίρρημα.
Παιανιεῖς καὶ Παιονίδαι ... Εἰσὶ δὲ διττοὶ δῆμοι Παιανιέων τῆς Πανδιονίδος φυλῆς, οὓς Διόδωρος καλεῖσθαί φησι Παιανιέαν καθύπερθεν καὶ Παιανιέαν ὑπένερθεν· ὁμοίως δʼ ἑκατέρου τῶν δήμων τὸν δημότην καλεῖσθαί φησι Παιανιέα. Διαφέρουσι δὲ οὗτοι τῶν Παιονιδῶν, ὡς Ἴστρος ἐν Ἀτάκτῳ ὑποσημαίνει. Μνημονεύουσι δὲ καὶ τούτων οἱ ῥήτορες, ὥσπερ καὶ Δείναρχος ἐν τῷ Κατὰ Στεφάνου περὶ τοῦ ὀχετοῦ. Δῆμος δέ ἐστι καὶ οὗτος τῆς Λεοντίδος, ὡς ὁ αὐτὸς Διόδωρος δηλοῖ.
δʹ. ΛΕΟΝΤΙΣ.
Οὐαλέριος Ἁρποκρατίων Κηττοί ... δῆμός ἐστι τῆς Λεοντίδος, ὡς Δ. ὁ περιηγητής φησιν.
Οὐαλέριος Ἁρποκρατίων Λευκόνοιον δῆμος τῆς Λεοντίδος, ὡς Διόδωρός φησιν.
Οὐαλέριος Ἁρποκρατίων Οἶον ... δῆμοί εἰσιν ἐν τῇ Ἀττικῇ διττοὶ οὐδετέρως λεγόμενοι, καλοῦνται δὲ Οἶον. Κεκλῆσθαί φησιν οὕτω Φιλόχορος ἐν τῇ ιγʹ διὰ τὸ κ. τ. λ. Ἔστι δὲ τὸ μὲν Κεραμεικὸν Οἶον τῆς Λεοντίδος φυλῆς, τὸ δὲ Δεκελεικὸν τῆς Ἱπποθοωντίδος, ὡς Διόδωρος. Οἱ δὲ δημόται ἑκατέρωθεν ἐλέγοντο ἐξ Οἴου. Ἄλλοι δὲ ἦσαν οἱ λεγόμενοι Οἴηθεν, ὡς προείρηται.
Οὐαλέριος Ἁρποκρατίων Πήληξ ... Δῆμός ἐστι τῆς Λεοντίδος Πήληκες, ὥς φησι Διόδωρος ὁ περιηγητής.
εʹ. ἈΚΑΜΑΝΤΙΣ.
Οὐαλέριος Ἁρποκρατίων Ἕρμος, δῆμος ἐστὶ τῆς Ἀττικῆς, φυλῆς Ἀκαμαντίδος, ὥς φησι Διόδωρος ἐν τῷ Περὶ δήμων. Διονύσιος ὁ τοῦ Τρύφωνος ἐν τῷ Περὶ ὀνομάτων φησὶν ὡς ἔοικεν οὐδέτερον εἶναι τὸ τοῦ δήμου ὄνομα, τὸ Ἕρμος ὡς τὸ ἕρκος. Ζώπυρος δὲ ἐν τοῖς Περὶ ποταμῶν καὶ ποταμὸν Ἕρμον φησὶν εἶναι ἐν τῇ Ἀττικῇ καὶ δῆμον ὁμώνυμον αὐτῷ.
Οὐαλέριος Ἁρποκρατίων Ἰτεαῖος ... Δῆμός ἐστι τῆς Ἀκαμαντίδος Ἰτέα, ἀφʼ ἧς ὁ δημότης Ἰτεαῖος, ὥς φησι Διόδωρος.
Οὐαλέριος Ἁρποκρατίων Κεραμεῖς ... Δῆμός ἐστι φυλῆς τῆς Ἀκαμαντίδος Κεραμεῖς, ὥς φησι Δ.
Οὐαλέριος Ἁρποκρατίων Θόρικος, ... δῆμός ἐστι τῆς Ἀκαμαντίδος, ὡς ὁ αὐτὸς Δ. φησιν ἐν τῷ Περὶ τῶν δήμων.
Οὐαλέριος Ἁρποκρατίων Κεφαλῆθεν ... Κεφαλὴ, δῆμος τῆς Ἀκαμαντίδος, ἀφʼ ἧς ὁ δημότης λέγεται Κεφαλῆθεν, καθά φησι Δ.
Στέφανος ὁ Βυζάντιος Χόλαργος. Οὕτω Δίδυμος καὶ Διόδωρος. Διονύσιος δὲ Χόλαργοι καὶ πληθυντικῶς μαρτυρεῖ. Ἔστι δὲ δῆμος τῆς Ἀκαμαντίδος φυλῆς. Ὁ δημότης Χολαργεύς.
ςʹ. ΟΙΝΗΙΣ.
Οὐαλέριος Ἁρποκρατίων Λουσιεύς ... Δῆμός ἐστι τῆς Οἰνηίδος Λουσία, ἀφʼ οὗ ὁ δημότης Λουσιεύς, ὡς Δ. φησίν.
Οὐαλέριος Ἁρποκρατίων Τυρμεῖδαι ... Δῆμος τῆς Οἰνηίδος οἱ Τυρμεῖδαι, ὥς φησι Διόδωρος.
ζʹ. ΚΕΚΡΟΠΙΣ.
Οὐαλέριος Ἁρποκρατίων Ξυπεταίονες ... Δῆμος τῆς Κεκροπίδος Ξυπέτη, ἀφʼ ἧς ὁ δημότης Ξυπεταίων, ὡς Δ.
Στέφανος ὁ Βυζάντιος Τρινεμεῖς, δῆμος τῆς Κεκροπίδος φυλῆς. Διόδωρος καὶ Δίδυμος Τρινεμεῖς ἀναγράφουσι τὸν δῆμον, Καλλίμαχος Ἑκάλῃ Τρινέμειαν. Ὁ δημότης Τρινεμεύς. Τὸ τοπικὸν Τρινεμέαθεν, εἰς τόπον Τρινεμήνδε, ἐν τόπῳ Τρινεμεάσι.
ηʹ. ΙΠΠΟΘΟΩΝΤΙΣ.
Στέφανος ὁ Βυζάντιος Ἐλαιεύς, δῆμος τῆς Ἱπποθοωντίδος φυλῆς, ὡς Διονύσιος. Διόδωρος δʼ Ἐλαιοῦς, ἀφʼ οὗ ὁ δημότης Ἐλαιούσιος. Τὰ τοπικὰ Ἐλαιουντόθεν καὶ Ἐλαιουντάδε καὶ Ἐλαιοῦσι. Λέγεται καὶ ἐξ Ἐλαιέως.
Οὐαλέριος Ἁρποκρατίων Ἐροιάδαι. Οἱ Ἐροιάδαι δῆμός ἐστι τῆς Ἱπποθοωντίδος, ὥς φησι Διόδωρος.
Οὐαλέριος Ἁρποκρατίων Θυμαιτάδαι ... δῆμος τῆς Ἱπποθοωντίδος, ἀπὸ Θυμαίτου ἥρωος ὀνομασθείς, ὡς Δ.
Οὐαλέριος Ἁρποκρατίων Κειριάδης ... Ὅτι Κειριάδαι δῆμός ἐστι τῆς Ἱπποθοωντίδος, εἴρηκε Δ. ἐν τῷ Περὶ τῶν δήμων.
θʹ. ΑΙΑΝΤΙΣ.
Στέφανος ὁ Βυζάντιος Τρικόρυνθον οὐδετέρως Δίδυμος καὶ Διόδωρος, Διονύσιος ἀρσενικῶς, Εὐφορίων θηλυκῶς· ἔστι δὲ δῆμος τῆς Αἰαντίδος φυλῆς. Ὁ δημότης Τρικορύσιος, καὶ θηλυκὸν Τρικορυσία. Ἀριστοφάνης Λυσιστράτῃ· Οὐχ ὁρᾷς, οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία; καὶ Τρικορυνθόθεν καὶ Τρικορυνθόνδε καὶ Τρικορυνθοῖ.
Οὐαλέριος Ἁρποκρατίων Φηγαιεῦσι ... Φηγαιῆς δῆμος τῆς Αἰαντίδος, ὥς φησι Διόδωρος.
ιʹ. ΑΝΤΙΟΧΙΣ.
Οὐαλέριος Ἁρποκρατίων Θόραι, δῆμος τῆς Ἀντιοχίδος, ὥς φησι Δ.
Οὐαλέριος Ἁρποκρατίων Κριωεύς ... Δῆμός ἐστι τῆς Ἀντιοχίδος Κριώα, ὥς φησι Διόδωρος ἐν τῷ Περὶ τῶν δήμων.
Οὐαλέριος Ἁρποκρατίων Κολαναίτας Περὶ τῶν Κολωνῶν Διόδωρός τε ὁ περιηγητὴς καὶ Φιλόχορος ἐν γʹ Ἀτθίδος διεξῆλθεν.
Στέφανος ὁ Βυζάντιος Ἀτήνη, δῆμος τῆς Ἀντιοχίδος φυλῆς. Φρύνιχος δὲ τῆς Ἀτταλίδος φησίν. Ὁ δημότης Ἀτηνεύς. «Πατροκλῆς Ἀτηνεὺς ἐχορήγει, Ἀντιοχὶς ἐνίκα, Παντακλῆς ἐδίδασκεν.» Διονύσιος Ἀτηνίαν τὸν δῆμον. Ἀλλʼ οὐκ ἐᾷ τὸ Ἀτηνεύς· ὀφεῖλον Ἀτηνιεύς.