eul_wid: cte-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Geography by Andron of Teos

The Fragments on Geography are what survives of the Periplus of Andron of Teos. The work is lost. The passages here are quotations in later scholarship, chiefly the scholia on Apollonius of Rhodes, which cite Andron of Teos "in the Periplus" and a work "On the Pontus."

They concern the coasts of the Black Sea: the Acherusian headland near Heraclea, with a local story of a king Acheron and the place-names Dardanis and Poimen, and the people of the region called White Syrians. Like other early descriptions of coasts, the Periplus joined sailing information to the stories told about each place. Andron of Halicarnassus, the genealogist, is a different man.

ΠΕΡΙΠΛΟΥΣ.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ἄκρα κατὰ τὴν Ἡράκλειαν, ἣν Ἀχερούσιον καλοῦσιν οἱ ἐγχώριοι. Ἡρόδωρος δὲ καὶ Εὐφορίων ἐν τῷ Ξενίῳ ἐκείνῃ φασὶ τὸν Κέρβερον ἀνῆχθαι ὑπὸ τοῦ Ἡρακλέους, καὶ ἐμέσαι χολήν· ἐξ ἧς φυῆναι τὸ καλούμενον ἀκόνιτον φάρμακον. Ἄνδρων δὲ ὁ Τήϊος ἐν τῷ Περίπλῳ φησὶν Ἀχέροντα τινὰ βασιλεῦσαι τῶν τόπων, οὗ θυγατέρα γενέσθαι Δαρδανίδα. Ταύτῃ δὲ Ἡρακλέα πλησιάσαντα ἐσχηκέναι υἱὸν Ποιμένα λεγόμενον. Ἀποθανόντων δὲ κατὰ τὸν αὐτὸν χρόνον τῆς τε Δαρδανίδος καὶ τοῦ υἱοῦ αὐτῆς Ποιμένος, τοὺς τόπους ἀπʼ αὐτῶν κληθῆναι κατὰ τὴν Ἡράκλειαν Δαρδανίδα τε καὶ Ποιμένα.

Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Πόλις τοῦ Πόντου ἡ Σινώπη, ὠνομασμένη ἀπὸ τῆς Ἀσωποῦ θυγατρὸς Σινώπης· ἣν ἁρπάσας ὁ Ἀπόλλων, κατὰ Φιλοστέφανον, ἀπὸ Βοιωτίας ἐκόμισεν εἰς τὸν Πόντον, καὶ μιγεὶς αὐτῇ ἔσχε Σύρον, ἀφʼ οὗ οἱ Σύροι. Τὴν δὲ τῶν Ἀσσυρίων χώραν Λευκοσύρων φησὶ καλεῖσθαι Ἄνδρων ἐν τῷ Περὶ Πόντου, κατὰ ἀντίφρασιν τῶν ἐν τῇ Φοινίκῃ Σύρων. Ὁ δὲ Τήϊος Ἄνδρων φησὶ μίαν τῶν Ἀμαζόνων φεύγουσαν εἰς Πόντον γήμασθαι τῷ τῶν τόπων ἐκείνων βασιλεῖ, πίνουσάν τε πλεῖστον οἶνον, ὀνομασθῆναι Σανάπην, ἐπειδὴ μεταφραζόμενον τοῦτο σημαίνει τὴν πολλὰ πίνουσαν.