eul_wid: rto-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments of Uncertain Works by Anonymous Parodies

The Fragments of Uncertain Works is an unattested collection attributed to an anonymous author of parody. The designation implies a compilation of 45 verse passages derived from obscure or unidentified original sources. No manuscript tradition, editorial history, or preservation details for this specific collection are recorded in standard scholarly references. Its complete absence from the established record precludes any substantive assessment of its content, style, or historical significance. The suggested parodic nature of the fragments, while aligning them broadly with traditions of satirical poetry, remains entirely speculative due to the lack of any verifiable documentation.

τοῖς δʼ ὁ κόλαξ πάμπρωτος ὑφαίνειν ἤρχετο μῶκον·
πλήρης μὲν λαχάνων ἀγορή, πλήρης δὲ καὶ ἄρτων.
τέτλαθι δὴ πενίη καὶ ἀνάσχεο μωρολογούντων·
ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής.
οὓς ἐδίδαξαν ἀριστερὰ γράμματα Μοῦσαι
ἔστειχε δʼ ἔχων ὑπὸ ποσσὶ χίμεθλα
Ἑρμοκαϊκόξανθος ἐπευξάμενος Διὶ πατρί·
ὦ βροτολοιγέ, πόσους σὺ βροτῶν Ἄιδι προΐαψας;
ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλοβοτείρῃ,
ἄλλοτε δʼ ἀίξασκε μετήορα· τοὶ δὲ θεαταὶ
θώκοις ἐν σφετέροις οὔθʼ ἕστασαν οὐδὲ κάθηντο
χλωροὶ ὑπαὶ δείους πεφοβημένοι, οἱ δʼ ὑπὸ νείκης
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστοι.
ἠύτε περ κλαγγὴ γεράνων πέλει ἠεροφώνων
ὣς ἐπεὶ οὖν ζῦθόν τʼ ἔπιον καὶ ἀθέσφατον οἶνον,
κλαγγῇ τοί γε πέτονται ἐπὶ σταδίοιο κελεύθου.
οἱ δʼ, ὥστε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν,
οὖλον κεκλήγοντες, ὅτε προίδωσιν ἰόντα
ἵππον, ὃς ἀνθρώποισι πόνον φέρει ἠλιθίοισιν,
ὣς οἱ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ἔπιπτον.
ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλῳάς,
ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ,
πάντῃ δʼ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι
πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ·
ὣς οἱ μὲν μάρναντο πυρὸς δέμας, οὐδέ κε φαίης
οὐδέ ποτʼ ἠέλιον σόον ἔμμεναι οὔτε σελήνην.
οἵη περ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν,
ἀνδρῶν κουφονόων φιλαεθλοτάτων ἀγερώχων.
ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς.
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον·
«οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,
τί πτώσσεις; τί δʼ ὀπιπτεύεις κατὰ τέρμʼ ἐν ἀγῶνι;
εἰ δʼ ἄγε νῦν πείρησαι, ἵνα κναφθεὶς ἀποτίνῃς.»
τὸν δʼ αὖθʼ Ἱπποκόων ἀπαμειβόμενος προσέειπε·
«τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ·
ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.»
τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφιν προσέφη πόδας αἰόλος ἵππος·
«οὐχ ὁράᾳς, οἷος κἀγὼ καλός τε μέγας τε;
ἀλλʼ ἔπι τοι κἀμοὶ θάνατος καὶ Μοῖρα κραταιή.
αἲ γάρ πως ὑμᾶς γε καὶ αὐτοὺς ἐνθάδε πάντας
ὁπλήεντας ἔθηκε θεὰ λευκώλενος Ἥρη,
ὡς μή μοι τρύζητε καθήμενοι ἄλλοθεν ἄλλος.»
ὣς ἔφαθʼ· οἱ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι.
μῖμοι τʼ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι
ἵππων τʼ ὠκυπόδων ἐπιβήτορες, οἵ κε τάχιστα
ἤγειραν μέγα νεῖκος ἀπαιδεύτοισι θεαταῖς
νηπιάχοις, ξυνὸν δὲ κακὸν πολέεσσι φέρουσιν.
τὸ στάδιον δὲ λαγωὸς ἀποίσεται, ἐν δὲ διαύλῳ
δορκὰς ἀριστεύσει· μερόπων δʼ ἐναρίθμιος οὐδεὶς
ἐν ποσίν. ὦ κοῦφοι ἀσκήτορες, ἄθλιοι ἄνδρες.
εἰκοστὴ καὶ πρώτη Ὀλυμπιὰς ἦν, ὅτʼ ἐνίκα
ὀγκητής.