eul_wid: tva-bh

των κατά Μαρκέλλου
Against Marcellus

Eusebius of Caesarea Against Marcellus PDF

1.Pin Λόγος Α′.
1.1 Ἡ ὑπόθεσις αὐτῷ τῆς γραφῆς μισαδελφία κατέστη, τὸ δὲ ταύτης αἴτιον ζῆλος καὶ φθόνος, ἃ δὴ καὶ ἄλλους μυρίους εἰς κακῶν ἔσχατα κατεκρήμνισεν· ζῆλος γοῦν καὶ φθόνος ἀρχῆθεν ἀδελφοκτονίαν εἰργάσαντο. ἔνθεν ὁρμηθεὶς ὁ ἀνήρ, ἓν τουτὶ γράψας καὶ μόνον ὡς μήποτ’ ὤφελεν σύγγραμμα, εὐθὺς ἀρχόμενος ἀφ’ ἑστίας τοῖς ἁγίοις τοῦ θεοῦ λειτουργοῖς πολεμεῖν προὔθετο, ἀφέμενος τοῦ λέγειν τε καὶ γράφειν πρὸς τὸ μέγα καὶ πολὺ στῖφος τῶν τὴν αὐτοῦ χώραν λυμαινομένων αἱρεσιωτῶν, ὃ δὴ καὶ μάλιστα πράττειν ἐχρῆν (εἴπερ τις αὐτῷ παρῆν σωτηρίου λόγου δύναμις) ποιμένος ἀγαθοῦ δίκην ὥσπερ τινὰς λύκους καὶ θῆρας τοὺς ἐχθροὺς τῆς ἐκκλησίας τοῦ θεοῦ τοῦ Γαλατῶν ἔθνους ἀπελαύνοντα.
1.2 Αὐτίκα δ’ οὖν τοῦ προφήτου Ζαχαρίου κατὰ τοὺς τῆς ἐπανόδου χρόνους τῆς ἀπὸ Βαβυλῶνος γενομένου Ἰησοῦ τε μνημονεύσαντος τοῦ ἱερέως τοῦ μεγάλου, δηλαδὴ τοῦ υἱοῦ Ἰωσεδὲκ, ὃς ἅμα Ζοροβάβελ τῶν ἀπὸ Βαβυλῶνος ἐπανελθόντων ἡγήσατο, ὁ γενναῖος οὗτος καὶ θαυμαστὸς συγγραφεὺς ταῦτ’ ἀγνοήσας τίθησιν μὲν τοῦ Ζαχαρίου τὴν λέξιν δι’ ἧς μέμνηται τοῦ Ἰησοῦ, μακρὰν δὲ τῆς ἱστορίας ἀκοντισθεὶς λέγειν αὐτὸν ὑπείληφεν περὶ Ἰησοῦ τοῦ Μωσέως διαδόχου.
1.3 (Nr. 112) Οὐδὲν γὰρ ἄτοπον. οἶμαι, ἐν τῷ παρόντι ὀλίγον τῶν ἔξωθεν ὑπομνῆσαί σε παροιμιῶν. ΑΛΛ’ Η ΤΕΘΝΗΚΕΝ Η ΔΙΔΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ. ταύτην τὴν
1.4 Θήσω δὲ πρῶτα δι’ ὧν τοῖς ὀρθῶς καὶ ἐκκλησιαστικῶς γραφεῖσιν ἀντιλέγειν πειρᾶται, διαβάλλων τοὺς γράψαντας, καὶ μονονουχὶ πάμμαχον συνιστάμενος ἀγῶνα πρὸς πάντας. ἄρτι μὲν γὰρ πρὸς Ἀστέριον τὴν ἀντίρρησιν ποιεῖται. ἄρτι δὲ πρὸς Εὐσέβιον τὸν μέγαν. |
2.Pin Β’ .
2.1 Τὴν τοῦ Γαλάτου πίστιν ἢ καὶ μᾶλλον τὴν ἀπιστίαν τὴν εἰς τὸν υἱὸν τοῦ θεοῦ. καιρὸς ἤδη καλεῖ μετὰ τὴν ἔκθεσιν τῶν ὑπ’ αὐτοῦ διαβληθέντων εἰς φῶς ἀγαγεῖν, καὶ | τὴν χρόνοις μακροῖς ἐνδομυχήσασαν τῷ ἀνδρὶ κακοδοξίαν βραχὺ περιελθόντας τοῦ τῆς ἐπιστολῆς προσχήματος ἀπογυμνῶσαι. δεῖξαί τε τοῖς πᾶσιν διὰ τῆς τῶν αὐτοῦ φωνῶν μαρτυρίας οἷός τις ὢν τῆς Χριστοῦ καθηγεῖτο ἐκκλησίας ἄνθρωπος μήτε εἶναι μήτε προϋφεστάναι μήτε ὅλως πώποτε υἱὸν ὑπάρξαι τῷ θεῷ πρὸ τοῦ τεχθῆναι διὰ τῆς παρθένου δοξάζων, αὐτὸ δὲ μόνον εἶναι λόγον φάσκων, συμφυᾶ τῷ θεῷ, ἀιδίως αὐτῷ συνόντα καὶ ἡνωμένον, οἷος ἂν εἴη καὶ ὁ ἐν ἀνθρώπῳ λόγος.
2.2 Ἐπισκήψας τοῖς εἰρηκόσιν τὸν υἱὸν τοῦ θεοῦ ἀληθῶς υἱὸν εἶναι ζῶντα καὶ ὑφεστῶτα τὴν ἑαυτοῦ δόξαν φανερὰν καθίστησιν αὐταῖς συλλαβαῖς γράφων οὕτως (No. 42) οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν »ἐπ’ ἐσχάτων τῶν ἡμερῶν«, ὡς καὶ αὐτὸς γέγραφεν, καὶ [τὸ] γεννηθὲν ἐκ τῆς παρθένου; οὐδὲν ἕτερον ἦν ἢ λόγος.
2.3 (Nr. 36) Ὁ μὲν γὰρ λόγος »ἐν ἀρχῇ ἦν« . μηδὲν ἕτερον ὢν ἢ λόγος. ὁ δὲ τῷ λόγῳ ἑνωθεὶς | ἄνθρωπος, οὐκ ὢν πρότερον, γέγονεν ἄνθρωπος, ὡς διδάσκει ἡμᾶς Ἰωάννης λέγων καὶ ὁ λόγος σὰρξ ἐγένετο « . διὰ τοῦτο τοίνυν τοῦ λόγου μνημονεύων φαίνεται μόνου· εἴτε γὰρ Ἰησοῦ εἴτε Χριστοῦ ὀνόματος μνημονεύει ἡ θεία γραφή, τὸν μετὰ [τὸν] τῆς ἀνθρωπίνης ὄντα σαρκὸς τοῦ θεοῦ λόγον ὀνομάζειν φαίνεται. εἰ δέ τις καὶ πρὸ τῆς νέας διαθήκης τὸ τοῦ Χριστοῦ 〈ἢ〉 Ἰησοῦ ὄνομα ἐπὶ τοῦ λόγου μόνου δεικνύναι δύνασθαι ἐπαγγέλλοιτο, εὑρήσει τοῦτο προφητικῶς εἰρημένον, ὥσπερ καὶ ἀπὸ τούτου δῆλον· »παρέστησαν« γάρ φησιν »οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ« .
2.4 (Nr. 100) Διὰ τοῦτο γὰρ βασιλεύσει ἐν τῇ ἀνθρωπίνῃ σαρκὶ γενό μενος, βασιλεύς τε καταστὰς διὰ τοῦ λόγου ὁ ἀπατηθεὶς πρότερον ἄνθρωπος »πᾶσαν ἀρχὴν« τοῦ διαβόλου »καὶ δύναμιν καὶ ἐξουσίαν καταργήσει« . »δεῖ γὰρ αὐτὸν βασιλεύειν« φησὶν »ἄχρι οὗ ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ« . τῆς τοίνυν τοῦ δεσπότου ἡμῶν Χριστοῦ βασιλείας τοῦτο τέλος εἶναί φησιν ὁ ἱερὸς ἀπόστολος, τὸ πάντα ὑποταγῆναι τοῖς ποσὶν αὐτοῦ. καὶ μετὰ βραχέα ἐπιλέγει (Nr. 101) μέγιστον ἡμῖν μυστήριον ἐνταῦθα ὁ ἀπόστολος ἀνακαλύπτει, τέλος μὲν ἔσεσθαι φάσκων τῆς Χριστοῦ βασιλείας· τέλος δὲ τότε, ὅταν πάντα ὑποταγῇ ὑπὸ τοὺς πόδας αὐτοῦ.