eul_wid: uhs-ao

Ὑπομνήματα εἰς τὴν πρὸς Ῥωμαίους Ἐπιστολήν
Commentaries-the Epistle to the Romans

Origen of Alexandria Commentaries the Epistle to the Romans PDF

1 1, 1. Δοῦλον δὲ ἑαυτὸν λέγει ἢ διὰ τὴν ἐπαινετὴν ταπεινο φροσύνην οὐκ ἐκ τοῦ ἔχειν τὸ πνεῦμα τὸ εἰς φόβον τὸν τῆς δουλείας ἄγον ἀλλὰ τὸ πνεῦμα τὸ εἰς υἱοθεσίαν ἀνάγον, ἢ καὶ κατὰ τὸν τῆς διακονίας λόγον. διὸ καὶ ἔφασκε δοῦλος Ἰησοῦ Χριστοῦ ἢ καὶ ὡς μορφούμενος κατὰ θεόν· παραπλησίως ἐκείνῳ ἀναλαμβάνει τὴν τοῦ δούλου μορφή ν , καὶ γίνεται τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖο ς , ἵνα τοὺς Ἰουδαίους κερδήσ ῃ , καὶ πᾶσιν ἑαυτὸν ποιεῖ δοῦλον ἐλεύθερος ὢν ἐκ πάντων κατὰ τὴν ὑψηλοτάτην δουλείαν τὴν πρὸς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ καθὸ ἄγαμος ὡς μὴ δοῦλος ὢν τῆς γυναικὸς ἀλλ’ ἐλεύθερος, ἐν τούτῳ δοῦλός ἐστι Χριστοῦ ὡς μὴ μεριζόμενος τῇ κἀκεῖσε ἀλλὰ μόνα μεριμνῶν τὰ τοῦ κυρίο υ , καὶ οὐ περισπώμενος ἀπὸ τῆς πρὸς τὸν λόγον δουλείας, καὶ καθὸ δουλεύει τῷ ὠνησαμένῳ αὐτὸν ἰδίῳ αἵματι, δοῦλός ἐστι αὐτοῦ. ταὐτὸν δὲ εἰπεῖν δοῦλος Ἰησοῦ Χριστοῦ καὶ δοῦλος λόγου καὶ ἀληθείας καὶ δικαιοσύνης καὶ σοφίας καὶ εἰρήνης καὶ ἤ τι ἄλλο ὄνομα ἀναγέγραπται τοῦ υἱοῦ τοῦ θεοῦ.
2 1, 1. Κληθείη δ’ ἂν κλητός γενικῶς μὲν 〈ὁ〉 παραλαβὼν χάρισμα, ἰδικῶς δὲ καὶ ὁ λαβών τι ἐξαίρετον παρὰ τοὺς ἄλλους οἷον διακονίαν ἢ προφητείαν ἢ διδασκαλίαν ἤ τι τοιοῦτον. ὡς οὖν ἐν γενικῷ λόγῳ πολλοὶ κλητο ί , ὀλίγοι δὲ ἐκλεκτο ί , ὡς Ἰούδας γέγονε κλητὸς ἀλλ’ οὐκ ἐκλεκτός, ὁ οὖν Παῦλος κληθεὶς καὶ κλητὸς γέγονε κατὰ τὸ γενικόν, ἔτυχεν εὐθὺς καὶ τοῦ ἰδικοῦ τουτέστι τῆς ἀποστολῆς. ἀπὸ κοινοῦ δὲ ἁρμόζει εἰπεῖν· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ καὶ κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ γέγονεν. εἰωθὼς μὲν ὡς τὰ πολλὰ τὸ ἀπόστολος συνάπτειν εὐθὺς τῷ ὀνόματι τῷ ἰδίῳ, νῦν προστέταχε τὸ δοῦλος Ἰησοῦ Χριστο ῦ · τίνος ἕνεκεν; ἐμοὶ δοκεῖν βουλόμενος εἰς πολλὴν εὐλάβειαν Ῥωμαίους ἐναγαγεῖν, ὥστε περὶ παντὸς ποιεῖσθαι τῷ δοῦλος ὅλως ὀνομάζεσθαι τοῦ Χριστο ῦ , καὶ μὴ πεφυσῆσθαι τοῖς ἄλλοις ἐκ τοῦ δοκεῖν πάντων κατακρατεῖν· εἰς τοσοῦτον γὰρ ἐντεῦθεν τότε φρονήματος ἤρθησαν, ὥστε λόγος αὐτοὺς εἰωθότας κατὰ ψῆφον τῆς συγκλήτου θεοὺς ἀναγορεύειν οὓς ἂν βουληθεῖεν, ἐπὶ τοῦ σωτῆρος ἡμῶν τοὐναντίον ποιῆσαι· γνωρίσαι μὲν γὰρ αὐτοῖς τὸν [τὸ] τηνικαῦτα τῆς Ἰουδαίας ἄρχοντα δι’ ἐκείνων, ὅτι περ Ἰησοῦν ἄνθρωπόν τινα θαυματοποιητὴν γενόμενον οἱ τῇδε μετὰ θάνατον ἐγηγέρθαι κηρύττοντες θεὸν εἶναι παραδιδόασιν, τούσδε δυσχεράναντας ἀποψηφίσασθαι τοῦτο κοινῷ συνεδρίῳ διὰ τὸ παρὰ γνώμην αὐτῶν τετολμῆσθαι. ἦν δ’ ἄρα καὶ τοῦτο τῆς θείας χάριτος ἔργον πρὸς τὸ μέλλον οἰκονομησάσης τὸ δέον, ἵνα μὴ κατὰ σπουδὴν ἀνθρωπίνην ὡς πολλὰ πολλάκις καὶ τοῦτο κεκρατηκέναι δοκῇ. διὰ τοῦτό τε οὖν τὸ δοῦλος Χριστοῦ πρὸ τοῦ ἀποστόλου τέθεικε καὶ ἅμα διότι τὸ τῆς ἀποστολῆς οἷς ἂν προσείη ἀξίωμα, χρείας ἄλλων ἕνεκα πρόσεστι, τὸ δὲ Χριστοῦ δοῦλον εἶναί τινα, τοῦτο ἴδιον τοῦ κεκτημένου κέρδος ἐστίν.
3 1, 1. Ἀφορίζεται μέντοι καὶ ἐκ κοιλίας μητρὸς εἰς τὸ εὐαγγέλιον τοῦ θεοῦ, οὐ διὰ τὴν φύσιν ἔχουσαν τὸ ἐξαίρετον ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους, ἀλλὰ διὰ τὰς προεγνωσμένας μὲν τῷ θεῷ πρότερον πράξεις ὕστερον δὲ γενομένας ἐκ τῆς παρασκευῆς καὶ 〈τῆσ〉 προαιρέσεως τῆς ἀποστολικῆς.
4 1, 1. Οὐκοῦν θεοῦ ἐστι τὸ εὐαγγέλιον εἰς ὃ ἀφωρίσθη Παῦλος, ὁ δὲ Μάρκος τὸ εὐαγγέλιον Ἰησοῦ Χριστοῦ λέγει καὶ ὁ αὐτὸς Παῦλος ἐν τῇ πρὸς Γαλάτας.
5 1, 4. Τινὲς δὲ τὸ δυνάμει τῷ ἁγίῳ πνεύματι ἐπισυνάπτουσι καὶ οὕτως ἀναγινώσκουσιν· ἐν δυνάμει κατὰ πνεῦμα ὡς ἐν τῷ Ἰησοῦν τὸν ἀπὸ Ναζαρέ θ , ὡς ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει τουτέστι τῷ δυνατῷ πνεύματι, καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς τὸ εὐαγγέλιον ἡμῶν οὐκ ἐγενήθη ἐν ὑμῖν ἐν λόγῳ μόνον ἀλλὰ καὶ ἐν δυνάμει καὶ ἐν πνεύματι ἁγί ῳ . φησὶ τοίνυν ὅτι ἀφωρίσθη ἀπὸ θεοῦ εἰς τὸ εὐαγγελίζεσθαι πάντας περὶ τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ ὃς ἐκ σπέρματος μὲν Δαυὶδ γέγονε κατὰ σάρκ α , υἱὸς δὲ ὡρίσθη εἶναι θεοῦ τουτέστιν ἐκυρώθη τοῦτο ὤν, μάλιστα καὶ πλέον ἐφανερώθη τῇ δυνάμει τοῦ ἁγίου πνεύματος αὐτοῦ πρὸς ἀθανασίαν ἐκ νεκρῶν ἀναστάς· ἐθανατώθη μὲν γάρ, φησί, σαρκ ί , ἐζωοποιήθη δὲ πνεύματ ι , καὶ ἐσταυρώθη ἐξ ἀσθενεία ς , ἀλλὰ ζῇ ἐκ δυνάμεως θεο ῦ .
5 πνεῦμα μέντοι ἁγιωσύνης τὸ ἁγιάζον πνεῦμα ὡς καὶ θεὸς παρακλήσεως ὁ παρακαλῶν θεός.
6 1, 9. Ἐπειδὴ οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνοῦσι τῷ θεῷ ἐν πνεύματι καὶ οὐκ ἐν σώματι, ἔν τε ἀληθείᾳ καὶ οὐκ ἐν τύπῳ, ἐπεὶ οὖν ὁ θεὸς πρὸς ἀντιδιαστολὴν σώματος κατὰ τὴν συνήθειαν τῆς γραφῆς, πνεῦμά ἐστι καὶ ἀσώματος, οἱ ἐν πνεύματι προσκυνοῦντες αὐτῷ ὡς χρὴ προσκυνοῦσιν αὐτῷ δι’ ἀληθείας οὐ διὰ τύπων· λατρεύειν δέ ἐστι κυρίως τὸ δουλεύειν καὶ πάντας ποιεῖν ἀπὸ διαθέσεως.
7 1, 10. τέως οὖν εἶπεν· εἴπως εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶ ς , ἐσήμανεν ὅτι ἔστι χωρὶς θελήματος θεοῦ ἥκειν πρός τινα, ὥσπερ ὁ Βαλαὰμ ἀπῄει πρὸς τὸν Βαλαὰκ καταρασάμενος μισθοῦ τὸν Ἰσραήλ. οἶμαι δὲ ὅτι καὶ πᾶς ἐθνικός, ἢ ὁπώσποτε τῆς θεοσεβείας ἀλλότριος, μὴ διακονούμενος ἁγίοις τῶν λυσιτελῶν αὐτοῖς, οὐκ ἐν θελήματι θεοῦ εὐοδοῦται γίνεσθαι πρὸς οὓς γίνεται, εἰ καὶ εὐοδοῦταί ποτε· ἔστι γὰ ρ , φησὶν ἡ γραφή, ἐν κακοῖς εὐοδία ἀνδρό ς .
8 1, 11. Ὡς ὄντος δὲ χαρίσματος 〈μὴ〉 πνευματικοῦ, ἀναγκαίως προστέθειται τὸ πνευματικό ν · ἔστι γάρ τινα χαρίσματα οὐ πνευματικά, ὡς ὁ πλοῦτος, ἡ δόξα ἡ ἀνθρωπίνη καὶ ὁ γάμος· τὸ γὰρ πνευματικὸν οὐκ ἄν ποτε ἐμποδίσῃ προσευχ ῇ , ἡ δὲ ἐπὶ τὸ αὐτὸ σύνοδος ἀνδρὸς καὶ γυναικὸς κωλύει. ὅτι δὲ ὁ γάμος χάρισμα δηλοῖ ὁ ἀπόστολος φήσας· θέλω δὲ πάντας ἀνθρώπους 〈εἶναι〉 ὡς καὶ ἐμαυτό ν , ἀλ λ ’ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεο ῦ , ὃς μὲν 〈δὲ〉 οὕτω ς , ὃς δὲ οὕτω ς . ὅμως ὁ Παῦλος θέλει αὐτοῖς μεταδοῦναι χάρισμα πνευ ματικὸν στηρίζον καὶ βεβαιῶσον αὐτούς, ἵνα μηκέτι ὦσι νήπιοι κλυδωνιζόμενοι παντὶ ἀνέμ ῳ .
9 1, 13. Ἢ ὡς φθανούσης τῆς προνοίας ἐπὶ τὰς ἀποστολικὰς αὐτοῦ ἐκδημίας· διὸ καὶ ηὔχετο εὐοδωθῆναι ὡς ἐνδεχομένου παύσασθαι τοῦ κωλύματος, ἢ ἐκ τοῦ σατανᾶ ἐνεποδίσθη, ἵνα μὴ σχῇ τινα καρπό ν , ἤτοι οὐκ ἦν τοῦ θεοῦ θέλημα, ἐπείπερ ᾔδει μὴ εἶναι καιρὸν τοῦ πείθειν· ὅτε δὲ γέγονεν ὁ καιρὸς τοῦ πείθειν, τότε καὶ ἐποίησεν αὐτὸν ἀπελθεῖν. δι’ ὧν δὲ εἶπεν ἐκωλύθην καὶ ὅσα τὰ αὐτά, ἀπολογεῖται ὑπὲρ ἑαυτοῦ καὶ ἐφέλκεται τὴν τῆς Ῥωμαίων ἐκκλησίας ἀγάπην πρὸς ἑαυτόν.
10 1, 13—14. Τὸ δὲ ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθ’ ὑπερβατὸν νοήσῃς, ὃ ἐὰν μὴ τηρηθῇ, μάχεται τῇ ἀκολουθίᾳ· τίς γὰρ ἂν εἴπῃ διὰ τοῦτο κεκωλύσθαι ἐλθεῖν πρὸς τοὺς Ῥωμαίους τὸν Παῦλον, ἵνα καρπὸν σχῇ; τοὐναντίον γάρ, εἰ μὴ ἐκωλύθ η , καρπὸν ἔσχε ν , κωλυόμενος δὲ ἀπεστερεῖτο καρποῦ. ἀναγνωστέον οὖν οὕτως· πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶ ς , ἵνα τινα καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι ν , Ἕλλησί τε καὶ βαρβάροι ς , σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμ ί , καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρ ο . διὰ τί οὖν ἠναγκάσθη τὸ ὑπερβατὸν θεῖναι; ἐπειδὴ τῷ ἵνα καρπὸν σχῶ ἔμελλε συνάπτειν πολλὰ οἷον τὸ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι ν , Ἕλλησί τε καὶ βαρβάροι ς , σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμὶ καὶ τὰ ἀκόλουθα. ἵνα οὖν μὴ διακόψῃ τὴν συνέχειαν, παρ ενθεὶς τὸ ἐκωλύθην ἄχρι τοῦ δεῦρο συνῆψε τῷ προτέρῳ τῷ προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς τὸ ἵνα τινὰ καρπὸν σχ ῶ , καὶ οὕτως ἀπέδωκε τῇ τοῦ λόγου ἀκολουθίᾳ τὴν τάξιν.
11 1, 14. Τέως δὲ φήσας ἵνα τινὰ καρπὸν σχ ῶ , ἐμφαίνει ὅτι ὁ καρπὸς οὐκ ἐν μόνῃ ἐστὶ προαιρέσει ἀλλὰ καὶ ἔργου χρεία ἐν καιρῷ, καὶ ὁ κτώμενος τοιούτους καρποὺς πλούσιος γίνεται ἔργοις ἀγαθοῖς καὶ μακαριώτερος. εἶχε δὲ καρποὺς οὐ μόνον ἐν τοῖς μωροῖς τοῦ κόσμου οὓς ἀνοήτους νῦν ἀνομάζει, ἀλλὰ καὶ ἐν σοφοῖς, σοφίαν λαλῶν ἐν τοῖς τελείοις τὴν ἐν μυστηρίῳ ἀποκεκρυμμένη ν . ὥσπερ οὖν ὀφειλέτης ὢν σοφοῖς ἐδεῖτο μαθημάτων πρὸς σοφοὺς ἀγόντων αὐτοὺς πρὸς τὸν χριστιανισμόν, οὕτως καὶ βαρβάροις ὀφειλέτης ἦν ὁμιλεῖν αὐτοῖς κατὰ τὴν διάλεκτον αὐτῶν. σοφίας μὲν οὖν πρὸς τοὺς σοφοὺς χρῄζει ὁ διδάσκων, μακροθυμίας δὲ καὶ τοῦ οἰκονομικοῦ καὶ τῆς ἐπαινουμένης ταπεινότητος πρὸς τοὺς ἀνοήτους. ὁ οὖν ὀφειλέτης ἢ ἀποδιδοὺς οὐκ ἐγκαλεῖται, ἢ ἀποστερῶν οὗ ἂν ὀφείλῃ, εἰκότως ἂν ἐγκληθείη.
12 1, 17. Ἀποκαλύπτεται δὲ ἡ τοῦ θεοῦ δικαιοσύνη τοῖς ἐκ πίστεως παλαιοτέρας εἰς νέαν ἥκουσι· πιστεῦσαι γὰρ ἀεὶ Μωϋσεῖ ἵνα τις πιστεύσει καὶ τῷ Χριστῷ, καὶ ὁ πιστεύων τῷ Χριστῷ μὴ πιστεύων τοῖς προφήταις οὐκ ὀρθῶς πιστεύει οὐδὲ λέγεται οὗτος κυρίως πιστεύειν. τὸ δὲ ὁ δίκαιος ἐκ πίστεως ζήσεται διδάσκει, ὅτι εἴ τις δίκαιος μὲν ᾖ, πίστιν δὲ μὴ ἔχει, ἢ πιστεύει μὲν, μὴ ᾖ δὲ δίκαιος, οὐκ ἂν σωθείη.
13 1, 18. Ἔοικε δὲ λέγεσθαι ὀργὴ καὶ ὁ διάκονος τῶν ἐπὶ τοῖς ἡμαρτημένοις πόνων καὶ οἱ ὑπ’ αὐτὸν τῶν αὐτῶν λειτουργοί, ὡς ὅτε προσετέθη ἐκκαῆναι ἡ ὀργὴ τοῦ θεοῦ ἐν τῷ Ἰσραή λ , ὅτε ἀνασεισθεὶς ὑπ’ αὐτῆς Δαυὶδ ἐκέλευσε τῷ Ἰωὰβ ἀριθ μῆσαι τὸν λαόν. τὸ δὲ δεύτερον παρίσταται ἐκ τοῦ ἀπέστειλεν εἰς αὐτοὺς θυμὸν καὶ ὀργὴν καὶ θλίψι ν , ἀποστολὴν δ ι ’ ἀγγέλων πονηρῶ ν . ὅτε δ’ αὐτοὶ οἱ δι’ ἁμαρτίας πόνοι· οὕτω γὰρ ἀκούω τοῦ κατὰ τὴν σκληρότητά σου θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆ ς , καὶ τοῦ ἔφθασε δὲ εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλο ς . πρὸς τοῦτο ἐπίσκεψαι, εἰ 〈τὰ〉 συμβαίνοντα τοῖς δικαίοις, πειράζοντος αὐτοὺς τοῦ πονηροῦ, ὀργὴ μὲν ἐστίν, οὔτε δὲ θεοῦ οὔτε ἀ π ’ οὐρανο ῦ , ἀλλὰ κάτωθέν ποθεν ἢ τοῦ διαβόλου ἤ τινος τῶν ἀγγέλων αὐτοῦ. τούτοις δέ τις οὐκ ἀπιθάνως ἀνθυποίσει τὸ εἶναι ἡμῖν τὴν πάλην πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοι ς · καὶ γὰρ ταῦτα δόξει ὀργιζόμενα τοῖς ἁγίοις παλαίειν καὶ ἐπάγειν αὐτοῖς ἀ π ’ οὐρανοῦ ὀργή ν . μή ποτε οὖν ἐστί τις ἀ π ’ οὐρανοῦ ὀργὴ καὶ ἑτέρα κάτωθεν, ὡς ἀποδεδώκαμεν, οὕτως καὶ ἡμῖν ἀ π ’ οὐρανοῦ ὀργὴ θεοῦ ἐστιν, ἑτέρα δὲ ἀ π ’ οὐρανοῦ μέν, οὐ θεοῦ δέ.
14 1, 24—26. Τῆς οὖν θεοσεβείας ἔξω τῆς ψυχῆς γενομένης ἥτις ἐστὶν ἀρετὴ πρώτη, συνεξέρχεται καὶ ἡ σωφροσύνη, καὶ ἀσέβεια εἰσέρχεται εἰς αὐτήν, καὶ ἀκολασία ταὐτῇ ἀκολουθεῖ ταῦτα παραδοθείσης τῆς ψυχῆς· οὐκ ἔπρεπε γὰρ ἐκβληθείσης εὐσεβείας τὸν θεὸν ἔτι φρουρεῖν τὴν ἀσεβῆ ψυχήν, ἀλλὰ παραδοθῆναι εἰς ἀκαθαρσίαν ἵνα ἀτιμάζηται τὰ σώματα αὐτῶ ν , ναοὶ εἰδώλων γενόμενα καὶ πάσης ἀτιμίας ἄξια. εἰ γὰρ καί τινες ἀσεβεῖς εἰδωλολάτραι ἀσκοῦσι σωφροσύνην, ἀλλὰ σωφροσύνη ἀρετή ἐστι ἥτις ἕλεται προθέσεως ἐπαινετῆς, οὗτοι δὲ μοχθηρᾶς εἰσι προθέσεως· διὸ καὶ μεταλάττουσι τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν αἱ δοκοῦσαι παρθένοι τῶν εἰδώλων.
15 2, 7. Καὶ ὀργὴ μέν ἐστι ὁ ἑπόμενος τοῖς ἁμαρτάνουσιν ἐπὶ τιμωρίᾳ πόνος, θυμὸν δὲ ὁρίζονται ὀργὴν ἀναθυμιωμένην καὶ λίαν οἰδένουσαν. οὗτος δὲ ὁ θυμὸς ἔργον ἔχει τὸ ἐλέγχειν, ἡνίκα ἄν τις διὰ τὰς ἁμαρτίας πάσχοι τι, ἤτοι τῆς συνειδήσεως αὐτοῦ πληττούσης ἢ ἀκολουθούντων ἐπιπόνων τινῶν τῇ ἁμαρτίᾳ. ἀλλὰ καὶ θλίψις ἕπεται τοῖς τοιούτοις οὐχ ἡ ὑπομονὴν κατεργαζομέν η , οὐδὲ ἐν ᾗ τις ἂν καυχήσητα ι , ἀλλ’ ᾗ συνέζευκται στενοχωρί α . οὐκ ἂν δέ τις ἐστενοχωρήθη, εἰ ἔσχεν ἀπὸ σοφίας πλάτος καρδίας καὶ ἤκουσε τοῦ ἀποστόλου λέγοντος· πλατύνθητε καὶ ὑμεῖ ς · συνάγειν γὰρ εἴωθε καὶ στενοῦν τὴν ψυχὴν τὰ κακά, ὡς τὸν διάβολον ὡς ἐν ὀπῇ κατὰ τὸν ὄφιν ἐμφωλεύειν.