eul_wid: uhs-ax

Ἀποσπάσματα εἰς τὸ Κατὰ Ματθαῖον
Fragments-the Gospel of Matthew

Origen of Alexandria Fragments the Gospel of Matthew PDF

4 (4) [20] Ἐν τούτοις Ἠλίας οὐχ ἡ ψυχὴ δοκεῖ μοι λέγεσθαι, ἵνα μὴ ἐμπίπτω εἰς τὸ ἀλλότριον τῆς ἐκκλησίας τοῦ θεοῦ περὶ τῆς μετενσωματώσεως δόγμα, οὔτε παραδιδόμενον ὑπὸ τῶν ἀποστόλων οὔτε ἐμφαινόμενόν που τῶν γραφῶν· καὶ γὰρ ἐναντίον ἐστὶ τῷ ‘τὰ βλεπόμενα πρόσκαιρα‘ εἶναι καὶ συντέλειαν πείσεσθαι τὸν αἰῶνα τοῦτον, ἀλλὰ καὶ τῷ πληρωθῆναι 〈τὸ〉 ‘ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται‘ καὶ τὸ ‘παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου‘ καὶ τὸ ‘οἱ οὐρανοὶ ἀπολοῦνται‘ μετὰ τῶν ἑξῆς αὐτῷ. Εἰ γὰρ (καθ’ ὑπόθεσιν) δὶς δύναται γενέσθαι ἐν τῇ ἀπ’ ἀρχῆς μέχρι συντελείας τοῦ κόσμου καταστάσει ἡ αὐτὴ ψυχὴ ἐν τῷ σώματι, δι’ αἰτίαν ἣν ἂν γένοιτο ἐν αὐτῷ, ἡ (ἢ edd.
5 [7] ) δι’ ἁμαρτίαν γενομένη δὶς ἐν σώματι διὰ τί οὐχὶ καὶ τρὶς καὶ πλεονάκις ἔσται ἐν αὐτῷ, τῶν διὰ τὸν βίον τοῦτον καὶ τὰ ἡμαρτημένα ἐν αὐτῷ κολάσεων τούτῳ ἀποδοθησομένων μόνῳ τῷ τρόπῳ (κατὰ τὴν μετενσωμάτωσιν); ὅπερ ἐὰν ἐξ ἀκολουθίας δοθῇ, οὐκ ἔσται τάχα ὅτε ψυχὴ οὐ μετενσωματωθήσεται. ἀεὶ γὰρ διὰ τὰ πρότερα ἁμαρτήματα ἐπιδημήσει τῷ σώματι καὶ οὕτως οὐχ ἕξει χώραν ἡ τοῦ κόσμου φ〈θ〉ορά, καθ’ ἣν ‘ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται‘. Ἵνα δὲ (κατὰ τὴν ὑπόθεσιν ταύτην) διδῶται τὸν πάντη ἀναμάρτητον μηκέτι ἥξειν εἰς τὸ διὰ γενέσεως σῶμα, διὰ πόσων χρόνων οἴει μίαν εὑρήσεσθαι πάντη καθαρεύσασαν ψυχὴν καὶ μὴ δεομένην μετενσωματώσεως; Ὅμως δὲ καὶ οὕτως μιᾶς τινος ἀεὶ ἐκ τοῦ ὡρισμένου τῶν ψυχῶν ἀριθμοῦ μεθισταμένης.
6 [5] καὶ μηκέτι εἰς σῶμα ἐρχομένης, ἐπιλείψει ποτὲ ὡς διά τινων ὡσπερεὶ ἀπείρων χρόνων ἡ γένεσις, καταντήσαντος τοῦ κόσμου ἐπί τινα ἕνα ἢ δεύτερον ἢ ὀλίγῳ πλείους, μεθ’ οὓς καὶ αὐτοὺς τηλειωθέντας ὁ κόσμος φθαρήσεται ἐπιλειπόντων τῶν εἰς σῶμα ἐρχομένων. ὅπερ οὐκ ἀρέσκει τῇ γραφῇ· πλῆθος γὰρ οἶδεν ἁμαρτωλῶν ἐν τῷ χρόνῳ τῆς τοῦ κόσμου φθορᾶς. ὅπερ ἐστὶ δῆλον συνεξεταζομένου τοῦ ‘πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου 〈ἆρα〉 εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;‘ ὡς εὕρομεν παρὰ τῷ Ματθαίῳ οὕτως εἰρημένον ‘ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις τοῦ κατακλυσμοῦ‘ καὶ τὰ ἑξῆς.
7 [25] Ἔσται δὲ τοῖς τότε ἡ τῶν ἁμαρτημάτων εἴσπραξις οὐκ ἐν μετενσωματώσει· εἰ γὰρ ἔτι ἁμαρτάνοντες παραλαμβάνονται, ἤτοι ἄλλῳ τρόπῳ κολάσεως μετὰ τοῦτο κολασθήσονται (καὶ κατὰ τοῦτο ἤτοι δύο τρόποι κολάσεων ἔσονται γενικοί· ὁ μὲν ἐν μετενσωματώσει, ὁ δὲ ἔξω τοῦ τοιούτου σώματος. καὶ λεγέτωσαν τὰς τούτων αἰτίας καὶ διαφοράς), ἢ οὐ κολασθήσονται ὡς ἀθρόως ἀποβαλόντες τὰ ἁμαρτήματα οἱ ἐπὶ συντελείᾳ καταλειφθέντες, ἢ (ὅπερ βέλτιον) εἷς ἐστι τρόπος κολάσεως τοῖς ἡμαρτηκόσιν ἐν σώματι τὸ ἔξω αὐτοῦ τῆς καταστάσεως τοῦ βίου τούτου τὸ κατ’ ἀξίαν τῶν ἡμαρτημένων παθεῖν.
8 [15] ἕκαστον δὲ τούτων τῷ ἐνορᾶν δυναμένῳ τοῖς πράγμασιν ἀνατρεπτικόν ἐστι τῆς μετενσωματώσεως. εἰ δὲ ἀναγκαίως οἱ τὴν μετενσωμάτωσιν εἰσάγοντες Ἕλληνες (ὡς ἀκόλουθα αὐτοῖς τιθέντες) οὐδὲ φθείρεσθαι βούλονται τὸν κόσμον, ὥρα καὶ τούτους, ἀντιβλέψαντας ταῖς ἐκφαινούσαις γραφαῖς φθαρήσεσθαι τὸν κόσμον, ἢ ἀπιστῆσαι αὐταῖς ἢ εὑρεσιλογεῖν περὶ διηγήσεως τῶν κατὰ τὴν συντέλειαν· ὅπερ κἂν βούλωνται ποιῆσαι οὐ δυνήσονται.