Wounds and ulcers are the matter of the seventh book, starting with the simple wound, which heals if its lips are bound together, and the drying applications, from wine to oak and plantain leaves, that close larger ones. Wounded nerves follow, with a warning against sharp drugs on a nerve laid bare, and the book ends with an illness bred by thick humours, treated with boiled viper flesh and theriac, after which the skin may peel like a snake's slough.

Part of Summary to Eustathius the Son

Περὶ τῶν ἁπλῶν ἑλκῶν.

Ἐπειδὴ τὸ ἁπλοῦν ἕλκος διαίρεσίς ἐστι μόνον, εἴ τις συναγάγοι τὰ διαιρεθέντα δεσμὸν ἐν κύκλῳ περιθείς, συμφυήσεται τὰ διεστῶτα μόρια χωρίς τινος πραγματείας. δεῖ δέ, ὅταν μὲν καθʼ ἕν τι τῶν χειλῶν ἐκτετραμμένον εἴη τὸ ἕλκος εἰς τὸ πλάγιον, ἐκεῖθεν τὴν ἀρχὴν ποιεῖσθαι τῆς ἐπιδέσεως καὶ περιτρέπειν εἰς τἀναντία· κατʼ ἀμφότερα δʼ οὔσης τῆς ἐκτροπῆς, τὴν ἀπὸ δυοῖν ἀρχῶν παραλαμβάνειν ἐπίδεσιν καὶ προσάγειν οὕτως τὰ χείλη· μηδενὸς γὰρ τῶν χειλῶν μεταξὺ παρεμπεσόντος, οἷον τριχὸς ἢ ψάμμου ἢ ἐλαίου ἢ ῥύπου ἤ τινος τοιούτου, πάντως συμφυήσεται τὸ ἕλκος. μεγάλου δʼ ὄντος τοῦ ἕλκους, ὡς μὴ δύνασθαι τὰ κεχωρισμένα διʼ ὅλου συναχθῆναι, ἢ ἰχῶρός τινος ἀθροισθέντος, ἢ ὀδύνης οὔσης, κολληθῆναι τὸ τοιοῦτον ἕλκος οὐχ οἷόν τε διὰ μόνης τῆς συναγωγῆς, καὶ χρεία ξηραίνοντος φαρμάκου τόν τε ἠθροισμένον ἐκδαπανῶντος ἰχῶρα καὶ κωλύοντος ἐπιρρεῖν ἕτερον. ὑγρῶν μὲν οὖν κάλλιστόν ἐστιν οἶνος· ποιεῖ δὲ καὶ ὀξύκρατον καὶ μελίκρατον· τῶν δʼ ἄλλων κολλᾷ τραύματα δρυὸς φύλλα καταπλασσόμενα καὶ ἰτέας καὶ κράμβης μηλέας τε ὁ καρπὸς καὶ τὰ φύλλα καὶ ὁ χυλὸς καὶ ὁ φλοιὸς τῆς αὐστηροτέρας καὶ ὀξυτέρας, ἀρνόγλωσσον, πάπυρος ὀξυκράτῳ ἢ οἴνῳ βραχεῖσα ἐν κύκλῳ περιειλουμένη. τὰ δὲ πρόσφατα κολλᾷ πίτυος καὶ πεύκης τὰ φύλλα καὶ ὁ φλοιὸς πρόσφατος ὡς ἐπίδεσμος περιειλούμενος, σπόγγος καινὸς μεθʼ ὕδατος ἢ ὀξυκράτου ἢ οἴνου, τυρὸς πρόσφατος προλειωθείς· ἔξωθεν δʼ ἐπιτιθέναι δεῖ φύλλα λαπάθου ἢ ἀμπέλου ἢ τεύτλου ἢ θριδακίνης· ὁ δʼ ὀξυγαλάκτινος τυρὸς καὶ τὰ μείζονα τραύματα. ἀχράδες δὲ καὶ ἀναστέλλουσι τὸ ῥεῦμα· ἵππουρις καταπλαττομένη, κἂν νεῦρα διατετμημένα τύχῃ· ἴσατις ἡ ἥμερος ἐπὶ τῶν σκληρῶν σωμάτων, κἂν ἐν ταῖς τῶν μυῶν ᾖ κεφαλαῖς· κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ νέα τῶν σφαιρίων καὶ μαλακὰ ἐπὶ τῶν σκληρῶν σωμάτων. κοχλίου σὰρξ λειωθεῖσα κολλᾷ τραύματα μετὰ νεύρου τρώσεως καὶ θλάσεως γεγονότα ἐπὶ σκληρῶν σωμάτων· μιγνύναι δὲ χρὴ αὐτῇ λελειωμένῃ ἄχνην ἀλεύρου λαμβάνοντα ἀπὸ τοίχου πλησιάζοντος μύλῃ· σμύρνα σὺν ὕδατι καταχρισθεῖσα ἢ λιβανωτός. γῆς ἔντερα καὶ νεύρων διακοπὰς κολλᾷ· πενταφύλλου φύλλα μετὰ μέλιτος· σκόροδα καέντα καταπλασσόμενα. πρὸς δὲ τὰ πρεσβυτικὰ ἕλκη ἀναγαλλὶς ποιεῖ μετὰ κηρωτῆς, κριθαὶ καυθεῖσαι καὶ ψιμύθιον σὺν κηρωτῇ μυρσίνῃ τριπλασίονι. πρὸς δὲ τὰ ἐν κεφαλῇ σμύρναν ξηρὰν ἐπίπασσε καὶ μὴ βρέχε — ταχέως γὰρ συνάγει —, ἢ ἀλόην ξηρανθεῖσαν ἢ ἀριστολοχίαν τρίψας μεθʼ ὕδατος — τοῦτο καὶ ὀστᾶ ἀνάγει —, ἢ λιβανωτὸν καὶ σμύρναν ἴσα τρίψας καὶ μετὰ μέλιτος καὶ οἴνου συνεψήσας, ἕως πάχος σχῇ σύμμετρον, εἰς μοτὸν χρίων ἐπιτίθει. πρὸς δὲ τὰ τραύματα τὰ περιωδυνοῦντα καὶ φλεγμαίνοντα ῥοὰν γλυκεῖαν ἑψήσας οἴνῳ καὶ τρίψας κατάπλασσε. θαυμαστὸν τοῦτο καὶ πολύχρηστον πρός τε γὰρ τὰ ἐν κεφαλῇ ἕλκη ποιεῖ καὶ πρὸς τὰ ἐν αἰδοίοις, καὶ πρὸς τὰ ἐν ὅλῳ τῷ σώματι περιωδυνοῦντα καὶ πρὸς ὀφθαλμοὺς φλεγμαίνοντας.

Περὶ τῶν κοίλων ἑλκῶν.

Τὸ κοῖλον ἕλκος ὑγρόν ἐστι καὶ ῥυπαρόν· δεῖται οὖν τῶν μετρίως ξηραινόντων καὶ ῥυπτόντων· τοιαῦτα δʼ ἐστὶ λιβανωτός τε καὶ κρίθινον ἄλευρον καὶ κυάμινον καὶ ὀρόβινον καὶ ἶρις καὶ ἀριστολοχία καὶ καδμεία καὶ πάναξ καὶ πομφόλυξ. ὅταν δὲ μηδὲν ὠφελήσῃ τὸ προσαγόμενον σαρκωτικὸν φάρμακον, οὕτω πως ἐπʼ ἄλλο μεταβαίνειν· εἰ μὲν πλείων ὁ ῥύπος εἴη καὶ ὑγρότερον τὸ ἕλκος, εἰδέναι προσήκει ὡς ἐνδεέστερον ἐξήραινε τὸ φάρμακον, καὶ ἐπιτείνειν αὐτὸ μέλιτος μίξει· εἰ δὲ καθαρὸν καὶ ἄνικμον εὑρεθείη, πλέον ἢ ἐχρῆν ἐξήραινεν, ἐλαίου τε αὐτὸ καὶ κηρωτῆς ἀνιέναι μίξει. συμβαίνει δʼ ἐνίοτε τοῦ φαρμάκου τυγχάνοντος ἰσχυροτέρου συντήκεσθαί τι τῆς σαρκὸς ὡς ῥυπαρὸν καὶ ὑγρὸν φαίνεσθαι τὸ ἕλκος παραπλησίως τοῖς ἐνδεέστερον ξηρανθεῖσιν· ἀλλὰ τοῦτο κοιλότερόν τε καὶ συντηκόμενον γίνεται καὶ ὀχθῶδες τοῖς χείλεσιν ἐρυθρότερόν τε καὶ φλεγμονὴν ἔχον, πολλάκις δὲ καὶ δάκνεται σαφῶς ὁ πάσχων· τὸ δʼ ἕτερον ὑπὸ τῶν ἔλαττον ξηραινόντων οὐδὲν ἔχει τούτων παρακολουθοῦν. σαπρότης τοίνυν ξύλων, καὶ μάλιστα ὅσα μετέχει μετρίας στύψεώς τε καὶ ῥύψεως, ὥσπερ καὶ ἡ πτελέα, καθαίρει καὶ ἀναπληροῖ τὰ καθαρὰ τῶν ἑλκῶν· ἀνεμῶναι προστιθέμεναι. πίτυος φλοιὸν ἀποξύσας καὶ τρίψας μετὰ κηρωτῆς τοὺς μοτοὺς ἐγχρίων ἐπὶ τῶν κοίλων ἑλκῶν, καὶ μάλιστα τῶν προσφάτων, ἐπιτίθει· πληροῖ γὰρ αὐτά. καθαίρει δὲ τὰ ῥυπαρὰ πράσιον μετὰ μέλιτος, ἀριστολοχία σὺν μέλιτι, ἐλαῖαι κολυμβάδες καταπλασθεῖσαι.

Περὶ τῶν οὐλῆς δεομένων ἑλκῶν.

Ξηραίνοντες καὶ στύφοντες τὴν σάρκα τῶν οὐλῆς δεομένων ἑλκῶν εἰς τοσοῦτον ὥστε μὴ μόνον διαφορῆσαι τὸ παρὰ φύσιν περιττόν, ἀλλὰ καὶ τοῦ κατὰ φύσιν ἅψασθαι, τὸ ἐπιπολῆς τοῦ ἕλκους παραπλήσιον δέρματι κατασκευάσομεν καὶ εἰς οὐλὴν ἄξομεν τὸ ἕλκος· ἐπιτήδειον δʼ εἰς τοῦτο κηκὶς ὀμφακῖτις καὶ τὰ τῆς ῥοιᾶς λέμματα μετρίως ξηραίνοντα. καὶ ὅσα δὲ χωρὶς τοῦ στύφειν ἀδήκτως ξηραίνει, καὶ ταῦτα εἰς οὐλὴν ἄγει, οἷον σμύρνα, λιθάργυρος, καὶ εἰ καυθείη, ὄστρεον — ἐπιπαττόμενον γὰρ ξηρὸν καὶ τοῦτο πολλάκις ἐπούλωσεν —, πίτυος φλοιὸς σὺν κηρωτῇ μυρσίνῃ, κισσοῦ ἄνθος μετὰ κηρωτῆς, κρίνου ῥίζα σὺν ῥοδίνῳ. τὰ δὲ παλαιὰ ἐπουλοῖ ἰξὸς σὺν λιβάνῳ, ἰὸς μετὰ διφρυγοῦς ἴσου καὶ μετὰ κηρωτῆς μυρσίνης.

Περὶ τῶν ὑπερσαρκούντων ἑλκῶν.

Ἡ τῶν ὑπεραυξηθεισῶν σαρκῶν ἐπὶ τῶν ἑλκῶν καθαίρεσις ὑπὸ τῶν ἰσχυρῶς ξηραινόντων γίνεται φαρμάκων, οἷόν ἐστιν Ἀσσίας πέτρας ἄνθος. καὶ τὰ ὀστρεώδη πάντα καυθέντα μετρίως καθαιρεῖ τὰ ὑπερσαρκοῦντα καὶ προσστέλλει καὶ οἱ ἐχῖνοι δʼ ὁμοίως ἀμφότεροι καυθέντες σὺν τῷ σώματι παντί, καὶ διφρυγὲς καταπασσόμενον. καὶ χαλκοῦ ἄνθος καὶ λεπίδα κατάπασσε.

Πρὸς ἕλκη ἐπιπόλαια καὶ παρατρίμματα καὶ ἀποσύρματα καὶ πρεσβυτικὰ καὶ ἁπαλόχρωτας.

Λιθαργύρου χρυσίτιδος 𐅻 ν, κηροῦ 𐅻 κ, ῥητίνης ξηρᾶς πευκίνης 𐅻 ιβ, ἐλαίου κοτύλη α· τὴν λιθάργυρον καὶ τὸ ἔλαιον ἑψήσας, μετὰ δὲ ταῦτα τὸν κηρὸν καὶ τὴν ῥητίνην ἐπεμβαλών, ὅταν ἐμπλάστρου πάχος λάβῃ, καθελὼν ἀπὸ τοῦ πυρὸς καὶ βαλὼν εἰς θυίαν μαλάξας χρῶ. τὸ δʼ ἀποσυρὲν δέρμα οὐ χρὴ τῶν ἑλκῶν ἀποτέμνειν, ἀλλʼ ἐπάγειν αὐτὸ καὶ ἔξωθεν ἐπιτιθέναι τι τῶν ἐπιτηδείων φαρμάκων· κολλᾶται γὰρ οὕτω πολλάκις τὸ ἀποσυρὲν δέρμα, κἂν μελανθῆναι φθάσῃ· γυμνωθείσης δὲ τῆς σαρκὸς τοῦ δέρματος, δύσκολος ἡ ἐπούλωσις γίνεται, δακνομένου καὶ ῥυπουμένου τοῦ ἕλκους. ἀφλέγμαντα δὲ τηρεῖ τὰ ἀποσύρματα ῥοῦς ἐρυθρὸς καταπλασσόμενος λεῖος σὺν μέλιτι, σχίνου. κόμη καυθεῖσα καὶ σὺν μέλιτι ἐπιτεθεῖσα. πρὸς δὲ τὰ ἐξ ὑποδημάτων παρατρίμματα πνεύμων ἄρνειός τε καὶ χοίρειος καὶ αἴγειος ποιεῖ. τὸ ἀπὸ τῶν καττυμάτων δέρμα καυθὲν φλεγμαίνοντα μὲν οὐκ ὠφελεῖ, παυσάμενα δὲ τῆς φλεγμονῆς ὀνίνησιν· ξηραντικὴ γάρ ἐστιν ἡ τοιαύτη τέφρα. κρόμμυον σὺν ὀρνιθείῳ στέατι λεῖον. κηκῖδα καύσας καὶ τρίψας ἐπίπασσε. ἀκακίαν ἐν ὄξει διεὶς ἐπίχριε.

Πρὸς τὰ πυρίκαυστα.

Τὰ δὲ πυρίκαυστα τῶν μετρίως ῥυπτόντων δεῖται φαρμάκων χωρὶς τοῦ θερμαίνειν ἢ ψύχειν ἐπιφανῶς. γῆ τοίνυν Χία καὶ Κιμωλία, καὶ πᾶσα δὲ κούφη γῆ καταχριομένη διʼ ὄξους μὴ πάνυ δριμέος ἢ ὕδατος μιγνυμένου ποιοῦσι καλῶς καὶ κωλύουσι φλυκταινοῦσθαι, καὶ ὠὸν ὅλον ὠμὸν παραχρῆμα ἐπιτιθέμενον ἀναλαμβανόμενον ἐρίῳ μαλακῷ· καὶ γὰρ ἐμψύχει μετρίως καὶ ἀδήκτως ξηραίνει· ἢ μέλαν γραφικὸν περίχριε· ἢ λιβανωτὸν λευκὸν ὕδατι διεὶς κατάχριε· καὶ φακὸν ἑψήσας καὶ λεάνας κατάπλασσε· ἄλευρον λεπτὸν ὠοῖς ὠμοῖς μίξας ἐπιτίθει· ἐλαίας ἁλμάδας μετʼ ἀλφίτων λεάνας κατάπλασσε. πρὸς δὲ τὰ ἤδη πεφλυκταινωμένα ῥοῦν καὶ ἄλφιτα τρίψας μετʼ ὄξους κατάπλασσε· κονίαν ἄσβεστον κηρωτῇ μιγνὺς καὶ εἰς ὀθόνιον ἐμπλάσσων ἐπιτίθει. τὰ δʼ ἡλκωμένα πράσοις λείοις κατάπλασσε· ἢ ἀνδράχνην τρίψας μετʼ ἀλφίτων κατάπλασσε· ἢ φακῷ ἑφθῷ λείῳ μετὰ μέλιτος κατάπλασσε. περιστερᾶς κόπρον εἰς ὀθόνην εἰλήσας κατάκαυσον, ἕως τέφρα γένηται, καὶ διεὶς ἐλαίῳ χρῶ· θαυμαστὸν φάρμακον πίτυος ἢ πεύκης φλοιὸς ἢ ἀδίαντον ξηρὸν λεῖον ἢ μυρσίνης φύλλα κατακεκαυμένα λεῖα· ποιεῖ δὲ τούτων ἕκαστον καὶ μετὰ κηρωτῆς συντιθέμενον. πρὸς δὲ τὰ ἀφʼ ὕδατος κατακαύματα πρὶν φλυκταίνας γενέσθαι ἐλαιῶν ἁλμάδων ὕδωρ συνεχῶς κατάντλει, καὶ αὐτὰς τὰς ἁλμάδας τρίψας ἐπιτίθει, ἢ στυπτηρίαν σχιστὴν τρίψας μετʼ ὄξους ἐπίχριε, ἢ χολῇ ταυρείᾳ μεθʼ ὕδατος δαψιλοῦς τετηκυίᾳ κατάχριε, ἤ, ὡς Ἀδαμάντιος ἐθεράπευε, βολβοὺς κρίνων μετὰ ῥοδίνου τρίψας καὶ ποιήσας γλοιῶδες κατάχριε.

Πρὸς ἐξανθήματα.

Ἐξανθήματα γίνεται παχέων χυμῶν ἐν τῷ δέρματι σφηνωθέντων καὶ πλέον κατὰ τὴν ἐπιδερμίδα πυκνὴν οὖσαν. χρὴ οὖν αὐτοὺς κενοῦν διὰ τοῦ δέρματος καὶ μὴ πόρρω περισπᾶν εἰς τὸ βάθος ἐπὶ τῷ διὰ γαστρὸς ἢ ἐμέτων κενῶσαι. καὶ μή τις ὑπολαμβάνῃ συμβουλεύειν με μηδέποτε καθαίρεσθαι τοὺς τοιούτους διὰ γαστρός· δεῖ γὰρ ἐφʼ ὧν πλῆθος ὑπόκειται χυμῶν καθαίρειν· εἰ γάρ τις μὴ πράξας τοῦτο πρότερον ἐπιχειροίη διαφορεῖν, ἐμφράξει μᾶλλον ἢ κενώσει διὰ τοῦ δέρματος τοὺς χυμούς. ἀλλὰ τήν γε θεραπείαν τῶν ἐμπεπλασμένων τῷ δέρματι χυμῶν διὰ τῶν ἐκ πυριώντων τε καὶ θερμαινόντων ποιητέον, καὶ μάλιστα ὅταν πλατέα τυγχάνῃ ὄντα ἐξανθήματα· τὰ γὰρ τοιαῦτα δηλοῖ τὸν χυμὸν οὐ θερμὸν καὶ λεπτὸν ὑπάρχειν, ἀλλʼ ἱκανῶς ψυχρὸν καὶ παχύν. δάφνης οὖν φύλλων ἁπαλῶν καὶ πηγάνου καὶ μάννης ἴσον ἑκάστου τρίψας καὶ διεὶς ἐν ἐλαίῳ κατάχριε. σταφίδα ἀγρίαν φώξας καὶ τρίψας καὶ λιβανωτὸν μετʼ ἐλαίου διεὶς ἐπάλειφε· σεῦτλον ἁπαλὸν ἑψήσας καὶ τρίψας κατάπλασσε· κηροῦ 𐅻 η, θείου ἴσον, ἁλὸς 𐅻 ϛ. τὰ ξηρὰ τρίψας καὶ ἐπιχέας ἐλαίου κοτύλης ἥμισυ πάντα ὁμοῦ ἕψει, καὶ γενομένων ἐμπλαστῶν χρῶ· προσεδρεύειν δὲ χρὴ τῇ ἑψήσει· ἀγαθὸν σφόδρα τὸ φάρμακον.

Περὶ κνησμῶν.

Κνησμοὺς κατασκευάζειν μὲν χρή, ὅταν ἐκ τοῦ βάθους προκαλέσασθαι δέον ᾖ χυμούς, κωλύειν δέ, ὅταν περὶ τὰ κνώμενα μόρια κίνδυνος ᾖ ψώρας ἢ λέπρας ἤ τινα τῶν κακοήθων ἑλκῶν συστῆναι· κωλύσεις δʼ ἢ διὰ φαρμάκων ἀποκρουόμενος ἢ διὰ τοῦ καρτερεῖν κνηστιῶντα καὶ μὴ ψαύειν· παύεσθαι γὰρ πέφυκεν ἡ κνῆσις καὶ οὕτως. πρὸς δὲ τοὺς ψωρώδεις κνησμοὺς θαλάσσῃ θερμῇ ἢ ὄξει θερμῷ λοῦε ἢ σικύου ἀγρίου ἀφεψήματι ὁμοίως, ἢ ἀμπέλου παλαιᾶς φλοιὸν φρύξον ἐπʼ ὀστράκου, καὶ τρίψας προεπαλείψας τε τὸν ψωριῶντα τόπον βουτύρῳ ἐπίπλασσε τούτῳ καὶ κατάδει, χρῶ τε τῷ φαρμάκῳ, μέχρις ἂν ὑγιασθῇ. τὸ δʼ ὄπιον μεθʼ ὑγρᾶς κηρωτῆς συναλειφόμενον τοὺς κνησμοὺς καὶ τὰ ψυδράκια παρηγορεῖ.

Περὶ φλυκταινῶν.

Καὶ τὰς φλυκταίνας δʼ ὀξείᾳ βελόνῃ τιτρᾶν προσήκει καθʼ ὑπόρρυσιν, εἶτʼ ἐκθλίβειν πρᾴως τὸ ὑγρόν, ἐῶντα τὸ δέρμα προσκείμενον, κἂν πληρωθῆ μύσαντος τοῦ τρήματος ἡ φλύκταινα, πάλιν αὐτὴν δεῖ τιτρᾶν ὁμοίως καὶ ἐκθλίβειν καὶ φυλάττειν τὸ δέρμα προσσταλέν, ἄχρις ἂν ἐπουλωθῇ τὸ ὑπʼ αὐτῷ ἡλκωμένον. πρὶν μὲν οὖν ἐκραγῆναι τὰς φλυκτεῖς ἑφθῷ φακῷ λείῳ μεθʼ ὕδατος κατάπλασσε, ἢ ῥοιᾶς ῥαβδία χλιαίνων ἐν τέφρᾳ θερμῇ τίθει καὶ κατόπτα τοὺς τόπους. ἐὰν δʼ ἐκραγῶσι καὶ ἕλκος γένηται, στέαρ ὕειον τήξας μετὰ φακῆς λείας εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει, ἢ κρίνου ῥίζας ἑψήσας ἐν ὕδατι καὶ τρίψας μετὰ κηρωτῆς ἐπιτίθει.

Περὶ ἀναρρηγνυμένων ἑλκῶν.

Τινὰ δὲ τῶν ἑλκῶν συνουλωμένα πολλάκις μετὰ χρόνον οὐ πολὺν αὖθις φλεγμαίνει τε καὶ ἀναρρήγνυται. παθόντος γὰρ ὀστοῦ τινος ἐνίοτε ἡ ἐπικειμένη σὰρξ ἐπουλοῦται μὲν ῥᾳδίως καὶ ὑγιὴς εἶναι δοκεῖ τελέως, πάλιν δʼ ἰχῶρος ἐπιρρυέντος κατʼ ὀλίγον ἐκ τοῦ φθειρομένου κατὰ βάθος ὀστοῦ, φλεγμονή τε καὶ πύον ὑπογίνεται τὴν οὐλὴν ἀναξαῖνον. τίς οὖν ἡ θεραπεία τῶν τοιούτων ἑλκῶν; ξήρανσις ἐπὶ τοσοῦτον ὡς ἀποστῆναι τὸ πεπονθὸς ὀστοῦν. ῥᾳδίως οὖν ἀναπλεύσει τὰ ἐγκαθήμενα τῶν ὀστῶν, εἰ μήκωνος ἀγρίας καὶ συκῆς φύλλα λεῖα μετὰ πάλης ἀλφίτου καὶ οἴνου καταπλάσεις ἢ ὑοσκυάμου σπέρμα καὶ χάλκανθον ἴσα τρίψας ἐπιθήσεις. πευκεδάνου ἡ ῥίζα λεπίδας ὀστέων ἀφίστησιν ἐν τάχει.

Περὶ κακοήθων ἑλκῶν.

Τὰ δὲ κακοήθη καὶ δυσεπούλωτα καὶ χρόνια καὶ σηπεδονώδη τῶν ἑλκῶν Λημνία σφραγὶς ὠφελεῖ μεγάλως· ἡ δὲ χρῆσις γίνεται κατὰ τὸ μέγεθος τῆς τοῦ ἕλκους κακίας· τὸ μὲν γὰρ δυσῶδες καὶ λίαν πλαδαρὸν καὶ ῥυπαρὸν ἀνέχεται διʼ ὄξους δριμυτάτου τῆς Λημνίας ἀνιεμένης εἰς πηλώδη σύστασιν· καὶ διʼ οἴνου δʼ ἢ ὕδατος ἢ ὀξυμέλιτος ἢ ὀξυκράτου ἢ μελικράτου, ἢ ὅπως ἂν ἡ χρεία κελεύῃ, ἐπιτήδειόν ἐστιν. εἴ τις θυίαν ἐκ μολύβδου κατασκευάσας μετὰ δοίδυκος μολυβδίνου ῥόδινον ἐμβαλὼν ἢ ὀμφάκινον ἔλαιον ἢ ἀειζῴου χυλὸν ἢ κοτυληδόνος ἢ θριδακίνης ἢ ψυλλίου ἢ ὄμφακος τρίβοι ὡς ἀνεῖναι χυλόν τινα, ἄριστον ἕξει φάρμακον πρὸς τὰ καρκινώδη καὶ κακοήθη τῶν ἑλκῶν καὶ πρὸς τὰς ἐν αἰδοίοις καὶ ὄρχεσι καὶ μαστοῖς φλεγμονὰς πρός τε τὰς ἐν ἕδρᾳ μεθʼ ἑλκῶν ἢ στολίδων ἀνεξασμένων. κενταύριον τὸ μικρὸν καταπλασσόμενον πρόσφατον τὰ παλαιὰ καὶ δυσεπούλωτα τῶν ἑλκῶν ἀπουλοῖ καὶ τὰ κακοήθη ἰᾶται. κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ ἁπαλὰ τὰς κατὰ βάθος ὑγρότητας ἐν ταῖς πλαδαραῖς καὶ σηπεδονώδεσι διαθέσεσιν ἀλύπως τε ἅμα καὶ ἀσφαλῶς ἐκβόσκεται. κυπέρου ῥίζαι τὰ διʼ ὑγρότητα πολλὴν ἑλκύδρια δυσεπούλωτα θαυμαστῶς ὠφελοῦσιν. κολοκύνθης ξηρᾶς κεκαυμένης ἡ τέφρα τοῖς ὑγροῖς ἅμα καὶ χωρὶς φλεγμονῆς σηπομένοις ἁρμόττει, καὶ μάλιστα τοῖς ἐπὶ πόσθης αἰδοίων· ὁμοίως καὶ ἀνήθου ῥίζης. ἀρνόγλωσσον πρὸς τὰ κακοήθη καὶ πρὸς ῥεύματα καὶ σηπεδόνας ἁρμόττει. ἴσατις ἡ ἥμερος πρὸς πᾶν ἕλκος κακόηθες δραστηρίως ἀνθίσταται, κἂν σήπηται κἂν ἀναβιβρώσκηται· εἰ δέ ποτε τῆς τοῦ κάμνοντος φύσεως ἰσχυροτέρα φαίνοιτο, μιγνύναι χρὴ τοῖς φύλλοις αὐτῆς λειωθεῖσιν ἢ ἄρτον ἢ κρίθινον ἄλευρον ἢ πύρινον ἢ ἄλφιτα κατὰ τὴν ἐπικρατοῦσαν ἐν ἑκάστῳ διάθεσιν. ὀστράκοις χρώμεθα πρὸς τὰς ἐκ ῥευμάτων χρονίας καὶ δυσσαρκώτους κοιλότητας ὅσαι συριγγώδεις εἰσὶ καὶ βαθεῖαι. ἔρια κεκαυμένα τὰς πλαδαρὰς σάρκας ἐπὶ τῶν ἑλκῶν ἀποτήκει τάχιστα. πλατάνου φλοιὸς καυθεὶς καὶ ἐπιπαττόμενος τὰ διʼ ὑγρότητα πολλὴν ἕλκη πλαδαρὰ καὶ ῥυπαρὰ ἰᾶται. πευκεδάνου ῥίζα τοῖς κακοήθεσιν ἕλκεσιν ἄριστόν ἐστι φάρμακον ἐπιπαττομένη ξηρά· αὕτη γὰρ καὶ καθαίρει καὶ σαρκοῖ καὶ ἀπουλοῖ. ἀλόη τὰ δυσεπούλωτα τῶν ἑλκῶν ἰᾶται, καὶ μάλιστα τὰ καθʼ ἕδραν τε καὶ αἰδοῖον· ὠφελεῖ δὲ καὶ τὰς φλεγμονὰς αὐτῶν ὕδατι διεθεῖσα. παλαιὰ δʼ ἕλκη ἰᾶται κηρὸς ἐν ἡλίῳ μαλαχθεὶς καὶ χαλκοῦ λεπίδα πλείστην ἀναλαβὼν ἢ χρυσοκόλλαν· δεῖ δʼ εἰς ὀθόνιον ἐμπλάσσοντα τιθέναι καὶ μὴ ἀφαιρεῖν συνεχῶς τὸ σπληνίον. πρὸς δὲ τὰ Χειρώνεια ποιεῖ χαλκοῦ λεπίδος 𐅻 ι, κηροῦ τὸ ἴσον, στυπτηρίας 𐅻 β. τὸν κηρὸν θερμάνας καὶ μαλάξας ἀνάλαβε τὰ ξηρὰ λεῖα, καὶ εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει. πρὸς δὲ τὰ θηριώδη σίδιον λεῖον καύσας ἐπιτίθει, ἢ στυπτηρίαν σχιστὴν κεκαυμένην λείαν ἐπιτίθει. ὑσσώπου 𐅻 δ, σταφίδος ἴσον, νίτρου 𐅻 β· προϋποχρίσας μέλιτι τὸ ἕλκος ἐπίπαττε αὐτὰ λεῖα. τὰ δὲ σηπεδονώδη καὶ νεμόμενα τῶν ἑλκῶν ἰσχυροτάτων δεῖται φαρμάκων, οἷόν ἐστι χαλκῖτις καὶ ἀρσενικὸν καὶ τίτανος· καίει γὰρ παραπλησίως τὰ τοιαῦτα πυρί, καὶ πολλάκις τούτων νικωμένων καὶ αὐτῷ τῷ πυρὶ χρώμεθα. πράσιον ἑφθὸν ἐν οἴνῳ κατάπλασσε. ὄροβον λεῖον μετὰ μέλιτος ἐπιτίθει. ἐλαίας ἁπαλοῖς φύλλοις ἑφθοῖς ἐν οἴνῳ λείοις ὡσαύτως χρῶ· καταντλητέον δὲ θαλάσσῃ θερμῇ. τοὺς δὲ σκώληκας τοὺς ἐν τοῖς σηπεδονώδεσιν ἕλκεσι χυλὸς καλαμίνθης ἀναιρεῖ.

Πρὸς ἄνθρακας.

Τοὺς δʼ ἄνθρακας μελαγχολικὸν τὸ αἷμα γενόμενον καὶ ἀναζέσαν ἐπιφλέξαν τε τὸ δέρμα ποιεῖ· διὸ καὶ σὺν ἐσχάρᾳ γίνονται, φλυκταίνης προηγουμένης τοῦ ἕλκους ὡς ἐπὶ τῶν πυρικαύστων· πυρετόν τε ὀξύτατον καὶ κίνδυνον ἐπάγει ταχύν. κνησαμένων δʼ ἐνίοτε καὶ πλείους συνίστανται φλύκταιναι σμικραί, πυκναὶ καὶ συνεχεῖς ὅμοιαι κέγχροις, αἵτινες ῥηγνύμεναι ποιοῦσιν ὁμοίως ἐσχαρῶδες τὸ ἕλκος, τῇ χροιᾷ ποτὲ μὲν τεφρώδους γενομένης τῆς ἐσχάρας, ποτὲ δὲ μελαίνης· ἡ δʼ ἄλλη σὰρξ κύκλῳ φλογώδης ἰσχυρῶς καὶ μέλαινα τῇ χροιᾷ γίνεται καὶ στίλβουσα παραπλησίως ἀσφάλτῳ καὶ πίσσῃ· τοιαύτη δʼ ἐστὶν ἡ ἀκριβῶς μέλαινα χολή. θεραπεύοντας δὲ τὸ τοιοῦτον πάθος ἀπὸ φλεβοτομίας ἄρχεσθαι προσήκει καὶ κενοῦν μέχρι λειποθυμίας. καὶ μὴν καὶ ἀποσχάζειν μετὰ φλεβοτομίαν οὐκ ἀνάρμοστον βαθυτέραις ταῖς ἀμυχαῖς χρωμένους διὰ τὸ τοῦ χυμοῦ πάχος. κατὰ δὲ τοῦ πεπονθότος τοῖς ἀποκρουομένοις μετρίως καὶ διαφοροῦσι χρησόμεθα· τοιοῦτον δʼ ἐστὶ τὸ διʼ ἀρνογλώσσου καὶ φακῆς ἑφθῆς κατάπλασμα προσλαμβάνον ἄρτου κλιβανίτου τὸ ἁπαλόν, μήτε ἄγαν καθαροῦ μήτε ῥυπαροῦ. κατʼ αὐτοῦ δὲ τοῦ ἕλκους ἐπιθήσομεν τῶν σφοδρῶν τι φαρμάκων, οἷόν ἐστι τὸ Ἄνδρωνος, ἀνιέντες σιραίῳ ἄχρι γλοιώδους συστάσεως. παυσαμένης δὲ τῆς φλογώσεως, τοῖς ἄλλοις ἕλκεσιν ὁμοίως εἰς οὐλὴν ἄξομεν τὸ ἕλκος. παλαιὰ κάρυα τὰ ἐλαιώδη πρὸς ἄνθρακας ποιεῖ καὶ κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ νέα καὶ ἁπαλὰ σφαιρία σὺν ἀλφίτοις καὶ σταφὶς ἐκγιγαρτισμένη καὶ λειωθεῖσα καὶ ἰσχάδες ἑφθαὶ ἐν οἴνῳ κοπεῖσαι.

Πρὸς καρκίνους.

Καὶ οἱ καρκῖνοι δʼ ἐκ μελαίνης χολῆς ζεούσης συνίστανται, κἂν δριμυτέρα τύχῃ, μεθʼ ἕλκους· διὰ τοῦτο κατὰ τὴν χρόαν μελάντεροι τῶν φλεγμονῶν εἰσι χωρὶς θερμότητος. αἱ φλέβες δὲ πληροῦνται καὶ τείνονται πλέον ἐπʼ αὐτῶν ἢ ἐπὶ τῶν φλεγμονῶν, οὐδὲ αὐταὶ παραπλησίως ταῖς φλεγμοναῖς ἐρυθραὶ τυγχάνουσαι, κατὰ τὸν χυμὸν δὲ τὴν χρόαν ἔχουσαι. διὰ δὲ τὸ πάχος τοῦ χυμοῦ τούτου καὶ ἀνίατος ὁ καρκῖνός ἐστι, μήτε ἀποκρουσθῆναι δυνάμενος μήτε διαφορηθῆναι μήτε ἐπὶ ταῖς καθάρσεσιν ὅλου τοῦ σώματος εἴκων, καὶ τῶν μὲν πρᾳοτέρων φαρμάκων ἐπιτιθεμένων καταφρονῶν, ὑπὸ δὲ τῶν σφοδροτέρων παροξυνόμενος. δυνατὸν μὴν τοὺς ἀρχομένους καρκίνους κωλύειν αὔξεσθαι καθαίροντας τὸν μελαγχολικὸν χυμὸν πρὶν ἐν τῷ πεπονθότι μορίῳ στηριχθῆναι· κενώσομεν δʼ ἢ διὰ τῶν ἁπλῶν τινος, οἷόν ἐστι τὸ ἐπίθυμον πλῆθος 𐅻 δ ἐν ὀρῷ γάλακτος ἢ μελικράτῳ διδόμενον, ἢ διὰ τῆς ἱερᾶς τὸν μέλανα ἐλλέβορον προσλαμβανούσης. ἐπὶ δὲ τοῦ πεπονθότος τόπου προσφερόμενον ἀλύπως ποιεῖ ἐπὶ τῶν ἡλκωμένων στρύχνου χυλός, ὀθονίου μαλακοῦ διπτύχου ἢ τριπτύχου δευομένου ἐπιτιθεμένου πολλῷ τῷ χυλῷ. δεῖ δʼ ἔξωθεν κατʼ αὐτοῦ καὶ ἔριον ἁπαλὸν περιβάλλειν δευόμενον καὶ αὐτὸ τῷ χυλῷ, προνοεῖν δʼ ὅπως μὴ ξηρανθῇ ταῦτα, συνεχέστερον ἐπαντλουμένου τοῦ χυλοῦ. χρήσαιτο δʼ ἄν τις δεόντως ἐπὶ τῶν ἡλκωμένων καρκίνων καὶ τῷ διὰ πομφόλυγος· διαιτάσθω δʼ ὁ πάσχων ἔν τε χυλῷ πτισάνης πλεονάζων καὶ γάλακτος ὀρῷ καὶ λαχάνων μαλάχῃ καὶ ἀτραφάξυϊ βλίτῳ τε καὶ κολοκύνθῃ καὶ τοῖς πετραίοις τῶν ἰχθύων καὶ πᾶσιν ὄρνισι πλὴν τῶν ἑλείων.

Πρὸς σαρκοθλάσματα καὶ ἐκχυμώματα.

Σαρκὸς θλασθείσης ὑπό τινος βαρέος ἐμπεσόντος, καὶ τῶν σμικρῶν ἐν αὐτῇ φλεβίων διακριθέντων, αἷμα προχεῖται κατὰ διαπήδησιν, ὅπερ ἀθροιζόμενον ὑπὸ τῷ δέρματι ποιεῖ τὸ καλούμενον ἐκχύμωμα μὴ διαιρεθέντος τοῦ δέρματος. σκοπὸς οὖν ἐστιν ἡμῖν διαφορῆσαι τὸ θρομβωθὲν αἷμα, καὶ τοῦτο συντόμως πρὶν μελανθῆναι· κατʼ ἀρχὰς δὲ καὶ τῶν στυπτικῶν τι παραπλέκειν χρὴ τοῖς διαφοροῦσι διὰ τὸ τοὺς χιτῶνας τῶν φλεβίων τεθλάσθαι καὶ χρῄζειν πυκνώσεως· μετὰ γὰρ ταῦτα καὶ χωρὶς τοῦ στύφειν τοῖς διαφορητικοῖς μόνοις χρησόμεθα. καὶ ἀποσχάζοντες δʼ ἐν ἀρχῇ τὰ ἐκχυμώματα, οὕτως τὴν ἑξῆς θεραπείαν προσάγομεν. εἶδος δʼ ἐστὶ τῶν ἐκχυμωμάτων καὶ τὰ καλούμενα ὑπώπια καὶ τὰ ὑποσφάγματα καὶ ἡ κατὰ τοὺς ὄνυχας ὑποδρομὴ τοῦ αἵματος ἐκ πληγῆς γινομένη. δέρμα προβάτου νεωστὶ ἐκδεδαρμένου τοῖς μεμαστιγωμένοις περιτεθὲν θεραπεύει παντὸς μᾶλλον ἐν ἡμέρᾳ μιᾷ καὶ νυκτί. ὑδροπέπερι ἅμα τῷ καρπῷ καταπλασσόμενον ὑπώπιά τε καὶ τοὺς ἐσκιρρωμένους ὄγκους διαφορεῖ.

Περὶ ῥήγματος καὶ σπάσματος.

Τὰ ῥήγματα σὺν ἐκχυμώσεσι μὲν γίνεται πάντως· ἰᾶται δʼ αὐτὰ τῶν φαρμάκων τὰ μετρίως θερμαίνοντα· τοιοῦτον δʼ ἐστὶ τὸ διὰ τῶν αἰγείρων ἄκοπον καὶ ὅσα τούτῳ ὅμοια. δεῖ δʼ ἐπὶ τῶν ἐν βάθει τοῦ σώματος ῥηγμάτων ἐπιτείνεσθαι τὴν δύναμιν τῶν φαρμάκων ὡς δριμύτερα καὶ τμητικώτερα προσάγεσθαι. ὠφέλιμος δʼ ἐπὶ τῶν τοιούτων καὶ ἡ τῆς σικύας χρῆσις. ἐὰν μὲν οὖν εὐθὺς διαφορηθῇ τὸ ὅλον ἐκχύμωμα, συμφύεται ῥᾳδίως ἡ διαστᾶσα σάρξ· ἐὰν δὲ χρονίσῃ, καὶ ῥύπος ὑποτραφῇ, συμφυῆναι τὰ ῥήγματα λοιπὸν ἀδύνατον, παρατίθεται δʼ ἀλλήλοις τὰ χείλη μόνον, ὡς καὶ μικρὰν πρόφασιν ῥᾳδίως αὐτὰ διιστᾶν, ἐμπίπλασθαί τε τὴν μεταξὺ χώραν αὐτῶν ὑγρότητός τινος καὶ τρόπον τινὰ συνεχῶς ἐκχύμωμα γίνεσθαι παραπλήσιον τῷ κατʼ ἀρχάς, πλὴν ὅτι θᾶττον ἐκείνου διαφορούμενον, ἅτε ἰχῶρα λεπτὸν περιέχον, τοῦ κατʼ ἀρχὰς ἐξ αἵματος συνισταμένου. τὸ δὲ σπάσμα γίνεται διασπωμένων τινῶν ἰνῶν, καὶ παρηγορίας δεῖται μόνης ἄχρις ἀνωδυνίας· κολληθῆναι γὰρ αὐτὰς οὐ δυνατόν. ἀριστολοχία στρογγύλη ῥήγμασι καὶ σπάσμασιν, εἴπερ τι καὶ ἄλλο, ἐπιτήδειον· κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα ὁμοίως καὶ ὁ χυλὸς αὐτῆς, ῥῆον, κόστος, βδέλλιον σὺν ὀξυμέλιτι πινόμενον.

Πρὸς στρέμματα καὶ θλάσματα.

Πρὸς στρέμματα καὶ θλάσματα ποιεῖ ἔρια οἰσυπηρά, σπόγγος, ὀξελαίῳ βρεχόμενα καὶ ἐπιτιθέμενα, βολβῶν ἑφθῶν τὰ ἁπαλὰ μετὰ μέλιτος ἢ κηρωτῆς, ἅλας λεῖον καὶ ἄλευρον μετὰ μέλιτος, ἄγνου φύλλα καὶ ἅλας καὶ νίτρον ὀπτὸν λεῖον μετὰ κηρωτῆς. χρῶ δὲ καὶ καταντλήσει ὕδατος θαλάσσης θερμαίνων· μετὰ δὲ τὸ παύσασθαι τὴν φλεγμονὴν καὶ τοὺς πόνους καὶ ἀνατρίψει χρῶ τῶν ἐστραμμένων μερῶν.

Ὅσα σκόλοπας, ἀκίδας, ἀκάνθας ἀνάγει.

Ἀκίδας καὶ καλάμους καὶ ἀκάνθας, ἔτι δὲ καὶ σκόλοπας ἐπισπῶνται ἀναγαλλίδες αἱ δύο, ἀριστολοχία, ἀμμωνιακὸν σὺν μέλιτι, ὑοσκυάμου καρπὸς λεῖος καταπλασσόμενος. καλάμου ῥίζας κόψας καὶ μέλιτι μίξας εἰς ὀθόνιον ἐμπλάσσων δαψιλῶς ἐπιτίθει καὶ κατάδει· συντόμως ἀνάγει.

Περὶ παρωνυχιῶν.

Τὴν παρωνυχίαν μικρὰν οὖσαν ἔτι καὶ ἀρχομένην κηκὶς μετὰ μέλιτος καταστέλλει καὶ κωλύει συστῆναι· γενομένην δʼ ἤδη τὴν παρὰ φύσιν σάρκα σκοπός ἐστι διὰ τῶν ἀδήκτων ἀναλῶσαι καὶ τῆξαι. ποιεῖ δὲ πρὸς παρωνυχίας ὅ τε τῶν ὤτων ῥύπος καὶ τὸ λύκιον. ἐκπυηθεῖσαν δὲ κεντήσας καὶ τὸ ὑγρὸν ἐκχέας, σπογγίον ὕδατι βρέξας ἐπιτίθει, ἢ κατάπλασσε φακῷ μεθʼ ὕδατος λείῳ, ἢ ῥόδοις χλωροῖς ἢ ξηροῖς ἀποβεβρεγμένοις ὕδατι λείοις κατάπλασσε, ἢ ἀλφίτῳ λείῳ μεθʼ ὕδατος. δεῖ δὲ καὶ διαστέλλειν τὴν σάρκα πανταχόθεν ἀπὸ τοῦ ὄνυχος ξύσμασιν ὀθονίου. τοὺς δὲ τεθλασμένους ὄνυχας μυρσίνης καὶ ῥοιᾶς φύλλοις ἁπαλοῖς λείοις κατάπλασσε. ἐπὶ δὲ τῶν ὑφαίμων ὀνύχων ἄλευρον πίσσῃ μίξας ἐπιτίθει. πρὸς τὸ ἀφιστάναι τοὺς πεπονηκότας ὄνυχας θεῖον λεῖον ἀναλαβὼν ὑείῳ στέατι ἐπιτίθει. τοὺς δὲ λεπριῶντας ὄνυχας ἀποστήσεις τούτῳ· ἰξοῦ δρυΐνου, σανδαράκης, τήλεως ἀνὰ 𐆄 β, κανθαρίδων, θαψίας ἀνὰ 𐆄 α, ὄξους τὸ αὔταρκες. ποιεῖ δὲ πρὸς τοὺς αὐτοὺς τρὺξ ξηρὰ μετὰ κηρωτῆς ἐπιτιθεμένη ἢ σύκων σὰρξ κοπεῖσα χωρὶς τῶν κεγχραμίδων· ἢ προϋποχρίσας πίσσῃ τὸν ὄνυχα θείῳ καὶ σανδαράκῃ λείοις ἴσοις κατάπλασσε. χρὴ δʼ ἐπιμελῶς περιξέειν τόν τε ὄνυχα καὶ ὁμαλίζειν καὶ ἐπιδεῖν καὶ τοῖς πρὸς τὰς ἀποστάσεις τῶν ὀνύχων χρῆσθαι. πρὸς δὲ τὰ ἐν τοῖς δακτύλοις πτερύγια λιβανωτὸν λεῖον ἐπιτίθει καὶ ἐπίδει, ἢ ὄροβον λεῖον ὡσαύτως, ἢ λιβανωτοῦ ἀτόμου 𐅻 α, σανδαράκης τὸ διπλάσιον. λεῖα ἐπιτίθει τῇ ῥίζῃ τοῦ ὄνυχος διασάσσων ἐπιμελῶς, καὶ ἄνωθεν ἐπιτίθει ξηρὰ τιλτά. τοῦτο ξηραίνει τὰ πτερύγια συντόμως. —Ἄλλο ἀγαθὸν σφόδρα ποιοῦν καὶ πρὸς τὰ κακοηθευόμενα· κηκῖδος καὶ σιδίων ῥοιᾶς ὀξείας καὶ λεπίδος ἐρυθροῦ χαλκοῦ καὶ ἰσχάδων κεκαυμένων τὸ ἴσον τρίψας καὶ μίξας μετὰ μέλιτος καὶ ἐγχριστοῦ πάχος ποιήσας μοτοὺς ἐγχρίων ἐπιτίθει δὶς θεραπεύων τῆς ἡμέρας καὶ ἐπιδέων, μὴ λιπαίνων μηδὲ βρέχων τοὺς τόπους· ἐὰν δʼ ὑγρὸν ᾖ, σπογγίζειν ἀποβρέχων τὸν σπόγγον ἐν οἴνῳ.

Περὶ τῶν ἐν ἄρθροις ἑλκῶν.

Τὰ ἄρθρα ξηρότερα τῶν σαρκωδῶν ἐστι μορίων· διόπερ ἑλκωθέντα ξηροτέρων χρῄζει φαρμάκων. καλῶς γοῦν ὁ τοῦ Πολυείδους τροχίσκος ποιεῖ μετʼ οἴνου τριβόμενος ἕως γλοιώδους συστάσεως, καὶ τὰ ὁμοίως τούτῳ ξηραίνοντα. καὶ θαλάττῃ δὲ καὶ ἅλμῃ πολλάκις αἰονήσαντες αὐτὰ βέλτιον ἐθεασάμεθα διατιθέμενα. χρηστέον οὖν ἐπὶ τῶν ἄρθρων καὶ τοῖς μᾶλλον ξηραίνουσιν.

Περὶ αἱμορραγιῶν.

Αἱμορραγίαις βοήθημά ἐστι τὸ ἐπιτήδειον σχῆμα τοῦ τετρωμένου μορίου· τοιοῦτον δʼ ἐστὶ τὸ ἀνάρροπον μετʼ ἀνωδυνίας· τὸ γὰρ κατάρροπον ὀδυνῶδες, καὶ κινήσειεν ἂν καὶ τὰς οὐκ οὔσας. ἐπὶ τῶν τετρωμένων οὖν καὶ αἱμορραγούντων ἐπίβαλε τὸν δάκτυλον εὐθὺς κατὰ τοῦ στομίου τοῦ αἱμορραγοῦντος ἀγγείου πρᾴως πιέζων καὶ ἀνωδύνως· θρόμβου γὰρ οὕτως ἐπιπαγέντος, ἡ αἱμορραγία στήσεται. μὴ ἐπισχεθείσης δʼ αὐτῆς οὕτως, ἰσχαίμοις χρηστέον· κάλλιστα δʼ αὐτῶν ἐστι τὰ ἐμπλαστικὰ μᾶλλον τῶν ἐσχαρούντων· ἀποπιπτούσης γὰρ ἐνίοτε τῆς ἐσχάρας, αἱμορραγῆσαι πάλιν κίνδυνος. ἄριστον δʼ ἐστὶ τὸ καὶ πρὸς τὰς ἐκ μηνίγγων αἱμορραγίας ποιοῦν· λιβανωτοῦ μέρος ἕν, ἀλόης ἥμισυ, τῷ λευκῷ τοῦ ὠοῦ φυρόμενα ὡς μελιτώδη σύστασιν ἔχειν, εἶτʼ ἀναλαμβανόμενα λαγῴαις θριξὶ ταῖς μαλακωτάταις καὶ τῷ ἕλκει παντὶ πλεῖστον ἐπιτιθέμενον· ἔπειτα ἐξ ὀθόνης ἐπιδεσμεῖν δεῖ τὰς μὲν πρώτας ἐπιβολὰς τέσσαρας ἢ πέντε κατʼ αὐτοῦ τοῦ αἱμορραγοῦντος ποιουμένων ἡμῶν, ἐντεῦθεν δʼ ἐπὶ τὴν ῥίζαν νεμομένων· λύειν δὲ διὰ τρίτης, καὶ εἰ μὲν ἀσφαλῶς ἔτι προσέχοιτο τῷ ἕλκει τὸ φάρμακον, αὖθις ἐν κύκλῳ περισχεῖν καὶ ὥσπερ ἐπιτείνειν τὸν ἐκ τῶν τριχῶν μοτὸν καὶ ἐπιδεῖν ὁμοίως· εἰ δʼ αὐτομάτως ὁ μοτὸς ἀποπτύοιτο, πιέζων ἠρέμα τῷ δακτύλῳ τὴν ῥίζαν τοῦ ἀγγείου ὡς μηδὲν ἐπιρρυῆναι, πρᾴως τοῦτον ἀφαιρεῖν καὶ ἕτερον ἐπιβάλλειν καὶ χρῆσθαι τῷ τρόπῳ τούτῳ τῆς θεραπείας, ἄχρις ἂν ἐπιτραφῇ τῷ ἀγγείῳ σάρξ. τὰ δὲ ποιοῦντα τὰς ἐσχάρας γυμνότερον ἐργάζεται τὸ μόριον ἢ κατὰ φύσιν εἶχε, τῆς ἐσχάρας ἀποπιπτούσης, καὶ πολλάκις αἱμορραγία δυσεπίσχετος ἠκολούθησεν ἐκπιπτούσης αὐτῆς. πλὴν ἔστιν ὅτε ἡ χρῆσις τῶν ἐσχαρωτικῶν ἀναγκαία γίνεται καθὰ καὶ τῶν διαπύρων καυτηριῶν, τῆς αἱμορραγίας ἐξ ἀναβρώσεως σηπεδονώδους συμπιπτούσης. ἴσατις ἡ ἥμερος κατὰ τῶν αἱμορραγούντων ἐπιπλαττομένη καλῶς ἐπέχει, καὶ κηκῖδες καυθεῖσαι· δεῖ δʼ αὐτὰς διαπύρους διʼ ὄξους ἢ οἴνου σβεννύειν. γύψον μιγνὺς ὠοῦ τῷ λευκῷ καὶ λεπτῷ καὶ ἀλεύρου πυρίνου τὸ χνοωδέστατον, ὃ προσιζάνει τοῖς τοίχοις, ποιήσεις φάρμακον πρὸς αἱμορραγίας ἐπιτήδειον· ἀναλαμβάνειν δὲ χρὴ καὶ τὸ οὕτως φυραθὲν λαγῴαις θριξὶν ἤ τινι τῶν ὁμοίως μαλακῶν. πρὸς δὲ τὰς ἐκ στόματος γινομένας αἱμορραγίας ἢ θύμων ἢ φακῶν ἢ ἀκροχορδόνων ἢ αἱμορροΐδων πράσου φύλλα κόψας ἐπιτίθει, ἢ ῥοῦν ἐρυθρὸν ἢ γίγαρτα ἢ ῥοιᾶς κυτίνους κόψας ἐπιτίθει· ἢ σπόγγον καινὸν βάψας εἰς πίσσαν ὠμὴν κατάκαυσον καὶ λεάνας χρῶ. χρήσιμον σφόδρα ἐστὶ τοῦτο. διακλύσματα δὲ ποιεῖ πρὸς τὰς ἐκ στόματος αἱμορραγίας ῥόδων χλωρῶν ἢ ξηρῶν ἀφέψημα ψυχρὸν ἢ ἑλίκων ἀμπέλου ἢ σχίνου φύλλων ἢ βάτου ἢ μήλων κυδωνίων ἢ ῥοιῶν ἢ γιγάρτων ἢ φακῶν. τοῖς δʼ αὐτοῖς τούτοις χρηστέον καὶ ἐγκαθίσμασι ψυχροῖς πρὸς τὰς καθʼ ἕδραν καὶ μήτραν. ἔστω δὲ καὶ ἡ δίαιτα τῶν αἱμορραγούντων στύφουσα καὶ παχύνουσα, οἵα ἐστὶ χόνδρος καὶ ἄλευρον καθαρὸν ἑφθὸν καὶ κοχλίαι καὶ τυρὸς ἁπαλὸς καὶ βολβοὶ κάθεφθοι καὶ ἰχθύες ὀπτοὶ καὶ φοίνικες καὶ οἶνος μέλας αὐστηρός, φακή, ἄλφιτα, ὠῶν ὀπτῶν λέκιθοι, ἄπιοι, ἀχράδες, μῆλα κυδώνια, οὖα, μέσπιλα καὶ τὰ παραπλήσια. πρὸς δὲ τὰς ἐκ τῶν ῥινῶν αἱμορραγίας τὰ τῆς πλατάνου σφαιρία ξήραινε καὶ ἐπί τινος τριχίνου παρατρίβων τὸ σπέρμα ἀπόρριπτε, τὰ δὲ κνάφαλα ἀποτίθεσο εἰς ἀγγεῖον ὀστρακοῦν καινόν. ἐπὶ δὲ τῆς χρήσεως ταῦτα τὰ ἐριώδη διὰ καλαμίσκου ἐμφύσα· τὸ δὲ μέτωπον καὶ τὴν ῥῖνα κατάπλασσε γύψῳ ἢ πηλῷ κεραμικῷ. ποιεῖ δὲ καὶ πράσου χυλὸς ἐρίῳ εἰργασμένῳ ἢ μοτῷ ἀναλαμβανόμενος καὶ ἐντιθέμενος τοῖς μυκτῆρσι, καὶ μάννα χυλῷ πράσου φυραθεῖσα καὶ ἐντιθεμένη. χρὴ δὲ καὶ ἐλαίας φύλλοις λείοις ἁπαλοῖς ἔξωθεν τὴν ῥῖνα καταπλάσσειν καὶ κώνειον ἐπὶ μαλακῆς τέφρας θυμιᾶν ὑπὸ τοὺς μυκτῆρας καὶ σπόγγοις ἢ ἐρίοις εἰς ὕδωρ ψυχρὸν ἀποβεβρεγμένοις ἐμφράττειν τοὺς πόρους ἑκατέρων τῶν ὠτίων καὶ σκέλη καὶ χεῖρας ἀποδεῖν καὶ μέτωπον καὶ κροτάφους ἀνακολλᾶν τοῖς πρὸς τὸ ῥεῦμα τῶν ὀφθαλμῶν ποιοῦσιν. ἐὰν δέ τινες ὑπολειφθῶσι θρόμβοι μενούσης ἔτι τῆς αἱμορραγίας, τούτους μὲν ἐκμύσσεσθαι συνοίσει, ταχέως δὲ πάλιν χρῆσθαι τοῖς ἰσχαίμοις φαρμάκοις καὶ προσπιέζειν τὸν χόνδρον τοῦ μυκτῆρος ὑπʼ αὐτὸ τὸ ὀστοῦν τοῖς δυσὶ δακτύλοις τῆς χειρός, τῷ τε μεγάλῳ καὶ τῷ λιχανῷ, ποτίζεσθαι δὲ πρὸς τὰς εἰρημένας αἱμορραγίας, καὶ ἔτι πρὸς τὰς ἐκ τῶν ἐντέρων, πράσου χυλὸν ὡς κυάθους δύο· ἢ δάφνης ἁπαλὰ φύλλα τρίψας ἐν ὀξυκράτῳ πότιζε· ἢ λιβανωτοῦ καὶ δάφνης ἴσα λεάνας ἐν οἴνῳ μέλανι ἰσοκρατεῖ πότιζε· ἢ ὀπτοῦ ὠοῦ λέκιθον μεθʼ ὕδατος συμμέτρου λεάνας πρόσφερε· ἢ ἄλευρον καθαρὸν ὠμὸν καὶ λιβανωτὸν καὶ κόμμι ἴσα τρίψας μεθʼ ὕδατος δίδου.

Πρὸς οὐλὰς μελαίνας καὶ λειχῆνας καὶ στίγματα.

Οὐλὰς μελαίνας αἴρει βρυωνίας ῥίζης λευκῆς καὶ μελαίνης ἑψηθείσης ἐν ἐλαίῳ ἄχρι χυλώσεως τὸ ἔλαιον ἐπιχριόμενον, καλαμίνθη ἐν οἴνῳ ἑφθή, λιθάργυρος πεπλυμένη σὺν ῥοδίνῳ λευκῷ. τὰς δʼ ἐκ λειχήνων οὐλὰς καὶ τὰς ἄλλας ὁμοχρόους ποιεῖ ὄνειον στέαρ καταχριόμενον, εὐζώμου σπέρμα λεῖον μετὰ χολῆς αἰγὸς καὶ βοὸς καὶ προβάτου καταχριόμενον, εἶθʼ ὅταν ξηρανθῇ ἀποτριβόμενον, καὶ τοῦ λαχάνου δὲ τοῦ εὐζώμου χυλὸς καταχριόμενος σὺν λιθαργύρῳ. στίγματα δʼ ἐξαίρει βατράχιον καταπλασθὲν ἢ καππάρεως φύλλα ἢ ψιμύθιον σὺν ὄξει καταχριόμενον· χρόνῳ δʼ αἴρει τοῦτο. μώλωπας δὲ ταχέως ὁμοχρόους ποιεῖ κρίνινον ἔλαιον ἐπαλειφόμενον συνεχῶς.

Περὶ νευροτρώτων.

Νεῦρον τρωθὲν διὰ τὸ περιττὸν τῆς αἰσθήσεως ὀδυνᾶταί τε καὶ φλεγμαίνει μειζόνως ἢ τἄλλα. δεῖ οὖν τὴν τοῦ δέρματος τρῶσιν διατηρεῖν ἀκόλλητον, ἵνα οἱ ἰχῶρες διʼ αὐτῆς ἐκρέοιεν, καὶ φάρμακα τῷ τραύματι προσάγεσθαι τὰ τὴν ὀδύνην πραΰνοντα καὶ τὴν ἐκροὴν ἀναστομοῦντα. τὸ μὲν οὖν θερμὸν ὕδωρ τὸ ταῖς ἄλλαις φλεγμοναῖς ἐπιτηδειότατον εἰδέναι χρὴ πολεμιώτατον εἶναι τούτοις, καὶ κάλλιον καταιονᾶν ἐλαίῳ λεπτομερεῖ μηδὲν ἔχοντι στύψεως. τῶν δὲ φαρμάκων ἐπιτήδειός ἐστι ῥητίνη ἡ τερμινθίνη, καθʼ ἑαυτὴν μὲν ἐπὶ παιδίων καὶ γυναικῶν καὶ τῶν ἁπαλοσάρκων, μετʼ εὐφορβίου δʼ ἐπὶ τῶν ἄλλων, καὶ πρόπολις δὲ καθʼ ἑαυτήν τε καὶ μετʼ εὐφορβίου μαλαττομένη, κἄν ποτε σκληροτέρα τύχῃ, σύν τινι τῶν λεπτομερῶν ἐλαίων. καὶ καταπλάσμασι δʼ ἄν τις ἐπὶ τῶν φλεγμαινόντων καὶ σηπομένων νεύρων χρήσαιτο, κρίθινον ἄλευρον ἢ κυάμινον ἢ ὀρόβινον ἑψήσας ἐν κονίᾳ στακτῇ ἢ ὀξυμέλιτι. καὶ κηρωτῇ δὲ χρήσαιτο ἄν τις τοιαύτῃ· κηροῦ 𐆄 ϛ, εὐφορβίου 𐆄 α, ἢ περιστερᾶς κόπρον ἐπὶ τῶν σκληροτέρων σωμάτων, ἐλαίου 𐆄 ιβ. ἁρμόττει δὲ καὶ τὸ βασιλικὸν φάρμακον προσλαμβάνον νίτρου ἢ ἀσβέστου ἢ εὐφορβίου ἢ θείου ἀπύρου ἢ ἀγρίας περιστερᾶς κόπρου. εἰς λίτραν δὲ τοῦ τετραφαρμάκου 𐅻 μίαν ἐμβαλεῖν τῶν εἰρημένων τινός· ποιεῖ γὰρ καλῶς πρὸς τοὺς νευροτρώτους, καὶ μάλιστα τοὺς νενυγμένους. δύναιο δʼ ἂν κατʼ ἀγρὸν μηδενὸς εὐπορῶν πρόπολιν πρόσφατον καὶ λιπαρὰν ἐπιτιθέναι κατὰ τοῦ τραύματος, ἢ ζύμην μόνην τε καὶ μετὰ τῆς προπόλεως μίξας ἢ τιθυμάλλου ὀπὸν τῇ ζύμῃ μίξας. τοῖς καταπλάσμασι δὲ τοῖς διʼ ὀξυμέλιτος καὶ στακτῆς κονίας καὶ ἀλεύρου κυάμων ἢ ὀρόβων ἢ ἐρεβίνθων ἢ θέρμων πικρῶν ἢ κριθῶν ἢ πάλης ἀλφίτων οὐ μόνον ἐπὶ τῶν φλεγμαινόντων ἤδη, ἀλλὰ καὶ κατʼ ἀρχὰς εὐθέως κεχρῆσθαι δεῖ. εἰ δὲ μὴ νυγείη τὸ νεῦρον, ἀλλὰ σαφεῖ τῇ τομῇ τρωθείη, διαιρεθέντος καὶ τοῦ προκειμένου δέρματος, ὡς γυμνὸν φαίνεσθαι τὸ νεῦρον καὶ ὄρθιον, οὐκ ἐγκάρσιον διῃρημένον, τῶν προειρημένων διʼ εὐφορβίου καὶ τῶν οὕτως δριμέων οὐδενὶ χρήσῃ· γυμνὸν γὰρ ὂν τὸ νεῦρον οὐκ οἴσει τὴν δύναμιν αὐτῶν σφοδρὰν οὖσαν. τὴν τίτανον οὖν παραλήψῃ πεπλυμένην πλεονάκις ἐν ὥρᾳ θερινῇ πλείονι τῷ ἐλαίῳ δευομένην. καλὸν δὲ καὶ τὸ διὰ πομφόλυγος καὶ τὸ διὰ μέλιτος ἐν ῥοδίνῳ πλείονι τακέν. δεῖ δὲ μηδὲν τῆς τρώσεως ψαύειν· αἰσθητικὸν γάρ ἐστι τὸ νεῦρον καὶ τῇ κράσει ψυχρὸν καὶ συνεχὲς τῇ κυριωτάτῃ τῶν ἀρχῶν. ἀλλʼ οὐδʼ ἐλαίῳ καταιονᾶν προσήκει τὸ τοιοῦτον ἕλκος — ῥυποῦται γάρ· ἀποπλύνειν οὖν μόνον τοὺς ἰχῶρας δεῖ, μαλακὸν ἔριον ὑπαλείπτρῳ περιελίττοντας. πάντων δὲ κατὰ γνώμην προχωρούντων, ἀκίνδυνον γλυκεῖ διαβρέχειν. μετὰ δὲ τὸ σκεπασθῆναι τὸ γεγυμνωμένον νεῦρον τοῖς μοτοῖς περιβάλλειν ἔξωθεν δεῖ τινι τῶν πρὸς τὰς στενὰς τρώσεις ποιούντων, ἢ τῷ διʼ εὐφορβίου, ἢ τῷ διὰ τῆς κόπρου τῶν περιστερῶν συμπεριλαμβάνοντα πολὺ τῶν ὑγιῶν μερῶν. τῆς τρώσεως δʼ ἐγκαρσίας γενομένης, ὁ μὲν κίνδυνος τοῦ σπασθῆναι μείζων, τὰ δὲ τῆς θεραπείας καὶ ἐπὶ ταύτης ὅμοια. δίαιτα δὲ παραλαμβανέσθω λεπτοτέρα καὶ ἡσυχία καὶ στρωμνὴ μαλακή, θερμῷ τε ἐλαίῳ πλείονι χρῆσθαι κατὰ μασχαλῶν καὶ κεφαλῆς καὶ τραχήλου· τῆς τρώσεως δʼ ἐν σκέλει γενομένης, τοὺς βουβῶνας μάλιστα πολλῷ τέγγειν τῷ ἐλαίῳ καὶ τὴν ῥάχιν μέχρι τραχήλου καὶ κεφαλῆς. καὶ θλάσεως δὲ γενομένης τῶν νεύρων, ἐὰν μὲν ἅμα τῷ δέρματι θλασθέντι καὶ ἕλκωσις γένηται, τὸ διὰ τῶν κυαμίνων ἀλεύρων καὶ ὀξυμέλιτος ἐπιτήδειον κατάπλασμα· τῇ θλάσει δʼ ὀδύνης συνούσης, πίττης ὑγρᾶς μιγνύειν· ἐὰν δὲ χωρὶς τοῦ θλασθῆναι τὸ δέρμα γένηται, διαφορητικῷ καταντλεῖν ἐλαίῳ θερμῷ συνεχῶς. τοῦ νεύρου δʼ ὅλου διακοπέντος, κίνδυνος μὲν οὐδεὶς ἕψεται, τὸ μόριον δʼ ἀνάπηρον γενήσεται· θεραπεία δʼ ὁμοία παραληφθήσεται τοῖς ἄλλοις ἕλκεσιν. —Τηκτὸν φάρμακον πρὸς νυγέντα νεῦρα· ποιεῖ δὲ καὶ πρὸς λυσσοδήκτους· ὄξους ξ̸ α, πίσσης λιπαρᾶς 𐆃 α, ὀποπάνακος 𐆄 γ· τὸν ὀποπάνακα λύσας ὄξει ἐπὶ πλεῖον λείου, καὶ τὴν πίσσαν τήξας καὶ μίξας ἕψει. τοῦτο τὸ φάρμακον τοῖς νενυγμένοις νεύροις ἐπιτήδειόν ἐστιν οὐ συγχωροῦν μῦσαι τὸ στόμιον τοῦ νύγματος, ὥσπερ οὐδὲ τῶν λυσσοδήκτων συνουλωθῆναι τὸ ἕλκος· ποιεῖ δʼ ἐπὶ μόνων τῶν σκληρῶν σωμάτων. εἰ δʼ ἐπὶ παιδίου νυγέντος ἢ γυναικὸς ἢ ἁπαλοσάρκου χρήσασθαι βουληθείης αὐτῷ, ἔνεστί σοι τήκειν αὐτὸ διά τινος τῶν διαφορούντων, ἀμαρακίνου ἢ ὀποβαλσάμου ἢ ἐλαίου παλαιοῦ.

Πρὸς ἄρθρα κεχαλασμένα.

Ἀκακίας χυλὸς ἀνεθεὶς ὕδατι καὶ καταντλούμενος ἢ βάτου ἢ μυρσίνης ἢ σιδίων ἢ σχίνου ἢ πτελέας τῶν ῥιζῶν τοῦ φλοιοῦ ἀφέψημα ἢ σίδια καταπλασθέντα ἢ μυρσίνης φύλλα σὺν κηρωτῇ μυρσίνῃ ἐπιτιθέμενα.

Περὶ φλεγμονῆς.

Ἡ μὲν ἀρχὴ τῆς φλεγμονῆς ἐστι καθʼ ὃν χρόνον πληροῦται τὸ μόριον αἱματώδους οὐσίας· ἡ δʼ αὔξησις ἡνίκα ἂν τὸ μὲν ἐπιρρέον παύσηται, τὸ δʼ ἐν τῷ μορίῳ περιεχόμενον ἀρχὴν λάβῃ τοῦ σήπεσθαι, καὶ θέρμη παρὰ φύσιν καὶ χύσις καὶ πνεῦμα γένηται καὶ τάσις τοῦ μορίου πλείων ἢ πρόσθεν· ἡ δʼ ἀκμὴ τοῦ πύου μὲν ἤδη συνισταμένου, μεγίστων δὲ γινομένων τῶν πόνων· παρακμὴ δʼ ἡνίκα διαφορούμενον τὸ ῥεῦμα τόν τε ὄγκον καὶ τὴν τάσιν ἐλαττώσῃ. κατὰ μὲν οὖν τὰς ἀρχὰς τῇ ἀποκρουστικῇ δυνάμει χρησόμεθα καθʼ ἑαυτήν· ἐν δὲ ταῖς αὐξήσεσι ταύτην μὲν ἐλαττοῦν, προστιθέναι δέ τι τοῖς διαφορητικοῖς, ἐν δὲ ταῖς ἀκμαῖς ἴσαις χρῆσθαι ταῖς δυνάμεσι, τῇ τε ἀποκρουστικῇ καὶ τῇ διαφορητικῇ. ὀδύνης δʼ οὔσης σφοδρᾶς, χρεία τῆς παρηγορητικῆς δυνάμεως. ἐν δὲ ταῖς παρακμαῖς τῇ διαφορητικῇ μόνῃ χρησόμεθα μηδενὸς στύφοντος παραπλεκομένου. ἑλξίνη πρὸς τὰς φλεγμονὰς ἁρμόττει ἐν ἀρχῇ τε καὶ ἀναβάσει· γλαύκιον ὁμοίως. ἀτράφαξυς καὶ μαλάχη ταῖς μὲν ἀρχομέναις καὶ αὐξανομέναις καὶ οἷον ζεούσαις αἱ κηπευόμεναι, ταῖς δὲ παρακμαζούσαις καὶ σκληρυνομέναις καὶ ἀποψυχομέναις αἱ ἄγριαι συμφορώτεραι. θρίδαξ καὶ κολοκύνθη πρὸς τὰς θερμὰς ἐπιπλαττόμεναι ποιοῦσι, καὶ ἀείζῳον πρὸς τὰς ἐκ ῥεύματος φλεγμονάς, καὶ τρίβολοι ἀμφότεροι ὁμοίως, καὶ κράμβη πρὸς τὰς σκληρυνομένας.

Περὶ ῥευματικῆς διαθέσεως.

Ἐπειδὰν ἐξαίφνης φλεγμαίνῃ τι μόριον ἄνευ τοῦ προηγήσασθαι φανερὰν αἰτίαν, τὸ μὲν ποιῆσαν τὸ πάθος ῥεῦμα καλεῖται, ῥευματικὴ δὲ διάθεσις τὸ πάθος, καὶ χρὴ μάλιστα τῶν τοιούτων φλεγμονῶν τὰς ἀρχὰς τῶν ἰάσεων εἶναι χρηστάς. κενοῦν τοίνυν χρὴ πᾶν τὸ σῶμα ταῖς ἐνδεχομέναις κενώσεσιν, αὐτὸ δὲ τὸ φλεγμαῖνον ἐπιβρέχειν τε καὶ καταπλάττειν μὴ τοῖς θερμαίνουσι καὶ ὑγραίνουσιν, ἀλλὰ τοῖς ἀπωθεῖσθαι μὲν τὸ ἐπιρρέον δυναμένοις, τὸ δʼ ἤδη περιεχόμενον ἐν τῷ πεπονθότι κενοῦν, τόνον δὲ καὶ ῥώμην ἐντιθέναι τοῖς πεπονθόσι μορίοις. καταπλάττειν οὖν τῷ διʼ ἀειζῴου καὶ λεμμάτων ῥοιᾶς ἑφθῶν ἐν οἴνῳ καὶ ῥοῦ καὶ ἀλφίτων συγκειμένῳ. ὀδύνης μὲν οὖν σφοδρᾶς οὐκ οὔσης, τούτῳ τε καὶ τοῖς τοιούτοις χρηστέον· σὺν ὀδύνῃ δὲ μείζονι τοῦ μορίου ῥευματισθέντος, μηδὲ οὕτως μὲν ὕδωρ θερμὸν ἢ ἔλαιον προσφέρειν ἢ τὰ διὰ τῶν ἀλεύρων καταπλάσματα — πολέμια γὰρ ταῦτα πάντα ταῖς ῥευματικαῖς διαθέσεσιν —, παραμυθεῖσθαι δὲ τὸ σφοδρὸν τῆς ὀδύνης τῷ διὰ γλυκέος καὶ ῥοδίνου καὶ κηροῦ βραχέος ἐρίοις ῥυπαροῖς οἴσυπον πολὺν ἔχουσιν ἀναλαμβάνοντα, καὶ προσφέροντα θέρους μὲν ψυχρά, χειμῶνος δὲ χλιαρά, περιλαμβάνοντα καὶ τοὺς ἀνωτέρω τόπους τῶν πεπονθότων χωρίων σπόγγῳ βραχέντι οἴνῳ αὐστηρῷ ἢ ὀξυκράτῳ ψυχρῷ. παραλλαγῆς δʼ ἐπὶ τούτοις γενομένης καὶ πύου μὴ ὑποπίπτοντος, τῷ διὰ χαλκίτεως ἐμπλαστῷ φαρμάκῳ θεραπεύειν ἤ τινι τῶν ὁμοίων τῶν πρὸς τὰ ῥεύματα ποιούντων, καθαρὸν δʼ ἔριον οἴνῳ βεβρεγμένον αὐστηρῷ ἔξωθεν ἐπιβάλλειν τοῦ φαρμάκου. τούτῳ μὲν οὖν ἰάσῃ τῷ τρόπῳ τὰς ἐπὶ ῥεύματι φλεγμονάς· τὰς δʼ ἐπί τινι προφάσει συνισταμένας ὑγραίνων καὶ θερμαίνων οὐ βλάψεις. εἰς ἐκπυήσεις δʼ αὐτὰς ἄγειν βουλόμενος καὶ ἀλεύρῳ πυρίνῳ καταπλάσεις ἑψῶν ἐν ὑδρελαίῳ. κἄν ποτε χρεία γένηται ἀποσχάζειν αὐτάς, δεόντως τοῦτο ποιήσεις· τὰς δʼ ἐπὶ ῥεύμασι φλεγμονὰς ἀποσχάσας, καὶ μάλιστα ἐν ἀρχαῖς, αἴτιος κακοῦ τινος μεγάλου γενήσῃ τῷ πάσχοντι.

Περὶ τῶν ἐν ῥευματικαῖς διαθέσεσιν ἐκπυηθέντων.

Ῥευματικῆς δʼ οὔσης τῆς διαθέσεως καὶ ἐκ μηδενὸς τῶν προδήλων αἰτίων συστάσης, καταπλάττειν μὲν ἀναγκαῖον ἅπαξ ἢ δίς που· καὶ ἄμεινον εἰς τὰ παρόντα τὸ ἐκ τῶν κριθῶν ἄλευρον, παραπλέκειν δʼ ὅμως τι καὶ τούτοις ὄξους ἢ οἴνου· διελόντα δὲ καὶ κενώσαντα τὸ πύον φυλάσσεσθαι μὲν τοῦ λοιποῦ προσφέρειν ἔλαιον ἢ ὕδωρ, ἀλλʼ εἰ καὶ ἀπονίψαι πώποτε δέοι τὸ τραῦμα, μελικράτῳ τε καὶ ὀξυκράτῳ καὶ οἴνῳ καὶ οἰνομέλιτι χρηστέον. καὶ εἰ μὲν ἔτι φλεγμαίνοι, τὸ διὰ τῆς φακῆς κατάπλασμα· μὴ φλεγμαίνοντος δὲ τῶν ἄλλων τινὶ φαρμάκων τῶν ἐμπλαστῶν ἐπὶ ταῖς τοιαύταις τομαῖς χρώμεθα, καὶ οὐχ ἥκιστα τῷ διὰ χαλκίτεως. ἐπιτίθει δὲ κατʼ αὐτοῦ σπογγίον ἢ ἔριον οἴνῳ βρέχων στρυφνῷ. τῷ δὲ τραύματι μηδὲν τῶν λιπαινόντων φαρμάκων προσφέρειν, οἷον τὸ τετραφάρμακόν ἐστιν· ἀκριβῶς γὰρ δεῖται ξηραίνεσθαι.

Ἐκ τῶν Γαληνοῦ. Περὶ γαγγραίνης καὶ σφακέλου.

Γαγγραίνας τὰς διὰ μέγεθος φλεγμονῆς νεκρώσεις ὀνομάζουσιν οὐκ ἤδη γεγενημένας, ἀλλὰ γινομένας ἔτι. καὶ εἰ μὴ ταχέως τις τὴν τοιαύτην διάθεσιν ἰάσαιτο, νεκροῦται ῥᾳδίως τὸ παθὸν οὕτως μόριον ἐπιλαμβάνει τε τὰ συνεχῆ καὶ ἀποκτείνει τὸν ἄνθρωπον. ὅταν δὲ τελέως ἀναίσθητα γένηται τὰ οὕτω παθόντα σώματα, τὸ πάθος οὐκέτι γάγγραιναν, ἀλλʼ ἤδη σφάκελον ὀνομάζουσιν. συμβαίνει δὲ τοῦτο τὸ πάθος καὶ τοῖς ὀστοῖς, ὅταν ἡ περικειμένη σὰρξ αὐτοῖς μοχθηροὺς ἰχῶρας γεννῶσα διαβρέξῃ τούτοις αὐτὰ καὶ διασήψῃ. τελέως μὲν οὖν νεκρωθὲν μόριον τάχιστα χρὴ περικόπτειν καθʼ ὃ ψαύει τοῦ πλησιάζοντος ὑγιοῦς· τὴν δὲ γάγγραιναν θεραπεύειν χρὴ κενούντων ὅσον πλεῖστον τοῦ κατὰ τὸ πάσχον μόριον αἵματος· ἢ γὰρ φλέβα τεμόντας κενῶσαι δεῖ τὸ ἐφθαρμένον αἷμα, ὅταν περὶ αὐτὸ τὸ μόριον φλὲψ μεγάλη ᾖ, ἢ ὅλον τὸ δέρμα διαιροῦντας πολλαῖς καὶ βαθείαις ἀμυχαῖς καὶ ἐάσαντας ἀπορρυῆναι τὸ αἷμα τῶν φαρμάκων ἐπιτιθέναι τι τῶν πρὸς τὰ σηπόμενα χρησίμων· ἔστι δὲ ταῦτα διʼ ὀξυμέλιτος ἄλευρον ὀρόβων ἢ αἰρῶν ἢ τὸ τῶν κυάμων. προσάγειν δὲ σφοδρότερον βουλόμενος ἁλῶν ἐπεμβάλλειν ἢ τροχίσκον τὸν Ἄνδρωνος ἤ τινα τῶν ὁμοίων. ποιεῖ πρὸς γαγγραίνας καὶ παλαιὰ κάρυα τὰ ἐλαιώδη· ἀνακαθαίρει δʼ αὐτὰς ἀκαλήφη καὶ ὀπὸς τιθυμάλλου ἐν καιρῷ καὶ μέτρῳ προσαγόμενος. ὠφελεῖ δʼ αὐτὰς καὶ θέρμων πικρῶν ἀφέψημα καταντλούμενον.

Περὶ ἀποστημάτων.

Ἐπὶ δὲ τῶν ἀποστημάτων ἐὰν μὴ δυνατόν σοι φαίνηται τὸ κωλυθῆναι τὴν ἐκπύησιν, ἄρτον ἑψήσας ἐν ὑδρελαίῳ κατάπλασσε ἢ κρίθινον ἄλευρον παραπλησίως σκευαζόμενον· καταντλείσθω δʼ ὕδατι τὸ μόριον ἀλθαίας ῥίζης ἐνεψηθείσης. ὅταν δὲ δυσεκπύητος ᾖ καὶ δυσδιαφόρητος ὁ ὄγκος, τῷ διὰ τῶν ἰσχάδων καταπλάσματι χρήσῃ· δεῖ δὲ γλυκείας καὶ λιπαρὰς ἕψοντας κατατήκειν ἐν ὕδατι καὶ ποιεῖν ὅμοιον τὸ ὕδωρ μέλιτι λεπτῷ καὶ προσβάλλειν κρίθινον ἄλευρον, καὶ εἰ διαφοροῖτο μὲν ὁ ὄγκος, ἐνδεέστερον δέ, ταῖς ἰσχάσι συνεψεῖν ὕσσωπον ἢ ὀρίγανον· εἰ δʼ ἐπιτεῖναι βουληθείης μᾶλλον, ἅλας ἐπέμβαλλε τῷ ἀφεψήματι. πρόσεχε δʼ ἀκριβῶς, μὴ διὰ τὸ ξηραίνεσθαι σφοδρότερον σκιρρῶδες γένηται τὸ μόριον, κἄν ποτέ τι τοιοῦτον θεάσῃ, συναφεψεῖν τῷ ὕδατι σικύου ἀγρίου ῥίζαν ἢ ἀλθαίας ἢ βρυωνίας. ἰσχυροτέρα δὲ τούτων ἡ τοῦ δρακοντίου καὶ διαφορητικωτέρα ἐστίν. ἐνίοτε μὲν οὖν τοῦτο μόνον ἀφέψεις· ἐνίοτε δὲ καὶ τῶν ἰσχάδων ἐμβάλλεις καὶ τὸ ἄλευρον ἀναμιγνύεις ἅμα στέατι. διαφορεῖ δὲ καὶ ἀδίαντον ἀποστήματα, καὶ τὸ ἀνήθινον δʼ ἔλαιον διαφορητικόν ἐστι καὶ πεπτικὸν ὠμῶν χυμῶν καὶ ἀπέπτων ὄγκων. πίττα συμπέττει τοὺς σκληροὺς καὶ ἀπέπτους ὄγκους ἅπαντας ἐμβαλλομένη τοῖς καταπλάσμασι, καὶ μᾶλλον ἡ ὑγρά. —Φάρμακον σύνθετον τὰ μὲν ἤδη πεπεμμένα τῶν ἀποστημάτων ἀπόνως ἐξωθοῦν ὡς πολλάκις εὑρίσκεσθαι ἐπὶ τοῦ σπληνίου πύον — τὰ δὲ μὴ πεπεμμένα εἰς τέλος διαφορεῖ· λίθου πυρίτου 𐅻 ιβ, ἀμμωνιακοῦ λείου ἴσον, κυαμίνου ἀλεύρου 𐅻 ϛ. ἀναλάμβανε ῥητίνῃ ὑγρᾷ καὶ εἰς δέρμα ἐπιπλάσας ἐπιτίθει· τὸ δὲ σπληνίον μὴ ἀφαίρει, μέχρις ἂν αὐτόματον ἀποπέσῃ. δεῖ δὲ μὴ πρὸ πολλοῦ σκευάζειν τὸ φάρμακον· ξηραίνεται γὰρ ταχέως.

Πρὸς χοιράδας καὶ φύματα.

Θέρμων πικρῶν ἄλευρον οὐ τὰ πελιδνὰ μόνον, ἀλλὰ καὶ χοιράδας καὶ φύματα θεραπεύει· ὄξει δʼ ἑψεῖν αὐτὸ χρὴ ἢ ὀξυμέλιτι ἢ ὀξυκράτῳ. ἰατρός τις ἐπὶ σκληρῶν σωμάτων ἐχρῆτο βοείᾳ κόπρῳ σὺν ὄξει πρὸς χοιράδας καὶ τοὺς σκιρρώδεις ὄγκους ἅπαντας καταπλάττων. διαφορεῖ δὲ φύματα καταπλασσόμενα λεῖα ἀδίαντον, ἀτράφαξυς, ἑλξίνη, ἀλθαίας ῥίζα ἐν οἴνῳ ἑψηθεῖσα, ἀμμωνιακὸν μετὰ μέλιτος μαλαχθὲν καὶ ἐπιτεθέν, ἰξὸς σὺν ῥητίνῃ καὶ κηρῷ, ἰτέας τὰ φύλλα ἀναληφθέντα κηρωτῇ. ῥήσσει δὲ φύματα πρόπολις, θέρμοι πικροὶ μετʼ ὄξους καταπλασθέντες, σικύου ἀγρίου ἡ ῥίζα ἀναληφθεῖσα τερμινθίνῃ, καππάρεως ῥίζα ὁμοίως, νίτρον μετὰ ζύμης ἢ σύκων. τὰς δʼ ἐντὸς ἀποστάσεις ῥήσσει θάλασσα μετὰ μελικράτου ποθεῖσα. χοιράδας δὲ διαφορεῖ ἄσβεστος μέλιτι ἢ γλοιῷ ἀναληφθεῖσα ἢ ἐλαίῳ ἢ στέατι χοιρείῳ, αἴρινον ἄλευρον μετὰ περιστερᾶς κόπρου καὶ λινοσπέρμου ἐν οἴνῳ ἑψηθέν, ὄλυνθοι ἄγριοι καὶ ἥμεροι ἑφθοὶ λεῖοι καταπλασσόμενοι, καὶ πᾶσαν συστροφὴν διαφοροῦσιν.

Πρὸς σύριγγας.

Σπονδυλίου ἡ ῥίζα περιξεομένη καὶ ἐντιθεμένη συρίγγων τύλους ἀφαιρεῖ. καὶ ἐλλέβορος μέλας ἐντιθέμενος ἐν δύο καὶ τρισὶν ἡμέραις ἀφίστησι τὸν τύλον. ἐκτήκει δὲ καὶ ἰοῦ 𐅻 β, ἀμμωνιακοῦ 𐅻 β κολλυριοποιηθέντα καὶ ἐντεθέντα ταῖς σύριγξι μετʼ ὄξους ἢ ὕδατος, ἀμόργη ἡψημένη καὶ ἐγκλυζομένη, σῶρι ὠμὸν ἢ κεκαυμένον μετʼ ὀλίγου κράματος καὶ μέλιτος ἐγκλυζόμενον. καὶ σαρκοῖ ὀμφάκιον ἐγκλυζόμενον.

Περὶ βουβώνων.

Ὅταν βουβῶνες ἐπαναστῶσιν, εἰ μὲν πληθωρικὸν εἴη καὶ κακόχυμον πᾶν τὸ σῶμα, δύσκολος ἡ θεραπεία· παραληπτέον δʼ ὅμως τὴν ἐπὶ τῶν ῥευματικῶν διαθέσεων εἰρημένην· εἰ δʼ ὑγιεινὸν ἀκριβῶς, εὔκολος· θερμαίνειν γὰρ χρὴ καὶ ὑγραίνειν ὅλον τὸ σκέλος, ἵνα ἀνώδυνον γένηται, καὶ ἐπιτιθέναι τῷ μὲν ἕλκει τῆς τετραφαρμάκου θερμῆς ἐν μοτῷ λυομένης ῥοδίνῳ ἤ τινι τῶν χαλαστικῶν ἐλαίων, περιελίττειν δὲ χρὴ ὅλῳ τῷ κώλῳ πίλημα ἐλαίῳ θερμῷ βεβρεγμένον ἔξωθέν τε καταπλάττειν τὸ ἕλκος καταπλάσματι θερμῷ ἐξ ἀλεύρου πυρίνου ἢ κριθίνου ἢ ἐξ ἀμφοτέρων σὺν ἐλαίῳ βραχεῖ, τὸν δʼ ἀδένα τὸν φλεγμαίνειν ἠργμένον παρηγορεῖν κατʼ ἀρχὰς ἔριον ἐπιτιθέντας διάβροχον ἐλαίῳ θερμῷ, μὴ μεθʼ ἁλῶν, ὥς τινες ποιοῦσιν· ὕστερον γὰρ τούτοις χρησόμεθα, τοῦ τε παντὸς κώλου παρηγορηθέντος καὶ ἀνωδύνου γενομένου τοῦ ἕλκους. ἐπὶ τούτοις μὲν οὖν ὡς ἐπὶ τὸ πολὺ τῶν ἀδένων ἡ φλεγμονὴ λύεται· πολλάκις δὲ καὶ μείζων γίνεται καὶ ἐκπυΐσκεται. ὅταν οὖν τὸ ζέον τῆς φλεγμονῆς παύσηται, τῶν μὲν παρηγορητικῶν φαρμάκων ἀφίστασθαι, χρῆσθαι δὲ τοῖς διαφορητικοῖς, κατὰ βραχὺ μεταβαίνοντα τῶν διαφορούντων εἰς τὰ ταῖς συστάσεσιν ὑγρὰ ὅσα τοῖς ἐμμότοις ἐστὶν ὅμοια κηρωτοειδῆ· φεύγειν γὰρ ἐπὶ τούτων δεῖ τὰς σκληρὰς ἐμπλάστρους· συντείνουσι γὰρ τὰ μόρια καὶ αὖθις φλεγμαίνειν ἀναγκάζουσιν. κἂν ἱκανὸν δʼ ᾖ πύον κατὰ τὸ διαπυῆσαν μόριον, οὐ χρὴ διαιρεῖν εὐθύς, ὥς τινες ποιοῦσιν, ἀλλʼ ἐπιχειρεῖν διαφορεῖν φαρμάκοις. διαφορεῖ δὲ πάτος ταχέως τὸν ὄγκον κατὰ τῶν βουβώνων ἐπιτιθέμενος. τοὺς μὲν οὖν ἐπὶ προσκόμμασι καὶ ἑλκυδρίοις βουβῶνας καὶ πυρετοὺς ἀκινδύνους νομιστέον, κακοὺς δὲ τοὺς ἄλλους, καὶ μάλιστα τοὺς ἐπὶ πυρετοῖς γινομένους.

Περὶ ἐρυσιπέλατος.

Παχὺς καὶ δριμὺς χυμὸς ἐπιρρεύσας ἐργάζεται τὸ ἐρυσίπελας, ὁτὲ μὲν χωρὶς ἕλκους, ὁτὲ δὲ μεθʼ ἕλκους. θεραπεύειν οὖν αὐτὸ χολαγωγῷ πρότερον χρωμένους καθαρτηρίῳ, εἶθʼ οὕτως ἀποκρουομένους τὸ ἐπιρρέον διὰ τῶν ψυχόντων. δεῖ δὲ μεταβαίνειν ἀπὸ τῶν ψυχόντων ἐπὶ τὰ διαφοροῦντα πρὶν πελιδνὸν ἢ καὶ μέλαν γενέσθαι τὸ μόριον. χρῄζει δὲ τὰ ἐρυσιπέλατα ψυχόντων μεθʼ ὑγρότητος ἄνευ στύψεως, οἷόν ἐστιν ἀείζῳον καὶ ἀνδράχνη καὶ ψύλλιον ὅ τε ἀπὸ τῶν τελμάτων φακὸς καὶ κοτυληδὼν στρύχνον τε καὶ ὑοσκύαμος καὶ θριδακίνη καὶ γλαύκιον αἵ τε διʼ ὕδατος πάνυ ψυχροῦ κηρωταί. μίγνυται δὲ καὶ ὀπίου τι τούτοις καὶ χυλοῦ μήκωνος καὶ κωνείου καὶ μανδραγόρου, καὶ γίνεται σύνθετα φάρμακα. —Ψύχουσα κηρωτή· τήξαντας ἐλαίῳ κηρὸν ὡς ἔνι μάλιστα καθαρόν, ποιεῖν χρὴ κηρωτὴν ὑγρὰν καὶ ψύξαντας ἐν θυίᾳ μαλάττειν ταῖς χερσίν, ὕδωρ ψυχρὸν παραχέοντας, ὅσον ἂν ἡ κηρωτὴ καταδέξασθαι δύνηται. κάλλιον δʼ εἶναι τὸ ἔλαιον ῥόδινον ἐξ ὀμφακίνου χωρὶς ἁλῶν, καὶ τριπλάσιον εἶναι τοῦ κηροῦ τὸ ῥόδινον. εἰ δὲ καὶ ὄξους βραχύ τι μῖξαι βουληθείης λεπτοῦ καὶ διαυγοῦς, ἔτι δὴ καὶ μᾶλλον ὑγρὸν καὶ ψυχρὸν ἀποτελέσει τὸ φάρμακον. τοῦτο δʼ ἐπιτήδειόν ἐστιν οὐ μόνον τοῖς ἐρυσιπέλασιν, ἀλλὰ καὶ τοῖς ἑκτικοῖς πυρετοῖς καὶ φλεγμοναῖς ταῖς ἐν αἰδοίοις κατʼ ἀρχὰς πρὶν νομώδη τινὰ διάθεσιν συστῆναι. καὶ ψύχουσαι δὲ πόαι μετʼ ἀλφίτων λεπτῶν ἐμψύχουσιν ἱκανῶς, καὶ φοίνικες δὲ λιπαροὶ τοῦ μὲν ὑμενώδους αὐτοῖς ἐξαιρεθέντος διʼ ἑψήσεως τακεροὶ γενηθέντες, εἶτα λειωθέντες καὶ ἐπιτεθέντες· ξηρότεροι δʼ εἰ φανεῖεν κατὰ τὴν σύστασιν, τῆς προειρημένης κηρωτῆς μίξεις. παυσαμένης δὲ τῆς φλεγμονῆς πρὶν πελιδνὸν γενέσθαι τὸ μόριον, καταπλάττειν διʼ ὠμῆς λύσεως· εἰ δὲ καὶ φθάσειε γενέσθαι πελιδνόν, ἀποσχάζοντα καταπλάττειν οὕτως, καταντλεῖν δὲ διʼ ὕδατος θερμοῦ γλυκέος, ἐνίοτε δὲ θαλάττῃ ἢ ἅλμῃ, καί ποτε καὶ τῷ καταπλάσματι μιγνύναι τούτων.

Περὶ ἕρπητος.

Δριμύς ἐστι χυμὸς ὁ καὶ τὸν ἕρπητα ποιῶν, ἀλλʼ ἐὰν ἄμικτος ἡ χολὴ συρρεύσασα τύχῃ, τῇ σφοδρᾷ δριμύτητι τὸν ἐσθιόμενον ἕρπητα συνίστησι μετʼ ἀναβρώσεως τὸ συνεχὲς τοῦ δέρματος ἐπιλαμβάνουσα — διὸ καὶ ἕρπης ὠνομάσθη τὸ πάθος· ἐὰν δὲ φλέγματι συμμιγῇ, τὸν ἕτερον ἕρπητα τὸν ὀνομαζόμενον κεγχρίαν ἀποτελεῖ, κέγχροις ὁμοίας ἐξοχὰς κατὰ τὸ δέρμα ποιοῦντα. ὁ μὲν οὖν καθαίρων πᾶν τὸ σῶμα πρότερον, εἶθʼ ἑξῆς προσάγων τὰ ἀποκρουστικὰ τοῖς πεπονθόσι μορίοις, οὗτος ἰᾶται τὸν ἕρπητα προσηκόντως· ὁ δʼ εὐθὺς τοῖς ἐπουλοῦσι τὴν ἡλκωμένην ἐπιδερματίδα χρώμενος ταύτην μὲν ἰᾶται, τὴν δʼ ἐφεξῆς οὐ κωλύσει διάθεσιν ἔχειν τὴν ὁμοίαν τῇ προτέρᾳ. κενώσομεν οὖν τὸ σῶμα πᾶν ὡς ἐν τοῖς ἐρυσιπέλασιν ὁμοίως, τοῖς δὲ πεπονθόσι τόποις οὐ τὰ αὐτὰ προσάξομεν· ψύχεσθαι μὲν γὰρ δέονται παραπλησίως τοῖς ἐρυσιπέλασιν, οὐκέτι δὲ καὶ ὑγραίνεσθαι φέρουσιν. κατάλληλα δʼ αὐτοῖς τὰ ψύχοντα καὶ ξηραίνοντα· μήτε οὖν θριδακίνην προσαγέτω τις μήτε φακὸν τὸν ἐπὶ τῶν τελμάτων μήτε ἀνδράχνην ἢ ἀείζῳον ἤ τι τῶν οὕτως ψυχόντων ἢ ὑγραινόντων, ἀλλὰ κατʼ ἀρχὰς μὲν ἕλικας ἀμπέλου καὶ βάτου καὶ ἀρνογλώσσου καταπλάττειν, ὕστερον δὲ φακὴν τούτοις μιγνύειν καί ποτε καὶ μέλιτος καὶ ἀλφίτων καὶ τὸ προγεγραμμένον πρὸς τὰς ἐκ ῥευμάτων φλεγμονὰς κατάπλασμα χωρὶς τοῦ ἀειζῴου· τὰ δʼ ἡλκωμένα τοῖς φαρμάκοις ἐπιχρίειν τοῖς πρὸς ἕρπητας ποιοῦσι τροχίσκοις λυομένοις γλυκεῖ ἢ οἴνῳ λεπτῷ καὶ αὐστηρῷ μὴ παλαιῷ ἢ ὀξυκράτῳ ὑδαρεῖ. χρονίων δʼ ὄντων ἤδη τῶν τοιούτων ἑλκῶν, ἐπιτήδειος ὅ τε τοῦ Μούσα καὶ ὁ τοῦ Ἄνδρωνος τροχίσκος. τὰ ἐπιπολῆς δὲ μόνον ἑλκώσαντος τοῦ ἕρπητος, εἰ μὴ πάνυ χρόνιος τυγχάνει, μὴ καταχρίειν μηδενὶ τούτων — ἰσχυρότερα γάρ ἐστι καὶ ξηραίνει πλέον ἢ δεῖ —, προσφέρειν δὲ τοῖς τοιούτοις ἕρπησι γλαύκιόν τε καὶ τὰ τούτῳ παραπλήσια, μάλιστα μὲν ἀνιέντα ὕδατι· μηδὲν δʼ ἀνύοντος, ὄξους παραπλέκειν. καὶ χυλῷ δʼ ἀρνογλώσσου ἢ στρύχνου διεὶς ὀνήσεις οὐ μικρῶς. λίνου σπέρμα φώξας καὶ ἐν οἴνῳ καὶ ἐλαίῳ ἑψήσας καὶ λεάνας ἐπιτίθει· ἢ γῆν Κιμωλίαν στρύχνου χυλῷ διεὶς κατάχριε· ἢ λιθαργύρου 𐅻 δ καὶ πράσου χυλοῦ κοτύλης ἥμισυ καὶ τεύτλου χυλοῦ τὸ ἴσον κατάχριε λεάνας.

Περὶ σκίρρων.

Σκληρὸς οὕτως ἐστὶν ὥσπερ ὀστοῦν ὁ σκίρρος· ἔστι δὲ καὶ ἀναίσθητος, καὶ ὅ γε τοιοῦτος ἀνίατος παντάπασιν· ὁ δʼ ἔχων ἀμυδρὰν γοῦν αἴσθησιν ὑπὸ τῶν διαφορούντων θεραπεύεται φαρμάκων. ἀλλὰ τὰ διαφοροῦντα καὶ ἀθρόως κενοῦντα χωρὶς τοῦ μαλάττειν ἐν μὲν ταῖς πρώταις ὀλίγαις ἡμέραις ἐλαττοῦν δοκεῖ τὸν ὄγκον· τὸ δʼ ὑπόλοιπον τῆς διαθέσεως ἀνίατον καθίσταται, παντὸς τοῦ λεπτομεροῦς διαφορηθέντος· διὰ τοῦτο οὖν ἐπιτηδειότερα τῶν φαρμάκων ἐστὶν ὅσα μετὰ τοῦ μαλάττειν διαφορεῖν πέφυκεν. μαλακτικὰ μὲν οὖν ἐστιν ἐλάφειον στέαρ καὶ μυελὸς καὶ ταύρειον καὶ τράγειον καὶ ἄρκειον στέαρ, ἀμμωνιακόν τε καὶ βδέλλιον καὶ στύραξ, καὶ τούτοις χρησάμενοι μετὰ τὸ λυθῆναι τὴν σκληρότητα διαφορητικὰ προσάξομεν, ὁποία ἐστὶ τῆλις καὶ αἰγεία κόπρος σὺν ὀξυκράτῳ. συντίθεται δὲ φάρμακα παρὰ τῶν ἰατρῶν πρὸς ἀμφοτέρους τοὺς σκοποὺς ἁρμόττοντα, τόν τε τῆς τοῦ σκίρρου διαλύσεως καὶ τὸν τῆς διαφορήσεως, οἷόν ἐστι καὶ τὸ Γαλήνειον· πέρνης χοιρείας παλαιᾶς λίπους, ἀμμωνιακοῦ θυμιάματος, τυροῦ βοείου ἢ αἰγείου παλαιοῦ, στέατος ταυρείου, ἀποχύματος 𐆃 α, μυελοῦ ἐλαφείου 𐆄 η, ὑσσώπου 𐆄 γ, κυπρίνου 𐆄 ϛ, οἴνου Αἰγυπτίου κοτύλης ἥμισυ. λέξομεν δὲ καὶ ἐν τῷ ἐννάτῳ περὶ τῶν ἐν ποδάγραις σκίρρων.

Περὶ οἰδημάτων.

Ῥεῦμα φλεγματῶδες τὸ οἴδημα γεννᾷ, χαῦνον ὄγκον καὶ εἴκοντα καὶ βοθρούμενον κατὰ τὰς πιέσεις τῶν δακτύλων· ἔστι δὲ καὶ ἀνώδυνος. ἰᾶσθαι δʼ αὐτὸν χρὴ σπόγγον ὀξυκράτῳ βρέχοντα καὶ ἐπιτιθέναι μετʼ ἐπιδέσεως ἠρέμα σφιγγούσης ἐκ τῶν κάτω μὲν ἀρχομένης μερῶν, τελευτώσης δʼ εἰς τὰ ἄνω. καινὸν δʼ εἶναι χρὴ τὸν σπόγγον, κἂν μὴ παρῇ τοιοῦτος, ἐκκαθαίρειν τὸν παρόντα νίτρῳ, καὶ μᾶλλον τῇ καλουμένῃ στακτῇ κονίᾳ· μὴ καθισταμένου δʼ ἐπὶ τούτοις τοῦ οἰδήματος, βραχύ τι στυπτηρίας μιγνύειν. ἐπιτήδειον δὲ καὶ τὸ ἁπαλώτατον ἐλλύχνιον ὑγρότητι τοιαύτῃ δευόμενον καὶ ἐπιτιθέμενον. καλὸν δὲ καὶ τὸ γλαύκιον. κεχρονικὸς δʼ οἴδημα προϋπαλείψας ἐλαίῳ τὸ μόριον, εἶτʼ ἐπιθεὶς σπόγγον ἐκ κονίας καὶ σφίγξας βιαιότερον θεραπεύσεις. ἴσατις ἡ ἥμερος τοὺς οἰδηματώδεις ὄγκους θαυμαστῶς διαφορεῖ τε καὶ προσστέλλει· γῆ λιπαρὰ πᾶσα, καὶ μᾶλλον ἡ Αἰγυπτία.

Περὶ τερμίνθου.

Εἶδος φύματος ἡ τέρμινθός ἐστιν· ἐπίκειται δὲ τῷ ἕλκει ἀνωτάτω φλύκταινα μέλαινα, ἧς ἐκραγείσης τὸ ὑποκάτω ὅμοιον ἀποσεσυρμένῳ ἐστίν· τούτου δὲ διαιρεθέντος, πύον εὑρίσκεται.

Περὶ ἐπινυκτίδος.

Αἱ δʼ ἐπινυκτίδες ἑλκύδριά ἐστιν ἀπὸ ταὐτομάτου ἐξανθοῦντα, φλυκταινοειδῆ, ὑπέρυθρα, ὧν ῥηγνυμένων ἰχὼρ ὕφαιμος ἀπορρεῖ. ταῦτα μὲν ἡμέρας οὐ πάνυ ἐνοχλεῖ, νυκτὸς δʼ ἐπώδυνά ἐστι μᾶλλον ἢ κατὰ τὸ ἕλκος. ὀπὸν σιλφίου ὕδατι διεὶς ἐπιτίθει· ξηραίνει ἄνευ δήξεως. ἢ κώνειον λεάνας ἐπιτίθει. ἢ κράμβην ὠμὴν μεθʼ ὕδατος ἐπιτίθει.

Περὶ συνδέσμων τμηθέντων.

Σύνδεσμος ὁ μὲν ἐξ ὀστοῦ διήκων εἰς ὀστοῦν ἀκινδυνότατός ἐστι, καὶ ξηραίνων αὐτὸν ὁποίοις βούλει φαρμάκοις οὐδὲν βλάψεις· ὁ δʼ εἰς μῦν ἐμφυόμενος, ὅσον ἀκινδυνότερός ἐστι τένοντος καὶ νεύρου, τοσοῦτον τῶν ἄλλων συνδέσμων σφαλερώτερος, ἢν μὴ χρηστῶς θεραπεύηται.

Περὶ θύμου.

Θύμος ἐστὶν ἕλκος ὑπερσαρκοῦν τραχείᾳ καὶ ψαθυρᾷ σαρκί· γίνεται δʼ ἔν τε ἕδρᾳ καὶ αἰδοίοις. καὶ τὸ μὲν εὔηθες καὶ πολλάκις αὐτόματον ἀποπῖπτον, τὸ δὲ κακοηθέστερον καὶ ὀδύνην παρέχον· τινὰ δὲ καὶ ἀνίατά ἐστιν.

Περὶ σύκων.

Σῦκα ὀνομάζουσι βλαστήματα ἑλκώδη, στρογγύλα, ὑπόσκληρα, ἐνερευθῆ, οἷς ἀκολουθεῖ καὶ ὀδύνη· φύεται δὲ ταῦτα τὸ μὲν πλεῖστον ἐν κεφαλῇ κἀν τῷ ἄλλῳ σώματι. ἄριστον δʼ ἐπὶ τούτοις φάρμακόν ἐστι στυπτηρία σχιστὴ καὶ χαλκοῦ ἄνθος ὀπτὸν καὶ ταυροκόλλα ἴσα μετὰ λεπίδος χαλκοῦ διπλασίας. τρίβων μετʼ ὄξους καταχρίειν. ἀγαθὸν δὲ καὶ τῶν μαινίδων αἱ κεφαλαὶ κεκαυμέναι καὶ βολβοὶ ἑφθοὶ καὶ τέφρα μετʼ ὄξους ὁμοῦ μεμιγμένη.

Πρὸς δοθιῆνας.

Ἐκ παχέων μὲν χυμῶν οἱ δοθιῆνες γίνονται· διαφοροῦσι δʼ αὐτοὺς καὶ πέττουσι πυροὶ μασώμενοι καὶ ἐπιτιθέμενοι. καὶ μαστίχη δʼ αὐτοὺς ὀνίνησιν Αἰγυπτία. σταφίδας ἐκγιγαρτισμένας τρῖψον, καὶ μίξας ἁλὸς λείου ἴσον κατάπλασσε τοῦτο· ἢ διαχεῖ ἢ ῥήσσει. ἰσχάδας ἑφθὰς τρίψας καὶ ὕδωρ παραχέας χρῶ, ἢ ταῖς ἰσχάσι μίξας ῥητίνην ἐπιτίθει.

Πρὸς ἐπινυκτίδας.

Σέλινον μετʼ ἀλφίτου τρίψας κατάπλασσε. κράμβης φύλλα τρίψας ἐπιτίθει. ὑοσκυάμου φύλλα τρίψας μετὰ μέλιτος ἐπιτίθει· στρύχνον καθʼ ἑαυτὸν καὶ μετὰ κορίου χλωροῦ. ἐλαίας φύλλοις ἑφθοῖς μεθʼ ὕδατος χρῶ. σταφίδας ἐκγιγαρτισμένας λείας μῖξον καὶ σπληνίῳ καταχρίων ἐπιτίθει· ἀδίαντον τρίψας μετὰ μέλιτος. φυλακτέον δὲ τὴν τῶν δριμέων καὶ ὀξέων καὶ ἁλυκῶν προσφορὰν καὶ πυρίαν καὶ λουτρὸν καὶ ἥλιον.

Πρὸς ἀκροχορδόνας καὶ μυρμηκίας καὶ τὰ ὅμοια.

Διὰ μὲν τῶν σφοδρῶς ἑλκόντων φαρμάκων ἥ τε μυρμηκία καὶ ἀκροχορδὼν ἀποσπασθήσεται, διὰ δὲ τῶν σηπόντων νεκρωθήσεται. ἰτέας τοῦ φλοιοῦ κεκαυμένου ἡ τέφρα ἥλους καὶ τύλους ἔτι τε μυρμηκίας ἐξαίρει σὺν ὄξει δριμεῖ δευθεῖσα. μελάνθιον ἥλους καὶ μυρμηκίας καὶ ἀκροχορδόνας καὶ πτερύγια καὶ θύμους ἀφαιρεῖ. καὶ ἡ τῶν προβάτων κόπρος πρὸς ἀκροχορδόνας καὶ μυρμηκίας καὶ θύμους καὶ δοθιῆνας σκληροὺς καὶ ἥλους ποιεῖ ὄξει δευομένη. ὄλυνθοι ἑψηθέντες μὲν σκληροὺς ὄγκους διαφοροῦσιν, ὠμοὶ δὲ καὶ μυρμηκίας τε καὶ θύμους ἐκβάλλουσιν. τὰ δὲ κονδυλώματα στέλλει ἐλαίας ἄνθη μεθʼ ὕδατος καταπλασσόμενα, ἀλόη σὺν γλυκεῖ καταχριομένη, πενταφύλλου ῥίζα καταπλασθεῖσα, κυδώνια ἑφθὰ σὺν ἄρτῳ ἢ ἀλφίτῳ, μυρσίνης φύλλα κεκαυμένα σὺν κηρωτῇ, πρόπολις προμαλασσομένη καὶ ἐπιτιθεμένη. αἴρει δὲ τὰ κονδυλώματα καὶ τὰς συκὰς ἀρσενικὸν καταπλασθέν, ἄσβεστος καὶ τρὺξ ἰξῷ ἀναληφθέντα καὶ ὡς σπληνίον ἐπιτιθέμενα. τὰς δʼ ὑπερμεγέθεις συκὰς ἀποβάλλει ἰὸς σιδήρου σὺν οἴνῳ ἐπιχρισθεὶς γλυκεῖ, ἀνήθου σπέρματος κεκαυμένου ἡ τέφρα καταπλασσομένη, στυπτηρία σχιστὴ λεία σὺν ὄξει, στυπτηρία ὑγρὰ μετʼ ἄρτου καὶ οἴνου καὶ σελίνου. συκὰς δʼ ἀφαιρεθείσας καὶ θύμους καὶ κονδυλώματα ἀποθεραπεύει καὶ οὐκ ἐᾷ πάλιν αὔξεσθαι τέφρα κλημάτων σὺν ὄξει καταπλασθεῖσα.

Πρὸς γάγγλια.

Μολυβδοῦν δισκάριον παχύτερον ὡς οἱ σπόνδυλοι μεῖζον τοῦ γαγγλίου ἐπιτίθει· τῷ βάρει γὰρ διαλύει αὐτὸ ἐν χρόνῳ πλείονι.

Πρὸς χείμεθλα.

Θαλάσσῃ χλιαρᾷ κατάντλει ἢ τεύτλου ἀφεψήματι ἢ φακοῦ ἢ ὀρόβου ἢ ἀσφοδέλου ῥίζης· μετὰ δὲ τὴν κατάντλησιν φακὴν ἑφθὴν ἐν οἴνῳ λειώσας κατάπλασσε· ἢ σῦκα λεῖα μετʼ ἐλαίου χλιάνας ἐπιτίθει· ἢ στυπτηρίαν καὶ ἄλευρον ἴσα τρίψας ἐν οἴνῳ κατάπλασσε· ἢ τρυγὶ ἀποξήρῳ κατάπλασσε· ἢ βολβὸν πρόσφατον ἐν οἴνῳ μίξας κατάπλασσε.

Πρὸς τὰς τῶν δακτύλων ῥαγάδας καὶ τῶν ὅλων ποδῶν.

Πίσσῃ ὑγρᾷ κατάχριε. καρκῖνον ποτάμιον ἢ θαλάσσιον καύσας ἐπʼ ἀνθράκων ἀπόξεσον τὸ ὄστρακον καὶ μετʼ ἐλαίου τρίψας καὶ πάχος μέλιτος ποιήσας, προαποσμήξας τὰς ῥαγάδας ἔνσταζε. ποιεῖ δὲ καὶ σκίλλης τὸ ἐντὸς ἐλαίῳ ζεσθὲν καὶ τερμινθίνῃ συλλεανθὲν καὶ κέρας αἴγειον καυθὲν καὶ ἀναληφθὲν στέατι αἰγείῳ. δεῖ δὲ προπερικαθαίρειν τοὺς τύλους καὶ οὕτω χρῆσθαι τοῖς φαρμάκοις.

Πρὸς αἰδοῖα ἡλκωμένα.

Καταντλήσεις διὰ τῶν στυφόντων ἢ ἐγχύσεις, οἷον βάτου, μυρσίνης κυτίνων ῥοιᾶς ἀγρίας, ἀγριελαίας ἀφέψημα. τοῖς δʼ αὐτοῖς καὶ λείοις κατάπλασσε· περίχριε δὲ καὶ Λημνίᾳ σφραγίδι ἢ ἀλόῃ μετὰ μέλιτος διεθείσῃ. πρὸς δʼ ὄσχεον σφοδρῶς κνησμώδη καὶ ἀκράτητον χρήσῃ τρυγὶ κεκαυμένῃ ἄχρι κούφης ἐπιδήξεως ἢ στυπτηρίᾳ ὑγρᾷ ἢ μίσυϊ λείῳ.

Περὶ λεύκης, ἀλφοῦ, λέπρας, ψώρας.

Φλεγματικὸν αἷμα καὶ γλίσχρον ποιεῖ τὴν λεύκην, ὅταν τρέψῃ χρόνῳ πλείονι τὴν χρόαν καὶ ἐπὶ τὸ λευκότερον ἀλλοιώσῃ. τῶν δʼ ἀλφῶν ἡ γένεσις ὁμοειδὴς μέν ἐστιν, οὐ μὴν διʼ ὅλου τῆς σαρκὸς πεπονθυίας, ἀλλʼ ἐπιπολῆς τοῦ δέρματος καὶ ἐκ τοῦ φλεγματικοῦ χυμοῦ. τὴν λέπραν δʼ ὁ γεννῶν χυμὸς ἄχρι βάθους διήκει, τῆς ψώρας ἐπιπολαιοτέρας οὔσης. ἐὰν τοίνυν πεπλυμένην τὴν τίτανον, εἶτʼ ἐξηρασμένην ἔχῃς, ὕδωρ μιγνὺς τοσοῦτον ὡς πάχος γενέσθαι σύμμετρον εἰς ἐπίχρισιν, θεραπεύσεις ἐπʼ ἀλφοῦ μὲν ἐπιχρίων ὑγροτέρῳ μᾶλλον, ἐπὶ ψώρας δὲ παχυτέρῳ, παχυτάτῳ δὲ τὰς λέπρας. δρακοντίου ῥίζα σὺν ὄξει καταπλασσομένη ἀλφοὺς ἰᾶται καὶ ἐλλέβορος ἑκάτερος, θέρμων πικρῶν ἀφέψημα καταντλούμενον καὶ τὸ ἄλευρον αὐτῶν καταπλασσόμενον διʼ ὄξους ἢ ὀξυμέλιτος, καππάρεως τῆς ῥίζης ὁ φλοιὸς σὺν ὄξει, κρίνου ῥίζα μετὰ μέλιτος, κρόμμυον σὺν ὄξει καταχριόμενον ἐν ἡλίῳ, κροκοδείλου χερσαίου κόπρος ὁμοίως καὶ ἡ τῶν ψαρῶν, ὅταν ὄρυζαν μόνην ἐσθίωσιν, ἢ σηπίας ὄστρακα καυθέντα. πρὸς δὲ ψώρας ποιεῖ σταφὶς ἀγρία, ἐλλέβορος ἑκάτερος, θέρμοι πικροί, ὡς εἴρηται, καρδάμωμον μετʼ ὄξους, κρίνου ῥίζα μετὰ μέλιτος, ῥητίνη τερμινθίνη καὶ θεῖον — τούτου πεῖραν εἰλήφαμεν —, ἐρέβινθοι, αἰγεία κόπρος. τὰς δὲ λέπρας ἀφιστᾶσιν ἀνεμῶναι προστιθέμεναι, ἐλλέβορος, ἀμπέλου λευκῆς ῥίζαι.

Περὶ λειχήνων.

Μιχθέντων ἰχώρων λεπτῶν καὶ δριμέων ἑτέροις παχυχύμοις οἱ λειχῆνες συνίστανται, ῥᾳδίως εἰς ψώραν καὶ λέπραν μεταπίπτοντες· διὸ τῶν ἰσχυρῶς ξηραινόντων χρῄζουσι φαρμάκων. ἀγρίους δὲ καλοῦσι λειχῆνας τοὺς ὑπὸ μὲν τῶν μετρίως ξηραινόντων οὐδὲν ὀνιναμένους, ὑπὸ δὲ τῶν σφοδρῶν παροξυνομένους. χρὴ οὖν ἐπὶ τούτων φάρμακα παραλαμβάνειν δραστήρια μὲν ἱκανῶς, χωρὶς δὲ τοῦ δάκνειν σφοδρῶς· ὅπερ ἐρέβινθοι ποιοῦσι πρὸς λειχῆνας, ἐλλέβορος ἑκάτερος, κοκκυμηλέας τὸ κόμμι ἐπὶ παιδίων, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, πίσσα μιγνυμένη κηρωτῇ, θεῖον μετὰ ῥητίνης — τοῦτο πεῖραν ἔδωκεν —, σίελον ἀνθρώπου ἐπὶ παιδίου — δεῖ δὲ συνεχῶς τῷ δακτύλῳ μετὰ τοῦ σιέλου τὸ πεπονθὸς ἀποτρίβειν δέρμα —, κροκοδείλου χερσαίου κόπρος καὶ ἡ τῶν ψαρῶν, ὅταν ὄρυζαν μόνην ἐσθίωσιν. πρὸς δὲ τοὺς ἐπὶ γενείου προσφάτους λειχῆνας ἢ ἄλλου μέρους τοῦ προσώπου πυροὺς πολλοὺς λαμβάνων ἐπί τινος ἄκμονος διαπύρου ἐπιτίθει, καὶ τὸ ἀπορρέον ἐξ αὐτῶν ὑγρὸν ἔτι θερμὸν λαμβάνων ἐπίχριε τοὺς λειχῆνας. πολλοὶ τούτῳ μόνῳ ἰάθησαν. ἢ μαλάχης ἀγρίας τὸν καρπὸν ἁπαλὸν συλλέγων καὶ κόπτων τὸν χυλὸν ἀποτίθου καὶ τούτῳ συνεχῶς ἐπίχριε. χρονιζόντων δὲ τῶν λειχήνων, χρῶ τοῖς ὑπογεγραμμένοις· ἄγνου φύλλα τρίψας καὶ ὄξος ἐπιβαλὼν ὀλίγον κατάπλασσε· ἢ καππάρεως φύλλα τρίψας μετʼ ὄξους ἐπιτίθει. —Τροχίσκος πρὸς λειχῆνας· κόλλης τεκτονικῆς 𐅻 δ, λιβάνου 𐅻 β, ὄξους κοτύλης ἥμισυ· ἔν τισιν ἴσα ἔχει. ὄξει διαλύων ἐπίχριε.

Περὶ ἐμφυσήματος.

Πνεῦμα φυσῶδες παχὺ καὶ ἀτμῶδες ὕλη τῶν ἐμφυσημάτων ἐστίν· συνεργεῖ δʼ εἰς τὸ μὴ διαπνεῖσθαι τὸ πνεῦμα τῶν σωμάτων ἡ πύκνωσις· ὅθεν καὶ σκοπὸς τῆς θεραπείας ἀραίωσις μὲν τῶν πεπυκνωμένων καὶ λέπτυνσις τοῦ πεπαχυμμένου πνεύματός ἐστι διὰ τῶν λεπτομερῶν φαρμάκων. τῶν μυῶν δὲ διὰ θλάσιν ἐμπεφυσημένων, τὸ μὲν διαφορεῖν καὶ ἐπʼ αὐτῶν ἀναγκαῖον· δριμέων δʼ ὄντων ὡς τὸ πολὺ τῶν διαφορητικῶν, ἀγανακτεῖν συμβαίνει τοὺς μῦς καὶ τὰς ὀδύνας ἐπιτείνεσθαι. χρὴ τοίνυν μεμῖχθαι τοῖς διαφορητικοῖς τὰ παρηγοροῦντα, κατʼ ἀρχὰς μὲν πλεονάζειν τὰ παρηγορητικά, μετὰ ταῦτα δὲ παρακμῆς γενομένης τὰ διαφοροῦντα. ἔστι δὲ παρηγορητικὰ μὲν ἐπὶ τῆς τοιαύτης διαθέσεως τῶν μυῶν τό τε ἕψημα καὶ ὕσσωπον μετʼ ἐλαίου βραχέος· διαφορητικὰ δʼ ὄξος καὶ νίτρον καὶ στακτὴ κονία. χρηστέον οὖν κατʼ ἀρχὰς τῷ ἑψήματι μετʼ ἐλαίου βραχέος καὶ οἴνου ὁμοίως βραχέος, ἀναλαμβάνοντα οἰσυπηροῖς ἐρίοις θερμά, καὶ φροντίζειν ὅπως ἂν ἡ θερμότης παραμένῃ· ψύχεσθαι γὰρ οὐ χρὴ τὰ μόρια. παρηγορηθέντος δὲ τοῦ κάμνοντος, παραμιγνύναι τοῦ ὄξους καὶ τοῦ νίτρου καὶ μετὰ ταῦτα καὶ τῆς κονίας στακτῆς, εἶθʼ ὕστερον διαφορητικοῖς ἐμπλάστροις χρῆσθαι εἰς ἀποκατάστασιν, οἷόν ἐστι καὶ τὸ ὑποτεταγμένον· γλοιὸν ἀποζέσας διήθησον πρῶτον ὡς καθαρὸν γενέσθαι, καὶ πάλιν ἐμβαλὼν τῇ κακάβῃ λείαν ἄσβεστον τίτανον ὡς ἄλευρον ἐπίπαττε μέχρι πηλώδους συστάσεως.

Πρὸς ἐλεφαντιῶντας.

Θαυμάσιόν ἐστι τοῖς ἐλεφαντιῶσι βοήθημα ἡ τῶν ἐχιδνῶν ἐδωδή· χρὴ δʼ ἐσθίειν ταύτας ὧδε σκευάζοντας· πρῶτον ἀποκοπτομένης τῆς κεφαλῆς καὶ τῆς οὐρᾶς ἄχρι δακτύλων τεσσάρων, εἶτα τῶν ἔνδον ἁπάντων ἐξαιρεθέντων, καὶ τοῦ δέρματος ἀφαιρεθέντος, ὕδατί τε τοῦ σώματος αὐτῶν περιπλυθέντος, ἐν λοπάδι ταῖς ἐγχέλυσι παραπλησίως σκευάζοντας διὰ λευκοῦ ζωμοῦ· γίνεται δʼ οὗτος ὕδατος μὲν δαψιλοῦς ἐπεμβληθέντος, ἐλαίου δὲ βραχέος καὶ σὺν αὐτῷ πράσου καὶ ἀνήθου. πρόδηλον δʼ ὅτι μέχρι τοσούτου τὰς σάρκας τῶν ἐχιδνῶν ἑψεῖν προσήκει, μέχρις ἂν ἀκριβῶς γενηθῶσιν ἁπαλαί. καὶ αὐτὸ δὲ τὸ διʼ αὐτῶν σκευαζόμενον φάρμακον, ὃ καλοῦσι θηριακήν, ἐπιτήδειόν ἐστι πίνεσθαι δαψιλὲς τοῖς οὕτω κάμνουσι, καὶ εἰ βούλοιτό τις αὐτῷ καὶ τὸ δέρμα χρίεσθαι· ταῦτα γὰρ πάντα ποιούντων, ἔσθʼ ὅτε λέπος ἀφίσταται τοῦ δέρματος, ὁποῖον ἐπὶ τῶν ὄφεων τὸ καλούμενον γῆρας. χρώμεθα δʼ ἐπʼ αὐτῶν καὶ τοῖς ἁλσὶ τῆς θηριακῆς καὶ τῇ καλαμίνθῃ· ἀγαθὸν γὰρ καὶ τοῦτο, μὴ μόνον γενναίως διαφοροῦν τοὺς λεπτοὺς χυμούς, ἀλλὰ καὶ λεπτῦνον ἰσχυρῶς καὶ τέμνον τοὺς παχεῖς τοὺς τοῦτο τὸ νόσημα γεννῶντας. οὐ μὴν ἁπλῶς ἐφʼ ἕκαστον τούτων ἐρχόμεθα, προκαθαίρομεν δὲ πάντως, ἔστι δʼ ὅτε καὶ προφλεβοτομοῦμεν.