Ἐκ τῶν Ἀρχιγένους· τίς ἡ προπαρασκευὴ τοῦ ἐλλεβοριζομένου· ἐκ τοῦ α Τῶν θεραπευτικῶν χρονίων.
Τοὺς μέλλοντας ἐλλεβορίζεσθαι εὐτόνους κατὰ σῶμα καὶ εὐψύχους δεῖ κατεσκευάσθαι, τοῖς ὑγροῖς εὐρόους, πρὸς ἔμετον εὐκόλους· οὐκοῦν, ὡς μὴ πλημμεληθεῖεν οἱ ἄνω τόποι, προτετινάχθω ἡ κοιλία, ὡς ὑπέδειξα, εἶτα μετʼ ἀνάληψιν ἡμερῶν τεσσάρων ἢ πέντε ἔμετος ἐντευχθήτω ἀπὸ δείπνου ληγούσης σελήνης, καὶ διαγενομένων πέντε ἡμερῶν πάλιν ἕτερος, εἶτα ἐν τῇ αὐξήσει τοῦ μηνὸς πάλιν ἀναλαμβανέσθω τὸ σῶμα, καὶ μετὰ ταῦτα μαλαχθείσης τῆς κοιλίας ἀπὸ τῆς ἀποκρούσεως δύο ἢ τρεῖς ἔμετοι συναφθήτωσαν ἀπὸ τοῦ δείπνου, διὰ τριῶν ἕκαστος ἡμερῶν, εἶτα πρὸς λήγουσαν τὴν σελήνην ..... ἀπὸ ῥαφανίδων δʼ ἐκκλινούσης, ἵνα μετʼ εἰκοστὴν πρώτην ἤδη ὁ ἐλλέβορος διδῶται, ὡς πλείονες μὲν οἱ ἀπὸ δείπνου ἔμετοι, πλείονες δὲ καὶ αἱ κάτω περιολκαί, πλείονες δʼ ἐνταγήσονται οἱ ἀπὸ ῥαφανίδων ἔμετοι, καὶ τότε δοθείη ὁ ἐλλέβορος. τὸν μέσως δʼ ἔχοντα ᾠκονόμηκα, ἐπεί τοι, γένηται ἄν τις εὔκαιρος, εὐήμης, οὐ παχὺς τοῖς ὑγροῖς, συνεστὼς τῇ συγκρίσει, εὔψυχος, εἷς ἔμετος ἀρκέσει ψιλὸς ἀπὸ δείπνου, παρακεκινημένης ὀλίγα τῆς κοιλίας, καὶ μετὰ τρεῖς ἢ τέσσαρας ἡμέρας ἀπὸ ῥαφανίδων, μετὰ μίαν τε ἢ δύο ἐλλέβορος δοθείη, οὐδὲ ἐναντιώτατα ἔχων.
Τίνα εἶναι δεῖ τὰ διδόμενα δεῖπνα τοῖς μέλλουσιν ἐμεῖν.
Ῥητέον οὖν τίνα τὰ ἐμούμενα δεῖπνα δεῖ εἶναι καὶ πῶς ἀπὸ τῶν ῥαφανίδων ἐξερᾶται. ἑορτὴν οἱ πολλοὶ νομίζουσι τὰ δεῖπνα τὰ εἰς ἔμετον λαμβανόμενα· οὕτως ἀπλήστως καὶ ποικίλως αὐτοῖς προσφέρονται. κατʼ ἄλλας μὲν οὖν περιστάσεις οὐδὲν κωλύσει, ἢ καὶ ἀναγκαῖόν ἐστι τὸ τοιοῦτον· ὅσους δὲ παρασκευάζειν ἐλλεβόρῳ μέλλεις, πλείω μὲν ὀλίγῳ λαμβάνειν τῶν συνήθων δεῖ, ἵνα βαρέα καὶ ἀλλότρια δόξῃ, ὑπερδιατείνειν δὲ τὸν στόμαχον ἀλλότριον· καὶ γὰρ εἰ κουφισθήσεται παραχρῆμα, ἀλλʼ ἀρρωστότερος ἀποδείκνυται· εἴ τι δʼ ἂν ἄλλο, ἄνοσον αὐτὸν ἀγαγεῖν δεῖ ἐπὶ τὴν φαρμακείαν. οὕτως δὲ καὶ ἐπὶ τῶν λαμβανομένων ἀποστρέφεσθαι δεῖ τὸ ταχέως ὀλισθαίνειν κάτω δυνάμενον, φυλαττομένους καὶ τὸ ἐμπνευματοῦν, ἵνα ἀνεπηρέαστος μὲν ἡ κάτω κοιλία γένηται καί, ὡς ἔνι, ἀτροφωτάτη, ἑτοίμως δʼ αὐτὸ ἀποκρίνῃ ἡ ἄνω, ἐπιπολάσαν τε καὶ ἀδιάσπαστον ὃ γίνεται ὑπὸ τῶν πνευμάτων. οὐκοῦν οὐ χρὴ τὰ πρῶτα δριμέα εἶναι οὐδʼ αὖ γλυκέα ἢ λιπαρά, ἀλλὰ ταῦτα μὲν εἰς ὕστερον φυλακτέον, τὰ ψαθαρώτερα δὲ τὰ πρῶτα εἰσενεκτέον, αὐτὸν τὸν ἄρτον καὶ πολτὸν συνεστῶτα ἀκροδρύων, εἶτα κρέα ἐπεισφορεῖσθαι δεῖ, μὴ τῆς βαρείας ὄντα ὕλης, ἀλλὰ πιμελωδεστέρας καὶ σὺν χυμῷ τινι, καὶ ὀσπρίων τὰ ἤδη συναίροντα τὸ σιτίον, ἐν οἷς καὶ δριμύτερόν τι ἔστω, κρόμμυον ἢ ῥαφανὶς ἢ πράσον, εἶτα τῶν στυφόντων μικρά, καὶ μετὰ ταῦτα ὅ τι κνισῶδες εἴη, καὶ μελίτωμα καὶ τράγημα, σῦκον, σταφίς, κάρυον. ἀγαθὴ καὶ ῥοὰ πρὸς ἔμετον. μεταξὺ δὲ πίνειν συνεχέστερον προσήκει λεῖόν τινα οἶνον καὶ ἡδύν· ὁτὲ δὲ καὶ γλυκέος ἢ οἰνομέλιτος πληρεστέρα πόσις ἐξεκομίσθη — καὶ γὰρ αἱ τοιαῦται ἐμπνευματώσεις εἰσίν — τῷ ἀνακουφίζειν ἅπαντα. ἐλαίαν τε καὶ μάλιστα κολυμβάδα φυλακτέον. φακοὶ δʼ ὀξίζουσιν, εἴ τις αὐτοὺς προσενέγκαιτο, καὶ ἀηδεστέρους ποιοῦσι τοὺς ἐμέτους. σταφὶς δʼ ἡδίων, σῦκον δʼ ἐν δευτέρῳ, σμηκτικώτερον δʼ ἐστίν. εἰ δέ τις δεινὸς εἴη ἐμέσαι, ἡ πτισάνη μέση ληπτέα, γλυκεῖ ἢ οἰνομέλιτι κεκραμένη. τοῖς δʼ ἄγαν ἀποκρατοῦσι σήσαμα δίδονται καὶ βολβοὶ οἱ ἀπὸ τῆς ναρκίσσου, ὡς ἄλλως τε δυνηθέντες καὶ ταῖς πτισάναις τόνον ἐνθέντες· ναυτίας γὰρ ἐμποιοῦσιν. μετεωρίζει τὸ σιτίον καὶ μετʼ ὄξους τάριχος πρῶτον ληφθὲν καὶ ἱκανωτέρου ἐλαίου τῶν πιόνων τούτων ἃ χωρὶς ὄξους λαμβάνεται. παραπλέκεται καὶ τῶν λαχάνων τῶν ἑφθῶν τινα, βλίτον, ἀνδράφαξυς, καὶ τῶν ὠμῶν ἀνδράχνη καὶ μέση ῥαφανίς. ἀθρόου δʼ ἐπιποθέντος, μετὰ διάστημα τοῦτο ἔσχατον σιτῶδες εἰσενηνέχθαι, μήτε δυεῖν ὡρῶν πλεῖον μήτε μιᾶς ἔλαττον, εἶτα ἀφέλκεται τῆς κάτω κοιλίας, ἐφʼ ὅσον ὀλισθῇ κάτω τι τῆς τροφῆς εὖ μάλα κατειλημένης . ....... περίπατος ἐν ἀλέᾳ, καὶ κατʼ αἴσθησιν ἐρυγῆς ἀναβαινούσης ἐπιτίθεσθαι χρὴ τῷ ἔργῳ, δάκτυλον καθιέμενον ἢ πτερόν, ἐὰν ἑτοίμως ὑπακούσῃς, καὶ λιπανθέντος λιπαρῷ τινι ἐλαίῳ, τὴν ἐπιγλωσσίδα παραπιέζειν δεῖ κατὰ σχίσιν, ἵνα αἱ καταπόσεις γίνονται. αὐτίκα δʼ ἐπὶ τοῦτο ὁρμᾶν, δακτύλου προσελθόντος ἢ ἄλλου σώματος· τηνικαῦτα γὰρ διανοίγεται τοῦ στομάχου τὸ στόμα· καὶ παρισθμίων δὲ ψηλαφεῖν αὐτὸ ποιεῖ. ἐμμένειν δὲ χρή, ἕως ἀθροῦν ἐπεισενεχθῇ τὸ σιτίον, ἀλλὰ μὴ ἀθρόως ἀφέλκειν τοὺς δακτύλους πρὸς τὴν πρώτην ἀνάπλευσιν. πλειστάκις ἐντεῦθεν ἤρκεσεν ἀποπιασθεῖσα γαστὴρ τὸ πλέον, εἰ μὴ καὶ πᾶν, ἐξῶσαι. ἐπικύπτοντα δὲ δεῖ συνεργάσασθαι, ὡς ἀργότεροί γε τοῖς κατακειμένοις οἱ ἔμετοι γίνονται, ἀθροῦν τε εἰσπνεύσας ἐπικυπτέτω, οὐ παριόντος μὲν εἴσω τοῦ πνεύματος εἰς τὴν γαστέρα· σὺν ἐντάσει δέ τινι τῶν μερῶν τούτων πρὸς τὰ ἀναπνευστικὰ μέρη ἐκμοχλεύεται. τὸ δʼ ἐγκαθήμενον ἀκολουθεῖ σιτίον σὺν φλέγματι πολλῷ· τοῖς δʼ ἐμέσασι καλῶς καὶ χολῶδές τι ἀκολουθεῖ, οὐχ οὕτως θεαθῆναι ὡς τῇ γεύσει δῆλον. πολλοὶ δʼ οὐ διδαχθέντες ἐμεῖν ὑπʼ ἀπειρίας ἐκινδύνευσαν ἐπὶ τῷ ἐλλεβόρῳ, συνεργείας ποτὲ δεομένων· διὸ εὖ μάλα ὑποδεικτέον, οἷς τε καιρὸς ἐπιβάλλεσθαι ἐξερᾶν, ὅπως τε θιγγάνειν τῶν μερῶν, καὶ τὰς ἐντάσεις, κάτωθεν συναγομένου τοῦ ἐπιγαστρίου, ποιεῖσθαι, ἀλλὰ μή ποτε τῶν περὶ τὸν τράχηλον τόπων· καὶ προσκατάσχοι γὰρ ἂν ἡ ἐντεῦθεν βία μᾶλλον. ὁ μὲν οὖν ἀπὸ δείπνου ἔμετος τοιοῦτος.
Περὶ τοῦ ἀπὸ ῥαφανίδων ἐμέτου.
Ὁ δʼ ἀπὸ ῥαφανίδων πρακτικωτέρως σαλεύει καὶ προδιδάσκει τοῦ ἐλλεβόρου, καὶ δήξεις ποιούμενος ἔσθʼ ὅτε καὶ λειποθυμώδεις ἐπιπολασμοὺς καὶ τὰς περὶ φάρυγγα στενοχωρίας. δεῖ δὲ πλῆθος μὲν τὸ λαμβανόμενον εἶναι πλεῖον ἢ λίτραν, μὴ πλέον δὲ τριῶν ἡμιλιτρίων. δριμείας δὲ τὰς ῥαφάνους καὶ τρυφερὰς ἐσθίειν· ἐὰν γλυκύτεραι ὦσι, φλοιὸς ἔστω καὶ σὺν αὐτῷ τῶν φύλλων τὸ τρυφερώτατον καὶ τὸ ἐγκάρδιον. ἀπʼ ὀλιγοσιτίας δὲ καὶ ὑδροποσίας εἶναι δεῖ, τοὺς μὲν μακροτέρας, πάντας δὲ τῇ μὲν πρὸ μιᾶς εὖ τὴν κοιλίαν ὑπῆχθαι σπουδῇ τε ἰδίᾳ, καὶ εἰ δυσπειθὴς εἴη, καὶ κλυσμῷ προτρέπομεν, περιπάτου δʼ ἱκανοῦ προηγησαμένου ἐν ἀλεεινῷ καὶ εἰ θέρος εἴη, ἐν εὐπνόῳ περὶ μεσημβρίαν. λαμβάνειν δὲ μέλιτι ἡδύναντας, μάλιστα τὰς πρώτας, καὶ μετὰ ταῦτα ἁλὶ λευκῷ καὶ καθαρῷ, εἶτα ἐν ὀξυμέλιτι. τούτου καὶ ἐπιρροφεῖν μεταξὺ οὐκ ἄχαρι, εἰ δέοι, καὶ μέχρι ἡμικοτυλίου δαπανῶντας αὐτοῦ. ἔστω δὲ καὶ τὸ ὄξος, εἰ οἷόν τε, σκίλλινον, καὶ τὸ μέλι θυμίζον ὁ σπουδαῖος παραλαμβάνει. τόδε ἂν καὶ εἰς ἐπίτασιν τοῦ πράγματος, καὶ ὀρίγανον λεῖον μετʼ ἀλητοῦ ἁλός, καὶ καθʼ αὑτὸ δʼ ἅλας καὶ ὕσσωπον, τὴν συμμετρίαν καὶ ἀπαρτίσαντα συμμένειν. τοῦ ὀξυμέλιτος ἐπιρροφῆσαι μικρὸν δεῖ, εἰς ὅσον ἀποκλύσαι τὰς ληφθείσας ποιότητας, εἶτα μικρὰ μὲν κατακλιθῆναι, καὶ πόδας ψηλαφηθῆναι, ἐπαναστάντα δʼ ὀλίγον περίπατον ῥεμβώδη διελθεῖν καὶ ἀποκαθίσαντα ἐρευγμῶν ἤδη πειρᾶσθαι καὶ συνάπτειν τὸ ἔργον, ὥρας διʼ ὀλίγου πλείονος χρόνου διαγενομένου. ἔστω δὲ καὶ ἔμφασις ὑπογινομένης ναυτίας. σπαρασσέσθωσαν δʼ εἰς ἀποκάθαρσιν τελείαν. ἀπαντᾷ δὲ καὶ λεπτὸν ὑγρὸν ἱκανόν, καὶ πλεῖστον τὸ φλεγματῶδες, καὶ ὕστερον ἐνίοις τὸ πικρίζον μεταβεβήκοι. ἰῶν δέ πως αἰσθανέσθωσαν καὶ τῶν ῥαφάνων· εἰ δὲ μή, ἀργοτέρα ἡ ἀφολκὴ γίνεται. μετὰ τοῦτον τὸν ἔμετον προσκλύσματος μὲν αὐτίκα χρεία καὶ ἀναγαργαρίσματος διʼ ὑδρομέλιτος, εἶτα διʼ ὕδατος, καὶ κατακλίσεως ὀλίγης καὶ ψηλαφίας τῶν ποδῶν ἱκανῆς· εἰ δʼ ἐπιδέχοιτο, καὶ ὕπνου τινός· εἶτα πειρατέα ἡ κοιλία πνεύματα διεκβάλλειν, περίπατος ἐντεῦθεν καὶ λουτρὸν θερμόν, εἶτα προσφορά, ἡγουμένου μέν τινος δριμέος, οἷον ταρίχους ἰσχνοῦ καὶ εὐστόμου, ἐπακολούθου δὲ σαρκιδίου πτηνοῦ καὶ τῶν παρεοικότων. τῶν δʼ ἀπὸ δείπνου ἐμέτων προηγείσθω λουτρόν, ὅταν τις ᾖ δυσήμης. οὕτω παρεσκευασμένον μετὰ τὸν ὕστερον ἀπὸ ῥαφανίδων ἔμετον ἀναστάντα, ἀναπαύσει μᾶλλον ἢ τροφαῖς ἀναληφθέντα ἡμέραις ἀκτέον ἐπὶ τὸν ἐλλέβορον, περὶ οὗ ῥητέον.
Περὶ ἐκλογῆς καὶ δόσεως ἐλλεβόρου· τοῦ αὐτοῦ· ἐκ τοῦ αὐτοῦ λόγου.
Ῥητέον πρῶτον περὶ ἐκλογῆς τοῦ ἐλλεβόρου καὶ παρασκευῆς. οὐκοῦν χρηστέον πρῶτον μὲν Οἰταίῳ, δεύτερον δὲ Γαλατικῷ, εἰ δὲ μή, Σικελικῷ· οὗτος μὲν οὖν τεταμένας τε τὰς ῥάβδους ἔχει καὶ περιτενεῖς καὶ ξυλοφανεῖς, πάχει δὲ λεπτοτέρας, ἀραιὰς δὲ τῶν ἄλλων ἔλαττον. ὁ δὲ Γαλατικὸς παχύτερός ἐστι καὶ ποσῶς ῥυσός, ὑπόχαυνος, ἔκλευκος, ναρθηκοφανής. ὁ δʼ Οἰταῖος χρώματι μὲν ἧττον λευκὸς τοῦ Γαλατικοῦ, ἐπὶ τὸ μελάντερον μᾶλλον ἀποκλίνων ἤπερ ἐπὶ τὸ γεωφανέστερον, ὃ συμβέβηκε τῷ Σικελῷ, ἥκιστα ταῖς ῥάβδοις ὀρθαῖς, ἥκιστα τεταναῖς, παχύς τε ἂν γένοιτο — ἀλλʼ οὐχ αἱρετέον τοῦτον — καὶ ῥυσὸς ἐπὶ πλέον, ὅταν ἀτροφώτερος ᾖ· ἀποκλασθεὶς δʼ ἔνδοθέν ἐστι λευκὸς σφόδρα, γευσαμένῳ δʼ ὀψὲ μὲν δακνίζων πως τὴν γλῶτταν, ἠρέμα δὲ παρεπιτείνεται καὶ σίελον ἄγει, καὶ ἐπὶ πλέον παραμένει ταῦτα ποιῶν. γλυκάζει δὲ πᾶς, ἀλλʼ οὗτος τῶν ἄλλων μᾶλλον. ὁ δὲ Γαλατικὸς ἐμπηδᾷ τε ταχὺ τῇ δήξει, ἐπικαίων εὐθὺς τὴν γλῶσσαν, καὶ προπετέστερον ἄγει τὸ σίελον, ἀλλʼ αὐτίκα ἀποσβέννυται. τοῦ δὲ Σικελικοῦ πλέων ἡ δῆξις τοῦ ἀνυγρασμοῦ ἐστιν· λείπεται δὲ τῆς τοῦ Γαλατικοῦ, καὶ παραμένει ὁμοία οἵα ἤρξατο ἐπὶ πλέον ἢ ἡ τοῦ Γαλατικοῦ· σιελισμοῦ δʼ οὐ πάνυ ἐστὶν ἐμποιητικὴ καὶ ἀμβλέως πως καταστρέφει· δεῖ δὲ λαμβάνειν ξηρόν· οὕτως ἀποκλώμενος κονιορτόν τινα ἀνότιστον ἀποφυσᾷ, ὁ δʼ Οἰταῖος, κἂν ξηρὸς ᾖ, οὐ. οὗτος οὖν ἀποκλώμενος συναναμεμιγμένην ἔχει τὴν ἐντεριώνην, εἶτα δὲ προνοτισθεὶς περιλελυμένην ἔχει αὐτὴν καὶ οἵαν ἐξαιρεθῆναι ῥᾳδίως. δεῖ δὲ καὶ αὐτῆς εἰς ἐπιτεταμένην κάθαρσιν· οἱ δὲ τὸ πνιγῶδες αὐτῇ ἀνέθεσαν, εἶτα, ὥσπερ εὐνουχίσαντες τὸ φάρμακον, ἀπράκτου σκυλμοῦ μετέδωκαν. μὴ πελιότης ἔστω, μὴ σπίλος ἄλλος περὶ τὸν ἐλλέβορον, ἀλλὰ καὶ ἔξωθεν καθαρὸς καὶ ἀποκλασθεὶς σφόδρα λευκὸς ἔστω ἔνδοθεν. εἰλήφθω μὲν τοιοῦτος· τετμῆσθαι δὲ δεῖ μᾶλλον ἢ ἐψαλίσθαι· δύσκολον γὰρ τῆς ἰσότητος στοχάσασθαι ἐν τῷ ψαλίζειν· ἀλλὰ γὰρ καὶ κατὰ τὰς ἀποπάλσεις τὰς ἐν τῷ ψαλισμῷ κονιορτὸς γενόμενος προσκάθηται, ὃς καὶ ἀνώμαλον καὶ πνιγώδη τὴν κάθαρσιν ποιεῖται. τεμνέσθω δʼ ἡ μὲν παχεῖα ῥάβδος καὶ ἐπʼ εὐθείας ἅπαξ ἢ δὶς πρὸς λόγον τοῦ πάχους, καὶ μετὰ ταῦτα πλαγίως, στοχαζομένων ὡς ἴσα τμήματα εἴη μέγεθος ἡλίκον ἀλφίτου μὴ μικροῦ, ἀλλʼ ἄλλῳ μὲν μεῖζον, ἄλλῳ δʼ ἔλαττον διδόναι ἁρμόσει· ἐπιτεταμένως δὲ κινεῖ ὁ λεπτότερον κοπείς. κἂν λεπταὶ δʼ ὦσιν αἱ ῥάβδοι, διῃρήσθωσαν καὶ κατὰ μῆκος ἐξαπλώσεως ἕνεκα τῶν ῥάβδων. μέτρον μὲν οὖν δύο δραχμαὶ ἡ δαψιλεστάτη δόσις, ἡ δʼ ὀλιγωτάτη ὀκτὼ ὀβολοί, ἡ μέση δέκα· καὶ ποιεῖ μὲν μείζονα σκυλμὸν ἡ ἐλάττων, πλείονα δὲ κένωσιν μεθʼ ἥττονος τοῦ σκυλμοῦ ἡ πλείων, ἡ δὲ μέση σύμμετρος. μεμνῆσθαι δὲ δεῖ μετὰ τὴν ἐκλογὴν τοῦ ἐλλεβόρου διαψύχειν αὐτόν, ἀλλὰ μὴ εὐθὺς ἀπὸ τῆς συνθέσεως τέμνειν τε καὶ διδόναι· πνιγωδέστερος γὰρ γίνεται. διὸ κυνὶ παρέβαλεν Ἀγαθῖνος, πάντα ἀκριβὴς ὢν καὶ οὐ πιστεύων τῇ ἐκλογῇ, ἀλλὰ καὶ πείρας εἰς ἀσφάλειαν δεόμενος, ὅπως ἂν ἐμέσαι ὁ κυών. οὕτως καὶ ὁ ἄνθρωπος ὁ λαβὼν ἐκαθαίρετο· ἐτίθετο οὖν τὴν πεῖραν ἐν ἀσφαλεῖ. τοῖς μὲν οὖν ἄλλοις ἄντικρυς διδόναι — οὐ γὰρ ἀντιπάσχουσιν· τοὺς δὲ μαινομένους αἱ παρακοπαὶ ἀποστρέφουσιν ὑπό τε τοῦ ἀπειθεῖν ὑπό τε τοῦ ὑποπτεύειν ἀδικαίως τὸ βοήθημα τοῦτο· καὶ δή τινες αὐτῶν καὶ φαρμακείας δεδιότες παρακόπτουσιν· οὐκοῦν ἐνέδρας δεῖ πρὸς αὐτούς. καὶ οἶκος μὲν ἕτερος παρεσκευάσθω, εἰς ὃν ἄξομεν αὐτοὺς μετὰ τὸ λαβεῖν, ἔχοντα καὶ τῆς αἰώρας τινὰ ἀφορμὴν καὶ τὴν ἄλλην παρασκευὴν πρὸς τὰ συναντῶντα ἐν ταῖς καθάρσεσιν. συγχρίσαντες δʼ ὡς ἐπὶ τροφὴν ἄξομεν, καὶ ἵνα ἡμῖν ἐν ὥρᾳ ὑπακούσειαν, προϋπεστάλθωσαν, πρὸ πολλοῦ εἰθισμένοι ἢ πολτὸν ἢ χόνδρον πλυτὸν ἢ μελίτωμά τι. εἰσφερέσθω πρῶτον τὸ ἐκ τῆς συνηθείας παρατεθέν, ἐμπεφυραμένου τοῦ φαρμάκου σφαίρας ποιοῦσι καταπίνειν ἀπὸ τοῦ πολτοῦ καὶ τῶν πεμμάτων, ὧν ἐποιήσαμεν ἑφθῶς. ἐκ φιλονεικίας οὖν ἀρίστων τινῶν καὶ τοῦ πρὸς αὐτοὺς ζήλου, ἵνα ἐπὶ τῆς χρείας μεθʼ ἡμῶν τὸ ἔθος ᾖ, ἀπροϊδῶς ἐπὶ τὴν ἐνέδραν αὐτοὺς ἄγω. τῷ μὲν οὖν πολτῷ ἐμφυραθείη ἄν, πυρίνῃ δὲ πτισάνῃ οὐ πάνυ τι· ἐν τοῖς πολτοῖς γὰρ καὶ τοῖς σπέρμασι διαλάθοι ἂν καὶ φωραθὲν ἀμέλειαν τὸ σκευασθὲν μᾶλλον ἢ ἐνέδραν ἡμετέραν ἐκφανεῖ. δεῖ δʼ ἐν πολλοῖς τὴν αὐτὴν συμμετρίαν κεκρύφθαι, ἵνα, εἰ ὀλίγον ἀπό τινος γεύσαιντο, ἀπʼ ἄλλου συμπληρώσειαν· ἐνταῦθα στοχασμοῦ δεῖ, ὅπως ἐκ πλειόνων λήψεων ἡ ἅμα συμμετρία πληρωθείη· οὐ μὴν δεινόν γε οὔτι οὐδὲ ὑστερήσασιν ἐπήρτηται, καθὰ φόβος τοῖς πολλοῖς, ἀλλὰ καὶ καθαρθέντας οἴδαμεν αὐτάρκως. καὶ οὐδὲ ὄλισθος αὐτοῖς σπαραχθῆναι καὶ διὰ κενῆς ἔστιν, εἴ γέ τις εἰδείη καὶ προβλέπειν πνιγμὸν καὶ βοηθήσειεν αὐτῷ, ὡς τό γε ὑπὲρ τὸ μέτρον οὐχ, ὡς νομίζεται, παντάπασιν ἐκλύει τὴν βοήθειαν, ἀλλʼ εὐκολωτέραν ποιεῖ, καὶ ῥεπτέον ἐπὶ τοῦτο μᾶλλον· τά τε γὰρ ἄλλα καὶ τὸ ἀγαθὸν τοῦ φαρμάκου τοῦτό ἐστιν, ὅτι ὁπόσον ἂν ᾖ, πρῶτον ἐξερᾶται. οὐκοῦν ὁ τῆς ὑπερκαθάρσεως φόβος οὐ δεινός· εὐμαρὲς γὰρ καὶ ἀποσμῆξαι τὸν στόμαχον καὶ ἀποστῦψαι. οὓς μὲν οὖν μεταχειρίζεσθαι δυνατόν, οὕτω μεταχειριζέσθωσαν· εἰσὶ δʼ οἱ παντελῶς παρατεταγμένοι, καὶ τούτοις ἀγκυλωτέρας χρεία ἐνέδρας. περὶ ταύτης οὖν καὶ δὴ λέγωμεν· εἰ γὰρ μήτε πλακοῦντι τῶν τρυφερωτέρων ἐγκρύψαι δυνηθείημεν μήτε ταῖς εἰρημέναις πτισάναις, τῷ βολβῷ χρηστέον· οὕτως δὲ καὶ πολτῷ ἐμπλασθεὶς λάθοι ἄν· λεῖος γὰρ γίνεται καὶ ῥοφήματι καὶ πολτῷ καὶ φακῷ καὶ παντὶ τῷ καταπίνεσθαι δυναμένῳ. οὐ δύο δὲ δραχμὰς αὐτοῦ δώσεις, ἀλλὰ καὶ τέσσαρας· ἀτονωτέρως γὰρ ἐλλεβορίζει· ὅμως ἄγει πλεῖον καὶ λεπτότερον, ἄχρις οὗ, εἰ βούλοιο, καὶ μελαίνης χολῆς. εἰ δὲ μή, ἐκλείγματι αὐτῷ χρηστέον· σκευάζεται δʼ οὕτως· ἐλλεβόρου λίτραν δεῖ λαβεῖν ἐξειλεγμένου καὶ βρέξαι εἰς ὕδατος ξέστας ἓξ ἐφʼ ἡμέρας τρεῖς, εἶθʼ ἑψῆσαι, μέχρις ἂν ἀπολειφθεῖεν ξέσται τρεῖς· μετὰ δὲ ταῦτα ἐκθλίψαντα σπουδαίως τὰ ῥαβδία ἐκβάλλειν, τρεῖς δὲ λίτρας μίξαντα μέλιτος τῷ λοιπῷ ὕδατι ἑψεῖν, μέχρι σύστασις ἐκλεικτοῦ γένηται, καὶ ἀποθέμενον ἐν ὑέλῳ ἢ ἀργύρῳ τηρεῖν σπουδαίως, ὅπως μὴ διαπνευσθῇ. δίδοναι δʼ ἐξ αὐτοῦ τῷ παρεσκευασμένῳ μύστρου συμμέτρου πλῆθος. καθαίρει σφοδρῶς· οὐκ ἂν δʼ ἀποπλήξειεν, ἀλλὰ δεῖ καὶ εἰς αὐτὸ ἐνέδρας. προσβαλὼν οὖν ὀλίγον μέλι καὶ ὕδατι διαλύσας πιεῖν δίδου· εἰ δὲ μή, ἐπὶ θερμοσποδίας συναγαγὼν αὐτὸ εἰς καταπότια πείσαις ἂν καταπιεῖν. ἤδη δὲ βηχώδει ὄντι εὔκαιρον ἐγένετο, ὡς βηχικὸν καταπότιον. σκευάσαντας, εὐσυμμέτρως συντετμημένων τῶν ῥαβδίων, δοῦναι μέλιτι ἑφθῷ συστραφέν. τοὺς δὲ καὶ πρὸς βίαν ἐκαθάραμεν, εἰ μὴ ἐνεδρευθεῖεν, διὰ κλυστῆρος ἐνέντες τοῦ ἐκλείγματος διπλῆν τὴν συμμετρίαν ὀλίγῳ ὕδατι ἀνεθεῖσαν. εἶτα ἐκ τῶν ῥάβδων τμήματα χυλῷ πτισάνης ἐγκεράσαντες, ἡνίκα μένει καὶ κροκύδια .....
Ἐκ τῶν Ἡροδότου· περὶ δόσεως ἐλλεβόρου· ἐκ τοῦ Περὶ κενουμένων βοηθημάτων.
Ἔστι δʼ ἀκινδυνοτάτη χρῆσις παρʼ ἡμῖν ἡ διὰ τοῦ ἑψηθέντος ἐλλεβόρου· τὸν δὲ τρόπον τῆς σκευασίας ἔχει τοιόνδε· ἐλλεβόρου λίτραν ἀποβρεχομένην ὕδατος κοτύλαις ἓξ ἐπὶ τρεῖς ἡμέρας μεταφέψομεν ἐπὶ πυρὸς μαλακοῦ μέχρι τοῦ ἀναλωθῆναι τοῦ ὕδατος τὸ τρίτον, εἶτα τὸν ἐλλέβορον ἀποθλίψαντες, εἰς τὸ ἀφέψημα κοτύλας δύο μέλιτος βαλόντες πάλιν ἕψομεν μέχρι τοῦ ἀμόλυντον γενέσθαι. δίδομεν δὲ τοῖς μὲν μὴ πολλῆς δεομένοις καθάρσεως κοχλιάρια δύο, τοῖς δʼ εὐτόνοις μύστρου πλῆθος. ἡ δὲ διὰ τούτων κάθαρσις οὔτε τὸν ἀπὸ πνιγμοῦ οὔτε τὸν ἀπὸ τῆς καθάρσεως ἡμῖν ἤνεγκέ ποτε φόβον· ἀλλὰ γὰρ καὶ τῆς βιαίου καὶ συντόνου ἐνεργείας καὶ χωρίς τε καὶ διὰ τούτων, ὡς εἰκός, ὀλιγωφελέστερός ἐστι, καὶ δίδοται, ἐπειδὰν φροντίζωμεν συντόμου θεραπείας ἐπὶ τῶν εὐδιορθώτων παθῶν καὶ κατορθωθησομένων ἂν χρονιώτερον διὰ τῶν λοιπῶν βοηθημάτων· κερδαίνομεν δʼ ἐξ αὐτοῦ τὸ θᾶττον περιποιεῖν τὸ τῆς τέχνης ἐπάγγελμα. ἐπὶ δὲ τῶν μαινομένων καὶ μηδενὶ τρόπῳ ληψομένων αὐτὸν τῷ πρὸς πᾶσαν τροφὴν ὑπόπτως ἔχειν ἡ διὰ τούτου δόσις ἀρίστη· καὶ γὰρ εἰ μὴ διακόψειε τελέως τὴν νόσον, ἐμείωσε μέντοι, ὥστε πολλάκις καὶ βουλομένοις ἐκ δευτέρου δοθῆναι. προσφερέσθω δὲ διʼ ὑδρομέλιτος διεθὲν μετὰ πολλοῦ τοῦ χόνδρου· δυνατὸν δὲ καὶ σὺν φακῷ καὶ σὺν πέμμασι διδόναι. βέλτιον δὲ καὶ ἀκέραιον προσφέρειν· καθάπτεται γὰρ μᾶλλον οὕτως τῶν σωμάτων. δίδομεν δὲ καὶ τοῖς δυσιάτοις μὲν ἐν διαθέσεσιν οὖσι, μὴ κατὰ πάντα δʼ ἐπιτηδείως πρὸς ἐλλέβορον ἔχουσιν, ὥσπερ εἰπεῖν ἡλικίαν ἀμφίβολον ἢ φυσικὴν τῶν σωμάτων ἀσθένειαν ἢ δειλίαν· ἐπὶ γὰρ τούτων ὁτὲ μὲν καὶ ἐκ δευτέρου καὶ τρίτου χρησάμενοι μεγίστων παθῶν περιεγενόμεθα, ὁτὲ δὲ προπειράσαντες τὸ φάρμακον ἀκινδύνως καὶ τὸν παρυφιστάμενον ἀποθέμενοι φόβον ἐπὶ τὸν ἀκέραιον ἐλλέβορον ἤλθομεν.
Ἐκ τῶν Ἡροδότου· ποῖος ἄριστος ἐλλέβορος· ἐκ τοῦ αὐτοῦ λόγου.
Ἐλλέβορος δʼ ἄριστος ὁ ἀπʼ Ἀντικύρας· ὁ γὰρ λοιπὸς ταχέως τὰς ἐκκρίσεις διερεθίζων ἐντὸς τριῶν ἢ τεσσάρων ὡρῶν τοῦ καθαίρειν παύεται. ἔστι δʼ ὁ ἀπʼ Ἀντικύρας ἐλλέβορος πρῶτον μὲν τῶν ἄλλων εὐτραφέστερος, δεύτερον δὲ χαῦνος καὶ τρόπον τινὰ πολύκενος, τῇ δὲ χροιᾷ ἐμφερὴς ὤχρᾳ ἀνειμένῃ. ἔστω μέντοι γε ὁ κάλλιστός πως εὐθὺς καὶ ῥυσὸς καὶ ἰσόπαχυς μέχρι τοῦ πλείστου, πρὸς δὲ τῷ τέλει ἀπομυουρίζων· ὅμως ἐν εὐτροφίᾳ καὶ κατὰ τοῦτο μενέτω· ὁ γὰρ ἀπὸ πολλοῦ εἰς λεπτὰς κτηδόνας ἀναλυόμενος, εἰ καὶ φύσει ἐστὶν εὔτροφος, εἰς τὴν τομὴν οὐκ ἔσχηκεν ἐν ἐπιτηδείῳ καιρῷ. κλασθεὶς δὲ λευκὸς ἔνδοθεν φαινέσθω καὶ λεπτὴν ἐχέτω τὴν ἐντεριώνην, προσαχθείς τε ταῖς ῥισὶ μετʼ οὐ πολὺ πταρμοὺς κινείτω, καὶ μασηθεὶς πυρούτω τὸ στόμα καὶ γλυκαζέτω καὶ πολὺ ἐπισπάσθω σίελον. τὸ δὲ κλώμενον ἀποβάλλειν τι χνοῶδες οὐχὶ τοῦ καλοῦ σημεῖόν ἐστιν, ἀλλὰ τοῦ ξηροῦ· δεῖ δʼ αὐτὸν καὶ ξηρὸν εἶναι. εἰ δʼ ὁ θαμνίσκος, τὰ μὲν εὔτροφα ληπτέον, καὶ μᾶλλον μὲν ἀπὸ τούτου τὸ ποσὸν εὑρεῖν· εἰ δὲ μή, τὸ ἐλλεῖπον ἀπό τε τοῦ ὁμογενοῦς καὶ ἐμφεροῦς κατὰ πάντα λαμβανέσθω ἕνεκα τοῦ μὴ γενέσθαι τὴν κάθαρσιν ἀνισόχρονον.
Ἐκ τῶν Ἀντύλλου· περὶ ἐλλεβόρου· ἐκ τοῦ β λόγου Τῶν κενουμένων βοηθημάτων.
Χρὴ δὲ τοῦτο προκαταμεμαθηκέναι, διότι ὁ μὲν ψαλιστὸς ταχέως ἄρχεται καθαίρειν μετὰ δύο ὡς ἐπίπαν ὥρας, χολὴν δὲ καὶ φλέγμα ἐξαγαγὼν ἄνευ πολλοῦ σπαραγμοῦ καὶ αὐτὸς συνεξεμεθείς, ἐν ὥραις τέτταρσιν ἢ πέντε ἀποπαύει τὴν κάθαρσιν· ὁ δὲ κριμνώδης καὶ ἔτι μᾶλλον ὁ χνοώδης σφόδρα μὲν βραδέως ἐνεργοῦσιν, ὥστε καὶ μετὰ τέσσαρας ὥρας ἢ πέντε πολλάκις ὑπάρχεσθαι· πάντα δὲ τὰ εἴδη καὶ χολῆς καὶ φλέγματος ἐξάγουσι καὶ εἰς κίνδυνον συνολκῆς καὶ ὑπερκαθάρσεως καθιστᾶσιν· ἐπὶ πλεῖστον δὲ χρόνον παρατείνουσι καθαίροντες, ἀλλὰ τήν γε ὠφέλειαν πολλαπλασίως παρέχονται. ἀπόβρεγμα δʼ ἐλλεβόρου δίδοται γέρουσι καὶ παισὶ καὶ τοῖς τὴν ἕξιν διερρυηκόσιν, τὴν γνώμην ἐκλελυμένοις ἢ πνιγομένοις ῥᾳδίως ἢ νόσημα εὔλυτον ἔχουσιν ἢ εἰς πρόπειραν ἐλλεβορισμοῦ. χρὴ δὲ πέντε δραχμὰς ἐν ὕδατος ὀμβρίου κοτύλης Ἀττικῆς ἡμίσει τρισὶν ἡμέραις ἐμβρέξαντας ἐψαλισμένον, ἔπειτα διηθήσαντας καὶ θερμάναντας ἐν ἀγγείῳ διπλῷ προσφέρειν τὸ ἀφέψημα.
Πῶς ἀπαντητέον πρὸς τὰ ἐξακολουθοῦντα συμπτώματα ἐκ τοῦ ἐλλεβόρου.
Εἰ μὲν εὐκόλως καθαίροιντο οἱ πιόντες τὸν ἐλλέβορον, τάδε ποιήσαιμεν ἐπʼ αὐτῶν· μετὰ τὸ πιεῖν τὸ φάρμακον δώσομεν ψυχρὸν ὕδωρ διάκλυσμα, ἔπειτα ἀποσφραίνοντές τινι τῶν εὐωδῶν, εἰ μὲν ἰσχύοιεν, καθῆσθαι προστάξομεν αὐτοῖς, εἰ δʼ ἀσθενεῖς εἶεν, κατακλίνειν ἐπὶ χαμαιζήλου τινός, καὶ μέχρι ὡρῶν δύο ἢ τριῶν ἀποσφρανοῦμέν τε αὐτοὺς ἐκ διαλειμμάτων καὶ τὸ ψυχρὸν διάκλυσμα προσοίσομεν καὶ τὴν διάνοιαν διά τινος μυθολογίας περισπάσομεν τά τε ἄκρα τρίψομεν καὶ δήσομεν. ταῦτα δὲ πάντα χρὴ ποιεῖν ὑπὲρ τοῦ μὴ ταχύτερον τοῦ δέοντος ἐξεμεθῆναι τὸ φάρμακον· μετὰ δὲ τοῦτο ἐμβάλλοντες αὐτοὺς εἰς κρεμαστὸν κλινίδιον ἢ μετέωρον ἄλλως συγχωρήσομεν ἐμεῖν. ἀντιλήψονται δὲ θέρμης πρῶτον περὶ τὸν στόμαχον καὶ τὴν κατάποσιν, ἔπειτα σίελον αὐτοῖς εἰς τὸ στόμα καὶ ὑγρὸν συνδοθήσεται, ὅπερ ἀποπτύσαντες αὖθις φλέγμα συνεστραμμένον ἐκβάλλουσιν, ἔπειτα διαστήσαντες μέρος τῆς τροφῆς καὶ τοῦ φαρμάκου μετὰ φλέγματος ἐμοῦσιν, ἔπειτα ἐκ διαλειμμάτων ὁμοίως, ἐξεμέσαντες δὲ τὸ φάρμακον καὶ τὴν τροφὴν φλέγμα μετὰ χολῆς οἴσουσιν ὀλίγης, εἶτα μετὰ πλείονος, εἶτα χολὴν καθαράν, καὶ λύζουσιν ἐν τῷ διαμέσῳ κούφως ἄλλοτε καὶ ἄλλοτε, καὶ τὸ πρόσωπον αὐτοῖς ὑδαλέον τε ἔσται καὶ ἐνερευθές, καὶ φλέβια ἐπαναστήσεται, καὶ ὁ σφυγμὸς ἀραιότατος ἔσται. προϊούσης δὲ τῆς καθάρσεως εὐκόλως, τό τε πρόσωπον εὐχροήσει, καὶ ὁ σφυγμὸς πυκνωθήσεται καὶ μείζων ἔσται, καὶ ὁ λυγμὸς ἀποπαύεται, ἔκ τε μειζόνων διαστημάτων καὶ κατʼ ὀλίγον ἐμοῦσιν. τούτοις δὲ κατὰ μέσην μὲν τὴν κάθαρσιν, ἡνίκα ἐμπίπτοιεν οἱ λυγμοί, μελίκρατον ἐναφηψημένου πηγάνου καταρροφεῖν δώσομεν, καὶ ἐπὶ τέλει χλιαρὸν ὕδωρ προσενέγκαντες ποτὸν καὶ βραχὺ διαστήσαντες αὐτό τε τοῦτο ἐξεμεῖν, καὶ εἴ τι παρακείμενον εἴη, κελεύσομεν, λιπάναντές τε ἰσχυρῶς πᾶν τὸ σῶμα καὶ διαστήσαντες ὥρας δύο λούσομεν καὶ τροφὴν εὐστόμαχον προσοίσομεν. εἰ δὲ καὶ στραγωτέρα πως καὶ μετὰ περισκελίας ἡ κάθαρσις ἀπαντοίη ἢ ἄλλως ἀφυεστέρα, διʼ ὑπονοίας μὲν ταῦτα ἕξομεν· δυσχερῆ ταχυτῆτα ἐμέτων, καθʼ ἣν λαβόντες τὸ φάρμακον εὐθὺς ἐξεμέσουσι καὶ οὐδεμιᾶς ἀπολαύουσιν ὠφελείας, βραδυτῆτα καθάρσεως, ἐν ᾗ καὶ πνιγμῶν εἰσι κίνδυνοι, λύγγας, συνολκάς, παραφροσύνας, λειποθυμίας, ὑπερκαθάρσεις, καταπτώσεις δυνάμεως, ἱδρῶτας ἀμέτρους, ἐκλύσεις. ὄντος δʼ ἀδήλου, τίνα τῶν δυσχερῶν τούτων ἐξακολουθεῖν μέλλει, πρὸς πᾶν παρασκευάζεσθαι χρὴ τὴν κατασκευήν· ἔστι δὲ τάδε· Τίνα χρὴ παρασκευάζειν τοῖς ἐλλεβοριζομένοις.
Κλινίδιον μετέωρον καὶ ἄλλο ὑπόβλητα ἔχον διαγώνια καὶ τρίτον κρεμαστόν, διάδεσμοι, σπόγγοι, ὀξύκρατον, μελίκρατον διάφορα, ὧν τὸ μὲν ὕσσωπον ἐναφηψημένον ἐχέτω, τὸ δʼ ὀρίγανον, τὸ δὲ πήγανον, τὸ δὲ θύμον, ἔλαιον κύπρινον, μήλινον, ἴρινον, ῥόδινον, ἐμπάσματα, ἀποβρέγματα ἐλλεβόρου, σικύαι, σφηνίσκοι, πτερά, δακτυλῆθραι, κλυστῆρες, πυρίαι, ἀψίνθιον, οἶνος, τροφαί, βαλανεῖον. εἰ μὲν οὖν πρὸ τοῦ δέοντος ἐρεθίζοιντο ἐμεῖν, καὶ δέος μὴ τὸ φάρμακον ἐκβάλωσι πρὶν ὠφεληθῆναί τι ἀπʼ αὐτοῦ, τάδε εἰς κατοχὴν ποιήσομεν.
Τίνα χρὴ πράττειν εἰς κατοχὴν τοῦ ἐμέτου ἐπὶ καθαιρομένων.
Ψυχρὸν ὕδωρ δώσομεν διάκλυσμα συνεχές, καὶ εἰ μὴ παρηγοροῖ, ὀξύκρατον, καὶ τὰ ἄκρα ἱκανῶς διασφίγξομεν καὶ τρίψομεν, καὶ ἅλμην ὅσον μυστρίον μικρὸν ἐκ διαλειμμάτων ἐνστάξομεν τῷ στόματι ἢ κάππαριν ἐξ ἅλμης κατέχειν προστάξομεν καὶ σιωπᾶν καὶ ἀκινητεῖν, ἤτοι καθημένους, ἢ σφόδρα ἀναρρόπους κατακειμένους. εἰ δὲ μὴ παρηγοροῖντο ὑπὸ τούτου, σικύας μετὰ πολλοῦ πυρὸς τῷ μεταφρένῳ καὶ τῷ στόματι τῆς κοιλίας προσάξομεν ζέοντός τε ὕδατος βραχὺ ἐκ διαλειμμάτων καταρροφεῖν δώσομεν, καὶ εἰ σφόδρα ἐρεθίζοιντο, καὶ ἀψινθίου ἤτοι χυλίσματος ἢ ἀφεψήματος ὀλίγον προσοίσομεν. οὐδεὶς δʼ ἐστὶν οὕτως εὐήμης οὐδʼ ἀνατετραμμένος τὸν στόμαχον, ὥστε μὴ ὑπὸ δύο ἢ τριῶν τῶν προειρημένων παρηγορηθῆναι. εἰ δʼ ἀντιστρόφως ὑπʼ ἰσχύος τῆς περὶ τὸν στόμαχον ἢ ἄλλης τινὸς αἰτίας μὴ ἐν τῷ καθήκοντι καιρῷ τῆς καθάρσεως ἄρχοιντο, ἐπὶ μετεώρου κλινιδίου καταρρόπου σχηματίσαντες κελεύσομεν καθεῖναι τοὺς δακτύλους εἰς τὸ στόμα καὶ προσάπτεσθαι τοῦ γαργαρεῶνος καὶ τῶν παρισθμίων τῷ πλάτει τῶν ὀνύχων — οὕτως γὰρ μάλιστα ἐρεθίζονται· τά τε σκέλη καὶ τὰς ἰγνύας ἐκτείνειν ὅτι μάλιστα καὶ κάμπτεσθαι κατὰ τὴν ῥάχιν καὶ τῆς ἑτέρας χειρὸς τοὺς κονδύλους ἐνερείδειν εἰς τὴν γαστέρα, ἢ αὐτοὶ ἐνερείσομεν, εἴπερ ἐκεῖνοι ἀδυνάτως ἔχοιεν. εἰ δὲ μὴ κενοῖντο μηδʼ οὕτως, ἐπιβιβάσομεν αὐτοὺς ἐπὶ τὸ κλινίδιον τὸ ἔχον ὑπόβαθρα διαγώνια ἢ τὸ κρεμαστὸν καὶ σείσομεν αὐτό, ὡς ἐνταῦθα παραθαρρύνοντές τε καὶ παρακελευόμενοι συμπροθυμεῖσθαι, τούς τε δακτύλους αὐτῶν χρίσομεν ἰρίνῳ ἢ κυπρίνῳ. ἔγνων δέ τινας σκαμμωνίας ὀπῷ χρίσαντας τοὺς δακτύλους καὶ κινήσαντας τὴν κάθαρσιν. καὶ εἰ μηδʼ οὕτως ὑπάρχοιντο τῆς καθάρσεως, πτερὰ χήνεια συνδήσαντες τῶν οὐραίων ὀκτὼ ἢ δέκα, ἀποβάπτοντες εἰς τὸ ἴρινον ἢ κύπρινον καθήσομεν, ἢ δακτυλήθρας· ῥάπτονται δʼ αἱ δακτυλῆθραι ἐκ δέρματος Καρχηδονίου ἢ ἄλλου ὡς ὅτι ἁπαλωτάτου, μῆκος ὅσον δακτύλων δέκα ἢ δώδεκα, εἰς ὁμοιότητα δακτύλων· τούτων τὸ μὲν ἑξαδάκτυλον διάστημα πληροῦται ἐρίου, τὸ δὲ τετραδάκτυλον κενὸν ὑπολείπεται πρὸς τὸ περιαρμόζεσθαι τοῖς δακτύλοις· ἀποβάπτοντες δὲ καὶ ταῦτα εἰς τὰ προειρημένα μύρα καθήσομεν εἰς τὸν στόμαχον. παρασημειωτέον δʼ ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἐμβαλλομένων εἰς κρεμαστὸν κλινίδιον τὴν κίνησιν ἐπὶ πόδας ἢ κεφαλὴν ποιούμεθα, ἐπὶ δὲ τῶν μὴ δυναμένων ἐμεῖν εἰς τὰ πλάγια· χρὴ δὲ καὶ τὴν κρέμασιν ἀνώμαλον εἶναι, ὥστε παραπλησίαν τὴν κίνησιν τῇ κατὰ πλοῦν γίνεσθαι, δώσομέν τε αὐτοῖς καὶ τοῦ μελικράτου καταρροφεῖν, ὑσσώπου ἢ ὀριγάνου ἢ θύμου ἐναφηψημένου.
Τίνα χρὴ πράττειν πνιγμοῦ παρακολουθοῦντος ἐπὶ τῶν ἐλλεβοριζομένων.
Ἐπεὶ δέ τινες δυσήμεις ὄντες πνίγονται, πολλάκις δὲ καὶ ἄφωνοι γίνονται, τὸν μὲν πνιγμὸν παρηγορήσομεν, μελίκρατον συνεχῶς ἐπιρροφεῖν διδόντες, ᾧ μάλιστα μὲν πήγανον, εἰ δὲ μή γε, τῶν ἄλλων τι τῶν προειρημένων ἐναφήψηται, καὶ κατʼ ὀλίγον καὶ συνεχῶς προσφέροντες σπαράξομέν τε κινοῦντες ἐπὶ τοῦ κλινιδίου, καθιέντες τὰ πτερὰ σφοδρότερον. εἰ δὲ πάνυ ἐνοχλοῖντο, ἀποβρέγματος ἐλλεβόρου τρεῖς ἢ τέσσαρας κυάθους προσοίσομεν· τὰς δʼ ἐμετικὰς ἀποδοκιμάζομεν διὰ τοῦτο, ὅτι τὸ μὲν ἀπόβρεγμα, τῆς αὐτῆς ποιότητος ὂν τοῦ ἐλλεβόρου, συνεργεῖ πρὸς τὴν κάθαρσιν, αἱ δʼ ἐμετικαί, διάφορον ἔχουσαι ποιότητα, τὸν στόμαχον μόνον ἐρεθίζουσι, τὸν δʼ ἐλλέβορον οὐκ ἀνακινοῦσιν. εἰ δʼ ὁ κατὰ τὸν πνιγμὸν κίνδυνος ὑπὸ μηδενὸς τούτων παρηγοροῖτο, δριμυτάτῳ κλύσματι κλύσομεν αὐτούς· ἀναβολὴν γὰρ τοῦ κινδύνου παρέχεται καιρόν τε ἐνδίδωσιν εἰς χρῆσιν ἄλλων βοηθημάτων. δώσομεν δʼ αὐτοῖς καὶ χαλβάνης ὅσον τριώβολον καταπιεῖν, καὶ εἰ μηδʼ οὕτως παρηγοροῖντο, οὔρου παλαιοτάτου καὶ σαπροτάτου δύο κυάθους ἀναγκάσομεν ῥοφῆσαι· ταῦτα δʼ ἀμφότερα ἔμετον μὲν οὐ κινεῖ, τὸν δὲ πνιγμὸν παρηγορεῖ.
Τίνα χρὴ πράττειν ἀφωνίας καὶ ἀναισθησίας παρούσης ἐπὶ τῶν προειρημένων.
Εἰ δʼ ἄφωνοι καὶ ἀναίσθητοι γίνοιντο, τοῖς σφηνίσκοις αὐτῶν διαστήσαντες τοὺς ὀδόντας, ἑνὶ ἑκατέρωθεν παρὰ τοὺς χαλινοὺς ἐντίθεμεν τὰ πτερὰ ἢ τὰς δακτυλήθρας καθήσομεν πταρμικόν τε προσοίσομεν, μάλιστα μὲν αὐτὸν τὸν ἐλλέβορον, εἰ δὲ μή, εὐφόρβιον ἤ τι τῶν ὁμοίων· ἐνίοτε γὰρ πταρέντες συνεξέβαλον σύστρεμμα φλεγματῶδες, ὃ δὴ τῷ στομάχῳ ἐνεστὼς τὸν πνιγμὸν καὶ τὴν ἀφωνίαν εἰργάζετο. καὶ εἰ τὰ τῆς ἀφωνίας καὶ τὰ τῆς ἀναισθησίας ἐπιμένοιεν, λαβόντες ἱμάτιον τῶν πάνυ εὐρώστων καὶ διατείναντες αὐτό, δώσομεν διακρατεῖν ἐκ τῶν δύο μερῶν νεανίσκοις ἰσχυροῖς καὶ πολλοῖς ἑστῶσιν ἀλλήλων ἀπαντικρύ, καὶ μετέωρον ἀπὸ τῆς γῆς κελεύσαντες διατείνειν τὸ ἱμάτιον, εἶτα κατακλίναντες ἐνταῦθα τὸν ἐλλεβοριζόμενον, ποτὲ μὲν αἰωρήσομεν αὐτόν, τῇδε κἀκεῖσε τὸ ἱμάτιον ῥεμβοῦντες, ποτὲ δʼ ἐγκυλίσομεν ἐν μέρει ἑκατέρῳ, τῶν μὲν ἐπαιρόντων τὸ πρὸς αὐτοῖς μέρος, τῶν δὲ ταπεινούντων. εἰδέναι δὲ χρὴ ὅτι οἱ σεισθέντες οὕτως, εἰ μὴ παύσαιντο τῆς ἀναισθησίας, οὐκ ἐπαναφέρουσιν.
Τίνα χρὴ πράττειν λυγμοῦ παρακολουθοῦντος ἢ σπασμοῦ ἐπὶ τῶν τοιούτων.
Ἐπεὶ δὲ καὶ λυγμὸς παρακολουθεῖ μὲν πολλοῖς τῶν ἐλλεβοριζομένων καὶ σχεδὸν πᾶσιν, οὐκ ἐπὶ πάντων δὲ κίνδυνον παρέχεται, τὸν μὲν πράως τε καὶ ἐκ μειζόνων διαλειμμάτων ἐντρέχοντα συγχωρήσομεν — οὐ γὰρ ἀνωφελὴς ἔσται, σπαράττων τὸν στόμαχον καὶ ὑπομιμνῄσκων τῆς ἐκκρίσεως· εἰ δὲ σύντονός τε εἴη καὶ σφοδρὸς καὶ πολὺς κραδαίνοι τὸ σῶμα καὶ σπασμοὺς ἐπάγοι, πρῶτον μὲν τὸ μελίκρατον δώσομεν καθʼ ἑκάστην ἔμπτωσιν ἐπιρροφεῖν θερμότερον· ὀλίγον δὲ πήγανον ἐναφηψήσθω· καὶ μόνον ἀνακογχυλίζεσθαι παρʼ ἕκαστα τῷ μελικράτῳ ἢ ὕδατι θερμῷ κελεύσομεν. εἰ δὲ μὴ παύοιτο ἐνοχλῶν, πταρμικῷ χρησόμεθα. εἰ δὲ καὶ οὕτως ἐπιμένοι, παρʼ ὅλον τὸ μῆκος τῆς ῥάχεως σικύας προσβαλοῦμεν. εἰ δὲ σφόδρα ὀστώδης εἴη, προλιπάναντες τὸ μετάφρενον, θήσομεν μίαν σικύαν ὑπὸ τὸν μέγαν σπόνδυλον τοῦ τραχήλου μετάγειν τε πράως αὐτὴν καὶ κατασπᾶν εἰς τὴν ῥάχιν πειρασόμεθα, καὶ γενομένης καθʼ ὃν τόπον ἡ γαστὴρ κεῖται προσκειμένη, ἔτι τε ἄλλην προσθήσομεν παρὰ τὸν σπόνδυλον, ἄνω τε μεταγαγόντες τὴν δευτέραν οὕτως τὴν πρώτην βαστάσομεν καὶ πάλιν ἀνωτέρω θήσομεν· πολλάκις γὰρ αἱ ἐπιβολαὶ τῶν σικυῶν ἀπευθύνουσι τὸν στόμαχον σκολιούμενον καὶ συνελκόμενον ὑπὸ τῆς λυγγός· τά τε ἄκρα διαδήσομεν καὶ θάλψομεν, ἄλλως τε πυριῶντες καὶ καθιέντες εἰς ὕδωρ θερμόν. καὶ μὴν καὶ ἐκπλήξεις τινὰς ἐπιμηχανησόμεθα καὶ ὀνειδιοῦμεν αὐτοῖς καὶ μέγα εἰσπνεῖν προστάξομεν καὶ ἐπὶ μακρὸν ἕλκειν εἴσω τὸ πνεῦμα καὶ ἀναπνεύσειν ἐπὶ πολύ.
Τίνα δεῖ πράττειν ἐπὶ τῶν παρακολουθούντων συνολκῶν.
Συνολκαὶ δὲ παραπλησίως, ὥσπερ καὶ λύγξ, πᾶσι παρέπονται· τὰς δὲ σφοδράς — γίνονται δʼ αὗται τῶν μυῶν μάλιστα τῶν ἐν ταῖς γαστροκνημίαις καὶ τοῖς μηροῖς καὶ τοῖς βραχίοσι καὶ τῶν μασητήρων μυῶν· γίνονται δὲ καὶ ποδῶν ἄκρων καὶ χειρῶν μᾶλλον — ταύτας δὴ παρηγορήσομεν, ἰσχυρῶς λιπαίνοντες, θλίβοντες, θάλποντες, πυριῶντες. ἄκρως δὲ καὶ ταύτας τὰς συντάσεις ὀνίνησιν ἡ διὰ τῶν χειρῶν θλῖψις τῶν μυῶν· τὸ γὰρ συλλεγόμενον εἰς τὰς κοιλίας αὐτῶν πνεῦμα καὶ ποιοῦν τὴν συνολκὴν ἐκθλίβουσιν αἱ χεῖρες πιέζουσαι. καὶ Σικυώνιον δὲ καὶ παλαιὸν ἔλαιον καὶ τῶν ἀκόπων τὰ θερμαντικὰ καὶ μαλακτικὰ καὶ καστόριον ἐμβρεχόμενόν τε καὶ πινόμενον, καὶ κατʼ ἰδίαν καὶ μετὰ τοῦ μελικράτου, καὶ τὸ μελίκρατον πολὺ μετὰ τοῦ πηγάνου ῥοφούμενον, ταῦτα πάντα τὰς συνολκὰς ἀμβλύνει. μάλιστα δὲ πάντων ὀνίνησι τοὺς συνελκομένους λουτρόν· διόπερ, εἰ τὰ τῆς καθάρσεως ἱκανῶς προκεχωρήκοι, ὥσπερ ἐπὶ τῶν πλείστων συνελκομένων σφοδρῶς τοῦτο συν. .., λούσομεν αὐτοὺς καὶ δεύτερον καὶ τρίτον. ὀκτάκις δέ τινα λουσάμενον ἐπὶ μιᾶς ἡμέρας, οὐχ ἧς ἔλαβε τὸν ἐλλέβορον, ἀλλὰ τῆς ἐπιούσης, ἔγνωμεν — συνείλκετο γὰρ σφοδρῶς τῇ δευτέρᾳ ἡμέρᾳ — καὶ παυσάμενον τῆς ἐνοχλήσεως.
Τίνα χρὴ πράττειν ὑπερκαθαιρομένων αὐτῶν εἰς κατοχὴν τοῦ ἐμέτου.
Τὰς δʼ ὑπερκαθάρσεις στήσομεν θερμοτάτῳ ποτῷ καὶ τῇ διαδέσει τῶν ἄκρων καὶ τῇ τρίψει σφοδρᾷ καὶ σικύαις εὐτόνοις, ταῖς μὲν καθʼ ὑποχόνδριον, ταῖς δὲ κατὰ μετάφρενον τιθεμέναις καὶ βιαίως ἀποσπωμέναις. ἄκρως δʼ ἀψινθίου πόσις ἐπέχει τοὺς ἐμέτους· εἰ δʼ ἐπιμένοιεν, καὶ τοῖς ἀνωδύνοις ὑπνωτικοῖς χρησόμεθα· τῇ τε γὰρ δυνάμει ξηραντικὰ ὄντα πάσας ἵστησι τὰς ἐκκρίσεις καὶ τῇ τοῦ ὕπνου ἐπαγωγῇ· στατικὸν γὰρ καὶ ὕπνος ἐκκρίσεως.
Τίνα χρὴ πράττειν ἱδρώτων παρακολουθούντων.
Τὴν δʼ ἀμετρίαν τῶν ἱδρώτων τῶν ἐπιγινομένων στήσομεν ῥιπίζοντες τὸ σῶμα καὶ ἀποσπογγίζοντες σπόγγοις διὰ ψυχροῦ ὕδατος ἢ ὀξυκράτου τεθολωμένοις, ἐμπάσμασί τε χρησόμεθα τοῖς τε στύφουσι τοῖς τε παρεμπλάσσουσιν. κατάπτωσίν τε δυνάμεως τροφαῖς καὶ οἴνοις ἀνακτησόμεθα· ὅσοι δʼ ἐπὶ τούτων θάλψιν ἢ θλῖψιν παραλαμβάνουσιν, οὔ μοι δοκοῦσι δύνασθαι διακρίνειν θλῖψιν καταπτώσεως.
Ἐκ τῶν Ἡροδότου· περὶ τῶν κινδυνευόντων πνιγῆναι· ἐκ τοῦ Περὶ τῶν κενουμένων βοηθημάτων.
Οἱ δὲ κίνδυνον ἔχοντες πνιγμοῦ περὶ μὲν τὴν ἀρχὴν τῆς καθάρσεως ὀλίγον σιέλου ἀποπτύουσι, προθυμίας δʼ αὐτοῖς σφοδρᾶς πρὸς ἔμετον γινομένης, οὐδὲν ἐκκρίνουσιν, ἀνοιδοῦντες δὲ τὸ πρόσωπον μετὰ προβολῆς τῶν ὀμμάτων, ἀντιλαμβάνονται συνδεδεμένων καὶ ἐμφραττομένων τῶν περὶ τὴν ἀναπνοὴν μερῶν μετὰ δυσπνοίας· ἔνιοι δὲ καὶ τὴν γλῶσσαν προβάλλουσι μετὰ πλείονος ἱδρῶτος· οἱ δὲ καὶ συνερείδουσι τοὺς ὀδόντας καὶ τὴν διάνοιαν μεταλαμβάνονται. γνόντες οὖν τὸν ἐφεστῶτα κίνδυνον, ἀνυπερθέτως βοηθήσομεν δή, τὰ μύρα διὰ τῶν πτερῶν καθιέντες, καὶ προσαναγκάσομεν ἀπεμεῖν, κομιζόμενοι τὸ ἐγκείμενον φλέγμα τοῖς περὶ τὴν κατάποσιν τόποις. ἐγὼ γοῦν ἐπί τινος πνιγομένου καὶ πρὸς τῷ τελευτᾶν τὸν βίον ὄντος — συνερειρηκὼς γὰρ τοὺς ὀδόντας ἔσπαιρεν ἐμφερῶς τοῖς ἀπεσφαγμένοις ἱερείοις — διαστήσας τοῖς σφηνίσκοις τὸ στόμα καὶ διασφαλισάμενος τοὺς ὀδόντας, ὡς μὴ μύσειεν, καθεῖκα τὴν χεῖρα, καὶ συνηγμένον εὑρὼν σφαιρηδὸν πρὸς τῇ καταπόσει φλέγμα χειροπληθὲς ἀνειλόμην, ὃ καὶ ῥιφὲν ἀδιαίρετον ἔμεινεν.
Κτησίου· περὶ ἐλλεβόρου.
Ἐπὶ τοῦ ἐμοῦ πατέρος καὶ τοῦ ἐμοῦ πάππου ἰατρὸς οὐδεὶς ἐδίδου ἐλλέβορον· οὐ γὰρ ἠπίσταντο τὴν κρᾶσιν αὐτοῦ καὶ τὸ μέτρον καὶ τὸν σταθμόν, ὁπόσον χρὴ διδόναι· εἰ δέ τις καὶ ἐδίδου ἐλλέβορον πιεῖν, διαθέσθαι πρῶτον ἐκέλευεν, ὡς μέγαν κίνδυνον μέλλοντα κινδυνεύειν, τῶν τε πινόντων πολλοὶ μὲν ἀπεπνίγοντο, ὀλίγοι δὲ περιεγίνοντο· νῦν δὲ δοκεῖ ἀσφαλέστατον εἶναι.
Ἐκ τῶν Μνησιθέου· περὶ ἐλλεβόρου.
Ἡ πόσις ἡ τοῦ ἐλλεβόρου κίνδυνον ἔχει πολύν· ἢ γὰρ εὐθὺς ἐποίησεν ὑγιεινόν, ἢ πάνυ πολλὴν καὶ μακρὰν ταραχὴν ἐν τῷ πάθει κατεσκεύασεν· δεῖ δὲ τὰ τοιαῦτα τῶν ἰαμάτων ὑπομένειν τὸν μηκέτι νομίζοντα διὰ τῆς ἀσφαλοῦς δύνασθαι θεραπείας ὑγιαίνεσθαι.
Ἐκ τῶν Ἀντύλλου· περὶ ἀποφλεγματισμοῦ· ἐκ τοῦ β λόγου Τῶν κενουμένων βοηθημάτων.
Τοῖς ἀποφλεγματισμοῖς χρηστέον μετὰ τὸ τὰ ἄλλα βοηθήματα παραληφθῆναι τὰ μετάγειν δυνάμενα, στασίμου τῆς ὕλης ἤδη γινομένης καὶ τοπικωτέρων χρῃζούσης βοηθημάτων. δύναται δʼ ἀποφλεγματισμὸς ὁμοῦ μὲν θερμαίνειν καὶ ἀπάγειν τὰ ἐνοχλοῦντα τῶν ὑλῶν, ἐπιστρέφειν δὲ καὶ μεταποιεῖν τὰ σώματα, διαδόσεως ἐπʼ αὐτὰ γινομένης ἀπὸ τῶν ἀποφλεγματιζόντων φαρμάκων ἀνάλογον σιναπισμῷ. χρηστέον δʼ αὐτοῖς, πρὸ μιᾶς ἡμέρας ἀποδεδωκυίας τῆς γαστρὸς διὰ κλύσματος ἢ διά τινος τῶν κούφων καὶ καθαρῶν τῶν ὑπαγόντων. μετὰ δὲ τὸν ἀποφλεγματισμὸν μελικράτῳ θερμῷ διακλύζεσθαι· εἰ δὲ σφοδρὰ ἡ δῆξις ὑπολείποιτο, γάλακτι ἢ ῥοδίνῳ.
Γαληνοῦ· περὶ κενωτικῶν τῆς κεφαλῆς.
Τοὺς ἐν τῇ κεφαλῇ χυμοὺς διὰ τῶν πτυσμάτων κενοῦμεν, εἰ μὲν ἐπὶ βραχὺ πρᾶξαι τοῦτο βουληθείημεν, ἀναμιγνύντες μαστίχῃ πέπερι, πλέον δὲ κενῶσαι βουλόμενοι, πύρεθρον ἢ σταφίδα τὴν ἀγρίαν μασᾶσθαι κελεύοντες. καὶ ἀνεμώνης δὲ πάσης ἡ ῥίζα διαμασωμένη φλέγμα προκαλεῖται, καππάρεώς τε τῆς ῥίζης ὁ φλοιός. ὀρῶδες μὲν οὖν περίττωμα διὰ τῶν τοιούτων κενοῦται, παχὺ δὲ φλεγματῶδες ἀνακογχυλιζόμενον νάπυ μετʼ ὀξυμέλιτος ἢ σίραιον ὀρίγανον ἢ ὕσσωπον ἀφηψημένον ἔχον· ἐγὼ δέ, ὡς ἴστε, μίγνυμι τοῦτο τῷ μετὰ τοῦ ὀξυμέλιτος νάπυϊ. εἰ δὲ καὶ ὑπὸ μύξης ἐκκαθαίρεσθαι δέοι τὸν ἐγκέφαλον, προτρέψομεν αὐτήν, ἐρεθίζοντες φαρμάκοις δριμέσιν, ὧν ἔνια καὶ πταρμὸν κινεῖ. καθαίρει μὲν οὖν διὰ ῥινὸς ἀνεμώνης πάσης ὁ χυλός, κυκλαμίνου χυλός, τεύτλου· πταρμικὸν δʼ ἐστὶ βατραχίου ῥίζα τοῖς ἄλλοις ἅπασιν ὁμοίως τοῖς ἰσχυρῶς ξηραίνουσι καὶ πταρμικῆς τὰ ἄνθη καὶ στρουθίου ἡ ῥίζα. πταρμοὶ δʼ ἐπὶ μὲν τοῖς ὠμοῖς χυμοῖς τοῖς κατὰ θώρακα καὶ πνεύμονα καὶ κεφαλὴν μέρεσι περιεχομένοις οὐ συμφέρουσι γινόμενοι· σφοδρῶς γὰρ σείουσι καὶ κλονοῦσι τὰ μέρη ταῦτα, δεόμενα θάλπεσθαι μετρίως καὶ ἡσυχάζειν, ἵνα πεφθῶσιν οἱ ὠμοὶ χυμοί. συμβαίνει δʼ αὐτοῖς τἀναντία κινουμένοις· πληροῦνται μὲν γὰρ μᾶλλον οὕτως, οὐ πέττει δὲ τοὺς περιεχομένους ἐν αὐτοῖς χυμούς· ἔμπαλιν δέ, ὅταν ἤδη τύχωσι πεπεμμένοι, πρὸς τὴν τῶν περιττωμάτων κένωσιν οἱ πταρμοὶ λυσιτελοῦσιν. ὁρᾶταί γε μὴν ἐναργῶς κἀπὶ τῆς καλουμένης κορύζης, ἔτι δὲ καταρροιῶν καὶ βράγχων, ἐν ἀρχῇ μὲν ὑπὸ τῶν πταρμῶν παροξυνόμενα τὰ πάθη, περὶ δὲ τὰς παρακμὰς λυόμενα.
Περὶ ὑποκαπνισμοῦ· ἐκ τῶν Ἀντύλλου· ἐκ τοῦ β λόγου Τῶν κενουμένων βοηθημάτων.
Οὐ πολλοῖς, ἀλλὰ τοῖς περὶ θώρακα ἔχουσι νόσημα ὑποκαπνισμὸς ἐπιτήδειος, καὶ οὐδὲ τούτοις πᾶσιν· οὔτε γὰρ τοῖς αἱμοπτυϊκοῖς οὔτε τοῖς ξηρὸν ἔχουσι νόσημα περὶ τὸν θώρακα, μόνοις δὲ τοῖς ἀσθματικοῖς καὶ ὀρθοπνοϊκοῖς ὅσοι διὰ πλῆθος φλεγμάτων δυσαναγωγῶν ἐνοχλοῦνται. χρηστέον δὲ τοῖς ὑποκαπνισμοῖς τηνικαῦτα, ἡνίκα ἂν καὶ τῶν ἄλλων τοπικῶν βοηθημάτων ..., καὶ προμεμαλαγμένης τῆς γαστρός. χρὴ δὲ καθίσαντα τὸν ἄνθρωπον καὶ σκεπάσαντα ὅλον ἱματίοις, κελεῦσαι μὲν διαστῆσαι τὰ σκέλη, κατακύψαι δὲ τὸ πρόσωπον, ὡς ἐγγυτάτω τῶν γονάτων γενέσθαι τὸ στόμα, καὶ κεχηνέναι, ἔπειτα μεταξὺ τῆς διαστάσεως τῶν σκελῶν θεῖναι χύτραν ἢ λεβήτιον ἔχον ἄνθρακας ἡμμένους, ἔπειτα ἐπιπάσσειν ἐπὶ τὸ πῦρ ἀριστολοχίας, μάλιστα μὲν κληματίτιδος, εἰ δὲ μή, δακτυλίτιδος, ἢ θεῖον ἄπυρον ἢ λάδανον ἢ δᾷδας ἢ ξύλα περσικῆς τοῦ δένδρου ἢ σχοινίον διεξασμένον — βέλτιον δέ, εἰ ναυτικὸν εἴη θαλασσοβραχές — καὶ παρακελεύεσθαι τῷ ἀνθρώπῳ διὰ τοῦ στόματος τὸν καπνὸν ἕλκειν προθύμως· πολλοὶ γὰρ φλέγμα ἐκβάλλουσι τοῦτο δράσαντες.
Περὶ ἐρρίνων· ἐκ τοῦ αὐτοῦ λόγου.
Τοῖς ἐρρίνοις χρώμεθα οὕτως· ἐντίθεται κάλαμος λεπτὸς εὐθύτρητος, εἰς τὸν μυκτῆρα ἐμβῆναι δυνάμενος, μῆκος ἔχων δακτύλων ἕξ. πληροῦται δʼ ἡ τοῦ καλάμου εὐρυχωρία πᾶσα τοῦ φαρμάκου. ἔστω δʼ ὁ κάλαμος φυσικὸς ἢ χαλκοῦς. ἐμβιβασθέντος δʼ αὐτοῦ, ἐμφυσῶμεν κατὰ τὸ ἕτερον πέρας ἢ ἐμβάλλομεν τὸ φάρμακον εἰς τὸν μυξωτῆρα. τῶν δʼ ἐντιθεμένων ἐστὶ νάπυ λεῖον, κυκλαμίνου χυλὸς ἢ σεῦτλον ἢ ἐλατήριον λεῖον, κεδρία, καὶ ὅσα ἐστὶ τῆς ὁμοίας ὕλης.
Περὶ ἀποδακρυτικῶν· ἐκ τοῦ αὐτοῦ λόγου.
Ὀλίγη χρῆσίς ἐστι τῶν ἀποδακρυτικῶν· χρώμεθα γὰρ ἐπὶ μόνων ὀμμάτων χρονίως κατεξηραμμένων ἐπί τε ψωρωδῶν βλεφάρων ἐπί τε ἀτροφίας περὶ τὰ ὄμματα πρὸς τὸ διυγρᾶναι τοὺς ὀφθαλμοὺς ἢ ὕλην ἐπʼ αὐτοὺς ἀγαγεῖν, διʼ ἧς εὐτροφήσουσιν. ἔστι δʼ ἀποδακρυτικὰ τὰ δριμέα τῶν κολλυρίων· τὰ δὲ διʼ ὀσφρήσεως κινοῦντα δάκρυον, οἷον σίνηπι, κρόμμυον, σιλφίου ὀπός· τὸν γὰρ καπνὸν παραιτητέον, μειζόνως βλάπτοντα ἢ ὠφελοῦντα.
Περὶ διουρητικῶν· ἐκ τοῦ αὐτοῦ λόγου.
Τῶν διουρητικῶν ἡ χρῆσις φυλακτέα ἐστὶν ἐπὶ τῶν μαραινομένων ἢ κατεσκληκότων· ἱκανῶς γὰρ διοχλεῖ τοὺς τοιούτους. τῶν δὲ διουρητικῶν τὰ μὲν διὰ στόματος λαμβάνεται πότιμα. τὰ δὲ τῇ βαλάνῳ προσάγεται· χρώμεθα δὲ μάλιστα τούτοις, ἐπειδὰν ὑπερπληθεῖσα ἡ κύστις καὶ διὰ τοῦτο μὴ δυναμένη περιστέλλεσθαι καὶ κενοῦν τὸ οὖρον. ἐντίθεμεν δʼ εἰς τὴν βάλανον νίτρον ὕδατι διειμένον, ἅλμην, ἁλὸς ἄνθος, χολήν, κυκλάμινον, κόριν τὸ ζῷον.
Περὶ αἱμαγωγῶν· ἐκ τοῦ αὐτοῦ λόγου.
Χρώμεθα τοῖς αἱμαγωγοῖς ἐπὶ γυναικῶν ἐν ἐποχῇ καθάρσεως· ἔστι δʼ ἀγωγὰ τά τε διουρητικὰ πάντα καὶ ὅσα θερμαίνει μὴ μετὰ ξηρότητος, ἀλλὰ μετὰ δριμύτητος. ἐν τούτοις κράμβης ῥίζα ἑψωμένη, πινομένου τοῦ ἀφεψήματος, καὶ μάλιστα τῆς ἀγρίας, καὶ ἔτι μᾶλλον ἡ τῆς θαλασσίας λεγομένης, καὶ ῥίζα περσέας καὶ λελίσφακος καὶ πήγανον καὶ ἀμάραντον καὶ χρυσάνθεμον καὶ δίκταμνον καὶ εὐζώμου σπέρμα. κινεῖ δὲ καὶ τὰ πρόσθετα προσβαλλόμενα τῷ στόματι τῆς ὑστέρας, ὥσπερ πήγανον λεῖον κατʼ ἰδίαν ἢ μεθʼ ἁλῶν ἢ μετὰ μέλιτος ἢ ἀνήθου τῆς ῥίζης κεκαυμένης ἡ σποδιὰ μετὰ μέλιτος, πράσου χυλός, ἄγλις προστιθεμένη, σμύρνα λεία ἐν οἴνῳ, ἄμωμον, λαγωοῦ πυτία.
Περὶ ἱδρωτικῶν· ἐκ τοῦ αὐτοῦ λόγου.
Τοῖς ἱδρωτικοῖς χρώμεθα ἢ ὑπὲρ τοῦ ξηρότητα ἐπιφανείας ἀνεῖναι γινομένην ἢ πυρετοῖς, καὶ μάλιστα μαρασμώδεσιν, ἢ ὑπὲρ τοῦ κνησμῶν καὶ ὀδαξησμῶν ἰσχυρῶς ἐνοχλούντων ἀπαλλάξαι ἢ ἐν ἀναλήψεσι μετὰ νόσον μακρὰν κατεσκληκυίας τῆς ἐπιφανείας. χρώμεθα δὲ καὶ ἐπʼ ἀτροφίαις καὶ ἐπὶ παρέσεσι καὶ ἐπʼ ἀπεψίᾳ καὶ ὕδρωπι τῇ κατὰ σάρκα, καὶ ἐφʼ ὧν ἐπανάστασις γίνεται περὶ τὴν ἐπιφάνειαν, σχετικῆς προηγησαμένης ἤτοι διαφθορᾶς ἢ βρώματος δριμύτητος. ἔστι τῶν ἱδρωτικῶν χαμαίμηλον ξηρὸν λεῖον ἐπιπασσόμενον ἐλαίῳ, τῆς ἐπιφανείας εὐτόνως ἀνατριβομένης, σέσελι Μασσαλιωτικόν, πύρεθρον, κάχρυ, ἄνησον ὁμοίως ἐμπασσόμενον ἐλαίῳ, νίτρον ὀπτὸν μὴ πάνυ λεπτόν, ἀλλὰ κριμνῶδες σὺν τῷ ἐλαίῳ, ἁλὸς ἄνθος συγκιρνώμενον ἐλαίῳ, ὀπὸς Κυρηναϊκὸς σὺν ὕδατι διειμένος, εἰς ἀνάτριψιν τοῦ σώματος παραλαμβανόμενος καὶ πινόμενος μέγεθος ὅσον ἐρεβίνθου.
Ἐκ τῶν Γαληνοῦ· περὶ μετοχετεύσεως.
Ἡ παροχέτευσις ὁμογενὴς μέν ἐστι τῇ διὰ τοῦ δεχομένου μορίου τὸ ῥεῦμα κενώσει· γίνεται δὲ διά τινος τῶν πλησίον, οἷον ὅταν διὰ γαργαρεῶνος ἢ οὐρανίσκου φέρηται ῥεῦμα· διὰ ῥινῶν γὰρ παροχέτευσις αὐτοῦ γένοιτο ἂν προσηκόντως, ἐρεθιζόντων ἡμῶν ἢ καὶ προκαλουμένων αὐτὸ δριμέσι φαρμάκοις. πρὸς δὲ τοὺς ὀφθαλμοὺς ἢ τὰ ὦτα τῶν χυμῶν ῥεπόντων, μετοχετεύειν οὐκ εἰς ῥῖνα μόνον, ἀλλὰ καὶ εἰς στόμα, διακλύζεσθαι διδόντα καὶ ἀνακογχυλιάζεσθαι τό τε διʼ ὀριγάνου καὶ σιραίου καὶ τὸ διὰ νάπυος. ἴσμεν δʼ ὅτι καὶ σταφὶς ἀγρία διαμασωμένη καὶ πύρεθρον ἅπαντά τε τὰ τοιαῦτα δριμέα μετάγει τὴν ἐκ τῆς κεφαλῆς ἐπʼ ὀφθαλμοὺς ἢ ὦτα φερομένην τῶν χυμῶν περιουσίαν εἰς τὸ στόμα. παροχέτευσις δὲ γίνεται κἀν τῷ τὸ καταρρέον εἰς πνεύμονα διὰ τραχείας ἀρτηρίας εἰς τὸν στόμαχον ἐκτρέπειν· αἱρετώτερον γὰρ τοῦτο. καὶ εἰ γυναικὶ διὰ τῶν κατὰ τὴν ἕδραν φλεβῶν ὁρμήσειε τὸ αἷμα, μετάγειν ἐπὶ τὰς ἐν ταῖς μήτραις. τὸ μὲν οὖν ὀχετεύειν αὐτὸ τοῖς ὀχετοῖς ἐστιν ὑφηγεῖσθαι, τὸ δὲ παροχετεύειν ἐκτρέπειν ἀπὸ τῶν ὀχετῶν εἰς τὰ πλάγια.
Περὶ ἀντισπάσεως.
Τὰς σφοδροτάτας ἐπιρροὰς τῶν χυμῶν ἀντισπαστικοῖς βοηθήμασι κωλύομεν ἀθρόως κατασκήπτειν· ἀντισπαστικὰ δʼ ἐστὶ βοηθήματα δεσμοὶ μὲν τῶν κώλων ἐπὶ τῆς εἰς θώρακα καὶ γαστέρα ῥοπῆς ἰσχυρᾶς, ἔμετοι δʼ ἐπὶ τῆς εἰς τὰ κάτω, καθάπερ καὶ αἱ διὰ τῶν δριμυτέρων κλυσμῶν τῆς ἐπὶ τοὺς ἐμέτους. ἄμφω δὲ ταύτας τὰς ῥοπάς, λέγω δὲ τὰς διὰ τῆς ἄνω καὶ κάτω γαστρὸς γινομένας, εἰς οὖρα καὶ ἱδρῶτας ἀντισπάσεις, καὶ μέντοι καὶ τὰ οὖρα πρὸς ἱδρῶτάς τε καὶ διαχωρήσεις γαστρός. ἀντισπαστικὸν δὲ βοήθημα καὶ ἡ παρὰ τοὺς τιτθοὺς προσβαλλομένη σικύα· τὰς δὲ καθʼ ὑποχόνδριον ἐρειδομένας εἴδετε πολλάκις ἀντισπώσας ἱκανῶς τὴν ἐπὶ τοὺς μυκτῆρας ὁρμὴν τοῦ αἵματος, ὥσπερ γε καὶ τὴν διὰ μήτρας ἄμετρον φοράν. ἀντισπᾷ δὲ τὰ δριμέα φάρμακα καὶ τοῖς κώλοις ἐπιτιθέμενα τὰς ἐπὶ κεφαλὴν καὶ σπλάγχνα ῥοπὰς τῶν χυμῶν. καὶ ἁπλῶς τὴν ἀντίσπασιν ποιητέον ἐπὶ μὲν τοῖς ἄνω ῥέπουσι χυμοῖς εἰς τὰ κάτω, ἐπὶ δὲ τοῖς εἰς τὰ κάτω τοὐναντίον, καὶ ἐπὶ μὲν ταῖς εἴσω ῥοπαῖς ἔξω, καὶ πάλιν ἐπὶ ταῖς ἐκτὸς εἴσω, κἂν εἰ πρὸς τὰ δεξιὰ ῥέποι, τὴν ἐπʼ ἀριστερὰ ποιητέον ἀντίσπασιν, κἂν εἰ πρὸς ἀριστερά, τὴν ἐπὶ τἀναντία. οὕτως μὴν καὶ τὰς μὲν ὀπίσω ῥοπὰς ἀντισπᾶν πρόσω, τὰ δὲ πρόσω ῥέποντα ῥεύματα πρὸς τὴν ὀπίσω χώραν ἀπάγειν. Τιμοκράτης γοῦν ὁ Ἡρακλεώτης, ἐξ ἀγροῦ νεανίσκου κομίσαντος εἰς τὴν πόλιν οὐ μικρόν τι βάρος ἐν τῇ δεξιᾷ χειρί, καὶ ἐμπρησθείσης αὐτῆς, ἐκέλευσε τὸ ἴσον βάρος εἰς τὴν ἀριστερὰν χεῖρα μεταλαβόντα τὴν ἴσην ὁδὸν ἀνῦσαι μετʼ αὐτοῦ καὶ τὴν ῥευματισθεῖσαν ἀναδῆσαι χεῖρα, καὶ τούτου γενομένου κατέστη παραχρῆμα τὸ οἴδημα τῆς δεξιᾶς χειρός. κἀμὲ δʼ ὁρᾶτε πολλάκις οὐκ ἐπὶ τῶν χειρῶν μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν σκελῶν ποιοῦντα τὸ παραπλήσιον τούτῳ· τῷ μὲν γὰρ ῥευματισθέντι σκέλει τῶν ἀποκρουστικῶν τι φαρμάκων ἐπιτίθημι μετὰ τῆς προσηκούσης ἐπιδέσεως, ἥτις ἄρχεται ἐκ τῶν κάτω μερῶν, ἀεὶ δὲ κατὰ τὸ συνεχὲς ἐπινεμομένη πυκνῶς τὰ πέλας χωρία μέχρι βουβῶνος ἀνέρχεται· τῷ δʼ ἑτέρῳ σκέλει τῶν θερμαινόντων τι φαρμάκων ἐπιτίθημι, μεταλαμβάνων τε καὶ ἀντισπῶν ἐπʼ ἐκεῖνο τοῦ ῥεύματος.
Ἐκ τῶν Γαληνοῦ· περὶ ἐμέτου.
Τοῖς ἐθάσι τῶν ἐμέτων ἐνίοτε μὲν συμφέρει προσάγειν, ἐνίοτε δʼ ἀπάγειν τε καὶ ἀπεθίζειν. εἰ μὲν οὖν εἰς τὴν κοιλίαν συρρέοι ξανθὴ χολή, πικροχόλου τε ὄντος τοῦ ἀνθρώπου καὶ χωρίον οἰκοῦντος θερμὸν ἔν τε πόνοις καὶ φροντίσι διαιτουμένου, προσεθίζειν χρὴ τὴν χολὴν ἐμεῖν πρὶν προσαίρεσθαι τροφήν· εἰ δὲ διὰ τὸ πλέον ἐθέλειν οἴνου πίνειν ἐπὶ τοῖς λουτροῖς πρὸ τῶν σιτίων, ἀπάγειν τοῦ κατὰ τὸν ἔμετον ἔθους ἅμα τῷ καὶ τοῦ πλήθους ἀφαιρεῖν τῶν τε σιτίων καὶ ποτῶν· ἀσθενὴς γὰρ ἡ κοιλία γινομένη τούτων ἐθίζεται δέχεσθαι τὰς ἐξ ὅλου τοῦ σώματος περιουσίας εἰς αὐτὴν συρρεούσας. κατὰ καιροὺς δέ τινας ἐμεῖν συμφέρει χάριν τοῦ χυμὸν γλίσχρον καὶ πλεῖστον ἀπορρίψαι τῆς γαστρός, ἡνίκα ῥαφανῖδάς τε διʼ ὀξυμέλιτος ὅσα τε ἄλλα τοιαῦτα προσοίσομεν αὐτοῖς. καὶ εἰ συνεχῶς δὲ τὸν τοιοῦτον χυμὸν ἀθροίζει τις ἐν τῇ γαστρί, συνεχῶς ἐπὶ τὸν ἔμετον ἄξομεν· ἔμπαλιν δέ, ἀτονούσης τῆς κοιλίας ὡς μὴ δύνασθαι φέρειν τὰ ληφθέντα, κωλύσομεν ἐμεῖν ὀλίγα τε διδόντες σιτία, καὶ ταῦτα εὐστόμαχα, καὶ τοῖς ἔξωθεν ἐπιτιθεμένοις φαρμάκοις ῥωννύντες αὐτήν. ἐφʼ ὧν δὲ βουλόμεθα τὸν μετὰ δεῖπνον ἔμετον ἀλύπως κινῆσαι, τοὺς βολβοὺς τῶν ναρκίσσων ἅμα τῶν ἐσθιομένων τινὶ φαγεῖν δόντες, εὐήμεις αὐτοὺς ποιήσομεν· ἔστι γὰρ ἐμετικὸν φάρμακον ὁ τοῦ ναρκίσσου βολβός, ὃν κεφαλὴν ὀνομάζουσιν. ἐμετικὸν δʼ ἐστὶ καὶ ἀναγύρεως τὸ σπέρμα καὶ βαλάνου μυρεψικῆς τῆς σαρκὸς δραχμὴ μία μετὰ μελικράτου ποθεῖσα. πολλάκις δὲ καὶ διὰ τῆς κάτω κοιλίας ὑπάγει δαψιλές, ὅθεν, ἐπειδὰν ὑπὲρ τοῦ διακαθᾶραί τι τῶν σπλάγχνων, καὶ μάλιστα ἧπαρ ἢ σπλῆνα, χρώμεθα τῷ φαρμάκῳ, μετʼ ὀξυκράτου δίδομεν.
Πῶς ἄν τις εὐκόλως ἐμοῖ· ἐκ τῶν Ῥούφου· ἐκ τῶν Πρὸς Ποταμωνιανὸν περὶ ἐμέτων.
Ἐπειδὴ τοῖς συντόνως καὶ χαλεπῶς ἐμοῦσι κίνδυνος οὐχ ὁ τυχὼν καὶ φλέβιον ῥῆξαι καὶ τὴν ὄψιν βλαβῆναι φαρύγγεθρόν τε καὶ κιονίδα καὶ στόμαχον ὀδυνηθῆναι καί τι ἄλλο οὐκ ἐπιτήδειον παθεῖν, διὸ δὴ ἐξευρήκασιν οἱ ἰατροὶ τρόπους, καθʼ οὓς ἔνεστιν εὐπετῶς ἐμεῖν, ἵνα μὴ διὰ τοῦτο τῆς ἄλλης ὠφελείας ἀποστερῶνται· καὶ γὰρ φλέγμα κενοῖ καὶ κεφαλὴν βαρεῖαν ἐπικουφίζει καὶ τὴν ἄλλην ἕξιν ἐλαφροτέραν παρέχει καί ποτε καὶ προθυμότερον φαγόντα ἀπεπτῆσαι κωλύει ἢ καὶ ἀπολαύσαντα οἴνου πλείονος οὐκ ἐᾷ βλαβῆναι. μέγιστον δὴ καὶ πρῶτον εἰς ῥᾳστώνην ἐπὶ μετρίῳ πληρώματι ἐξεμεῖν· οἱ γὰρ ἄγαν ὑπερπλησθέντες ἐμπίπλανται τὴν γαστέρα ὥστε μὴ δύνασθαι προσστέλλειν αὐτήν. στοχαστέον δὲ καὶ τῶν προσφερομένων, ὡς μὴ στρυφνὰ ἢ ξηρὰ ᾖ, ἀλλὰ τὰ μὲν τοῦ γλυκυτέρου καὶ ὑγροτέρου τρόπου, τὰ δὲ τοῦ δριμυτέρου. δοκεῖ δʼ ἐν τούτοις ῥαφανίς τε εὐδοκιμεῖν καὶ εὔζωμον καὶ τάριχος παλαιὸν καὶ ὀρίγανις χλωρὰ καὶ κρομμύου ὀλίγον καὶ πράσου. συνεργεῖ δὲ τοῖς ἐμέτοις καὶ τῶν ὀσπρίων αἵ τε πτισάναι, μέλιτος ἔχουσαι, καὶ τὰ ἀπὸ τῶν κυάμων ἔτνη καὶ τὰ πίονα τῶν κρεῶν· ἀλλʼ ὅπως μὴ μόνον τοὺς χυλοὺς αὐτῶν λαμβάνῃς, ἀλλʼ ὅλους τοὺς ὄγκους καταπίνῃς· οὕτως γὰρ ἐπιτηδειότερον τοῖς ἐμέτοις, οἱ δὲ χυλοὶ τῇ λεπτότητι καὶ τῷ ἐγγυτέρω εἶναι τοῦ πεπέφθαι ῥᾷον ἀναδίδονται. μὴ τοίνυν μηδὲ περὶ τὴν μάσησιν ἱκανῶς διάτριβε μέλλων ἐμεῖν· τῇ δʼ ἑψήσει μαλακὰ πάντα ἔστω. δῆλον δὲ δήπου ὅτι καὶ τῶν οἴνων τοὺς γλυκυτέρους αἱρετέον· οὗτοι γὰρ ἐπιπολαστικώτεροι, καὶ μᾶλλον εἰ κεραννῦντο τοῦ εἰωθότος ὑδαρέστερον. χρὴ δὲ πρὸς τῷ ἐμεῖν γινόμενον καὶ χλιαρωτέρῳ χρῆσθαι τῷ ποτῷ καὶ δαψιλεστέρῳ. δεῖ δὲ καὶ ἀμύγδαλα εἰς μέλι ἀποβάπτοντα ἐσθίειν καὶ πλακοῦντος γεύεσθαι τηνικαῦτα, καὶ τοῦ πέπονος σικύου τὸ σπέρμα βρέξαντα καὶ λειάναντα μετὰ μέλιτος προσφέρεσθαι· κινεῖ γὰρ ἱκανῶς τοὺς ἐμέτους· κινεῖ δὲ καὶ ἡ ῥίζα τοῦ σικύου τετριμμένη μετὰ μέλιτος. οἱ δʼ ἰσχυροτέρῳ βουλόμενοι χρῆσθαι ναρκίσσου βολβὸν ἑψήσαντες ἐν ὕδατι τούτῳ κεραννύουσι τὸν οἶνον. προτρέπει δʼ ἐμεῖν καὶ ἴρινον μύρον, εἴ τις διαχρίσας τοὺς δακτύλους ἐρεθίζοι. τὸ δʼ ὅλον μὴ πολὺ ἐπὶ τῷ δείπνῳ διαλείπειν, ἀλλʼ ἔτι μετεώρων ὄντων ἄρχεσθαι τοῦ ἐμέτου. εἰ δὲ διὰ πλησμονὴν κωλύοιο, διαλιπεῖν χρή ποτε καὶ κοιμηθῆναι τὸν πρῶτον ὕπνον· οὕτως γὰρ διαχαλᾶται ἡ γαστὴρ καὶ ἐπανέρχεται τὰ σιτία εὐκόλως. ἐπὶ δὲ τοῖς ὕπνοις ἐμοῦντα συμφέρει συνεχέστερον τοῦ ὕδατος ἐπιρροφεῖν, μὴ ὀξύνοντα καὶ δάκνοντα λήσῃ τὰ ἐμούμενα. ἐμετικὸν δὲ καὶ τὸ μὴ ἀνεῖναι καὶ τὸ μὴ διαλιπεῖν, ἀλλʼ ἐπιφανέντος καὶ μικρῶς ἐρεθίζειν καὶ προσλιπαρεῖν, μεταξὺ δέ που καὶ τοῦ ὕδατος πίνειν καὶ χλιαρωτέρου. οὕτω μὲν δή τις κάλλιστα ἐμοῖ καὶ ἀταλαιπώρως· ἐπὶ δὲ τοῖς ἐμέτοις τό τε στόμα διακλύζειν καὶ τὴν ὄψιν ἀπονίπτειν ὀξυκράτῳ ἢ ὕδατι· καὶ γὰρ τοῖς ὀδοῦσι συμφέρει καὶ διακουφίζει τὴν κεφαλήν. ἄμεινον δὲ καὶ ἐπιβρέγματι χρῆσθαι ἢ ῥοδίνῳ ἢ ἐλαίῳ ὠμοτριβεῖ, καὶ ὅταν ἀναπαύεσθαι μέλλῃς, κελεύειν τινὰ τοὺς πόδας ἀνατρίβειν ἡσύχως· καὶ γὰρ τοῦτο κοῦφον τῇ κεφαλῇ.
Ἐκ τῶν Διοκλέους· ἐμετικά.
Τῶν ἐμετικῶν δὲ καλουμένων τὰ μὲν φαρμακώδη καὶ δραστικώτερα λίαν οὐ δεῖ προσίεσθαι, χρῆσθαι δὲ τοῖς οἰκείοις μάλιστα τῆς συνήθους διαίτης· εἴη δʼ ἂν τῶν τοιούτων τὸ ἀπόβρεγμα τῶν σικυῶν τῶν ἁπαλῶν κατατμηθέντων εἰς ὕδωρ, ᾧ κεράννυμεν τὸ πινόμενον μετὰ τὸ δεῖπνον χλιαρόν, ἢ σφάγνου τοῦ ὑαλώδους ἀφεψήματος τὸ ὕδωρ πινόμενον ὡσαύτως, ἢ ἄλευρον καθαρὸν μὴ λίαν κάτεφθον μετὰ μέλιτος ῥοφούμενον, καὶ πρὸ τοῦ δείπνου καὶ μετὰ τὸ δεῖπνον, ἢ σκόρδα ὀπτὰ μετὰ μέλιτος ἐσθιόμενα, ἢ σήσαμα πεφρυγμένα καὶ τετριμμένα μελικράτου τρισὶν ἡμικοτυλίοις διακεχυμένα· πάντα δὲ τὰ τοιαῦτα χλιαρὰ καὶ πυκνῶς δεῖ λαμβάνειν. ῥᾷστα δʼ ἄν τις καθήμενος ἐμοῖ ἢ ὀρθός· δεῖ δὲ μὴ βιάζεσθαι, προθυμούμενον πάντα ἐξεμεῖν ἀκριβῶς, ἀλλʼ ὅταν κενωθῇ τις ἱκανῶς, ἐᾶν μηδʼ ἐπιπίνειν μεταξὺ μηδὲν ἢ μικρόν. ὀξηρῶν δʼ ἐμουμένων, ὕδωρ χλιαρὸν ἐπιπίνειν. μετὰ δὲ τὸ τὸν ἔμετον δοκεῖν εὔλογον εἶναι καθάπερ ἀγγεῖον διανίψαι τὴν κοιλίαν πιόντα μελίκρατον ἢ ὕδωρ πολὺ καὶ πάλιν ἐμέσαι, ἢ μὴ προσίεσθαι, προσχεάμενον δὲ πρὸς τὸ πρόσωπον ὕδωρ καὶ τὸ στόμα διακλυσάμενον οἴνῳ ἀκράτῳ χλιαρῷ τρισὶ κυάθοις ἀνακογχυλιάζεσθαι κατὰ μικρόν.
Ἐκ τῶν Ἀρχιγένους· περὶ ἐμέτου ἀπὸ σιτίων.
Ἐμέτου δὲ τοῦ ἀπὸ σιτίων ὑπʼ ἀνάγκης μὲν μὴ δεηθίσης· ὄνησις δὲ θαυμαστὴ δὶς ἢ τρίς, ὡς ἂν παρήκῃ, κατὰ μῆνα παραλαμβάνειν· καὶ γὰρ καὶ τῷ διʼ ἀνάγκην ἐπίμετρός τις ἀκολουθεῖ ῥᾳστώνη, ἀφʼ ἧς προήχθησαν ἤδη τινὲς καὶ εἰς ἔθος ἐνδελεχοῦς ἀποφορτισμοῦ τῶν σιτίων, οἱ μὲν ἀκριβῆ, οἱ δʼ ὁλοσχερῆ, καταστῆναι. καὶ ἀμέλει εἰσὶν οἳ μηκέτι τῶν δυσχερῶν σφόδρα ἀνιαρῶς ἐπειράθησαν, μάλιστα τῶν ἀπὸ τοῦ κώλου· ἀλλʼ ἔγωγε οὐκ ἂν οὐδʼ ἐπὶ σαφέσι τοῖς ἐπάθλοις τοιοῦτον τέμοιμι φάρμακον ἀνδρὶ καθαρίῳ τε καὶ οὐκ ἐν ἀδυνάτῳ τὴν ἐγκράτειαν τιθεμένῳ· ὑπαλλαγὴ γὰρ ἂν εἴη τόπῳ ἑτέρου νοσήματος. ἐῶ τὸ βδελυρόν· ἕπεται ἀτροφία ἄμορφος, ἀτονία δεινή, πικρία ἤθους μελαγχολώδης, δύσπνοια, κακοσιτία, ἔνδεια μὲν ἡδονῆς, ὑπερβολὴ δʼ ἐπιθυμίας. καὶ παρείθησαν δʼ ἐνίοις οἱ στόμαχοι, ὥστε αὐτίκα ἀπορρίπτειν τὸ εἰσενεχθὲν πρὶν ὄνασθαί τι αὐτοῦ ἢ διὰ ταλαιπωρίας ἀρρήτου τινὸς αὐτὸ ἀνιμᾶσθαι, οὐκέτι δακτύλοις, ἀλλὰ σπάθαις εἰς αὐτὴν σχεδὸν καθιεμέναις τὴν γαστέρα. καὶ τὸ ὑπολειφθὲν ψιχίον ἂν ἔσθʼ ὅτε ὅσον τὸ πᾶν βαροῖ, καὶ φθαρεῖται μὲν ῥᾳδίως τε καὶ ἀλλοκότως, πέσσεται δʼ οὐδαμῶς οὔθʼ ἕν. αἱ μὲν ὑποχωρήσεις δύσκολοι ἢ νὴ Δία ἄμετροι· ὀδύναι δὲ καταλαμβάνουσι σκληραὶ αἱ μὲν ἐντεῦθεν, αἱ δʼ ἄλλοθεν, ἑτοίμῳ πρὸς ἐπήρειαν ὄντι τῷ σώματι ἐπιφυομένου παντὸς αἰτίου. καὶ αἱ διαθέσεις μὲν ἐνίοις ἐμφωλεύουσι μόνον, ὑπὸ τῆς κοιλίας τῶν παροξυσμῶν παρακοπέντων, αὖθις δʼ ἂν ἐξεφάνησαν, ὅτε στενὴ ἡ εἰς βοήθειαν ἀπεργασαμένη πισθεὶς ἐγκράτειαν καταλιπὼν εἰς τοιούτων κακῶν ἑστίαν καταβαίνειν.
Ἐκ τῶν Ῥούφου· περὶ κλύσματος.
Τῶν ἐνιεμένων διὰ κλυστῆρος οἱ μέν εἰσιν ἁπαλοί, οἱ δὲ δριμεῖς· ἁπαλοὶ μὲν ὕδωρ θερμόν, ὑδρέλαιον, γάλα, τήλεως ἀφέψημα, χόνδρου, τράγου, σύκων, λινοσπέρμου, μαλάχης, χυλὸς πτισάνης ἢ πυρῶν, ἀνδράχνης, ἀρνογλώσσου, τεύτλου, ἄρτου, οἰνέλαιον, ὀρόβων ἀφέψημα, φακοῦ, ῥόδων, ῥόδινον· παραπλέκεται δʼ ἐνίοις στέαρ χήνειον, ὕειον, αἴγειον, τράγειον, ὀρνίθειον, βούτυρον, ῥητίνη τερμινθίνη, πήγανον, κύμινον, δαφνίδες, ἄνηθον, ἄσφαλτος. δριμεῖς δʼ ἅλμη, θαλασσία, γάρος σιλούρου, ἴρεως ἀφέψημα, θύμου, θύμβρας, ἀριστολοχίας στρογγύλης, σικύου ἀγρίου, ἀψινθίου, μελίκρατον μεθʼ ἁλῶν καὶ νίτρου, κολοκυνθίδος ἀφέψημα, κενταυρίου χυλός, κνήκου ἀφέψημα, ἐλλεβόρου μέλανος, λινοζώστεως, πολυποδίου, ὄξος μετὰ νίτρου, ῥοῦς σκυτοδεψικός. οἱ μὲν οὖν ἁπαλοὶ κλυσμοὶ ἁρμόζουσιν ἐφʼ ὧν ξηρὸν ἐγκατέχεται κόπριον, καὶ ἐφʼ ὧν μείζονι ἐπιβαλλόμεθα βοηθήματι, σικύᾳ, δρώπακι, φλεβοτομίᾳ, κουρᾷ, χειρουργίᾳ, λουτρῷ, αἰώρᾳ, ἐμέτῳ, καὶ μάλιστα καθαρτικῷ. κλύζομεν ἁπαλῷ κλύσματι καὶ οὓς μέλλομεν καθαίρειν κατωτερικῷ τινι καθαρτικῷ τοῦ τὸ πρόχειρον καὶ ἀλλότριον τῷ κλύσματι καθαίρειν, γυμνῶν ἀξιοῦντες καθάπτεσθαι τῶν σωμάτων τὸ καθαρτικόν, καὶ τούτῳ δριμεῖ χρησαμένους κλυστῆρι ἀποθεραπεύσεως τρόπον καὶ ἀπορρύψεως χάριν, ἵνα μὴ ἐγκαθήμενά τινα τῶν δριμέων ἐπὶ πλεῖον ἀναδάκνῃ. ἔτι χρώμεθα ἁπαλῷ κλυσμῷ καὶ ἐφʼ αἱμοπτυϊκῶν ἕνεκα τοῦ μὴ προθυμίας γενομένης ἐκρήσσειν τὰ ἀγγεῖα ὑπὸ τῶν ἐντάσεων, καὶ ἐφʼ ὧν δριμέα τὰ παρακείμενα, ὡς ἐφʼ ἑλκώσεων ἐντέρων ῥευματισμοὺς ἐπιφερόντων, καὶ ἐπὶ τῶν ἀπὸ φαρμακείας ἀναδακνομένων τὰ ἔντερα καὶ ἐπὶ στρόφων καὶ πνευματώσεων, καὶ περὶ στόμαχον οὐσῶν δήξεων, καὶ ἐπὶ τῶν τεινεσμωδῶν προθυμιῶν, καὶ ἐφʼ ὧν βάρος ἐν αὐτῷ τῷ ἀπευθυσμένῳ ἐστὶν ἔκ τινων περιψύξεων, καὶ ἐπὶ δυσουρούντων. καὶ ἐφʼ ὑστερικαῖς δὲ πνίξεσι χρειώδης ὁ ἁπαλὸς καὶ ἐπὶ φλεγμαινόντων ἐντέρων καὶ ἐπὶ χειρουργίας τῆς κατὰ τὸ ὄσχεον καὶ καθόλου πάσης καὶ ἐπὶ κεφαλαίας ἐν ἀρχαῖς πρὸ τῶν ἄλλων βοηθημάτων χάριν τοῦ μεταγαγεῖν τὴν ὕλην. οὐ πᾶσι δὲ τὰ αὐτὰ ἐνιέμενα ἁρμόζει, ἀλλʼ ὕδωρ μὲν αὐτὸ καθʼ αὑτὸ ποιεῖ κομιδῆς ἕνεκα κοπρίων ἐν συνεχέσι πυρετοῖς καὶ κακοήθεσι καὶ ἐφʼ ἡλικιῶν καὶ ἕξεων τρυφερωτέρων, καὶ ἐφʼ ὧν οὐκ ἐκ μακροῦ χρόνου ἐγκατέχεται τὰ κόπρια καὶ ἀνεξήρανται, καὶ ἐφʼ ὧν ἐκ μακρᾶς ἀσθενείας ἀναλαμβανόντων δυσχερεῖς αἱ ἄφοδοι γίνονται, καὶ ἐπὶ τῶν περὶ δακτύλιον χειρουργιῶν. καὶ ἐφʼ ὧν δʼ ἐνειλήσεις γίνονται πνευμάτων θερμότερον ἐνήσομεν, ὡς πνευματοῦντος τοῦ χλιαροῦ, καὶ κατὰ μίαν ἔκθλιψιν τοῦ κλυστῆρος· τὸ γὰρ ἐκ διαστημάτων ἐνιέμενον καὐτὸ πνευματοῖ. τήλεως δʼ ἀφέψημα ἐπὶ γυναικῶν ἐνίεμεν μᾶλλον καὶ ἐπὶ τῶν τρυφερῶν μέν, τραχύτερα δὲ σκύβαλα ἐχόντων, ὁμοίως δὲ καὶ μαλάχης, καὶ μάλιστα ἐφʼ ὧν ξηρότητα τῶν τόπων δεῖ παρηγορῆσαι· λινοσπέρμου δὲ καὶ ἐφʼ ὧν αἱ δήξεις εἰσί, φλεγμονῶν οὐσῶν περὶ τὰ μέσα. εἰ μέντοι ὀξεῖς εἶεν οἱ συνεδρεύοντες πυρετοί, κεφαλή τε πεπονθυῖα, φυλακτέον τὴν τοιαύτην ἔνεσιν, πληρωτικὴν οὖσαν κεφαλῆς. ἁρμόζει δὲ καὶ τοῖς γυναικείοις τόποις καὶ κύστει καὶ νεφροῖς καὶ ἐντέροις φλεγμαίνουσιν. ὁ δὲ τῶν πιτύρων χυλός, ἔτι δὲ τράγου, ἄρτου, χόνδρου, καὶ τρόφιμόν τι ἔχουσι, καὶ γίνεται πολλάκις χρεία μετὰ τὸ κενῶσαι τὰ σκύβαλα τροφῶδές τι καὶ προσπαραθεῖναι, ὡς ἐπʼ ἀποπλήκτων καρδιακῶν τέ τινων, ὅταν ἀναλαμβάνοντες μήπω μὲν ἰσχύωσι, μηκέτι δὲ διαχωρῶσι διασεσαγμένοι σκυβάλοις· ἔχουσι γάρ τι καὶ διαλυτικόν, καὶ μάλιστα ὅταν πύρινα ᾖ. ἁρμόζει καὶ ταῖς ἐπιπολαίοις τῶν ἐντέρων ἑλκώσεσιν ἡ τοιαύτη ἔνεσις· ἁρμόζει δʼ ἐπὶ τούτων καὶ πτισάνη· σμηκτικωτέρα γάρ ἐστι καὶ τῶν κοπρίων ἐκ προχείρου τὰς διαλύσεις ποιεῖται ὀδαξησμούς τε ἀποθεραπεύει, προσλαβοῦσα χοίρειον στέαρ· ἔτι δὲ μᾶλλον, εὐτόνων ὄντων, τράγειον. ὁ δὲ τοῦ σεύτλου χυλὸς καὶ τὸ ἀφέψημα ἁρμόζει ἐνιέμενα πρὸς εἱλιγμοὺς τῶν ἐντέρων καὶ παλμούς· διαλύει καὶ σκύβαλα καὶ τοῖς διηνεκέσιν ὀδαξησμοῖς ἀντιβαίνει. ἀνδράχνης δὲ χυλὸς χρήσιμος ἐπὶ τῶν ἐκπυρώσεων τῶν τε ἄλλως παρακολουθουσῶν ἢ καὶ διά τινα πεῖσιν, καὶ ἐφʼ ὧν δὲ διʼ ἔκκρισιν σκληρῶν σκυβάλων κατὰ μικρὸν κατʼ ἀποκοπὴν ἐκκριθέντων διαταθεὶς ὁ σφιγκτὴρ καὶ τὸ ἀπευθυσμένον ἐρυσιπελατώδη διάθεσιν ἀνεδέξατο· προσμίγνυται δʼ ἐπὶ τῶν τοιούτων καὶ ὠόν. καὶ ἔλαιον δʼ ἐπὶ πάσης φλεγμονῆς καθʼ ἑαυτὸ ἁρμόζει ἐνιέμενον, καὶ ἐφʼ ὧν ἀσθένεια περὶ τοὺς τόπους ἐστί, καὶ ἐφʼ ὧν γίνονται στρόφοι· διαλυτικώτερον δὲ μᾶλλον τῶν πνευμάτων ἐστί, πηγάνου ἡψημένου ἐν αὐτῷ ἢ κυμίνου ἢ ἀνήθου ἢ δαφνίδων, ὅτε καὶ τοῖς ἀπὸ ψυγμῶν πυρέσσουσιν ἁρμόζει. γάλα δʼ ἐνίεται, ἑλκώσεως οὔσης καὶ φλεγμονῆς περὶ τὰ ἔντερα, νεφρούς, κύστιν, ὑστέραν, καὶ διὰ δριμέων παράθεσιν, ὡς κνησμοὺς καὶ ὄχθους καὶ ἑλκώσεις περὶ τὴν ἐπιφάνειαν συμβαίνειν. προσλαμβάνει δὲ τονώσεως χάριν, πλὴν εἰ μὴ ἀπὸ νομῆς εἴη, καὶ μέλι ἢ χήνειον στέαρ ἢ ὕειον· ῥητίνην δὲ τερμινθίνην προσπλέκομεν ἐπὶ τῶν προειρημένων. ὑδρελαίῳ δʼ ἐπὶ διατάσεων συνεδρευουσῶν τῇ κατοχῇ τῶν κοπρίων, οἷαι μάλιστα ἀπὸ ψύξεως συμβαίνουσιν, ὁμοίως δὲ καὶ ἄσφαλτον· τὸ δὲ βούτυρον ἐφʼ ὧν διὰ φλεγμονὴν ἀπευθυσμένου κατέχεται τὰ σκύβαλα καὶ συνεστῶτα ἐκκρίνεται· καὶ ῥυπαρῶν ἑλκώσεων οὐσῶν περὶ τὸ ἔντερον, τὸ αὐτὸ ἁρμόζει κλύσμα. μαλάχης δὲ χυλὸς καὶ ἀφέψημα ἐπὶ μακρῶν στρόφων καὶ ἐπὶ πολὺ παρατεινόντων καὶ φλεγμονῶν περὶ τὰ ἔντερα καὶ ἕδρας συμπαθούσης καὶ γυναικείων πείσεων συνουσῶν εὐχρήστως παραλαμβάνεται. μελίκρατον δʼ ἐνίεται, ὅταν ἀπαθῆ μὲν τὰ μέρη, δυσμάλακτον δὲ τὸ ἐγκατεχόμενον κόπριον, καὶ ἐφʼ ὧν χειρουργίᾳ ἀξιολόγῳ μέλλομεν χρῆσθαι. οἴνῳ δὲ καὶ ἐλαίῳ, χυλῷ πτισάνης ἢ μαλάχης κλύζομεν τοὺς ὀπὸν μήκωνος εἰληφότας, καὶ ἐὰν μὲν ὑπίωσιν αἱ διαχωρήσεις, ψυχροῖς τοῖς κλύσμασιν, εἰ δὲ μή, θερμοῖς· καιρὸς δʼ αὐτὴ ἡ ἔπειξις. γάλα δὲ βόειον ἢ αἴγειον ἢ ζωμὸν ὀρνίθειον ἐνίεμεν τοῖς ὑοσκύαμον εἰληφόσιν, οἶνον μετὰ ῥοδίνου καὶ λέκιθον ὠῶν εἰς γλυκὺ ἢ ῥόδινον ἐναφηψημένον ἐπὶ τῶν τεινεσμωδῶς ἐνοχλουμένων ἐν ἀρχαῖς. ὑδρομέλιτι δʼ ἢ φακοῦ ἀφεψήματι μετὰ μέλιτος ἐνίεμεν, ἢ ὀρόβου ὁμοίως ἢ πτισάνης χυλὸν μετὰ ῥοδίνου, ἀποστήματος ῥαγέντος ἐν κώλῳ. σύκων δʼ ἀφέψημα ἐνίεμεν τοῖς τὰς βουπρήστεις καταπιοῦσιν. μέτρον δὲ τῶν ἐνιεμένων, ὅσον μὲν ἐπὶ ταῖς φύσεσιν, ἔλαττον ἐπʼ ἀνδρῶν ἐνιέναι δεῖ, πλεῖον δʼ ἐπὶ τῶν γυναικῶν, πλὴν τὸ πλεῖστον τρεῖς εἰσι κοτύλαι, τὸ δʼ ἔλαττον μία· στοχαστέον δὲ καὶ τὰς ἡλικίας καὶ τὰ ἐπιτηδεύματα καὶ τὰ μεγέθη τῶν κοιλιῶν καὶ παθῶν καὶ συμπτωμάτων. πολλάκις καὶ δὶς ἐνίεμεν καὶ τρίς, μάλιστα ἐφʼ ὧν ἕλκωσις καὶ φλεγμονὴ περὶ τὸ ἀπευθυσμένον ὑπάρχουσα ἐπέχει τὰ ὑπερκείμενα σκύβαλα δεσμοῦ τρόπον, τὸ δʼ ἐνιέμενον οὐ διικνούμενον ἐπὶ τὰ ἄνω πάλιν ἐκκρίνεται, ἐφʼ ὧν εἰς μόνην διαβροχὴν ἥρμοσε τὸ ἐνεθέν. τοσαύτη μὲν ἡ περὶ τῶν ἁπαλῶν κλυσμῶν καὶ ἐνεμάτων καταρίθμησις· οἱ δὲ δριμεῖς κλυσμοὶ ἁρμόζουσιν ἀλγήμασι πλευροῦ, οὔλων ῥευματισμοῖς, κεφαλαίᾳ, πυρετοῖς στράγγοις μὴ σφοδραῖς ἐπιβολαῖς κεχρημένοις καὶ ῥεμβώδεσι καὶ ἀνωμάλοις, βάρους ἐπὶ τὰ ἔντερα ὑπάρχοντος καὶ γαστέρος ὑγρᾶς ὑπαρχούσης καὶ μαλακοῦ ὑποχονδρίου, καὶ ἐν τύποις ἀμφημερινοῖς, καὶ πνιγμῶν ὄντων καὶ καταφορᾶς, καὶ ἐπὶ δυσπνοίας ἰσχυρᾶς περιπνευμονικοῖς καὶ συναγχικοῖς, τετάνοις, ἐπιληψίᾳ, μανίαις, ἰσχιάσι, σκοτωματικοῖς, ὀρθοπνοϊκοῖς, ὀφθαλμιῶσιν, ἀσκαρίδων ἑλμίνθων ἐγκατεχομένων, θανάσιμον εἰληφόσι φάρμακον, ἕλκη ἢ ἐκβράσματα περὶ κεφαλὴν ἔχουσι, καὶ τοῖς ἰόνθους καὶ ὀχθώδη περὶ τὴν ἐπιφάνειαν γεννῶσι, ψώρας, λέπρας, παραλύσει ἀπευθυσμένου ἐντέρου μέχρι σφιγκτῆρος, ληθαργικοῖς καὶ φλέγμα ἐν κοιλίᾳ παρακείμενον ἔχουσι καὶ διʼ αὐτὸ ἀπεπτοῦσι καὶ ἀτροφοῦσι καὶ ἀχροοῦσι, λειεντερικοῖς, κοιλιακοῖς, ἀμβλυωποῦσιν, ἡλκωμένοις ἐντέρων. οὐ πᾶσι δὲ τὸ αὐτὸ οὐδʼ ἐπὶ τούτων ἥρμοσεν· φειστέον γὰρ τῶν δριμέων κλυσμῶν ἐν τοῖς ὀξέσι καὶ σφοδροῖς πυρετοῖς, καὶ ἐφʼ οἷς στόμαχος ἢ ἔντερα ἢ ἄλλως ἀσθενῶς ἔχει, καὶ ἐφʼ ὧν κύστις ἢ νεφροὶ ἢ μήτρα πέπονθε, καὶ ἐφʼ ὧν αὐτόθεν ἐφυγραίνεται κοιλία, ἐν παγετῷ τε ἢ χειμῶνι καὶ περικαεῖ θέρει καὶ ἐπʼ ἀσθενῶν ἢ διά τινα νόσον ἢ φυσικήν τινα τρυφερίαν καὶ ἐπὶ παίδων καὶ γυναικῶν καὶ εὐνούχων καὶ ἐπʼ ἐθνῶν ἀρκτικῶν ἢ καταψύχων, οἷοί εἰσι Γαλάται, Θρᾷκες, Ἰταλοί — οὐ γὰρ δύνανται φέρειν ἐπιτεταμένους κλυσμούς —, καὶ ἐπὶ τῶν ὑπὸ τῆς τυχούσης προσφορᾶς καὶ προφάσεως τὰ ἔντερα ἐξηλκωμένων καὶ ἐπὶ τραυμάτων ἀξιολόγων καὶ ἐπὶ νευρωδῶν. χρηστέον δὲ θαρραλεώτερον μᾶλλον ἐπʼ ἀνδρῶν νέων, εὐεκτῶν, ἀθλητικῶν τόπων τοὺς περὶ τὴν Αἴγυπτον εἰθισμένοις φέρειν τὸ βοήθημα καὶ τοῖς λοιποῖς εὐκράτοις. ἤδη δὲ τοῖς ἄγαν ἐπιτεταμένοις ἐπʼ εὐεκτῶν ἰσχυρῶν εἰθισμένων, οὐ παρόντων πυρετῶν ἢ χρονίων παθῶν, πάχους ὑποκειμένου ἢ νωθρίας παρακολουθούσης, χρώμεθα. ἰσχιάσι μὲν οὖν καὶ ὀρθοπνοίαις, μὴ ἀπὸ στομάχου θλιβομένου τοῦ πνεύματος, ὀνησιφόροι αἱμαγωγοὶ κλυσμοί, ὡς γάρος σιλούρου, ἅλμη, θάλασσα· ἐφʼ ὧν δʼ αὐτὸ μόνον πάχος καὶ ὁλοσχέρεια τῶν παρακειμένων ἐστίν, οἱ λοιποὶ ἁρμόζουσι μᾶλλον, καὶ ὅταν εἰς προπαρασκευὴν ἄλλοις βοηθήμασιν ἐπιτελῆται ὁ κλυσμός. ἐφʼ ὧν δʼ ἴονθοι καὶ ὀχθώδεις ἐπιφοραὶ περὶ τὴν ἐπιφάνειαν ἐγείρονται, ἢ ψωρώδεις ἢ λεπρώδεις καὶ βάρος ἢ δυσπεψίαν ἐπιτελοῦντες, ἥρμοσε μὲν τῶν προειρημένων τις κλυσμῶν, μάλιστα δʼ ἀριστολοχίας στρογγύλης ἀφέψημα μετὰ μέλιτος ἢ ἁλῶν ἐνιέμενον. τοῖς δὲ πλευρὸν ἀλγοῦσι μετὰ φλεβοτομίαν χρηστέον τῶν προειρημένων τινὶ κλυσμῶν, ὁμοίως δὲ καὶ τοῖς οὖλα ῥευματιζομένοις· κεφαλαίᾳ δὲ καὶ ἐπιληψίᾳ μετὰ τὰ ἁρμόζοντα ἐν ἀρχῇ ἐπʼ αὐτῶν παραληφθῆναι βοηθήματα ἥρμοσε καὶ ἐλλεβόρου μέλανος ἀφέψημα καὶ λινοζώστεως, μιγνυμένου καὶ ἐπὶ τούτων ἢ ἀριστολοχίας στρογγύλης ἢ κενταυρίου χυλοῦ ἢ πολυποδίου, ἀφέψημα, μιγνυμένου καὶ ἐπὶ τούτων μέλιτος. εἰ δὲ διὰ πλῆθος ἀργῶν ὑγρῶν ἀμβλυώττουσιν, ἐνίεμεν σκευαστόν τινα κλυσμόν. εἰσὶ δὲ σκευαστοί· μέλιτος κοτύλης ἥμισυ, ὕδατος κοτύλαι δύο, ἁλῶν ὁλκαὶ τρεῖς, ἐλαίου κοτύλης τέταρτον· παραπλέκουσι δέ τινες καὶ ὠὰ δύο.
Ἄλλος κλυστήρ.
Τὸ αὐτὸ μέτρον ἁλῶν, νίτρου τὸ αὐτὸ μέτρον· χυλὸς πτισάνης μίγνυται.
Ἄλλως.
Ἀφέψημα κολοκυνθίδων· καθʼ αὑτὸ δὲ δεῖ τὸ γναφαλῶδες αὐτῶν ἀφεψεῖν· παραπλέκονται δʼ αὐτοῖς ἅλες ἢ νίτρον ἐνίοτε. ἁπλοῖ δʼ ἴρεως ἀφέψημα, θύμου, θύμβρας, ἀψινθίου, σικύου ἀγρίου· παραπλέκονται δὲ τούτοις ἅλες. ὁμοίως δὲ καὶ πλευριτικοῖς καὶ περιπνευμονικοῖς καὶ σκοτωματικοῖς καὶ τετάνῳ καὶ συνάγχῃ καὶ ὀφθαλμιῶσι μετὰ φλεβοτομίαν, εἰ ἐπιδέχοιντο, τὸν αὐτὸν ἐνίεμεν κλυσμόν. τοῖς δʼ αἷμα ταύρειον πεπωκόσιν ἥρμοσαν μὲν καὶ οἱ προειρημένοι κλυσμοί, ἰδίως δʼ ὄξος μετὰ νίτρου ἐνιέμενον καὶ κράμβης χυλὸς ἢ σπέρμα μετʼ ὄξους. τοῖς δὲ τοὺς θανασίμους μύκητας φαγοῦσιν ἐνίενται νίτρον καὶ ἀψίνθιον καὶ ῥαφάνου χυλὸς καὶ πηγάνου ἀφέψημα· τοῖς δὲ γαλακτοποτοῦσιν ὄξος μετὰ νίτρου ἢ γάλα ὄνειον μεθʼ ἁλῶν πολλῶν. ἐπὶ δὲ παραλύσεως τοῦ ἀπευθυσμένου ἐντέρου ἅλμην ἐνίεμεν. τοῖς δʼ ἀσκαρίδας γεννῶσιν ἅλμην ἢ κενταυρίου ἀφέψημα ἢ ἀψινθίου ἢ θέρμων ἢ ἀλόης ἢ κεδρίαν μετά τινος τῶν ἀφεψημάτων ἐνίεμεν. τοῖς δὲ κοιλίαν ῥευματιζομένοις χρονίως ἥρμοσεν ἅλμης ἔνεσις, ἀψινθίου ἀφέψημα· ἀποσμήχει καὶ νεαροποιεῖ τὰ κοιλώματα, ὡς ἐπὶ τῶν ἐκτὸς παλαιῶν ἑλκῶν. τοῖς δʼ ἕλμινθας γεννῶσι θέρμων ἀφέψημα καὶ ἀπόβρεγμα ἐνίεμεν ἢ ῥοῦν σκυτοδεψικὸν ἢ ἀβροτόνου ἀφέψημα ἢ ἀψινθίου ἢ κίκινον ἔλαιον ἢ ἅλμην. τοῖς δὲ ληθαργικοῖς μετὰ τὰ ἁρμόζοντα ἐν ἀρχαῖς ἐπʼ αὐτῶν βοηθήματα ἐνίεμεν μελίκρατον προσλαβὸν νίτρου καὶ ἁλῶν μέρη· τί δʼ ἀψινθίου χυλόν; τοῖς δὲ λειεντερικοῖς διʼ ἀτονίαν ἐντέρου τὸ ληφθὲν ἀποδιδοῦσιν ἐνίεμεν ἀψινθίου ἀφέψημα. τεινεσμώδεσι δὲ προθυμίαις ὑπερβαλλούσαις ἅλμην ἐνίεμεν ὀλίγην, ὅταν μὴ κεκμήκῃ ἡ δύναμις, μηδὲ βαθεῖα περὶ τοῖς σώμασιν ἡ διάθεσις ᾖ· μέλι δʼ οὐ μίγνυμεν· παραμονώτερον γὰρ ὑγραίνει καὶ πλάδων ἐστὶ ποιητικόν· ἀκρατήτῳ δʼ αἵματος ῥύσει διʼ ἕλκωσιν ἐντέρου πολυγόνου χυλὸν ἢ ἀρνογλώσσου ἢ μύρτων μελάνων ἐν οἴνῳ ἑψηθέντων. προσμίγνυμεν δʼ ἐπὶ τῶν προειρημένων καὶ λίβανον ἢ ἀκακίαν καὶ ὑποκυστίδα ἢ βαλαύστιον ἢ σίδιον ἢ ῥοὸς χυλὸν ἢ ἐρίου οἰσυπηροῦ σποδὸν ἢ ὀθονίου πολυπτύχου σχιστῇ στυπτηρίᾳ ἐγκαέντος ἢ σπόγγου αἵματι βοείῳ προαναφυραθέντος καὶ πίσσῃ ἢ ὀνείας ἀφόδου καθʼ ἑαυτήν, καὶ μάλιστα εἰ ἀπὸ νομῆς εἴη· ἐνετέον δʼ ἀπλήκτως ψυχρά. ἑλκώσεσι δʼ ἐντέρου ἀρευματίστοις γάλα ἐνίεμεν αἴγειον ἢ βόειον καὶ λυκίου 𐅻 δύο ἢ γῆς Σαμίας 𐅻 δύο ἢ ἀμύλου τὸ ἴσον ἢ πυρίνης πτισάνης μετὰ βολβοῦ κεκαυμένου ἢ ἀψινθίου. ῥευματιζομέναις δὲ καὶ πλαδώσαις ἑλκώσεσι χάρτου κεκαυμένου ἢ σχίνου τέφραν ἢ τὸ διὰ χάρτου μεθʼ ὕδατος ἢ ἀφέψημά τι τῶν στυφόντων τινὸς ἐνίεμεν. ἐνιέναι δὲ δεῖ ἐπὶ μὲν τῶν δραστικωτέρων κλυσμῶν πρότερον ἁπαλὸν κλύσμα χάριν τοῦ καὶ τὰ ἐγκαθήμενα τῶν σκυβάλων ἐκκριθῆναι καὶ μὴ ἀθρόως καθάψασθαι τῶν σωμάτων οὕτως ἐπιτεταμένον κλυσμόν. ἐπὶ μὲν οὖν τῶν πυρεσσόντων οὐ δίδωσιν ἄδειαν τοῦ πολλάκις ἐνιέναι ἡ νόσος· ἐπὶ δὲ τῶν ἀπυρέτων ἐφίεται, ὅσον εἰς εὐκαιρίαν τοῖς κλυσμοῖς. δεῖ δὲ τὸν μὲν πρῶτον κλυσμὸν πλείονα προσφέρειν, τὸν δὲ δεύτερον ἐλάσσονα, καὶ πλείονα μὲν ἐφʼ ὧν ἀπὸ κεφαλῆς καὶ τῶν ταύτης μερῶν χάριν προσάγομεν, ἐλάττονα δʼ ἐφʼ ὧν ἐκ προχείρου καὶ παρακειμένου τὴν μεταγωγὴν ποιούμεθα· οὐ δεῖ μέντοι ἐφʼ ὧν ἐποχὴ πολυχρόνιος σκυβάλων, ἀπαιτεῖ δʼ ἡ διάθεσις δραστικωτέραν κάθαρσιν, παραχρῆμα δριμὺν ἐνιέναι κλυσμόν, ἀλλὰ καὶ ἐκ δευτέρου καὶ τρίτου πολλάκις ἐνιέναι τὸν ἁπαλὸν κλυσμὸν ἔχοντα ἢ ῥητίνης τι ἢ βουτύρου, καὶ μετὰ τὴν ἔκκρισιν τότε τοῖς δραστικωτέροις χρηστέον. καιρὸς δὲ τῶν δριμέων κλυσμῶν ἐπὶ τῶν ἀπυρέτων περιστάσεων, ὀξειῶν μὲν κατὰ τὰς ἀρχὰς καὶ κατὰ τὰς ἀκμὰς τῆς νόσου — ἐν ἀνέσει μέντοι παροξυσμῶν προσάγειν δεῖ —, ἐπὶ δὲ χρονίων καὶ παρακμαζουσῶν ἐπιχωρεῖ πᾶς καιρός· ἐν πυρετοῖς δέ, ἐπιτάσεων καὶ ἀνέσεων γινομένων, ἡ ἄνεσις δοκιμαζέσθω ἀρχομένη. πολλάκις δὲ καὶ κατὰ τὰς ἀρχὰς ἐπʼ ἐνίων πυρετῶν δριμεῖ κλυσμῷ εὔκαιρον χρῆσθαι τόπον ἐφέξοντι φλεβοτομίας. ἐπὶ τῶν ἰσοκρατῶν κράσεων χρηστέον καὶ θερμοτέρων, ὡς ἐπʼ ἐνίων εὐεκτῶν, πλήθους ἀνὰ σάρκα ὄντος· ὅπου δὲ τὸ ὑγρὸν ἐπικρατεῖ, χρησιμωτέρα ἡ διὰ καθάρσεως ἐλάττωσίς ἐστι τῆς ὕλης, καὶ μάλιστα ἐπὶ τῶν ἀθλητῶν διὰ τὸ πρὸς τὸν κλυσμὸν ἔθος, φλεγματώδους κοιλίας οὔσης, καὶ ὑποσωρεύσεως πολλῆς ἐπὶ τὰ κάτω παρακολουθούσης, ἅμα καὶ τῆς λοιπῆς συνδρομῆς· οἷς γὰρ φλέγμα παράκειται ἐν τῇ κοιλίᾳ, ἁρμόσει κλυσμός. μηνύει δὲ τοῦτο τὸ μὴ πέττεσθαι τὴν τροφήν, συνεχεῖς τε ἐρυγὰς γίνεσθαι καὶ ὀξείας, καὶ ἀνεμεῖν τὰ σιτία, μὴ εὐχερῶς ἱδροῦν ἐν βαλανείοις, συνήθεις κλυσμοὺς ἢ καθάρσεις κοιλίας ἐκλελοιπέναι, ἀδυναμεῖν, ἰσχναίνεσθαι, πυρέσσοντα δὲ δυσρίγως ἔχειν, μὴ ὅλον ἀναθερμαίνεσθαι τὸ σῶμα ὁμαλῶς, μάλιστα δὲ τὰ περὶ τὴν κοιλίαν ἐγκαίεσθαι καὶ τῶν ἀλλοκότων καὶ δριμέων ἐπιθυμεῖν πομάτων, ἀνορεκτεῖν δὲ πρὸς τροφήν, πρόσωπον ἄχρουν καὶ μολιβδῶδες ἔχειν, σφυγμὸν ἀργὸν καὶ δυσκίνητον καὶ θλίψεις τινὰς ἀραιὰς ἔχοντα. καὶ τοσαύταις μὲν περιστάσεσιν οἱ δριμεῖς ἁρμόζουσι κλυσμοί· ἐπεὶ δὲ τῶν αὐλίσκων οἱ μέν εἰσιν εὐθύτρητοι, οἱ δὲ παράτρητοι, ἁρμόζουσιν οἱ μὲν παράτρητοι ἐπί τε δυσεντερικῶν καὶ τῶν εὐπαθέστερα τὰ μέρη ἐχόντων, ὡς μὴ ἐπιγένοιντο νυγμοί, καὶ ἐφʼ ὧν ἐκ προχείρου τὴν κένωσιν βουλόμεθα ποιήσασθαι, οἱ δʼ εὐθύτρητοι ἐφʼ ὧν πλείω διώσασθαι τὸ κατάκλυσμα βουλόμεθα καὶ ἐκ τῶν ἄνω τι τόπων ἀγαγεῖν, καὶ ἐφʼ ὧν παχύτερά ἐστι τὰ ἐνιέμενα. χρήσιμον καὶ τὴν ἐφʼ ἑνὸς ἑκάστου τῶν πασχόντων τόπων σημείωσιν, ὡς ἂν διαφέρωσιν, ἐκθέσθαι· δυνατὸν γὰρ ἀπὸ τῆς τοιαύτης παραδόσεως εἰδέναι, ἐπὶ τίνων ἁρμόσειαν οἱ εὐθύτρητοι.
Σημεῖα· ποίων μερῶν πεπονθότων ἐπέχεται τὰ σκύβαλα.
Σκυβάλων οὖν ἐγκατεχομένων παρὰ τὴν ἄνωθεν πεῖσιν, ἐρυγαὶ καὶ διάτασις στομάχου καὶ κατὰ μεταφρένου ὀδύναι καὶ στενοχωρίαι πνεύματος συνεδρεύουσιν, παρὰ δὲ τῆς νήστεως καὶ λεπτῶν ἐντέρων ναυτίαι καὶ σιελισμοὶ καὶ πυρώσεις περὶ ὀμφαλὸν πυκναί· κώλου δὲ πεπονθότος, φυσῶν ἐμπιπτουσῶν ἐποχαὶ καὶ στρόφοι βίαιοι, ὀσφύος κοπῶδες βάρος, καὶ τὰ ἐκκρινόμενα, ὥσπερ ἐπὶ ῥευματισμοῖς, ἄθρυπτα καὶ διουρηκότα· γαστρὸς δʼ οὔσης, κόπρια ὑπολευκανθίζοντα ἢ ὀλίγῃ ξανθῇ χολῇ κεχρωσμένα ἀραιῶς καταφέρεται· νήστεως δέ, γλοιώδη καὶ ἐπιπάγους μελανίζοντας λαμβάνοντα, καί που καὶ αἱματώδεις ἶνας ἐμφερομένας ἔχοντα, ποτὲ δʼ ὑπέρξανθα καὶ πολλὰ καὶ σὺν οὐ πολλῇ βασάνῳ ἐξολισθαίνει· ἀπὸ δὲ τῶν λεπτῶν ἐντέρων πρασίζοντα, ποικίλα, συνεχῶς ὀλίγα, ταχείας τὰς μεταβολὰς ποιούμενα, μετʼ ἄσης πολλῆς καὶ μετὰ μαρασμοῦ κατιόντα ἐκδίδοται· ἀπὸ δὲ τῶν παχέων ἐντέρων πιτυρώδη τῇ χροᾷ, μύξης τινὸς ἐμφερομένης, αὐτίκα προθυμηθεὶς πολλὰ ἀθρόως καὶ πολλάκις ὑποχωρεῖ· ἀπὸ δὲ τοῦ ἀπευθυσμένου μύξα καθαρὰ πάχος ἔχουσα, αἷμα εὐανθὲς σὺν προθυμίᾳ πυκνῇ καὶ μόλις ἀποκοπτομένῃ ἔξεισιν ἰόντος. τοσαύτης δὲ τῆς σημειώσεως ὑπαρχούσης, οὐκ ἂν λάθοιεν οἷς αὐλίσκοις ἐπὶ τίνων χρηστέον· χρώμεθα δὲ κλυσμοῖς διʼ ὠτικοῦ κλυστῆρος καὶ ἐπὶ κόλπῳ μεγάλῳ καὶ ἐν μεσοπλευρίῳ γενομένου ἀποστήματος καὶ ἐπὶ συρίγγων, τὸ μὲν πρῶτον κλύζοντες τὸ ὑγρὸν ὕδατι θερμῷ, ἔπειτα μελικράτῳ ἀνακαθαίροντες, καὶ τὸ τελευταῖον ἐνίεμεν τὰ πυοποιοῦντα τῶν φαρμάκων. ἐνίεμεν καὶ ἐπὶ τῶν περὶ καυλὸν ἑλκώσεων, ἐνιέντες μελίκρατον, πιτύρων ἀφέψημα, πτισάνης χυλόν. ἐνίεμεν φάρμακα καὶ ἐπὶ κόλπων γυναικείων, φλεγμαινόντων μέν, τήλεως ἀφέψημα, μαλάχης, πτισάνης μετὰ στέατος ὑείου, χηνείου, ὀρνιθείου, ἡλκωμένων δέ, τετραφάρμακον ἐνίεμεν ἢ μυελὸν ἐλάφειον ἢ βούτυρον καὶ τῶν πεσσῶν τοὺς ἁρμόζοντας· ἐπὶ δὲ τῶν πυορροούντων κλύζομεν μελικράτῳ, στυπτηρίᾳ μεθʼ ὕδατος, στοιβῆς ἀφεψήματι μετʼ οἴνου ἢ ῥόδων ἢ κισσοῦ ἢ σιδίων ἢ κηκῖδος ἢ μυρσίνης ἢ οἴνου μετʼ ὀλίγης στυπτηρίας ἢ οὔρῳ καὶ οἴνῳ ἴσοις ἢ μυρσίνης ἀφεψήματι καὶ οὔρῳ· πεφραγμένων δὲ διά τινος παράθεσιν, ὕδατι, νίτρῳ μεθʼ ὕδατος, μελικράτῳ μετὰ πολλοῦ ῥοίζου· οὕτως γὰρ ἐξωσθείη τὸ ἐνερειρηκός· κνησμωδῶν δʼ ὄντων, σεύτλων χυλόν, πράσον καρτὸν μετʼ ὄξους, κρόμμυον, ἀμυγδάλινον ἢ ῥόδινον μετʼ ὄξους ἐνίεμεν.
Ἐκ τῶν Λύκου· ὕλαι κλυσμῶν ἐπὶ δυσεντερίας.
Τὰ ἐν ταῖς δυσεντερίαις γινόμενα τὰ μὲν αὐτῶν οὐδʼ ἡντινοῦν προσοῦσαν ἔχει φλεγμονήν, οἷς δὲ καὶ σύνεστι φλεγμονή· γνωρίσματα δʼ ἑκατέρων τάδε ἐστίν· ἡ μὲν ὀδύνη περιττοτέρα προσοῦσα καὶ πυρετοί τινες γινόμενοι φλεγμονὰς ἀποφαίνουσι τοῖς ἕλκεσιν ὁμοῦ εἶναι· ἀπόντες δʼ οἱ πυρετοὶ καὶ ὀδύνη οὐκ ἰσχυρὰ οὖσα πρὸς οὐ φλεγμαίνοντός ἐστι τῶν ἑλκῶν. ἢν μὲν οὖν πρὸς τοῖς ἕλκεσιν ὑπάρχῃ ἡ φλεγμονή, οἵδε οἱ κλυσμοὶ ἐπιτήδειοι· φακῆς χυλός, ἤτοι αὐτὸς μόνος, ἢ καὶ σχίνου τι ἢ καὶ μυρρίνης συνεψεῖσθαι· τῇ φακῇ δέ, οἵα ἂν ᾖ, καὶ μήλων κυδωνίων ἀφέψημα. ἑψῶνται δὲ καὶ πυροὶ καὶ ὄρυζαι καὶ χόνδροι, ἓν ἕκαστον τούτων ὁμοῦ μήλοις ἢ συμφύτου ῥίζῃ ἢ κυτίνοις· ἔστω δʼ οὐ πολὺ μέρος οἱ κυτίνοι. καὶ ἔστι κλύσμα ἐπαρκέστατον τὸ ἐξ ὁτουοῦν τούτων πεποιημένον, καὶ τὰ ἄλλα δέ, ὁπόσα στύφει, εἰ μὲν ὑγρὰ ᾖ, αὐτά ἐστιν ἐπιτήδεια, ἢν δὲ ξηρά, ἑψώμενα τῶν τινι μὴ οἵων τε διαφθεῖραι τὴν δύναμιν αὐτῶν· πολλὰ δʼ ἐστὶ πάνυ τὰ τοιαῦτα. ἢν δʼ ἀποῦσα ἡ φλεγμονὴ τῶν ἑλκῶν τύχῃ, τὸ μὲν γένος κἀνταυθοῖ τῶν κλυσμάτων ταὐτόν, μικρῷ δὲ πλεῖον ἐπιτετάσθαι δεῖ τὸ στῦφον, οὐ μὴν πάνυ γε πολλῷ· κἀπὶ τούτων γὰρ ἡ πέρα τοῦ μετρίου στῦψις ὀδαξησμόν τε ἐμποιεῖ καὶ ἐρεθίζει τὰ ἕλκη καὶ ἤτοι εἰς τὸ φλεγμαίνειν ἄξει αὐτὰ ἢ εἰς τὸ ὑγραίνεσθαι. οἵδε μὲν οὖν ἐπὶ τούτων ἁρμόττουσι κλυσμοί· διαφορὰ δʼ ἄλλη δυσεντεριῶν καὶ ἥδε ἐστίν· τὰ ἕλκη ἐνίοτε τὰ ἐν τοῖς ἐντέροις σήπεται, τὰ μὲν μᾶλλον, τὰ δʼ ἧττον. γνωρίσματα δὲ τῶν σηπομένων τάδε ἐστίν· ὀδμὴ τῶν ἀπιόντων δυσχερὴς καθέστηκε, τό τε χρῶμα αὐτῶν πρὸς τὸ πέλιον καὶ τὸ μέλαν τέτραπται. ἐπὶ τούτων οὖν ἐπιτετάσθαι δεῖ τοὺς στύφοντας τῶν κλυσμῶν· οἶνος οὖν ἔστω κλύσμα, ὅστις ἂν φαίνηται στύφων μάλιστα· ἐνηψήσθω δʼ αὐτῷ ῥοῦς σκυτοδεψική, βάτου κλῶνες ἢ μυρρίνης ἢ κηκῖδες ἢ ῥοιᾶς φλοιὸς ἢ αὐτὸς ὁ χυλὸς τοῦ ῥοῦ τοσοῦτος διειμένος τῷ οἴνῳ, ὡς πόριμον τὸ κλύσμα διὰ τοῦ κέρατος εἰς τὸ ἔντερον ἰέναι. καὶ χυλὸς δὲ φακῆς ἱκανὸς γένοιτο τὰς αὐτὰς παρασχέσθαι χρείας εἰς τὸ συμμιγῆναι τοῖς εἰρημένοις· τὰς δὲ κηκῖδας ἢ τοὺς φλοιοὺς τῆς ῥοιᾶς εἴ τις ἀφαυήνας καὶ κόψας ὡς ὅτι λεπτότατα καὶ διασείσας, ἐμπάσας τῷ χυλῷ τῆς φακῆς κλύζοι. ταῦτα μὲν οὖν ἐπιτήδεια πρὸς τὰ μετρίως σηπόμενα· πρόσω δὲ χωροῦντος τοῦ κακοῦ καὶ τῆς σηπεδόνος ἰσχυροτέρας γινομένης, ὥστε καὶ ἶνας ἀποχωρεῖν τῶν ἐντέρων ἤ τινας χιτῶνας, οὐκέτι αὐτῶν μόνων τῶν στυφόντων τὸ ἔργον εἴη ἄν, ἀλλὰ τῶν ἐσχάρας ποιησόντων φαρμάκων τὸ ἔργον ἐστίν. χρὴ δὲ πάνυ εὐλαβῶς ἥκειν ἐπὶ ταῦτα· πολλαχοῦ γὰρ ὁμοῦ τῇ σηπεδόνι φλεγμονὴ οὖσα ὑπὸ τῶν φαρμάκων ἄγαν ἰσχυρῶν ὑπαρχόντων ἐπὶ μέγα ἤρθη. δεῖ δὴ τοίνυν μὴ μάλα ἑτοίμως ἰέναι ἐπὶ τὴν διὰ τούτων βοήθειαν, ἀλλὰ τηνικαῦτα, ὁπότε ὑπερβιβαζομένου τοῦ κακοῦ ἰσχυροτάτη ἀνάγκη ἤδη καταλαμβάνει. ἀριθμὸς δὲ καὶ τούτων τῶν κλυσμῶν ὑπέρπολύς ἐστιν· ἐγὼ δʼ οὐχ ἅπαντας ἀναγράψω, ἀλλʼ ὁπόσοι πεῖραν διδόντες ἐκρίθησαν εἶναι ἄριστοι, καθάπερ καὶ οἱ πρόσθεν ἀναγραφέντες. εἷς μὲν δὴ οὗτος· στυπτηρίας τῆς σκληρᾶς μοῖραι δύο καὶ ῥοιῶν τοῦ καρποῦ ἢ τοῦ φλοιοῦ μοῖρα μία· ξηρὸς δʼ ὁ φλοιὸς ἔστω· ταῦτα λεῖα πάνυ γινόμενα φακῆς χυλῷ μιγνύναι, καὶ κλύσμα ἀγαθὸν τῶν ἤδη σηπομένων ἐστίν. ἔστι δʼ οὐκ ἰσχυρότατον, ἀλλʼ ἐν μεταιχμίῳ τῶν στυφόντων καὶ ἐσχαρούντων.
Ἄλλο κλύσμα.
Ἀρσενικὸν καὶ στυπτηρία λεία· καὶ ταῦτα τῶν τινι στυφόντων ὑγρῶν συμμιγέντα ἐνίεται· οἱ δὲ καὶ χάρτου σποδιὰν προσμιγνύουσι τούτῳ.
Ἄλλο κλύσμα καὶ μάλα εὔρωστον.
Ἡ τοῦ χάρτου σποδιὰ καὶ τὸ ἀρσενικὸν καὶ ἄσβεστος κονία· ταῦτα ἴσα συμμίγνυται ὁτῳοῦν τῶν εἰρημένων στυφόντων ὑγρῶν.
Ἄλλο καὶ μάλα εὔρωστον.
Σιδίων φλοιοῦ καὶ κηκίδων, ἀριστολοχίας, πάνακος, καδμείας, σχιστῆς στυπτηρίας, λιβανωτοῦ, ἁλῶν ὀρυκτῶν, ἰοῦ, στυπτηρίας στρογγύλης ἑκάστου μοῖρα ἴση, τῆς καδμείας διπλάσιον· ταῦτα σύμπαντα κόπτεται καὶ λειοῦται ὁμοῦ ὄξει, ὅνπερ τρόπον τὰ ὀφθαλμικὰ ποιεῖται φάρμακα, ἐς ὃ μάλιστα γίνεται λεῖα, κἄπειτα ἀφαυανθησόμενα· καὶ κύκλοι πλάττονται, καὶ ἐς αὐτὴν τὴν χρείαν λεῖοι γινόμενοι τῷ τῆς φακῆς χυλῷ μίγνυνται. τὸ δὲ πλεῖον καὶ τοὔλαττον πρὸς χρῆμα ὁρῶντι βουλεύεσθαι ὑπάρχει.
Ἄλλο κλύσμα.
Κονίας ἀσβέστου, ἀρρενικοῦ, σανδαράχης, χάρτου κεκαυμένου, χαλκίτεως, ταῦτα ἴσα· λεῖα δὲ χρὴ καὶ ταῦτα εἶναι, καὶ συμμιγέντος ὄξους ποιεῖσθαι τροχίσκους. ἢν δʼ ἡ χρεία καταλαμβάνῃ, μυρρίνης ἀφεψήματι διαλύειν τοῦτο τὸ φάρμακον ἄμεινόν ἐστιν.
Ἄλλο κλύσμα πάνυ ἀγαθόν, καὶ τὴν ἀσφάλειαν προσοῦσαν ἔχει.
Ῥόδων ἄνθους, ὀποῦ μήκωνος, ἀκακίας, κόμμεως, βαλαυστίου, ὑποκυστίδος χυλοῦ, τούτων ἑκάστου μέρη τρία, κηκῖδος, ἀρνογλώσσου σπέρματος, τούτων ἑκατέρου ἀνὰ δύο μοῖραι, λυκίου Ἰνδικοῦ ἕν. ἢν δʼ ὁ χυλὸς ὁ τῶν ῥόδων μὴ εὔπορος ᾖ, τρεῖς ἂν ἀποχρῶσαι μοῖραι τῶν φύλλων γένοιντο αὐτῷ. λειοῦται ταῦτα ἀρνογλώσσου χυλῷ, καὶ κυκλίσκοι πλάττονται σταθμὸν ἔχοντες δραχμὴν μίαν. περὶ τῶν τοιούτων δὲ πάντων φαρμάκων εἰδέναι χρή, ὡς ὁπόσα μὲν τὰ καυστικά τε καὶ ἐσχαρωτικὰ πλεῖστα καὶ ἰσχυρότατα ἐν τῇ συμμίξει ἔχει, τούτοις εὐλαβέστερον χρῆσθαι δεῖ, διʼ ὑποψίας τὸ σφαλῆναι ἐχόντων, ὁπόσα δὲ πλείονα τῶν στυφόντων μοῖραν ἔχει, τούτοις εὐθαρρεστέρως χρῆσθαι ἔστιν· ἤν τι γὰρ καὶ παροραθῇ, τὸ βλάβος οὐ χαλεπὸν ὑπαντᾷ ἐκ τούτων. ἤδη δέ που καὶ τοιόνδε ἐν δυσεντερίαις ὦπται· προσαψάμενον τῶν τυχαίων τινὸς τὸ ἕλκος τῶν ἔσω τοῦ ἐντέρου ἀγγείων μειζόνως ὑπεργασάμενον, αὐτὸ τὸ αἷμα ἀποκρίνεσθαι ἐποίει, καὶ πῂ μὲν ἵησι πεπηγὸς τὸ αἷμα, πῂ δʼ ἀπαγές· ἐπὶ τῆς τοιαύτης περιστάσεως οἱ κλυσμοὶ ἐπιτήδειοι οἱ στύφοντές εἰσιν. ἔστι δὲ καὶ τοιάδε τις ἐν δυσεντερίαις διαφορά· τὰ ἀπιόντα ἰσχυρῶς ἐπʼ ἐνίων δριμέα πρὸς τὴν ἀπόκρισιν ἥκει· γνώρισμα δὲ τούτων ἡ αὐτοῦ ἀντίληψις τοῦ κάμνοντος ὑπάρχει· οἵ τε οὖν ὀδαξησμοὶ ἀνιαρότατοί εἰσι, καὶ ὑπὸ τῆς δριμύτητος τοῦ ῥεύματος ἑλκοῦνται τὰ μέρη. τοῖς οὖν κλυσμοῖς χρῆσθαι ἀμβλύνουσι τοῦ φαινομένου τὸ δριμύ, καὶ εἰσὶ τοιοίδε· πυροὶ συνεψῶνται πιμελῇ αἰγός· ἀποχρῶσα δʼ ἂν εἴη καὶ οἰὸς καὶ συὸς καὶ βοὸς πιμελή, ἀλλὰ πεπίστευται μᾶλλον αἰγός· καὶ ὅταν ἑψώμενοι οἱ πυροὶ χυλὸν ἐξανιῶσι παχύν, ὁ χυλὸς οὗτος τῇ πιμελῇ ὁμοῦ κλύσμα ἐπαρκοῦν ἔσται εἰς τὰ προειρημένα.
Ἄλλος κλυσμός.
Ὄρυζα ἑψεῖται ἢ χόνδρος τὸν ὅμοιον τρόπον ἢ φακὴ ὁμοῦ τῷ αἰγείῳ λίπει ἢ φοίνικες οἱ πίονες, καὶ γίνεται κλυσμὸς ἀπὸ τούτων.
Ἄλλος κλυσμός.
Κόμμι ἢ τραγάκανθα ὁμοῦ τινι τῶν εἰρημένων ἕψεται. ἢν δὲ δὴ καὶ μήκωνι συνηψημένη τύχῃ, τοῦτο ἂν καὶ μάλα ἀνώδυνον εἴη τὸ κλύσμα.
Ἄλλος ὅδε.
Λίνου σπέρμα ὁμοῦ συνεψεῖται μήκωνος τοῖς λέμμασι καὶ αὐτῷ τῷ σπέρματι, καὶ ὁ ἀπὸ τούτων χυλὸς κλυσμὸς ἐπιτήδειος τοῖς ὀδαξωμένοις γίνεται.
Κλυσμὸς ἄλλος.
Πρὸς τὰ αὐτὰ ἐπιτηδείως τῶν προειρημένων χυλῶν ὁτῳοῦν σμικρὸν ὅσον ὀποῦ μήκωνος διαλύσαντα ἐνιέναι χρή. τοῦτο κράτιστον ἁπάντων πρὸς τὰ τοιάδε ἐστίν, ἀλλά τινος εὐλαβείας αὐτῷ προσδεῖ· τὸ γὰρ ὑπὲρ τὴν δύναμιν τοῦ νοσοῦντος ἐμβαλλόμενον τοῦ ὀποῦ κινδυνῶδες. χρὴ οὖν, ἀσθενοῦς ὄντος τοῦ σώματος, μὴ ἐνιέναι τουτὶ τὸ φάρμακον ἢ σφόδρα ὀλιγοστὸν κατὰ λόγον τῆς δυνάμεως· ἢν δʼ ἰσχύῃ ὁ κάμνων, οὐδʼ οὕτω πολὺ εἶναι χρὴ τὸ φάρμακον, ἀλλὰ πάνυ ὀλίγον. ἐπὶ δὲ τούτοις καὶ τάδε ἔτι χρὴ ἐπίστασθαι· ἤδη τισὶ πυώδη διεξέρχεται δυσεντερικοῖς μηνύοντα καθαρὰ τὰ ἕλκη ὑπάρχειν. κλύσμασιν οὖν ἐπὶ τούτων χρῆσθαι τοιοῖσδε· κηρωτὴ ποιεῖται διὰ μυρρίνου ἢ ῥοδίνου πάνυ ὑγρά, καὶ αὕτη ἐνίεται, ἢ τῶν στυφόντων τι τῶν πρόσθεν εἰρημένων· ἀλλὰ δεῖ κομιδῇ ὀλίγον εἶναι τὸ στῦφον. χρὴ ἐπιτείνειν δʼ ἢ ἀνιέναι τὰ εἰρημένα κλύσματα, καὶ ἐφʼ ὅσον αὐτὸς ἐπιβάλλει, προσέχων τῇ διαθέσει. ὁμοίως καὶ μεταβήσεται ἀφʼ ἑτέρου εἰς ἕτερον εἶδος κλύσματος, ἀπαιτοῦντος τοῦτο τοῦ καιροῦ. τὸ δὲ πλῆθος τῶν κλυσμῶν ὀλίγον ἔστω, ὡς μὴ ἄχθεσθαι τῇ πλημμύρᾳ, καὶ διὰ τοῦτο τὰς εἰς τὴν ἀπόκρισιν προθυμίας γενέσθαι· μὴ μὴν οὕτως ὀλίγον, ὡς διὰ τοῦτο μὴ δύνασθαι ἐπὶ μήκιστον ἀφικέσθαι τοῦ ἐντέρου. χρὴ δὲ καὶ οὐδʼ εἰσάπαξ ἐνιέναι, ἀλλὰ πολλάκις, καὶ τό γε κράτιστον ἐφʼ ἁπάσῃ τῇ διαχωρήσει, ἤν γε μὴ τὸ διʼ ὀποῦ κλύσμα ἐνίηται. τὰ μέντοι τῶν ἐσχαρούντων φαρμάκων οὐ χρὴ συνεχῶς ἐνιέναι, ἀλλὰ κατὰ μεγάλας ἀναπαύλας· ἐπὶ δὲ τούτων καὶ τὸ προεδηδοκέναι κάλλιον. εἶναι δὲ χρὴ οὐ πάντῃ θερμὸν τὸ κλύσμα, ἀλλὰ τοῦτο μόνον μὴ παρέχειν ψυχροῦ συναίσθησιν. ταυτὶ μὲν οὖν μοι περὶ τῶν δυσεντερικοῖς ἁρμοττόντων κλυσμῶν λέλεκται· περὶ δὲ τῶν τεινεσμῶν οὐδὲν ἀλλοιότερον ἔχοιμι ἂν εἰπεῖν τῶν πρόσθεν λελεγμένων· τοσοῦτο δὲ μόνον ὑποδεῖξαι χρή, ὅτι μᾶλλον ἀνύουσιν οἱ κλυσμοὶ ἐπὶ τούτων ἤπερ ἐπὶ τῶν δυσεντερικῶν, ὅτι καὶ μᾶλλον ἐν χρῷ γίνονται τῷ πεπονθότι μέρει ἐπὶ τούτων.
Ἕτερον γένος κλυσμῶν ἐπὶ τῷ ἐσχάτῳ ἐντέρῳ νοσοῦντι.
Γίνεταί τις ἀμφὶ τῶν ἐντέρων νόσος τοιάδε· διαχωρεῖται μύξα πολλή, καὶ ἔστιν ἡ μύξα χρῆμα οἷον τὸ ἀπόξεσμα τῶν ἐντέρων, οὔτε δὲ ἰχώρ τις οὔτε αἵματι ὅμοιον συναπέρχεται. τούτῳ εἴς τε τὸ ἀποκρίνεσθαι τοῦδε ἰόντος οὐ κατασπέρχουσα ἡ προθυμία συμβαίνει, οὐδʼ ἐντιθεῖσα πρὸς τὸ γίνεσθαι θᾶττον ἀνάγκην ἰσχυράν, ἀλλὰ τοιάδε ἐστὶν οἵα καὶ ἀνατιθεμένῳ ἐπὶ τὰ ἔπειτα συγχωρεῖν, βάρος ἀμφὶ τοῖς ἐσχάτοις τοῦ ἐντέρου ἐμποιοῦσα, οὐδὲ τοῦτο μάλιστα ἰσχυρόν, ἄλλο δʼ οὐθὲν ἐπάγουσα ὀχληρόν· τὰ δʼ ἀπὸ τῶν σιτίων περισσεύματα, ἤν γε δὴ μή τι ἄλλο συντυχὸν νεοχμοῖ τι ἀμφʼ αὐτά, παντάπασιν ὅμοια καὶ τοῖς ὑγιαίνουσιν ἀποχωρεῖ καὶ οὐδʼ ὁπωστιοῦν συμμεμιγμένα ἐκείνοις. τὸ σύμπαν σῶμα οὐδὲν ἀξιόχρεων βλάπτεσθαι φαίνεται, οὔτε εἰς τὴν χροιὰν οὔτε εἰς τῶν σαρκῶν τὸ πλῆθος οὔτε εἰς τὴν ῥώμην, τό γε δὴ ἐπὶ τῇ καθεστώσῃ νόσῳ ταύτῃ· οὐ μὴν παντάπασί γε οὐκ ἐπαΐει τῆς συμφορᾶς. πεπονθέναι δὲ φαίνεται κατὰ τὴν νόσον ταύτην τὸ ἔσχατον ἔντερον, τὸ δὲ συμβεβηκὸς οὐχὶ ἕλκος ἐστίν, ἀλλʼ ἐγὼ δοκῶ τοιόνδε τι εἶναι τὸ γινόμενον· ἑκάστου τῶν τοῦ σώματος μερῶν συγγενῆ τινα περιττώματα οὐκ ἄλλοθέν ποθεν, ἀλλʼ ἀπὸ τῆς ἑκάστῳ μέρει ἀπονεμομένης τροφῆς, ὅταν μὴ καλῶς ᾖ διακείμενον τὸ μόριον. ὁπότε δὴ τοίνυν περὶ τὸ ἔσχατον μέρος ἡ προειρημένη συμβαίνει νόσος, κλυσμοὶ ἐπιτήδειοι· σῦκα ξηρὰ ἑψεῖται ἐν ὕδατι, καὶ τῷ ὕδατι τούτῳ σμύρνα λεία ἐμβάπτεται, καὶ ἔστιν ἀγαθὸν τοῦτο φάρμακον τῆς νόσου ταύτης.
Ἄλλος κλυσμὸς οὗτος.
Ἀλόη τῶν σύκων τῷ ἀφεψήματι ἀναμίγνυται. δύναιντο δʼ ἂν οἵδε οἱ κλυσμοὶ τὸ πλαδῶδες τοῦ ἐντέρου πρὸς τὸ ξηρότερον καθιστάντες ἀπελαύνειν τὴν νόσον ταύτην.
Ἐπὶ χολέρας ξηρᾶς.
Γίνεται αὕτη ἡ ξηρὰ χολέρα ὑπό τινος διαφθορᾶς τῶν ἐδηδεσμένων ἰσχυρᾶς, καὶ μὴ ἐκκρινομένων, ἀλλʼ ἐμμενόντων ἐν τῇ γαστρὶ καὶ τοῖς ἐντέροις καὶ πλησμονὰς ποιούντων καὶ ὀδύνας ἰσχυράς· ἴασις δὲ ταύτης ἐστὶν ὁ κλυσμὸς κενωτικὸς προσαγόμενος, νεωστί γε διεφθορότων τῶν σιτίων καὶ οὕτω μεθεστηκότων εἰς τάδε τὰ μέρη τοῦ ἐντέρου, οἷς προσμήξας ὁ κλυσμὸς δύναιτο ἂν ὑπαγαγεῖν τὰ ἐγκατισχόμενα. τοὺς μὲν οὖν τοιούτους κλυσμοὺς ἐατέον, χρηστέον δὲ τοῖς καὶ τὰ πνεύματα λεπτύνουσι καὶ διαχέουσι τὴν ἄθροισιν αὐτῶν· εἰσὶ δʼ οἵδε· ἔλαιον αὐτὸ θερμόν, ἢ καὶ ἐνηψήσθω αὐτῷ κύμινον ἢ μάραθρον ἢ σπέρμα πηγάνου· κράτιστον δʼ εἰ τοῦ ὀρείου εἴη. ἀγαθὸν δὲ καὶ τουτὶ τὸ κλύσμα· τοῦ χλωροῦ πηγάνου τὴν κόμην πολλοὶ μὲν ἑψοῦσι τῷ ἐλαίῳ, ἀλλʼ ἀπόλλυσι τοῦ πηγάνου ἡ ἕψησις τὴν ἰσχύν. ὠμὸν οὖν ποιεῖσθαι ὧδε· ἐπειδὴ ἂν ἰσχυρῶς ἀναζέσῃ τὸ ἔλαιον, ἀφελόντα τοῦ πυρὸς αὐτὸ χρὴ ἐμβάλλειν ἐπιζέοντι αὐτῷ τοῦ πηγάνου τὴν κόμην· τὸ δʼ ἐναπομαραίνεται τῷ ἐλαίῳ καὶ τὴν δύναμιν ἀφίησιν εἰς αὐτό, καὶ τὸ ἔλαιον τοῦτο κλυσμὸς τῆς ξηρᾶς χολέρας ἀγαθὸς πάνυ ἐστίν.
Ἐπʼ εἰλεοῦ.
Ὁ εἰλεὸς γίνεται ἐπί τινι φλεγμονῇ τῷ αὑτῆς ὄγκῳ καταλαμβανούσῃ τὰς διεξόδους, καὶ εἰ μὲν μείζων, καὶ τέλεον κωλύσει διαπεραιοῦσθαι καὶ τὰ πνεύματα καὶ τὰ ἀπὸ τῶν σιτίων περισσώματα, εἰ δʼ ἐλάττων, αὐτὸ μόνον δύσπορον ἀποφαίνει, κωλύει δʼ οὐχὶ παντελῶς τὰς ἀφόδους. καθίδρυται δʼ ἡ φλεγμονὴ ἄλλοτε ἐπʼ ἄλλοις μέρεσι τοῦ ἐντέρου, καὶ παρὰ τοῦτο καλῶς ἢ κακῶς χρῆσθαι τοῖσδε ἔστι τοῖς κλυσμοῖς· πῂ μὲν γὰρ καταλαβοῦσα τὰ ἀνωτάτω μέρη τὰ ἀγχοῦ τῆς γαστρὸς αὐτῆς, καὶ ἔστιν ὅτε καὶ τοῦ πυλωροῦ τι προσεπιλαμβάνει· πῂ δʼ ἐπὶ τῶν λεπτῶν καθιδρύνθη ἐντέρων· ἔστι δʼ ὅτε ἐπὶ τοῦ κώλου. διαγνώσεις δὲ τούτων αἵδε εἰσίν· ἢν μὲν ἐπʼ αὐταῖς γίνηται ταῖς ἐκ τῆς γαστρὸς ἐς τὸ ἔντερον διεξόδοις ἡ φλεγμονή, πεπλῆσθαι ἡ γαστὴρ δοκεῖ αὐτοῖς, κἂν εἰ πάνυ σμικρὸν πίοιεν ἢ φάγοιεν, καὶ ἔμετοι συμβαίνουσι πολλοὶ ἐκ προφάσεως πάσης, καὶ τὸ σύμπαν ἐνοχλήματα αὐτῇ παρίσχεται τὴν ἀντίληψιν. ἢν δέ τι τῶν λεπτῶν ἐντέρων καταλαβοῦσα ἡ φλεγμονὴ τύχῃ, γίνονται μὲν κἀπὶ τούτοις οἱ ἔμετοι, οὐ μὴν ἔτι ὁμοίως πολλοί, καὶ ὅπου τετάχθαι προὐδίδαξεν ἡμᾶς ἡ ἀνατομὴ ταυτὶ τὰ ἔντερά τις καὶ ὀδύνη διαφαίνεται μᾶλλον οὖσα. οὔτε δʼ ἐπὶ τούτων οὔτε μέντοι ἐπὶ τῶν πρόσθεν λελεγμένων εἴργεται πάντως ἡ διαχώρησις· κατὰ μετεώρου γὰρ οὔσης τῆς φλεγμονῆς, πάντα ὁπόσα ἂν τύχῃ κατωτέρω φθάσαντα εἶναι, ταῦτα οὐ δήπου κωλύοιτο ἂν τῆς ὁδοῦ τῆς ἔξω, ἢν μή τι ἄλλο συντύχῃ κώλυμα, ὡς ἐνίοτε καὶ εἰλεὸς ἔστι, καὶ ῥεῖ ἡ γαστὴρ ἐπὶ πολύ, τῆς μὲν φλεγμονῆς ἄνω που ἱδρυμένης, τῶν δʼ ὑπὸ τὸ πεπονθὸς μέρος ὑπαρχουσῶν κατὰ τὸ μεσεντέριον φλεβῶν ἀεί τι ἐς τὸ κάτω προϊεμένων μέρος τοῦ ἐντέρου, καὶ ὅ γε ὑφʼ Ἱπποκράτους λαπαρὸς εἰλεὸς καλούμενος οὗτός ἐστιν. ἢν δʼ ἐν τῷ κώλῳ συσταίη ἡ φλεγμονή, τάδε συνεδρεύει· ἔμετοι μὲν πολὺ ἐλάττους γίνονται, καὶ τὸ ἐνόχλημα ταύτῃ διαφαίνεται περιττῶς λυποῦν, ὅπου ἡ ἀνατομὴ τὸ κῶλον προὐδίδαξεν εἶναι, καὶ διέξοδοι καὶ τῶν σιτίων καὶ τῶν πνευμάτων νῦν δὴ παντελῶς κατείργονται ἢ πάνυ ἐπὶ μικρὸν γίνονται, ὁπόσον ἂν ἡ φλεγμονὴ σμικροτέρα γινομένη εἰς τὸ κατασχεῖν τῷ ὄγκῳ τῷ αὑτῆς τὴν ἔνδον χώραν τοῦ κώλου ἐπιλείπει. αἵδε μὲν τῶνδε εἰσὶ διαγνώσεις· κλυστέοι δʼ οἱ τῷ νοσήματι ἐχόμενοι οὐ πάντες, ἀλλʼ οἷς τὰ ἀμφὶ τὸ κῶλον μέρη κατέσχηκεν ἡ φλεγμονή. γένοιτο δʼ ἂν ἐπὶ τῶνδε λυσιτελεῖς οἱ κλυσμοὶ ὁπόσοι οἷοί τέ εἰσι παῦσαι τὰς φλεγμονάς· οὗτοι δὲ τοιοίδε εἰσίν· ἔλαιον αὐτὸ θερμόν, ἢ καὶ μελίλωτον αὐτῷ συνηψήσθω.
Ἄλλος ὅδε κλυσμὸς ἐπιτήδειος.
Ἐλαίῳ συντήκεται βούτυρον, καὶ τούτου ἐνίεται θερμοῦ τὰ μέτρια. ἄλλοτε τῷ ἐλαίῳ καὶ τῷ βουτύρῳ συγκιρνᾶται λίνου σπέρματος χυλός.
Ἄλλος ὅδε.
Ὕσσωπος ἐλαίῳ συντήκεται καὶ σμικρὸν ὅσον ῥητίνης τῆς ἀπὸ τερμίνθου.
Ἄλλος ὅδε.
Ἐλαίῳ συνεψεῖται μήκωνος ἡ κεφαλή, καὶ εἶτα αὐτὴ μὲν ἑτέρωσε ῥίπτεται, τῷ δʼ ἐλαίῳ βούτυρον μίγνυται. χρὴ δὲ τούτου τοῦ κλυσμοῦ πλῆθος μὴ ἐνιέναι· ἐμπιπλάμενα μὲν γὰρ τὰ ἔντερα εἰς τὰς φλεγμονὰς ἐπιτρίβεται.
Ἐπὶ κωλικῶν.
Τὸ κῶλον ἀπὸ τῆς δεξιᾶς λαγόνος ἐναρξάμενον ἥκει ἄνω παρʼ αὐτό που τὸ ἧπαρ, καθὲν δέ, παρεξελθὸν τὸ ὑποχόνδριον τὸ δεξιόν, πρὸς τὸ ἀριστερὸν ἥκει, κἀνταυθοῖ ὅτι ἀσσοτάτω γενόμενον τοῦ σπληνὸς πρὸς τὴν ἀριστερὰν αὖ πάλιν χωρεῖ λαγόνα καὶ λοιπὸν ἄπεισι παρὰ τὴν ῥάχιν κάτω. ταύτῃ δὴ τοίνυν, ὅπῃ τὸ κῶλον ἴσμεν τεταγμένον, ὀδύναι τινὲς καὶ πνευματώσεις γίνονται. ἐπὶ τῶνδε οἱ κλυσμοὶ ἁρμόττουσιν ὁπόσοι ἐπὶ τῆς ξηρᾶς χολέρας εἴρηνται.
Ἐπὶ νεφριτικῶν.
Συμπάσχουσιν ἀλλήλοις τὸ κῶλον καὶ οἱ νεφροί· ὥσπερ δʼ ἐν ταῖς νόσοις ἀλλήλοις συμπάσχει, οὕτως καὶ ἐν ταῖς ἰάσεσι συνεπελαφρίζεται, καὶ διὰ τοῦτο κλυστέοι τῶν νεφριτικῶν εἰσι πολλοὶ τούτοις τοῖς κλυσμοῖς οἷς καὶ ἐπὶ τῶν κωλικῶν εἴρηται· τυγχάνουσι δʼ οὗτοι οἱ αὐτοὶ ὄντες τοῖς ἐπὶ τῆς ξηρᾶς χολέρας.
Ἐφʼ ὑστερῶν.
Κοινωνίαν δʼ ἔχει τινὰ καὶ συμπάθειαν τῷ κώλῳ καὶ ἡ ὑστέρα, ὥστε φλεγμαίνουσαν αὐτὴν εἰκότως ὠφελήσει τὰ ἐνιέμενα τῷ κώλῳ. ἐνιέσθω δὴ οὖν ἔλαιον θερμόν, ἢ καὶ χηνὸς ἢ καὶ ὄρνιθος ἔστω πιμελὴ τούτῳ ὁμοῦ ἢ βούτυρον ὁμοῦ τῷ ἐλαίῳ ἢ ὕσσωπος ἢ λίνου σπέρματος ἀφέψημα ἢ ἄλλο πού τι τῶν ἐπὶ τοῖς εἰλεοῖς εἰρημένων.
Ἐπὶ κύστεως.
Καὶ τῆς κύστεως νοσούσης, ἐπειδὴ γειτνιᾷ τῷ ἐντέρῳ καὶ ἅμα συμφυής ἐστι, καὶ εἰς συμπάθειαν ἐπάγεται αὐτῷ, ἐνίοτε προσοίκειον τῇδε τῶν κλυσμῶν τισι χρῆσθαι. φλεγμονῆς μὲν οὖν οὔσης ἐν τῇ κύστει, λυσιτελοῦσιν οἱ ἐν τῷ περὶ εἰλεοῦ κλυσμοὶ γεγραμμένοι· ἕλκους δὲ συστάντος ἐν αὐτῇ, εἰ μὲν φλεγμονὴ συμπαρείη, τῶν αὐτῶν δεήσει κλυσμῶν, εἰ δὲ μὴ συμπαρείη, τῶν κλυσμῶν οὐκ ἔσται χρεία. γίνεται δὲ καὶ τοιάδε τις ἀμφὶ τὴν κύστιν νόσος· οὖρα οὐκ ὀλίγα συνδίδοται μὲν ἀπὸ τῶν νεφρῶν εἰς αὐτήν, οὐ μὴν ἐκκρίνειν γε αὐτὰ θύραζε δύναται διʼ ἀσθένειαν. ἐπὶ τῶν τοιούτων συμφορῶν ἀλλὰ ἑαυταὶ ἐπιτηδείως κατὰ τοῦ ἤτρου καὶ κλύσματα τοιάδε· κύμινον ἀφεψεῖται ἐν ἐλαίῳ, καὶ τουτὶ θερμὸν ἐνίεται, καὶ πήγανον μέντοι καὶ μάραθος. ἐνταυθοῖ δὲ καὶ τὰ ἄλλα διουρητικὰ πάντα χώραν ἐπιτήδειον ἔχει· λεαίνοντα γὰρ ἐπανίησι τὴν κύστιν καὶ παρασκευάζει πρὸς τὴν ἔκκρισιν ἑτοιμοτέραν. εἰ δὲ καὶ διʼ ὑπερπλήρωσιν τοῦ οὔρου ἰσχουρία καταλάβοι τὴν κύστιν, κλυσμὸς ὀδαξησμόν τινα ἐμποιῶν καὶ προτρέπων τὴν περισταλτικὴν δύναμιν ἐνεργεῖν παρασκευάσειεν ἂν τὴν ἔκκρισιν· ἀλόη δʼ ἄκρατος δύναται τοῦτο ποιεῖν καὶ κυκλαμίνου χυλός. ὀλίγον δὲ παντάπασι τὸ ἐνιέμενον εἶναι χρή, καὶ τὸ κέρας τοῦ κλυστῆρος ὡς οἷόν τε βράχιστον, ἵνα τοῦ κλύσματος μηδὲν ὑπερήκῃ προσωτέρω τῶν δεομένων μερῶν.
Ἐφʼ ἑλμίνθων.
Τὰς μὲν προσισχομένας τῶν ἑλμίνθων τῷ ἄνω ἐντέρῳ ἀφιστᾶν δεῖ διὰ τῶν ἐπιτηδείων πομάτων· κάτω δʼ ἄγειν οἵδε οἱ κλυσμοὶ δύνανται ὁπόσαι κατὰ τὸ κῶλον συνίστανται· ἀψίνθιον ἐν ἐλαίῳ ἑψηθὲν ἢ ἀβρότονον ἢ κύμινον ἢ ἡδύοσμον καὶ θέρμοι, καὶ ἐπειδὰν ἱκανῶς ἑψήσεως ἔχῃ τὸ ἔλαιον, αὐτὸ ἐνίεται.
Ἐπʼ ἀσκαρίδων.
Γίνεται δʼ ἄλλη κατὰ τὰς ἐσχατιὰς τοῦ ἐντέρου νόσος τοιάδε· ζῷά τινα σμικρὰ ὥς τινες εὐλαὶ συνίστανται, ἃς ἀσκαρίδας καλοῦσιν· ἴασις δʼ αὐτῶν κλυσμοί εἰσι καὶ ἄλλοι μέν τινες τῶν δριμέων, εἷς δὲ δὴ καὶ ὅδε· κέδρου χρίσμα ἵεται. δεῖ δὲ τὸν κλυστῆρα μὴ εἶναι εὐθύτρητον, ἀλλʼ ἐκ πλαγίων κύκλῳ πολλὰ σμικρὰ τρήματα ἔχοντα. δεῖ δὲ μηδὲ πολὺ εἶναι τὸ ἐνιέμενον· ὧδε γὰρ ἂν οὐ προσωτέρω τῶν δεομένων μερῶν ἔλθοι τὸ κλύσμα. ἐπιτήδειον εἰς ταῦτα ὕδωρ τὸ ἀπὸ τῆς σποδιᾶς ὡς ὅτι μάλιστα πεποιημένον· ἐνίεται δὲ κλυστῆρι τῷ αὐτῷ.
Τίνες οἱ ἐπʼ ἀσιτησάντων τρόφιμοι κλυστῆρες.
Γίνεται δὲ καὶ τοιάδε ἄλλη συμφορὰ προσδεῖσθαι δοκοῦσα κλυσμοῦ· τινὲς ἀπόσιτοι οὕτω δή τοι ἐγένοντο ἰσχυρῶς, ὡς κίνδυνον ἐπακολουθεῖν τῶν κατʼ ἔνδειαν. ἐνεῖναι δʼ ἐπὶ τούτων κλυσμοὺς ἀνατρέφειν δυναμένους· εἶεν δʼ ἂν οἵδε· πτισάνης ἢ πυρῶν χυλὸς ἢ ἀλεύρων πλύμα ἢ χυλὸς χόνδρου, καὶ εἰ δή τι ἄλλο τοῖσδε ὅμοιον. χρὴ δέ, εἴπερ ποτὲ ἄλλοτε, μήκιστον τοῦ κλυστῆρος εἶναι τὸ κέρας, καὶ ταῖν χεροῖν βιαιότατα ἀποστέλλειν τὸ κλύσμα, ἵνα ὡς προσωτάτω ἀφίκηται.
Ὅτι τινὰς μὴ δέον κλύζουσιν.
Πολλοῖς ἤδη διαχώρησις μὲν οὐδʼ ὁπωστισοῦν γίνεται, τὰ δὲ περισσώματα αὐτοῖς οὐκ ἐς τὸ κῶλον ἀφῖκται, ἀλλὰ μετέωρά ἐστιν. τούτους οὔπω χρὴ κλύζειν· χρὴ γὰρ δὴ ἐπίστασθαι ὅτι ὁ κλυσμὸς οὔτε ἀνέρχεται προσωτέρω τοῦ κώλου οὔτε ἀπάγειν τι δύναται τῶν ἐν τοῖς ἄνω ἐντέροις· περιττὸν οὖν τηνικαῦτα κλύζειν. χρὴ οὖν τοῦτο πρῶτον ἀνασκοπητέον ἐς τὸ κῶλον ἀφίκονται τὰ περισσώματα, τοιάδε ἐστίν. πρῶτα μὲν ὁ χρόνος ἤτοι ἱκανὸς ἔσται γεγονέναι τούτῳ ἢ οὐχ ἱκανὸς ὑπάρχων. ὁμοῦ δὲ τῷ χρόνῳ καὶ τὸ εὔπορον καὶ τὸ δύσπορον τῶν ἐδηδεσμένων σιτίων ἀνασκοπεῖσθαι χρή· ἄλλα γὰρ ἄλλων θᾶττόν τε καὶ βράδιον ἥκει κάτω. καὶ φύσεως μὲν τοῦ μὴ κάμνοντος ἤδη διαφορά ἐστιν εἰς λογισμὸν θετέα· εἰ μὲν γὰρ εὔρους φύσει ἡ γαστήρ, θᾶττον ὕπεισιν, εἰ δὲ δύσρους, βράδιον. καὶ εἰ ἐπαγάγοιμεν δὲ τὴν χεῖρα, εὕροιμεν ἂν διάδηλον αὐτοῦ τὸ πλήρωμα, εἴπερ γε δὴ δεῦρο ἀφιγμένα τὰ σκύβαλα ἤδη· εἰ δὲ μή, κενὸς ὁ τόπος ταύτῃ φανεῖται· τὰ δὲ πρὸς τούτοις ἔτι καὶ βάρος κατὰ τὴν ὀσφὺν γίνεται, ἢν ἐμπεπλησμένον τὸ τελευταῖον ἔντερον τύχῃ· ἀλλὰ καὶ αἱ φῦσαι δυσοσμίαν τηνικαῦτα τῆς κόπρου ἴσχουσαι διαδείξουσι τὸ πλήρωμα ἀφῖχθαι κάτω ἤδη.
Ὅτι τινὰς δέον κλύζειν οὐ κλύζουσιν.
Ἱπποκράτης ὀνομάζει περίρρουν τι διαχώρημα· τόδε δʼ ἐστὶ τοιοῦτο· δεινῶς λεπτὸν καὶ τοῖς σκυβάλοις ἀμιγές. τοῦτό πῃ μὲν αὐτὸ μόνον δίεισι, πῂ δὲ μετὰ σκληρῶν τῶν ἀπὸ τῆς τροφῆς περισσωμάτων πρὸς τὴν ἀπόκρισιν διαπίπτει, οὐ συμμιγνύμενον αὐτοῖς. εἰ μὲν οὖν καὶ τὰ ἀπὸ τῶν σιτίων πρὸς τοὐκτὸς ἀποχωρεῖ, οὐδὲν ἐπιδεῖ κλυσμοῦ· ἢν δὲ τὰ μὲν μὴ ἀποκρίνηται, τὸ δʼ ἐπίρρουν τοῦτο αὐτὸ μόνον ἥκῃ, τηνικαῦτα οἱ πλείους τῶν ἰατρῶν κατορρωδοῦσι τὸν κλυσμόν· ὅστις δʼ εὖ φρονεῖ, χρήσεται αὐτῷ — τὸ μὲν γὰρ λεπτὸν τοῦτο ῥεῦμα ἢ οὐδὲν ἢ μικρόν τι ἐνοχλήσειεν ἄν — οὐ μετρίως, καίτοι ὑγραινομένης τῆς γαστρὸς λεπτῷ τῷ ῥεύματι, ὅπως μὴ ὑπεῖεν τὰ ἀπὸ τῶν σιτίων περισσώματα. διάγνωσις δʼ ἥδε ἐστίν· πρῶτον μὲν ὅτι οὐδαμῇ, καίτοι πρόσθεν ἐπεσχημένης τῆς διαχωρήσεως, νῦν φαίνεται θύραζε ἰόντα σκύβαλα· ἔπειτα δὲ καὶ ἐπαφωμένῳ τὸ κῶλον ἐμπεπλῆσθαι διείσεται ἡ χείρ.
Περὶ σχήματος τοῦ κλυζομένου.
Ὑπτίῳ τῷ κάμνοντι τυγχάνοντι ὑποστορέσαι δεῖ, ὅπως ἂν λάθῃ κοίλωμα εἶναι προσάψασθαί τε τῆς στρωμνῆς — ῥάκιον δʼ ἂν τοῦτο εἴη σινδόνος ἤ τι ἄλλο τοιοῦτο· θερμὸν δʼ ἔστω τοῦτο, ὅπως μὴ τῷ ψυχρῷ αὑτοῦ φρίττειν ποιῇ τὸν ἄνθρωπον —, ἔπειτα συνερεῖσαι τὰ σκέλη. τοῦτο ἐμοί γε τὸ σχῆμα προσήκειν δοκεῖ· τὸ δὲ μετέωρον ἐκ τῆς ὀσφύος αἴρειν ἀλυσιτελές· τοῦτο γάρ ἐστιν ὡς ἐν ἀψύχῳ σώματι χεῖσθαι τὸν κλυσμόν. ἐνίοτε δὲ καὶ ἐπὶ πλευρὰν στρεπτέον ἐστίν· ἢν γὰρ ἡ κύστις φλεγμαίνῃ, ἢ τῷ ἰσχίῳ ἐμπύημα ᾖ, ἡ ἐν κύστει ὦσις εἴργεται, κἄπειτα τὸ βάρος τε καὶ ὁ ὄγκος ἢ τὴν εἴσοδον τοῦ κλυσμοῦ ἢ τὴν ἔξοδον τῶν περισσωμάτων κωλύειν μέλλει. εὔλογον δήπου ἂν ἐπὶ τὸ ἐπὶ θάτερα βρίθειν τὸν ὄγκον ποιήσαντας, ἅπερ σπεύδομεν ἄνευ κωλύματος ἅπαντα διαπράξασθαι. ἐν δὲ τῷ ἐνεῖναι παρεγγυᾶν τῷ κάμνοντι χρὴ μήτε κεκραγέναι μήτε ἀναλαμβάνοντα τὴν ἀναπνοὴν αἴρειν ὑψοῦ τὸ ἦτρον, ἀλλʼ ἁπλῶς κείμενον τὸν ἁπλούστατον ἀναπνεῖν πειρᾶσθαι τρόπον· ὧδε γὰρ ἥκιστά τις ἀντιπράξει τοῦ κλύσματος τῇ βολῇ. ἐπὰν δὲ πεπαυμένος ὁ ἰατρὸς ᾖ, οἱ μὲν πολλοὶ κυλινδοῦσθαι κελεύουσι τὸν ἄνθρωπον· ἐγὼ δʼ οὐ συγχωρῶ πράττειν τοῦτο.
Κατὰ πόσους τρόπους ἀποτυγχάνονται κλυσμοί· ἐκ τῶν Μνησιθέου.
Τὰς τῶν κλυσμῶν ἀποτεύξεις διὰ τριττοὺς γίνεσθαι συμβαίνει τρόπους, ὅταν μὴ δέξηταί τις τὸ κλύσμα, καὶ πάλιν ὅταν μὴ κατασχῇ ἢ ἐκπέμψαι μὴ δυνηθῇ· γίνονται δὲ τῶν αἰτιῶν τούτων αἱ μὲν ἀπὸ τῶν σωμάτων καὶ παθημάτων, αἱ δʼ ἀπὸ τῶν κακῶς κλυζομένων. τοῦ μὲν οὖν μὴ δέξασθαι τὸν κλυσμὸν ἀπὸ μὲν τῶν παθημάτων εἰσὶν αἰτίαι τοιαῦταί τινες· ἤτοι φλεγμονὴ περὶ τὸν ἐντὸς τόπον γινομένη τοῦ δακτυλίου καὶ συνοίδησις, ὥστε τὴν ὑγρότητα τὴν πιεζομένην μὴ δύνασθαι πόρρω προϊέναι, τῆς συνοιδήσεως ἀντιπραττούσης, ἢ πάλιν φῦσα κατειλημμένη κατὰ τὸν αὐτὸν τόπον, ὅταν μήτε ὑπείκειν ἐθέλῃ μήτε χώραν διδῷ παρεξόδου τοῖς ὑγροῖς τοῖς ἐπιοῦσιν. τῶν δʼ ἰατρῶν ἁμαρτήματά ἐστιν ὑπὸ τὸν καιρὸν γινόμενα τοῦτον, ὅταν ἤτοι σκληρᾷ περιτυγχάνοντες ὑποχωρήσει μὴ φυλάξωνται τὸν αὐλίσκον, ἀλλʼ ἀπὸ ταύτης ὠθῶσι βίᾳ προβάλλοντες· ὑποφραττόμενον γὰρ ὑπὸ τῶν ἀντερεισάντων τὸ τρύπημα τοῦ αὐλίσκου τὸν κλυσμὸν οὐκ ἀφίησιν εἰς τὸ πρόσθεν. τὸ δʼ αὐτὸ συμβαίνει, καὶ ἐὰν μὴ κάτορθον τὸν αὐλίσκον θέντες, ἀλλὰ προσερείσαντες πρός τινα τῶν πλαγίων τόπων, ὑποληφθῆναι ποιῶσιν ὑπὸ τοῦ χρωτὸς τὸ τρύπημα. γίνεται δὲ τούτῳ παραπλήσιον καὶ πάλιν, ὅταν τῆς κύστεως οὖρον ἐχούσης ὑπτίους κλύζοντες ἐπερείσωσι τὸ τῆς κύστεως βρῖθος ἐπὶ τὸ ἔντερον· ἐμφράττον γὰρ καὶ τοῦτο οὐ παρίησιν εἰς τὸ πρόσθεν τὴν ὁρμὴν τοῦ κλύσματος. οὐ δέχονται μὲν οὖν διὰ τούτους τοὺς τρόπους· οὐ δύνανται δὲ κατέχειν, ἀπὸ μὲν τῆς φύσεως, ὅταν τὰ περὶ τὸν δακτύλιον ἀτονῇ διʼ αἰτίαν τινά· παρὰ δὲ τὰ τῶν ἰατρῶν ἁμαρτήματά ἐστιν εἰς τοῦτον τὸν καιρὸν ἱκνούμενον, ἐὰν λίαν δριμὺ ποιήσωσι τὸ κλύσμα. τοῦ μὲν οὖν μὴ κατασχεῖν τὸ κλύσμα ταῦτα αἴτια φήσειεν ἄν τις εἶναι· πάλιν δὲ τοῦ δεξάμενον ἐκπέμψαι μὴ δύνασθαι κατὰ μὲν πάθος μάλιστα ἄν τις αἰτιάσαιτο τὸ συμβαῖνον ἐν ταῖς εἰλεώδεσι, πολὺ μὲν ἐν τοῖς ἐντέροις εἶναι, πολὺ δʼ ἐν τῷ μεταξὺ τόπῳ τῆς τε κοιλίας καὶ τοῦ δέρματος τοῦ κύκλῳ περιέχοντος τὴν ὅλην φύσιν τῶν ἐντὸς ἄρθρων. ὅταν οὖν, πεπιεσμένων τῶν ἐντέρων ὑπὸ τῆς κύκλῳ περιοχῆς, ἀπερείδηται τὸ πνεῦμα, εἰ βιάσηταί τις ἐνταῦθα καθιέναι τὸν κλυσμόν, οὐκ ἀφίησιν ἔξω πάλιν αὐτὸν ἡ φῦσα· συμπιέζει γὰρ ἔξωθεν σφίγγουσα τὸ ἔντερον. ἀπὸ δὲ τῶν ἰατρῶν ἁμαρτήματα γίνεται ταῖς ἐμβαλλομέναις δριμύτησιν — οὐ γὰρ ἔχων ὁ τόπος παροξυσμὸν προθυμίαν οὐδεμίαν ἴσχει —, ἢ πάλιν, ἐὰν βίᾳ τις τὸ κλύσμα ἐνθλίβων ὑπερπετὲς αὐτὸ ποιήσῃ, πρὸς τὸν ἄνω τῶν ἐντέρων εἱλιγμὸν ἀνώσας, οὐκ εὐοδεῖ πρὸς τὴν πάλιν ἔξοδον ὁ κλυσμὸς ἐλθεῖν· δήξεως γὰρ γενομένης συνοιδεῖ ταχέως ὁ τόπος οὗτος καὶ συστρέφει φύσας, ἃ κωλυτικὰ τῆς εἰς τὸ πάλιν ἐξόδου γίνεται. κοινὸν δʼ ἐστὶ τῶν πλείστων ἁμάρτημα, διότι νομίζουσιν, ὅταν ἄρχωνται κλύζειν, ἐὰν τὴν ταχίστην εἴσω πιέζωσι τὸ κλύσμα, ῥᾷστα τὸν ἄνθρωπον οὕτως ἀπαλλάξειν· ἔστι δʼ οὐκ ἀληθὲς τοῦτο· ταχὺ μὲν γὰρ ἐγχυθέντος καὶ ταχὺ πάλιν ἀφεθέντος τοῦ κλύσματος, οὐ ταχὺ γίνεται διάβροχος ἡ συγκεκαυμένη τῆς ὑποχωρήσεως· ἐὰν δὲ βουλόμενός τις μαλάξαι τὴν ὑποχώρησιν, ἅπαν ἔχοντος τὸ κλύσμα, πλείω χρόνον κατέχῃ τὴν ἀνάστασιν, διατείνεται σφόδρα ὑπὸ τοῦ πλήθους ἡ κοιλία καὶ πονεῖ. διὰ δὴ ταῦτα δεῖ κατὰ μικρὸν καθεῖναι τὸν κλυσμόν· ἥ τε γὰρ αἴσθησις οὐχ ὁμοίως λυπήσει, καὶ τοῦ κλύσματος εὐθὺς τὸ πρῶτον εἰσιὸν ἀναβρέξει τὴν ὑποχώρησιν· κατὰ μικρὸν δὲ τοῦ παντὸς ἐξιόντος, ὁ πᾶς χρόνος ἀπὸ τοῦ πρώτου πρὸς τὸ ἔσχατον ἔσται τῇ βροχῇ τῶν ἐνόντων, ὥστε μηδὲν κωλύειν, ὅταν ἅπαν τεθλιμμένον ᾖ τὸ κλύσμα, τὴν ἀνάστασιν εὐθὺς ἐπὶ τοῦ θάκου ποιεῖσθαι, καὶ μήτε πολὺν χρόνον ὑπὸ πολλοῦ τοῦ κλύσματος διογκοῦσθαι τὴν κοιλίαν, μήτε ξηρῶν ὄντων ποιεῖσθαι τὴν ἀνάστασιν. χρὴ δʼ ἅμα τὸν κλυσμὸν ἔσω θλίβοντα τὸ κενούμενον ἀεὶ μέρος τοῦ κλυστῆρος συστρέφειν· χρήσιμον δʼ ἐστὶ τοῦτο ποιεῖν, ὅτι λανθάνει τὸ κλύσμα πολλάκις πάλιν ἀναστρέφον ἐκ τῆς κοιλίας εἰς τὸν κλυστῆρα τοῖς μὴ συνεχῶς ἐκπιέζουσι τὸν κλυσμόν.
Ἐκ τῶν Ῥούφου· περὶ βαλάνων.
Ἀκόλουθον δὲ τούτοις καὶ περὶ βαλάνων εἰπεῖν· καὶ γὰρ αὐτοῖς χρώμεθα πολλάκις σκυβάλων χάριν ἐκκρίσεως, καὶ μάλιστα ἐπὶ τῶν μὴ ὑπομενόντων τὸν κλυσμὸν καὶ ἐπὶ παιδίων καὶ γυναικῶν, καὶ ἔσθʼ ὅτε καὶ ἐπὶ τῶν ἀνατρεπομένων στόμαχον ἢ κεφαλὴν σφηνουμένων, ἢ ἐφʼ ὧν τὰ μέρη εὐερέθιστα κλυσμοῖς, ἢ ἐφʼ ὧν ἐγκατέχεται τὸ ἐνεθὲν ὑπομνήσεως χάριν καὶ ἐρεθισμοῦ τῆς ἐκκρίσεως· πολλάκις δὲ καὶ καθάρσεως ἕνεκα καὶ μεταγωγῆς ἐπὶ πυρετῶν τινων ὀξέων καὶ χρονίων καὶ συνάγχης καὶ τῶν ἄλλων πνιγμῶν, ἔτι δὲ κεφαλαλγιῶν, ὀφθαλμιῶν, εἰλίγγων συνεχῶς ἐμπιπτόντων καὶ σκοτωμάτων ἐπιχρώμεθα αὐτοῖς καὶ ἐπὶ λειψάνων ἐμπνευματώσεως καὶ παραλύσεως. ἄθετοι δὲ πρὸς τὸ βοήθημα γυναῖκες μέν, ἀρχομένων ἐπιφαίνεσθαι τῶν καταμηνίων, καὶ αἷς ἤδη τρίμηνα κατὰ γαστρός ἐστιν — φθείρουσι γὰρ τοῖς ἀναδάκνουσιν ἰσχυρῶς βαλάνοις —, καὶ οἱ ἀναδακνόμενοι ἰσχυρῶς βαλάνου προστεθέντος καὶ ὑπομνήσεις ἔχοντες πρὸς τεινεσμόν, καὶ οἷς δὲ προπίπτουσαι αἱμορροΐδες ὑπάρχουσιν ἢ οὐλαὶ ἀξιόλογοι, καὶ ἐπωδύνων ἐν πυρετοῖς ὑποχονδρίων, καὶ οἷς ὕποπτος καταφορά ἐστιν. πλάσσεται δὲ βαλάνια ἐξ ἁλὸς ὀπτοῦ καὶ μέλιτος, αὐτό τε καθʼ ἑαυτὸ μέλι ἑψηθὲν ὡς συστῆναι. παραπέπλεκται δʼ αὐτῷ καὶ ἀψίνθιον, καὶ τὸ τοιοῦτο δʼ εὐχρηστεῖ ἐπʼ ἀνατροπῇ στομάχου καὶ ἑλμίνθων. καὶ ὕσσωπον καὶ τραγορίγανος καὶ θύμος τῷ ἀπέφθῳ μέλιτι μίγνυται. πλάσσεται δὲ καὶ ἐκ ῥητίνης τερμινθίνης καὶ νίτρου, καί ποτε καὶ κόκκου Κνιδίου συμμέτρου, καὶ ἔστιν ἐπὶ τῶν εὐτονωτέρων στομάχων τὰ τοιαῦτα ἁρμόζοντα· δήξεις τε γὰρ σφοδραὶ ἐγείρονται· διὸ προχριστέον τὰ μέρη ἐλαίῳ συμμέτρῳ. ἔστι δʼ ὅτε πύρεθρον ὀλίγον ἢ πέπερι ἢ σίνηπι τῇ ῥητίνῃ παραπλέκεται, καὶ τὸ τοιοῦτον ἁρμόζει παραλυτικοῖς καὶ ταῖς ἀπὸ ψύξεως ἐμπνευματώσεσιν. κενταύριον δὲ παραπλέκεται πίσσῃ καὶ κηρωτῇ, καὶ ἔστιν ἐνδοτικὸν χρησίμως καὶ τὸ τοιοῦτον παραλαμβανόμενον ἐν παρέσεσιν αἰδοίου. ἐπὶ δὲ τῶν νηπίων καὶ χόνδρος ἁλὸς καθʼ ἑαυτὸν ἐντίθεται ἐλαιωθείς, καὶ μέτρον πυρῆνι ὅμοιον, καὶ ἀγλιθάριον περιλελεπισμένον· καὶ τρίψας δʼ ἄν τις ταῦτα καὶ ἀναλαβὼν χρησάσθω ὁμοίως. ἄσφαλτος δὲ καὶ ῥητίνη μετʼ ὀλίγου πάνακος καὶ ὑσσώπου ἀναπλασσόμενα ἁρμόζει τοῖς πάχη συλλέγουσι καὶ τοῖς ὑποψύχροις τὰ μέρη καὶ τοῖς ἀσκαρίδας γεννῶσι καὶ ταῖς τοῦ καυλοῦ παρέσεσι καὶ ὑστέρας πείσεσι καὶ ἐποχαῖς καταμηνίων καὶ σκληρίαις καὶ χρονίαις ψύξεσιν. ἀναπλάσσεται καὶ σῦκον μετὰ νίτρου καὶ ἀσταφὶς χωρὶς προσλαβοῦσα νίτρον καὶ κύμινον. τούτων δʼ αὐτῶν ἃ μὲν πυρῆνι ὅμοια πλάσσεται, ἃ δὲ κολλυρίοις, καὶ ἃ μὲν αὐτὰ καθʼ ἑαυτὰ ἐντίθεται, ἃ δʼ ἐρίῳ λεπτῷ περιειληθέντα προστίθεται, προέχοντος τοῦ ἐρίου, ὡς ῥᾴδιον εἶναι τὸν ἐξελκυσμόν, καὶ μάλιστα ἐπὶ τῶν δριμέων καὶ ἀναδακνόντων εὐκόλως τὸν δακτύλιον.
Διάχριστα.
Τοῖς διαχρίστοις χρώμεθα ἐπὶ τῶν ἐπεσφιγμένων ἄγαν καὶ ἐπὶ τῶν τρυφερώτερα τὰ μέρη ἐχόντων καὶ ἀσθενέστερα· ἕλκει δʼ εὐτονώτερον. ἔστι δὲ τῶν διὰ πείρας ἡκόντων τὰ τοιαῦτα· κυκλαμίνου χυλὸς ὕδατι ἢ ὑδρομέλιτι ἀνεθείς, χολὴ ταυρεία, ἐλατήριον, κόκκος Κνίδιος, σταφὶς ἀγρία τριβέντα καὶ λειωθέντα μέλιτι, κολοκυνθίδος ἀφέψημα ἐν μελικράτῳ ἡψημένης, προσμιγνυμένης χολῆς ταύρου. ἐπὶ πάντων δὲ τῶν δριμυτέρων προπυριᾶν τὰ μέρη καὶ προαλείφειν ἐλαίῳ, καὶ μετὰ τοῦτο ἐγκαθίζειν εἰς τήλεως ἀφέψημα ἢ μαλάχης, ἐντεινομένους ἅμα καὶ ἐξωθοῦντας τὴν ἕδραν. πυρώσεως δʼ ὑπερβαλλούσης, ἀνδράχνης χυλῷ χρηστέον καὶ ὠοῦ διαχρίσει καὶ λεκίθοις ὠῶν ἑφθαῖς καὶ κηρωταῖς διὰ μυρσίνου γεγονυίαις· καὶ μελίλωτον καταπλαστέον ἐναφηψημένον μελικράτῳ. ἐπὶ πάντων δὲ τῶν βαλανίων τοῖς μὲν δραστικωτέροις ἐπὶ τῶν χρονίων χρηστέον καὶ ἐπʼ ἐνίων εὐεκτῶν, μὴ παρόντων πυρετῶν στραγῶν, τοῖς δʼ ἁπλουστέροις ἐπὶ τῶν τρυφερωτέρων καὶ ἐπʼ ὀξέων πυρετῶν σκυβάλων χάριν κομιδῆς. καιρὸς δὲ τούτων ὅμοιος τῷ ἐπὶ κλυσμῶν παραδεδομένῳ. καὶ τοσαῦται μὲν αἱ περὶ κλυσμῶν καὶ βαλάνων παραδόσεις.
Ἐκ τῶν Διοκλέους· λυτικὰ γαστρός.
Λινόζωστις καὶ ἀμπελὶς καὶ αὐτὰ καθʼ αὑτὰ καὶ μετὰ τευτλίων καὶ μετὰ κράμβης ἑψώμενα καὶ ἐσθιόμενα μετὰ τῶν σιτίων καὶ μετʼ ἀλεύρου ῥοφούμενα ποιεῖ διαχώρησιν ἱκανήν. ποιεῖται δὲ καὶ ἡ κνῆκος πολλοὺς τρόπους· καὶ γὰρ ἀποχυλισθείσης πινόμενος ὁ χυλὸς εἴωθε πρὸ δείπνου μέλιτι ἢ οἴνῳ γλυκεῖ κραθεὶς ὑπάγειν, καὶ ῥοφήματος ἐν αὐτῷ καὶ μάζης τούτῳ φυραθείσης καὶ τῶν ὄψων ἑψηθέντων ἐν τούτῳ. χρῷτο δʼ ἄν τις αὐτῇ καὶ φρύξας, ἔπειτα μετρίως κόψας καὶ διασείσας καὶ πάλιν κόψας μετὰ μέλιτος καὶ ποιήσας οἷον κηρὸν μὴ λίαν σκληρὸν ἀπὸ τούτων λαμβάνων πρὸ τοῦ δειπνεῖν ὅσον ἰσχάδα μετρίαν ἢ μικρῷ μεῖζον ἢ ἔλαττον, ὡς ἂν χρωμένῳ φαίνηται συμφέρειν. γίνοιτο δʼ ἂν ἰσχυρότερον, εἰ ὠμῆς ἐρειχθείσης τῆς κνήκου καὶ τῶν ἐντὸς ἐξαιρεθέντων καὶ τριφθέντων καὶ μέλιτι συμπλασθέντων λαμβάνοιμεν ὡσαύτως, ἔλαττον δὲ τῆς πεφρυγμένης. οὐδενὸς ἧττον ἀλύπως λύει τὴν κοιλίαν καὶ ὁ ῥοῦς ὁ ἐκ τῶν συκαμίνων μετὰ μελικράτου πινόμενος, ἔτι δὲ καὶ τοῖς ὄψοις περιπλαττόμενος. τῶνδε τῶν συνήθων κρατεῖ πάντων ἡ τερμινθίνη ῥητίνη· δεῖ δʼ αὐτήν, ὡς ἔχει, μικρῷ μεῖζον ἢ κύαμον Αἰγύπτιον μετὰ δεῖπνον λαβεῖν ἢ εἰς τὸ ποτήριον ἐμβάλλοντα τὴν ἴσην, μέλι μίξαντα μὴ ἔλασσον ἢ τριπλάσιον, διαχεῖν ὕδατος θερμοῦ δυσὶ κυάθοις καὶ πιεῖν ἕωθεν.
Ἐκ τῶν Διεύχους· ὅσα ἐλαφρῶς κάτω καθαίρει.
Θάλασσα ἑψηθεῖσα καὶ ἐξαιθριασθεῖσα· πίνειν δὲ τὰς μὲν πρώτας ποιοῦντας πρὸς ἴσον ὕδωρ, γλυκύτατον δέ. ἤδη ὑπάγει δύο μέρη τοῦ ὕδατος καὶ ἓν θαλάσσης, ἕως ἂν ἱκανῶς δοκῇ ἔχειν ἡ κάθαρσις. ποιοῦσι δέ τι καὶ τοιοῦτον· τὴν κράμβην τὴν λείαν κόψαντες ἀποθλίβουσι καὶ κνῆκον κόψαντες καὶ παραχέαντες ἐν κεραμείῳ ἀγγείῳ τιθέασιν εἰς τὸν ἥλιον, εἶθʼ, ὅταν πάχος σχῇ, ἀποτίθενται. τοῦτο ὅσον 𐅻 δύο διδοῦσι μετὰ μελικράτου νήστει, καὶ ἐλαφρῶς καθαίρει κάτω. καθαίρει δὲ καὶ τῶν φακῶν ἀφέψημα μεθʼ ἁλὸς μετρίου καὶ τῆς ἡμέρου ἀσταφίδος τὸ ἀφέψημα ἐξαιθριασθέν. ποιεῖται δέ τι καὶ τοιοῦτον· ἁλὸς ὀξύβαφον καὶ μέλιτος ἴσον καὶ ὄξους κοτύλας δύο· τεθέντα ἐξαιθριάζεται, εἶτα μεθʼ ὕδατος κιρνάμενα δίδοται. εὐλυτωτέραν δὲ ποιεῖ τὴν κοιλίαν σκόρδα ἑφθὰ ἐν μελικράτῳ καὶ ῥητίνη μετὰ νίτρου ἀνειλημμένη καὶ διδομένη πρὸ τοῦ δείπνου, καὶ τὰ τεύτλια καὶ τὰ κρόμμυα τὰ Πύτνια ἑφθὰ ἐν μελικράτῳ καὶ τὰ καταπότια τὰ ἐκ τοῦ νίτρου καὶ πεπέρεως καὶ ῥητίνης καὶ ἡ κράμβη, ἐάν τις ἐσθίῃ μετὰ νίτρου ἑφθὴν καὶ τοῦ χυλοῦ ῥοφᾷ, ἢ καὶ τῆς ἀκτῆς τὰ φύλλα μετὰ τευτλίου ἑψώμενα.
Ἐκ τῶν Λύκου· ὑπήλατα.
Στύρακος, σκαμμωνίας ἑκατέρων ἴσα· ἡ δὲ ποίησις ἥδε τούτων ἐστίν· κόπτεται ἐν ὅλμῳ μάλα ἰσχυρῶς στύραξ ὡς μαλάττεσθαι δύνασθαι, καὶ ἐπιβάλλεται ἡ σκαμμωνία, καὶ σφαιρία γίνεται ἡλίκα κυάμου.
Ἕτερον.
Σκαμμωνία μεθʼ ἁλῶν ὅτι λευκοτάτων λειοῦται ἐφʼ ἱκανόν, ἔπειτα ἑψεῖται ἐν πυξίδι μολυβδῇ· τρόπος δὲ τῆς ἑψήσεως ὅδε· πυξὶς μολυβδῆ ἐστι διπλῆ· τὸ δʼ ἐπίθεμα αὐτῆς ἢ τρῆμα ἢ αὐλὸν ἔχειν ὀφείλει· ἐνταῦθα ἡ μετὰ τῶν ἁλῶν λελειωμένη βάλλεται σκαμμωνία, καὶ ἐγκαθίσταται τὸ ἀγγεῖον τοῦτο λοπάδι ἐρεγμοῦ πλήρει. ἑψεῖται δʼ ὁ ἐρεγμὸς ἔχων τὴν μολυβδῆν πυξίδα, ὀξυκράτου ἐπιχυθέντος καὶ οὐχ ὕδατος, ὅ τε ἐρεγμὸς ἑψεῖται, καὶ ἡ σκαμμωνία ἱκανῶς ἑψήσεως ἔχει. ἐπειδὰν τοῦτο γένηται, ἀποψῦξαι τῇ πυξίδι τὸ φάρμακον χρὴ καὶ αὖθις λειοῦν, ἢ αὐτὸ ἀφʼ ἑαυτοῦ, ἢ πεπέρεως λευκοῦ μίξαντα τοσοῦτον, ὁπόσον ἡδύνει τὸ φάρμακον ἱκανῶς. οὕτως εἰ μεταχειρίσαιο τὴν σκαμμωνίαν, οὔτε τῷ στόματι οὔτε τῷ στομάχῳ ἀηδὴς γίνεται καὶ καθαίρει οὐδὲν μεῖον.
Ἐκ τῶν Γαληνοῦ· ἡ πικρά.
Ἀλόης 𐅻 ρ, κινναμώμου, νάρδου στάχυος, ξυλοβαλσάμου, μαστίχης, ἀσάρου, κρόκου ἀνὰ 𐅻 ϛ· ἐγὼ δʼ ἀλόης μὲν 𐅻 Ϟ, κρόκου δὲ καὶ ε βαλὼν οὕτως αὐτῷ χρῶμαι. γινώσκειν δὲ προσῆκεν εἰς μὲν τὴν ὑπαγωγὴν τῆς γαστρὸς ἐπιτηδειοτέραν εἶναι τὴν ἄπλυτον ἀλόην, ἀποτίθεσθαι δὲ πολὺ τοῦ φαρμακώδους τὴν πεπλυμένην, ἣν καὶ μᾶλλον ἄν τις θαρσήσειε δοῦναι τοῖς πυρέττουσιν οὐ σφοδρῶς, ἀλλὰ πάνυ βληχρῶς. ἔνιοι δὲ καὶ τὸ διὰ τῆς ἀπλύτου πολλοῖς τῶν οὕτως πυρεττόντων διδόντες, εἶτα μηδὲν σαφὲς βλάψαντες, ἐπʼ ἄλλων μεγίστης ἐπειράθησαν βλάβης· ἐναντιωτάτη γάρ ἐστιν ἀλόη, κἂν πλυθῇ, τοῖς ἄνευ μοχθηρῶν ὑγρῶν κατὰ δυσκρασίαν τὴν θερμὴν καὶ ξηρὰν ἐνοχλουμένοις· ἐγγὺς δέ τι τούτων καὶ οἱ κατὰ τὴν ξηρὰν δυσκρασίαν, εἰ καὶ μετὰ ψυχρότητος εἴη, τὴν βλάβην ἴσχουσι, καὶ ὅλως ὅσοι κατὰ ποιότητας μόνας ἐβλάβησάν τι μόριον· αἱ γὰρ ἐπὶ χυμοῖς δυσκρασίαι τῶν κενούντων αὐτοὺς δέονται φαρμάκων, αἱ δʼ ἄνευ τούτων εἰς μαρασμὸν ἀφικνοῦνται πάντως ἐπὶ τῷ διὰ τῆς ἀλόης φαρμάκῳ. ἔνθα τοίνυν ὑγρότης μοχθηρὰ διαβρέχει τοὺς χιτῶνας τῆς γαστρός, ὡς καὶ ναυτιῶδες σύμπτωμα παρακολουθεῖν μᾶλλον ἢ ἧττον, ἡ διὰ τῆς ἀλόης πικρὰ χρήσιμος, ἐκκαθαίρουσα τὴν ὑγρότητα· ἔχει μὲν γὰρ ἡ ἀλόη καθαρτικὴν δύναμιν, οὐ μὴν ἰσχυράν, ἀλλʼ ὥστε τὰ μὲν κατὰ τὴν κοιλίαν, ὧν ψαύει, δύνασθαι καθαίρειν, κἂν πλείων ποτὲ δοθῇ, μέχρι τῶν κατὰ τὸ ἧπαρ ἀναβαίνειν χωρίων· οὐ μὴν ὅλου τοῦ σώματός ἐστι καθαρτικὸν τὸ φάρμακον. χολωδῶν δʼ ἐν τῇ γαστρὶ διαθέσεων ἄριστόν ἐστι φάρμακον, ὡς ἡμέρᾳ μιᾷ πολλάκις ἐπὶ πολλῶν ἰᾶσθαι στομαχικῶς ἐνοχλεῖσθαι πεπιστευμένους πολλούς. ἐπὶ δὲ τῶν βραδυπεπτούντων οὐχ ἁπάντων ἁρμόσει διδόναι τὴν πικράν, ἀλλʼ ἐπʼ ἐκείνων μόνων ἐφʼ ὧν ἐπὶ χυμοῖς μοχθηροῖς γίνεται τοῦτο, καὶ μᾶλλον ὅταν ὦσι λεπτοὶ καὶ χολώδεις· ποιήσειε δʼ ἄν τινα ῥᾳστώνην καὶ τοῖς ἄνευ χυμῶν τὴν ὑγρὰν δυσκρασίαν ἔχουσιν ἐπὶ τοσοῦτον διαβεβρωκυῖαν τὸ πεπονθὸς μέρος, ὡς ἐκλύεσθαί τε καὶ χαλᾶσθαι παραπλησίως τοῖς συνδετικοῖς νεύροις ἐπὶ τῶν κεχαλασμένων ἄρθρων· ἐπὶ μέντοι τῶν χολὴν ἐχόντων ἐν τῇ κοιλίᾳ, καὶ μᾶλλον εἰ ἐν αὐτοῖς τοῖς χιτῶσι διὰ βάθους περιέχεται, κάλλιον φάρμακον οὐκ ἂν εὕροις. πρὸς δὲ τοὺς φλεγμονήν τινα ἔχοντας οὐχ ἁπλῶς δοτέον ἐν παντὶ καιρῷ τῆς φλεγμονῆς, ἀλλʼ ὅταν πεφθῇ τε καὶ παρακμάσῃ· πέπονα γὰρ καθαίρειν ἀξιοῖ καλῶς Ἱπποκράτης. ὀρθῶς δέ τις τὸ φάρμακον τοῦτο τοῖς μὲν βραδυπεπτοῦσι καὶ τοῖς χολὴν ἐμοῦσιν ἢ ἄλλως πως ῥευματιζομένοις τὸν στόμαχον ἐπιπάττων ὕδατος κυάθοις τέτταρσι δίδωσι, τὴν ἐκ τοῦ μέλιτος ἀνατροπὴν προσγινομένην τῷ στομάχῳ δεδιώς. πρὸς δὲ τὰς παρακμὰς τῶν ἔνδον φλεγμονῶν μεθʼ ὑδρομέλιτος ὀρθῶς ἂν δοθείη, καθάπερ καὶ κινεῖν οὖρα προαιρουμένοις ἢ ἔμμηνα κινεῖν. δίδωμι δὲ τοῦ φαρμάκου πολλάκις καὶ τοῖς πάσχουσι τὰ τῶν ὑποχεομένων συμπτώματα διὰ πάθος στομάχου καὶ τοῖς ἐπεχομένοις γαστέρα καὶ γυναιξίν, ὡς ἔφην, μὴ καθαιρομέναις καλῶς, ἐφʼ ὧν ἐνεργεῖ κάλλιον, ὅταν ἀλόης μὲν 𐅻 π, κρόκου δὲ 𐅻 ϛ λάβῃ. καὶ κάλλιον καρπησίου λαβεῖν ἀντὶ ἀσάρου· συνέθηκα δέ που αὐτὸ καὶ ἀμφοῖν ἐμβαλών. ἔστι δʼ ἡ τελεία δόσις τοῦ φαρμάκου 𐅻 α μεθʼ ὕδατος κο γ.
Καθαρτικὸν διὰ κυδωνίου.
Γλύφοντες τὰ περὶ τὸ σπέρμα, κενωθὲν ἀποπληροῦντες σκαμμωνίας, κἄπειτα περιπλάττοντες σταιτὶ καὶ ὀπτῶντες, ἔπειτα διδόντες φαγεῖν ὑπάγομεν τὴν γαστέρα ἄνευ τοῦ τὸν στόμαχον ἀνατρέπειν.
Τὰ διὰ τῆς ἀλόης καταπότια.
Κολοκυνθίδος μέρος ἕν, ἀλόης καὶ σκαμμωνίας ἑκατέρων δύο, ἀψινθίου χυλοῦ μέρος ἕν.
Φιλουμένου· καθαρτήριον πρὸς τοὺς χρονίως ῥευματιζομένους ὀφθαλμούς.
Πρασίου, ἀγαρικοῦ, χαμαίδρυος, κολοκυνθίδος ἐντεριώνης, στοιχάδος ἀνὰ ὁλκὰς ι, ὀποπάνακος, σαγαπηνοῦ, πετροσελίνου, ἀριστολοχίας στρογγύλης, πεπέρεως λευκοῦ ἀνὰ πέντε, κινναμώμου, ναρδοστάχυος, σμύρνης, πολίου, κρόκου ἀνὰ τέσσαρας. τὰ ξηρὰ πάντα ὁμοῦ κόπτειν δεῖ καὶ σήθειν, τὸν δʼ ὀποπάνακα καὶ τὸ σαγαπηνὸν καὶ τὴν σμύρνην τεθλασμένα ἀποβρέχειν ἐν τῇ θυίᾳ μέλιτι, εἶτα λεαινομένοις ἐπιμιγνύειν τὰ ξηρὰ τρίβοντας, καὶ οὕτως εἰς ὑελοῦν ἀγγεῖον ἀναλαμβάνειν, κἂν λείπῃ, τοῦ μέλιτος προσεπιχεῖν. ἔστι δὲ τὸ φάρμακον τοῦτο θαυμαστὸν ἰδίως τοῖς περὶ κεφαλὴν χρονίοις πάθεσι συμπεφωνηκός, ὅθεν καὶ τῇ περὶ ὀφθαλμοὺς διαθέσει καταλληλότατον ὂν πεπείραται· λύει μὲν γὰρ τὴν κοιλίαν συμμέτρως. εἰ δʼ ἐπὶ τῆς χρήσεως προσλάβοι ὀβολοὺς τέσσαρας σκαμμωνίας ἢ καὶ ϛ, ἐνεργέστερον καθαίρει. κατασπᾷ δὲ τὰ ἀπὸ κεφαλῆς πάντα καὶ σχεδὸν ὅ τι περισσὸν καὶ τῆς κατὰ φύσιν τοῦ σώματος ἕξεως ἀλλότριον, τοῦτο διακρῖνον εἰς τὸ ἐκτὸς ἀποδίδωσιν, ὥστε νεαρώτερα ἀπʼ αὐτοῦ τὰ σώματα τάς τε συστάσεις καὶ τὰς ἐνεργείας ἐν οὐ πολλῷ μετὰ τὴν κάθαρσιν χρόνῳ κτᾶσθαι. ἔστι δʼ ἡ τελεία πόσις αὐτοῦ 𐅻 β μετὰ μελικράτου κυάθων ε, ἐκ περισσοῦ τῆς σκαμμωνίας προσπλεκομένης. τισὶ μὲν οὖν καὶ μόνον ἤρκεσε τοῦτο τὸ φάρμακον καὶ διὰ μιᾶς πόσεως τὴν ἐξ ἀρχῆς τῶν μορίων ὑγείαν ἀποδοῦναι, οὐ τῇ καθάρσει ψιλῇ, σχεδὸν δὲ δοξαστῷ τῆς ἀναδόσεως λόγῳ τὴν φυσικὴν εὐαρέστησιν ὑπεργασάμενον, ἐνίοις δὲ διὰ δευτέρας καὶ τρίτης πόσεως· ἐπὶ δὲ τῶν λοιπῶν προετοιμάζεται μετʼ ὠφελίμου δέξασθαι τὴν ἀπὸ τῶν μετασυγκριτικῶν βοήθειαν.
Ἀρχιγένους· καθαρτήρια ἐπὶ πυρεττόντων.
Ἐπὶ τῶν εὐτρόπων πυρετῶν, τουτέστιν ἐφʼ ὧν ἰσχὺς μὲν ὑπόκειται, χρόνου δʼ ἔνδεια, ἀφαίρεσιν ἀθρόαν ποιητέον χάριν τοῦ διακόψαι τὴν συνέχειαν· φλεβοτομίᾳ μὲν οὖν ἐπί τε τῶν ἰσοκρατῶν χρηστέον ἐπί τε τῶν θερμοτέρων μᾶλλον ἤπερ ὑγροτέρων· εἴ που δὲ τὸ ὑγρὸν ἐπικρατέστερον ᾖ, χρησιμωτέρα ἡ διὰ καθάρσεώς ἐστι τῆς ὕλης ἐλάττωσις. κἂν δέῃ, καθαρὰ οὐκ εὐθὺς σκαμμωνία, οὐδὲ τῶν βιαιοτέρων τι, ἀλλʼ ἠπιώτερα παραληφθήσεται, πρῶτον μὲν ἐπιθέματα καὶ καταχρίσματα ἄγαν ἐκ τῆς βιαίου ὕλης, ἣ τῷ κατὰ διάδοσιν ἐνεργεῖν ἀμαυρὰ γίνεται. εἴωθα δʼ ἐγὼ χρῆσθαι καὶ καταπλάσματι ἐπὶ διαστήματι ἡμέρας, καθʼ ὑποχονδρίου πλατὺ ἕως ὀμφαλοῦ ἐπιρρίπτων αὐτό, ὁτὲ δὲ καὶ καθʼ ὅλης τῆς γαστρός, αἰρίνου ἀλεύρου μέρη τρία πρὸς ἓν τοῦ κνεώρου μιγνύς, ἐν μέλιτι καθεψῶν ἢ καταχρίων, τιθυμάλλου ὀπὸν καὶ κυκλαμίνου χυλὸν ἴσον ἐλατηρίου ἡμίσει μιγνὺς καὶ ἀνιεὶς αὐτὰ ὑγρῷ τῷ χυλῷ τῆς κυκλαμίνου σὺν ὀλίγῳ μέλιτι, ὡς μὴ ἄγαν καταξηραινόμενα θρύπτηται. καὶ συνεργῶ βαλάνιον προσθεὶς ἐκ τῆς κυκλαμίνου γεγλυμμένον καὶ ἀποβεβρεγμένον εἰς ἅλμην ἐντιθεὶς ἢ ἄλλο τι τῶν ὁμοίων. ἔπειτα καὶ τῶν λαμβανομένων ἤρκεσέ μοι λινοζώστεως χυλὸς ὅσον εἰς πλῆθος τριῶν κοτυλῶν, ἐμπεπασμένους ἅλας ἔχων, ἢ ὀρὸς ὁμοίως. ἀλυπότατον δὲ καὶ πάσῃ ἡλικίᾳ ἁρμόττον ἐστίν· πολυποδίου μέρη δύο, κνεώρου, καὶ ἁλός, νίτρου ἀνὰ μέρος ἕν, κνήκου μέρος ἕν. δίδοται πρὸς δύναμιν τελείοις δραχμαὶ γ. φυρᾶται δὲ μέλιτι εἰς κόπτης τρόπον ἢ ἐμπάσσεται εἰς ὑδρόμελι. καὶ αὐτὸ δὲ καθʼ ἑαυτὸ κνῆκος ἐν τῷ ἴσῳ πλήθει ἢ πλεῖστον ὁλκαὶ δ ἱκανῶς κινεῖ. καταλληλότατον δὲ τοῖς εἰρημένοις ἐστὶ πυρετοῖς καὶ τοῦτο καὶ τὸ εἰρημένον κοπτάριον· κλυσμὸς δὲ καὶ ἡ λινόζωστις μέν, καὶ κολοκυνθίδος δʼ ἀφέψημα χρήσιμόν ἐστι, εἰ μὴ μόνα τὰ σκύβαλα, ἀλλὰ καὶ τῶν ἀνωτέρω τι κομίζεσθαι δοκιμάζοιμεν. ὥσπερ οὖν ἐπὶ τῶν τοιούτων πυρετῶν καὶ ταῦτα μὲν ἐν ἀσιτίας τρόπῳ, ὑποδεξαμένης τροφῆς τὴν παντελῆ κάθαρσιν, προσάγεται, ἐν τρόπῳ δὲ καὶ τροφῆς ἐγὼ τὸν διὰ τῆς κολοκυνθίδος πολτὸν δίδωμι σφαίρας κδ, ἐχούσας μέγεθος Ποντικοῦ καρύου, ἃς καταπινέτω ὁ θεραπευόμενος ἀμασήτους, εἶτα διακλυσάμενος τὸ στόμα καὶ καταρροφήσας ὕδατος καθαροῦ κυάθους τρεῖς ἡσυχαζέτω, τὴν κάθαρσιν ἀποδεχόμενος. χρηστὸν καθαρτικόν ἐστι καὶ πυρετῷ οὐ βαρύ· ἄγει δʼ ὑδατώδεις χολὰς καὶ παχείας ὕστερον. πολλοὺς οἶδα ἰαθέντας μετὰ τοῦτο· τοὺς δʼ ἐπʼ ὀλίγον ἐπισημανθέντας λουτρὸν ἐξιάσατο. οἷς δʼ ἐδέησε καὶ δεύτερον τοιαύτης δόσεως, ιη ἀπὸ τοῦ αὐτοῦ κράματος τὰ σφαιρία δίδοται. καὶ τῆς δευτέρας κενώσεως καιρὸς ἀκμὴ τῶν εὐτρόπων πυρετῶν, ὅπου κόποι, κεφαλῆς ἀλγηδόνες, βάρη, ἀτονίαι, πυρώδεις ἐν ἰσχίοις διαθέσεις καὶ κάματος. ἄριστόν ἐστι τὸ φάρμακον· σκευάζεται δʼ οὕτως· λαμβάνονται κολοκυνθίδες β, καὶ ἐκγλυφείσαις αὐταῖς ἐγχεῖται ἔλαιον, οὗ διανυκτερεύσαντος, εἶτα ἀποχυθέντος εἰς χύτραν ἐγκεκαινισμένην, ὕδωρ ἴσον ἐμβάλλεται, καὶ θλασθεῖσαι ἐνεψῶνται αἱ κολοκυνθίδες, εἶτα ἐκβάλλονται ἐκθλιβεῖσαι, καὶ μεταχεῖται εἰς ἑτέραν χύτραν ὁ χυλός, εἶτα ἀπὸ σιλίγνεως καθαρᾶς ἐκβληθεὶς ἑψεῖται πολτός, κἀπειδὰν καλῶς ἔχῃ, μέλανος ἐλλεβόρου καὶ σκαμμωνίας κούφης ἡμιόλκιον, εἰ ἐπιεικὲς βούλοιο, ὁλκὴ δέ, ὅταν εὔτονον, ἐμπάσσεται, καὶ συντορυνηθέντος σφαῖραι γίνονται.
Ἐκ τῶν Ῥούφου· ἱερὰ ἡ διὰ τῆς σικυωνίας· ἐκ τοῦ λόγου τοῦ Περὶ τῶν κατʼ ἄρθρα νοσημάτων.
Αὕτη τὴν μὲν ἀρχὴν εὑρέθη πρὸς τὰ πλευριτικά, ὕστερον δὲ καὶ πρὸς ἄλλα ἐφάνη πάνυ χρήσιμος· λύει δʼ οὐκ εἰς μακρὰν τοὺς πόνους καὶ τῷ μὴ ἄγαν ὀξέως καθαίρειν. διδόναι δʼ ἐν μελικράτῳ δεῖ ἢ ὀξυμέλιτι, ἐμβάλλειν δʼ εἰς πτισάνης χυλὸν διηθημένον καὶ μέλι, εἰ ἀσθενεῖς τύχοιεν ὄντες. μέτρον δὲ τοῦ φαρμάκου τὸ μὲν πλεῖστον 𐅻 γ, τὸ δʼ ἐλάχιστον α, οἷς ἂν ἐλάσσονος δοκῇ δεῖν κενώσεως. ποιεῖ δὲ καὶ ἐπὶ τῶν ἀρθριτικῶν, καὶ πολλάκις αὐτοῦ διδόναι χρὴ καί που θαρρεῖν αὐτῷ, ὡς ἀεὶ τὸ δέον παρεχομένῳ. καθαίρει δʼ οὔτε ὀξέως οὔτε ἀθρόως οὔτε ἑτέρωθεν μᾶλλον ἢ ἀπὸ τῆς νόσου. πλῆθος δʼ ἐπὶ τούτων ἀρκεῖ 𐅻 δ ἐν μελικράτῳ ἢ ὕδατι· ἁλῶν δὲ μίσγειν· εὐπορώτερον γὰρ οὕτως γίνεται. ἡ δὲ σύνθεσις αὐτοῦ τοιάδε ἐστίν· τῆς σικυωνίας τοῦ ἐντὸς 𐅻 β, ἀγαρικοῦ, χαμαίδρυος ἀνὰ 𐅻 ι, πάνακος δʼ ὀποῦ καὶ σαγαπηνοῦ ἑκατέρου ἀνὰ 𐅻 η, πετροσελίνου καὶ ἀριστολοχίας στρογγύλης καὶ πεπέρεως λευκοῦ ἑκάστου 𐅻 ε, κινναμώμου δὲ καὶ ναρδοστάχυος καὶ σμύρνης καὶ κρόκου καὶ πολίου ἑκάστου ἀνὰ 𐅻 δ, μέλιτος δὲ τοσοῦτον ὥστε φυραθῆναι πάντα.
Ὑπήλατον Ἰούστου, κατάγον εὖ τὸν ῥύπον ἐν τῇ γαστρὶ καὶ ἅμα τόν τε θώρακα τήν τε κεφαλὴν ἐλαφρῦνον.
Ἔχει δὲ κολοκυνθίδος Αἰγυπτίας τοῦ ἐντὸς 𐅻 λβ, πράσιον καὶ χαμαίδρυν καὶ στοιχάδα ἕκαστον ἀνὰ 𐅻 ιδ, γεντιανὴν δὲ καὶ ἀγαρικὸν ἑκάτερον ιβ, καὶ βδέλλιον καὶ ναρδόσταχυν καὶ κρόκον καὶ κιννάμωμον ἕκαστον η, κασίαν δὲ καὶ σχοίνου ἄνθος καὶ τὸ λευκὸν πέπερι καὶ τὸ μακρὸν καὶ σκίλλαν ὀπτὴν ϛ καὶ τοῦ κενταυρίου τῆς ῥίζης δ· λεῖα πάντα καταμίγνυται διεθέντι τῷ βδελλίῳ ἀφεψήματι πάνακος καὶ μέλιτι κατέφθῳ· λαμβάνεται δʼ αὐτοῦ μέγεθος κυάμου πρὸ τῶν σιτίων.
Λυτικὰ γαστρός.
Ἔμβαμμα· ζιγγιβέρεως 𐅻 β, πεπέρεως μακροῦ, σκαμμωνίας, ὀποῦ Κυρηναϊκοῦ ἀνὰ 𐅻 α, ὄξους, γάρου ἀνὰ κο α· τρίψας καὶ ἑνώσας δίδου μετὰ θριδάκων ἕνα πρὸς τὸ λῦσαι τὴν κοιλίαν, δύο δὲ πρὸς τὸ καθᾶραι.
Ἄλλο.
Ζιγγιβέρεως, σκαμμωνίας ἀνὰ 𐆄 α, ἁλὸς 𐆄 δ, ὄξους, γάρου ἀνὰ κο α.
Κοκκάρια ὑγιεινά, στομαχικά, γαστρὸς ὑπακτικὰ μάλιστα, περιγράφει δὲ καὶ τύπους.
Ἀλόης 𐆄 β, ἀψινθίου χυλοῦ 𐆄 γ, σκίλλης ἐγκαρδίου 𐆄 α· τὴν σκίλλαν ἐμβαλὼν εἰς ζύμην καὶ ὀπτήσας ὥστε ἑψηθῆναι, τὴν σκίλλαν ἐξελών, ἐξινίσας στάθμισον, καὶ βαλὼν εἰς ὅλμον εὐτόνως κόψον, ἐπεμβάλλων τὸν χυλὸν τοῦ ἀψινθίου, καὶ τὴν ἀλόην λελειωμένην ὁμοῦ προσεμπάσας ἀναλάμβανε, μαλάξας ὥστε ἑνωθῆναι καὶ ποιήσας ζύμην ἀνελοῦ, καὶ ἀποθέμενος πλάσσε κοκκάρια ἐρεβίνθου τὸ μέγεθος, καὶ δίδου τοῖς ἀπὸ νόσου μακρᾶς δυσαναλήπτως ἔχουσιν, εἰ τυπικῶς νοσοῦσιν, ζ ἢ ια ἢ ιγ ἢ ιε ἑξῆς ἡμερῶν ε ἢ ζ ἢ θ· ἐὰν δὲ θέλῃς φλεγμαγωγὰ ποιῆσαι ἢ εὐτονώτερα, πρόσβαλλε τῇ ζύμῃ εὐφορβίου 𐅻 α εἰς τὸ πᾶν.
Καθαρτικὸν καλούμενον κοπτάριον.
Σεμιδάλεως 𐅻 α, κωνείου 𐅻 δ, πεπέρεως 𐅻 β, σκαμμωνίας 𐅻 γ· ἀναλάμβανε μέλιτι Ἀττικῷ· ἡ τελεία δόσις 𐅻 β· χρῶ καὶ ἐπʼ ἰκτερικῶν.
Πάστιλλος καθαίρων.
Σκαμμωνίας 𐅻 δ, εὐφορβίου 𐅻 δ, πεπέρεως 𐅻 δ, φύλλου 𐅻 α, μέλιτος λίτρα μία· ἡ δόσις 𐆄 α.
Ἐλαῖαι καθαρτικαί.
Κόμμεως 𐆄 α, φοινίκων πατητῶν ἄνευ τῶν ὀστῶν λίτρα α, μέλιτος λίτρα α, πεπέρεως 𐆄 δ, κυμίνου 𐅻 δ, ἀνήσου 𐅻 δ, ὄξους χο α, ἐλαιῶν κολυμβάδων ἐξοστεϊσμένων λίτρα α· λείου τοὺς φοίνικας μετὰ τοῦ μέλιτος καὶ κόμμεως ἐν θυίᾳ μαγειρικῇ, τὸ δὲ κόμμι πρόβρεχε τῷ ὄξει, καὶ ὅταν καλῶς λειωθῇ, ἐπίβαλλε τὰ ἄλλα κεκομμένα καὶ συλλείου, καὶ τὸ ὄξος δʼ ἐπιβάλλων ἕνου ζωμοῦ δίκην, ἀποβρέξας δὲ καὶ ἀπογλυκάνας τὰς ἐλαίας εἰς ὕδωρ γλυκύ, ἔμβαλλε ἐκπιέζων σφόδρα, καὶ δίδου ἔχοντα κοχλιάρια ε καὶ ἐλαίας γ· ὁ δὲ λαβὼν ἵνα ᾖ εὔπεπτος καὶ τῇ προηγουμένῃ μὴ πολλὰ εἰληφώς, ἐγὼ προσέβαλον καὶ σκαμμωνίας 𐅻 δ.
Κοιλίας λυτικόν.
Πεπέρεως 𐆄 α, κυμίνου 𐆄 α, ζιγγιβέρεως 𐆄 α, πηγάνου φύλλων 𐆄 δ, ἐπιθύμου 𐅻 γ, πολυποδίου 𐅻 γ, κνήκου 𐆄 α, μέλιτος τὸ ἀρκοῦν.
Ἄλλο κοπτάριον.
Κνήκου λευκοῦ λίτρα α πεφρυγμένου καὶ λελεπισμένου, μέλιτος κύαθοι γ, ἀνήσου 𐅻 α, ἰσχάδων τῆς σαρκὸς ἀριθμὸν λ· δώσεις δὲ πρὸ δείπνου διελὼν ὡς βασιλικοῦ καρύου μέγεθος β ἢ γ.
Ἄλλο.
Σκαμμωνίας 𐆄 α, ἀλόης 𐅻 δ, εὐφορβίου 𐅻 δ· ἀναλάμβανε ὕδατι ὀροβιαῖα· δίδου ζ ἢ θ ἢ ια ἢ ιγ ἢ ιε ἢ ιζ ἢ ιθ ἢ κα.
Καθαρτικὸν ὑποκαθαῖρον κωλικόν.
Εὐφορβίου, ἴρεως, πετροσελίνου, κυπέρεως ἴσα.
Τὸ συμβιωτάριον.
Σκαμμωνίας 𐆄 β, πεπέρεως, ζιγγιβέρεως, ἁλῶν, πετροσελίνου ἀνὰ 𐆄 δ.
Καθαρτικὸν πρὸς τοὺς ἐλεφαντιῶντας.
Λαβὼν κολοκυνθίδα καλὴν ἔμβρεχε εἰς ἔλαιον νύκτα καὶ ἡμέραν, εἶτα ἀποχέας τὸ ἔλαιον ἕψει ἐν κυθριδίῳ καινῷ τὴν κολοκυνθίδα μεθʼ ὕδατος, ἕως καταλειφθῇ κρασίδιον, καὶ πρόσβαλλε σεμιδάλεως ὅσον ἐξαρκεῖ ἀναλαβεῖν τὸ ὕδωρ, καὶ ὅταν ἑψηθῇ, μίγνυε ἐλλεβόρου μέλανος 𐅻 α, σκαμμωνίας 𐅻 α, καὶ ἀνακινήσας καρφίῳ ἀνήθου ἀνάπλασσε, ὥς ἐστι θερμόν, Ποντικοῦ καρύου μέγεθος καὶ δίδου καταπιεῖν.
Ἱερὰ Ἰούστου.
Κολοκυνθίδος ἔντερα 𐅻 κβ, στοιχάδος, χαμαίδρυος, πεπέρεως λευκοῦ, πεπέρεως μέλανος, ἀγαρικοῦ, ἐλλεβόρου μέλανος, σκαμμωνίας ἀνὰ 𐅻 ιγ, ἀμμωνιακοῦ, θύμου, κρόκου, εὐφορβίου ἀνὰ 𐅻 η, σμύρνης 𐅻 δ, σκίλλης ὀπτῆς 𐅻 ιϛ — ἔνιοι κασίας 𐅻 δ καὶ ναρδοστάχυος 𐅻 η —, μέλιτος τὸ ἀρκοῦν.
Ἐπίθεμα ἐμετικόν.
Ἐλλεβόρου λευκοῦ 𐅻 η, πεπέρεως 𐅻 δ, χολῆς ταυρείας τὸ ἀρκοῦν· ἀναλαβὼν ἐπιτίθει.
Φάρμακον ὃ τῇ ὀσφρήσει καθαίρει διὰ γαστρός.
Χερσαίου ἐχίνου χολῆς, ἤτοι μελανθίου ἢ νίτρου, ἑκατέρου 𐅻 ρα, θαψίας χυλοῦ 𐅻 δ, Κνιδίου κόκκου 𐅻 γ, ἐλατηρίου 𐅻 α, ἅπερ εἰς κηρωτῆς εἶδος λειοῦται· ἐλαίου δὲ Σικυωνίου ἢ Κυπρίνου μίξας σφαίρας ἀνάπλαττε δραχμιαίας, ὧν μίαν εὔπεπτος ὢν ὁ καθαρθησόμενος ὀσφραινέσθω· ἐπικλύσει δὲ τῇ ἐχομένῃ εὐώδει μύρῳ· μετὰ ταῦτα ἑαυτὸν ἀνακτάσθω.