Inflammation opens the book, with its causes and the order of its treatment in Galen's words: remove the cause, then use cooling and astringent remedies before dispersing ones. Eruptions follow: the terminthos, as Praxagoras and his pupil Xenophon described it, and the staphyle and epinyctis, from Diocles and Rufus. Apollonius' remedies for boils come last.

Part of Medical Collections, Books 1–16, 24–25, 43–50

Ἐκ τῶν Γαληνοῦ. Περὶ φλεγμονῆς.

......................................................... ............................. μαίνειν ἀρχομένου, ποτὲ δʼ ἕλκοντος ἐφʼ ἑαυτὸ τοῦ πάσχοντος αὐτοῦ. τὰ μὲν οὖν πέμποντα ποτὲ μὲν ὡς τῷ πλήθει περιττόν, ποτὲ δʼ ὡς ἀνιαρὸν τῇ ποιότητι διωθεῖται τὸν χυμόν, ἐνίοτε δὲ καὶ διʼ ἄμφω, τὰ δʼ ἕλκοντα διʼ ὀδύνην ἢ διὰ θερμότητα νοσώδη. θερμότερον μὲν οὖν γίνεται τὸ μόριον διὰ κίνησιν ἀμετροτέραν ἤ τινα θάλψιν ἐξ ἡλίου καὶ πυρὸς ἢ διὰ δριμὺ φάρμακον· ὀδυνᾶται δὲ διὰ δυσκρασίαν καὶ τραῦμα καὶ θλάσμα καὶ στρέμμα καὶ τάσιν, ἔτι δʼ ἔμφραξίν τινα ἢ πνεῦμα φυσῶδες. ἡ δὲ δυσκρασία ποτὲ μὲν ἔξωθεν αὐτῷ γίνεται, ποτὲ δʼ ἐκ τῶν κατὰ τὸ σῶμα χυμῶν· ἔξωθεν μὲν ἐπί τινι τῶν ἰοβόλων θηρίων ἢ φαρμάκῳ θερμαίνοντι σφοδρῶς ἢ ψύχοντι κἀκ τοῦ περιέχοντος, ἔσωθεν δὲ διὰ μοχθηροὺς χυμοὺς ἀθροισθέντας. ταῦτα οὖν πάντα διασκεψάμενος ἀκριβῶς, πρότερον μὲν τὰς αἰτίας ἐκκόπτειν διʼ ἃς αἱ φλεγμοναὶ γίνονται, ἐφεξῆς δὲ τὸ γεγενημένον ἤδη τῆς φλεγμονῆς ἰᾶσθαι, καθισταμένων ἐνίοτε διὰ τῶν αὐτῶν ἀμφοτέρων, οἷον ὅταν τοῦ ψυχροῦ κρατοῦντος ἡ δυσκρασία γίνηται· θερμαίνων γὰρ τήν τε δυσκρασίαν ἅμα καὶ τὴν φλεγμονὴν ἐκθεραπεύσεις, ὥσπερ γε καὶ εἰ διὰ θερμασίαν πλείονα, τοῖς ψύχουσιν ἰάμασιν ἄμφω καταστήσει· ἡ μὲν γὰρ δυσκρασία τῶν ἐναντίων ἀεὶ δεῖται. κενοῦται δὲ τὸ πεπληρωμένον οὐ μόνον τοῖς διαφορητικοῖς φαρμάκοις, ἀλλὰ καὶ τοῖς στύφουσι καὶ ψύχουσιν. καὶ μᾶλλόν γε ἐπὶ τῶν ἀρχομένων φλεγμονῶν τοῖς στύφουσι καὶ ψύχουσι χρηστέον ἢ τοῖς διαφοροῦσιν· ἔτι δὲ μᾶλλον, ὅταν μὴ παχὺ τὸ ἐπιρρέον ᾖ. σφοδρᾶς δὲ τῆς ἐν τῷ φλεγμαίνοντι μορίῳ σφηνώσεως γεγενημένης, οὐκέτι οἷόν τε τοῖς ἀποκρουομένοις χρῆσθαι, ἀλλʼ ἐπὶ τὸ διαφορεῖν ἰέναι καιρός· τῆς γὰρ φλεγμονῆς κατὰ διττὸν τρόπον ἐξεστώσης τοῦ κατὰ φύσιν, ὅτι τε πεπλήρωται τὸ μόριον αἵματος πολλοῦ, καὶ ὅτι θερμότερόν ἐστιν, ὁ τῆς κενώσεως σκοπὸς ἐπικρατεῖ μᾶλλον τοῦ τῆς ἐμψύξεως. κένωσις δʼ ἐπινοεῖται διττὴ τῶν οὕτως ἐχόντων, μεθισταμένου πρὸς ἕτερα χωρία τοῦ περιεχομένου κατὰ τὸ φλεγμαῖνον αἵματος ἢ ἔξω τοῦ σώματος ἐκκρινομένου· βέλτιον δʼ ἐστὶν ἀμφοτέραις κεχρῆσθαι προσέχοντα τὸν νοῦν, μὴ κατὰ συμβεβηκὸς γένηταί τις βλάβη. διττῆς δʼ ἑκατέρας τῶν εἰρημένων κενώσεων οὔσης, εἰς τέτταρας ἁπάσας ἡ τομὴ γίνεται τῶν κενωτικῶν ἁπάντων βοηθημάτων· τῆς μὲν γὰρ εἰς τὰ ἄλλα μόρια μεταρρύσεως τοῦ αἵματος ἡ μὲν ἑτέρα διωθουμένων αὐτὸ τῶν φλεγμαινόντων, ἡ δʼ ἑτέρα τῶν ἀπαθῶν ἑλκόντων γίνεται· τῆς δʼ ἔξω τοῦ σώματος κενώσεως μία μὲν αἰσθηταῖς ἐκροαῖς, ἡ δʼ ἑτέρα λόγῳ θεωρηταῖς ἐπιτελεῖται· καὶ τῆς αἰσθηταῖς ἐκροαῖς γινομένης ἡ μὲν ἑτέρα διʼ αὐτοῦ τοῦ φλεγμαίνοντος, ἡ δʼ ἑτέρα διὰ τῶν συνανεστομωμένων αὐτῷ· διὸ καὶ χρεία τῆς ἀνατομῆς ἐστιν εἰς γνῶσιν τῆς τοιαύτης κοινωνίας. κατὰ μὲν οὖν τὰς ἀρχὰς τῶν φλεγμονῶν τὴν ἀποκρουστικὴν δύναμιν ἐπικρατεῖν προσήκει, κατὰ δὲ τὰς αὐξήσεις ἀφαιρεῖν μέν τι ταύτης, προστιθέναι δὲ τῆς διαφορητικῆς· ὅταν δʼ εἰς τὴν οἰκείαν ἀκμὴν ὁ τῆς φλεγμονῆς ὄγκος ἐφίκηται, παραπλησίας ἀλλήλαις εἶναι χρὴ τὰς δυνάμεις, τήν τε ἀποκρουστικὴν καὶ τὴν διαφορητικήν, ἐάν γε μή τις ὀδύνη σφοδρὰ παρηγορικοῦ δέηται φαρμάκου· παρακμαζούσης δὲ τῆς φλεγμονῆς, τὴν διαφορητικὴν δύναμιν ἐπικρατεῖν προσήκει, ὡς μηδʼ ὅλως ἐν ἐκείνῳ τῷ καιρῷ μίγνυσθαί τι στῦφον. ἡ μὲν οὖν ἀρχὴ τῆς φλεγμονῆς ἡ οἷον γένεσις αὐτῆς ἐστιν ἐν ἐκείνῳ τῷ χρόνῳ καθʼ ὃν πληροῦται τὸ μόριον αἱματώδους οὐσίας· ὅταν δὲ τὸ μὲν ἐπιρρέον παύσηται, τὸ δʼ ἐν τῷ φλεγμαίνοντι περιεχόμενον ὑπάρχηται σήπεσθαι, θερμασία τις γίνεται διὰ τὴν σηπεδόνα καὶ χύσις ἐπὶ πλέον διὰ τὴν θερμασίαν, ἐφʼ ᾗ καὶ πνεῦμα γεννᾶται, καὶ διʼ ἄμφω ταῦτα διατείνεται μᾶλλον ἢ πρόσθεν τὸ μόριον, εἰ καὶ μηδὲν ἔτι ἐπιρρέοι· δεύτερος οὗτός ἐστι χρόνος ὁ τῆς αὐξήσεως τῆς φλεγμονῆς. ὅταν δʼ εἰς πύον ἤδη μεταβάλλῃ, μέγιστοι μὲν δὴ πόνοι τηνικαῦτα καταλαμβάνουσι, καλεῖται δʼ ἀκμὴ τοῦ πάθους ὁ τοιοῦτος καιρός· εἰ δʼ ἐκπυΐσκον ἢ διαφορούμενον τὸ ῥεῦμα τόν τε ὄγκον ἐλάττω καὶ τὴν τάσιν ἀποφαίνοι, παρακμῆς ἀρχὴ τὸ τοιοῦτόν ἐστιν. δυοῖν γὰρ θάτερον ἀναγκαῖον ἀπαντῆσαι κατὰ τὰς τοιαύτας διαθέσεις, νικήσαντος μὲν τοῦ ῥεύματος, φθορὰν τῶν νικηθέντων σωμάτων, νικηθέντος δέ, τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον τῶν πεπονθότων. καὶ δὴ καὶ νικάσθω πρότερον τὸ ῥεῦμα· διττὸς ἐν τούτῳ τρόπος ἔσται τῆς ἰάσεως, ἢ διαφορηθέντος ἅπαντος τοῦ κατασκήψαντος ὑγροῦ ἢ πεφθέντος. ἀλλʼ ἡ μὲν διαφόρησις ἡ εὐκταιοτάτη τῶν ἰάσεών ἐστιν· τῇ πέψει δʼ ἕπεται δύο ταῦτα ἐξ ἀνάγκης, πύου τε γένεσις καὶ ἀπόστασις· εἰ δὲ νικηθείη τὰ σώματα πρὸς τοῦ ῥεύματος, εἰς τοσαύτην ἀφίξεται δηλονότι δυσκρασίαν, ὡς καὶ τὴν ἐνέργειαν αὐτῶν ἀπολέσθαι καὶ φθαρῆναι τῷ χρόνῳ, παύσεται δʼ ὀδυνώμενα τότε πρῶτον, ὅταν ἐξομοιωθῇ τῷ μεταβάλλοντι· πονεῖ γὰρ οὐκ ἐν τῷ μεταβεβλῆσθαι τὴν κρᾶσιν, ἀλλʼ ἐν τῷ μεταβάλλεσθαι. εἰ μὲν οὖν ἥ τε θερμότης τοῦ αἵματος ἡ κατὰ τὸ φλεγμαῖνον μόριον ἐπιεικὴς ὑπάρχοι καὶ τὸ περιεχόμενον αἷμα καθʼ ὅλον τοῦ ζῴου τὸ σῶμα μετρίως ἔχοι κράσεως, οὐ πάνυ τι ῥᾳδίως συνεκθερμαίνεται τῷ πεπονθότι· εἰ δʼ ἤτοι ζέοι σφοδρότερον, ἢ καὶ τὸ καθʼ ὅλον τὸ ζῷον αἷμα θερμότερον ὑπάρχοι καὶ χολῶδες, παραχρῆμα πᾶν ἐκθερμαίνεται, πολὺ δὲ μᾶλλον, ἐπειδὰν ἄμφω συνδράμῃ, καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα θερμὸν ἱκανῶς εἶναι, καὶ τὸ καθʼ ὅλον τὸ ζῷον χολῶδες· εἰ δʼ ἐγγὺς εἴη τῶν πολυαίμων σπλάγχνων τὸ φλεγμαῖνον μόριον, ἔτι καὶ θᾶττον αὐτῷ συνεκθερμαίνεται τὸ καθʼ ὅλον τὸ ζῷον αἷμα. ἑλξίνη πρὸς πάσας φλεγμονὰς ποιεῖ ἐν ἀρχῇ τε καὶ ἀναβάσει μέχρι τῆς ἀκμῆς. γλαύκιον ὁμοίως. ἀτράφαξυς καὶ μαλάχη ταῖς μὲν ἀρχομέναις καὶ αὐξανομέναις ἔτι καὶ οἷον ζεούσαις αἱ κηπευόμεναι, ταῖς δʼ ἀκμαζούσαις καὶ παρακμαζούσαις καὶ σκληρυνομέναις καὶ ἀποψυχομέναις αἱ ἄγριαι συμφορώτεραι. θρίδαξ καὶ κολοκύντη ὅλη καὶ ἴου τὰ φύλλα καθʼ ἑαυτὰ καὶ μετʼ ἀλφίτων ἐπιπλασσόμενα πρὸς τὰς θερμὰς ποιεῖ. πολύγονον ὁμοίως. ἀλσίνη καὶ ἀείζῳον πρὸς τὰς ἐκ ῥεύματος φλεγμονάς, καὶ τρίβολοι ἀμφότεραι πρὸς τὰς συνισταμένας καὶ ὅλως πρὸς πάσας ἐπιρροάς. αἰγίλωψ πρὸς τὰς σκληρυνομένας. καὶ κράμβη πρὸς τὰς ἤδη σκληρυνομένας καὶ δυσλύτους. καὶ βηχίου τὰ φύλλα χλωρὰ καταπλασσόμενα πρὸς τὰς δυσπέπτους. βολβίτῳ τις ἰατρῶν ἐκέχρητο ἐπὶ τῶν ἀγροίκων, ὑγρὸν λαμβάνων ἦρος, ὁπότε νέμονται τὴν πόαν οἱ βόες. ἀράχνης ὕφασμά φασί τινες ἀφλέγμαντα φυλάττειν τὰ ἐπιπολῆς ἕλκη.

Περὶ ῥευματικῆς διαθέσεως.

Αἱ δὲ ῥευματικαὶ καλούμεναι διαθέσεις πλεονάζουσι μὲν ἐν τῇ Ῥωμαίων πόλει, γίνεσθαι δέ μοι δοκοῦσιν ἐξ ἐπιρροῆς μὲν αἵματος, καθάπερ ἡ φλεγμονή, μὴ μέντοι θερμότητα προσλαμβάνειν, ὥσπερ ἐκείνη· φαίνεται γάρ μοι τὸ πάθος τοῦτο μήτε θερμὸν εἶναι μήτε ψυχρόν. συνίστανται δὲ τῆς θρεπτικῆς δυνάμεως ὅλου τοῦ σώματος ἀρρωστούσης τε καὶ καχεκτούσης, τῶν κυρίων μορίων εἰωθότων, ὅταν ἀσθενῇ, βαρύνεσθαι, κἂν ὀλίγον ἐν αὐτοῖς ᾖ τὸ αἷμα, διωθουμένων τε τοῦτο πρὸς τὰ κατὰ τὸ δέρμα μέρη τὰ σαρκώδη, καὶ μᾶλλόν γε εἰς τοὺς ἀδένας ἐπιτηδείους ὄντας ὑποδέχεσθαι τὸ περιττὸν διά τε τὸ χαῦνον τῆς οὐσίας, καὶ ὅτι τῶν ἄλλων μορίων ἀσθενεστάτας ἔχουσι τὰς φυσικὰς δυνάμεις, ὥσπερ γε καὶ ἡ πιμελή. ἐφεξῆς δὲ τοῖς ἀδέσιν ὁ πνεύμων ἑτοιμότατος δέξασθαι ῥεῦμα, εἶθʼ ἑξῆς ὁ σπλήν· ὁ δʼ ἐγκέφαλος ὁμοίως μὲν τούτοις ἢ καὶ μᾶλλον ἐπιτήδειος ὑποδέξασθαι ῥεῦμα, πλεονεκτεῖ δʼ αὐτῶν ἐκ τῆς κατασκευῆς εἰς ἀπόκρισιν ἑτοίμης οὔσης ὧν ὑπεδέξατο· κοιλίας γὰρ ἔχει μεγάλας κατάντεσι πόροις ἐκκενουμένας. οἷς ἂν οὖν φύσει ῥωμαλεώτερος ᾖ τοῦ σαρκώδους γένους ὁ πνεύμων τε καὶ ὁ σπλὴν καὶ ὁ ἐγκέφαλος, ἐπὶ τούτων εἰς τοὺς ἀδένας καὶ τὰς σάρκας ἀφικνεῖται τὰ ῥεύματα, τῆς τοῦ σώματος ἕξεως ὅλης ἀσθενοῦς οὔσης. εἰκότως τοιγαροῦν ἡ θεραπεία τούτων οὐ κένωσιν ἔχει τὸν σκοπόν, ἀλλὰ τοῦ παντὸς σώματος τὴν ῥῶσιν· ἥ γε μὴν ἀρχὴ τῆς θεραπείας ἀπὸ φλεβοτομίας αὐτοῖς γίνεται. τοῦ μέντοι ῥέοντος αἵματος εἰς τὰ τοιαῦτα μόρια κατὰ τὰς ῥευματικὰς διαθέσεις ἔχοντός τινα κακοχυμίαν, ἡ διάθεσις γίνεται μικτή, καὶ γένοιτο ἂν ἴσως τοῦτο σπανιώτατον· διὰ παντὸς γὰρ ὤφθη μοι χωρὶς φλέγματος ἢ χολῆς ξανθῆς ἢ μελαίνης αἷμα τῇ συστάσει λεπτὸν ἐπιρρέον. ἀθροίζεται δὲ τοῦτο διὰ τὴν ἐν τοῖς μορίοις τῶν δυνάμεων ἰσχύν τε καὶ ἀρρωστίαν· ἐὰν μὲν γὰρ ἰσοσθενεῖς ὑπάρχωσιν οἵ τε ἐξοχετεύοντες πόροι καὶ τὰ περιττώματα κατὰ φύσιν ἔχωσιν, ὑγιαίνει τὰ μόρια· πλέονος δʼ ἐνεχθέντος ἢ ὅσον ἀλλοιοῦται, τὸ περιττὸν ἅπαν ἀναγκαῖον ἀποκρίνεσθαι πρὸς τῆς ἀποκριτικῆς δυνάμεως ὠθούμενον· εἰ δʼ ἀρρωστήσειεν αὕτη, μένειν ἐν τῷ χωρίῳ, τὸ μὲν πολὺ βαρῦνόν τε καὶ διατεῖνον αὐτό, τὸ δὲ δριμὺ διαβιβρῶσκόν τε καὶ δάκνον, ὥσπερ γε καὶ τὸ θερμὸν θερμαῖνον καὶ τὸ ψυχρὸν ψῦχον· εἴτε γὰρ αἷμα μοχθηρὸν εἴη τὸ ὠθούμενον, εἴτε ἄλλος τις χυμός, ἀνάγκη μὲν πάντως ἐστὶν εἴς τι τῶν πλησίον ἀφικέσθαι μορίων αὐτόν, ἐν ἐκείνῳ δὲ δυοῖν θάτερον, ἢ πεφθέντα καὶ διαφορηθέντα οὐκέτι εἰς ἄλλο μεταρρυῆναι τρίτον, ἢ μηδετέρου τῶν εἰρημένων τυχόντα, πάλιν ἐκ τοῦ δευτέρου μορίου μεταρρεῖν εἰς ἕτερον, εἶτʼ ἐξ ἐκείνου πάλιν εἰς ἄλλο, καὶ τοῦτο μὴ παύεσθαι γινόμενον, ἄχρις ἂν εἰς ἄλλο τι κατασκήψῃ τοιοῦτον, ὃ μηκέτι εἰς ἄλλο διώσασθαι δύναται τὸ πλεονάζον ἐν ἑαυτῷ. συμβαίνει δὲ τοῦτο τῶν μορίων ἐκείνοις ὅσα τὴν ἀποκριτικὴν δύναμιν ἀσθενεστέραν ἔχει τῶν πλησιαζόντων ἁπάντων· οὐκέτι γὰρ ἀπώσασθαι τὸ λυποῦν εἰς ἐκεῖνα δύνανται μὴ παραδεχόμενα διὰ τὴν ἐν αὐτοῖς ἰσχύν· διὸ καὶ τὰ πάντων ἀσθενέστερα μόρια πρῶτα τοῖς περιττωματικοῖς ἁλίσκεται νοσήμασιν· ἀσθενῆ δʼ ἀποτελεῖται ταῦτα καὶ διὰ τὰς ἄλλας μὲν ἁπάσας δυσκρασίας, ὡς τὸ πολὺ δὲ διὰ τὴν ψυχράν. ἐὰν οὖν ὑγραίνῃ τις αὐτὰ καὶ θερμαίνῃ τοῖς χαλαστικοῖς φαρμάκοις, τελέως ἔκλυτά τε καὶ ἄρρωστα γίνεται, πολλάκις δʼ αὖ στύφων ἰσχυρῶς τοὺς ἐν ταῖς ῥευματικαῖς διαθέσεσιν ὄγκους ἐν ἀρχῇ μὲν ἀνύειν τι δόξεις, δύσλυτον δʼ ἐργάσῃ καὶ σκιρρῶδες αὐτῶν τὸ λείψανον, ὡς τὰ πολλὰ δʼ οὐδὲ φέρουσι τὴν τῶν ἄγαν στυφόντων ἐπίθεσιν αἱ τοιαῦται διαθέσεις, ὀδυνώμεναί τε καὶ συντεινόμεναι πρὸς αὐτῶν. πληροῦνται δέ τινα μόρια περιττωμάτων οὐ μόνον δεχόμενα διὰ τὴν ἀσθένειαν τὰ παρὰ τῶν ἰσχυροτέρων ἐπιπεμπόμενα, ἀλλὰ καὶ αὐτὰ ἕλκοντα πολλάκις, ἤτοι διʼ ἄμετρον καὶ ἰσχυρὰν θερμότητα ἢ καὶ ὀδύνην σφοδράν. τὸ δʼ ἤτοι πλέον ἢ ἔλαττον ἢ μοχθηρὸν ἢ χρηστότερον ἐπιρρυῆναι τὴν αἰτίαν οὐκέτι ἐξ αὐτῶν ἔχει μόνων τῶν ῥευματιζομένων σωμάτων, ἀλλὰ τοῦ μὲν χρηστότερον ἢ μοχθηρὸν ἐν τοῖς πέμπουσι μέρεσιν ἡ αἰτία, τοῦ δʼ ἧττόν τε καὶ πλέον ἐν ἀμφοτέροις. αἱ μὲν γὰρ ἰσχυραὶ θερμασίαι τε καὶ ὀδύναι πλέον ἕλκουσιν, αἱ δʼ ἀσθενέστεραι μεῖον· οὕτως δὲ καὶ τὰ μὲν ἀπέριττα σώματα βραχὺ τοῖς ἕλκουσι πέμπει, τὰ δὲ περιττωματικά τε καὶ πληθωρικὰ τοσούτῳ πλεῖον ὅσῳπερ ἂν ἐξεστήκῃ τοῦ κατὰ φύσιν. τῆς δʼ ἀμετρίας τῶν περιττωμάτων διττὸν αἴτιον, ἥ τε ἀλλοιωτικὴ δύναμις κακῶς διακειμένη καὶ τῶν ἐδεσμάτων ἡ μοχθηρία· τὰ μὲν γὰρ μελαγχολικώτερα φύσει, τὰ δʼ ὑδατωδέστερα, τὰ δὲ πικρόχολα ταῖς οὐσίαις ἐστίν. καὶ μήν γε καὶ τῆς ἀλλοιωτικῆς δυνάμεως ἡ δυσκρασία πρὸς μὲν τὸ θερμότερον ἐκτρεπομένη ποτὲ μὲν τὸ πικρόχολον, ἔσθʼ ὅτε δὲ τὸ μελαγχολικὸν ἀποτελεῖ περίττωμα — δέδεικται δʼ ἐν ἑτέροις, ὁποῖον ἑκάτερον· ἐπὶ δὲ τὸ ψυχρότερον, ἤτοι φλεγματικὸν ἢ ὑδατῶδες. ὅταν οὖν οὐδεμιᾶς προφάσεως φανερᾶς προηγησαμένης ἐξαίφνης φλεγμήνῃ τὸ μόριον, ἡ μὲν ἐργασαμένη τὸ πάθος αἰτία ῥεῦμα καλεῖται, τὸ πάθος δʼ αὐτὸ ῥευματικὴ διάθεσις, καὶ χρὴ μάλιστα ἐπὶ τῶν τοιούτων φλεγμονῶν τὰς ἀρχὰς τῶν ἰάσεων χρηστὰς εἶναι· τὰ γὰρ ἐν ταύταις ἁμαρτήματα δυσλύτους ἢ καὶ παντάπασιν ἀνιάτους ἐργάζεται τὰς διαθέσεις· μέγιστα δʼ ἁμαρτήματα δύο ταῦτα, τό τε μηδεμίαν ὅλου τοῦ σώματος πρόνοιαν ποιεῖσθαι καὶ τὸ θερμαίνειν τε καὶ ὑγραίνειν τὸ μέρος. τὸ μὲν αὖ ὅλον σῶμα κενοῦν ταῖς ἐνδεχομέναις κενώσεσι, μηδενὸς κωλύοντος, αὐτὸ δὲ τὸ φλεγμαῖνον μέρος ἐπιβρέχειν τε καὶ καταπλάττειν τοῖς ἀπωθεῖσθαι μὲν τὸ ἐπιρρέον δυναμένοις, κενοῦν δὲ τὸ ἤδη περιεχόμενον τῷ πεπονθότι, τόνον δὲ καὶ ῥώμην ἐντιθέναι τοῖς ἤδη πεπονηκόσι μορίοις. ἐν μὲν οὖν τοῖς κάτω μέρεσι τῆς φλεγμονῆς συστάσης, τέμνειν χρὴ τῶν ἐν ἀγκῶνι φλεβῶν ἤτοι τὴν ἐντὸς ἢ τὴν μέσην· εἰ δὲ τῶν ἄνωθέν τι πεπόνθοι, κάτωθεν ἀπάγειν τοῦ αἵματος· ἀεὶ γὰρ εἰς τοὐναντίον τῆς τοῦ ῥεύματος ὁρμῆς ἀντισπᾶν συμφέρει. καταπλάττειν δὲ τῷ διὰ τοῦ ἀειζῴου καὶ λεμμάτων ῥοιᾶς ἑφθῶν ἐν οἴνῳ κιρρῷ καὶ ἀλφίτων συγκειμένῳ· κάλλιστον γὰρ τοῦτο ἔν γε τοῖς τοιούτοις καὶ πάντα ὅσων δεόμεθα δρᾶν δυνάμενον· ἀποκρούεταί τε γὰρ τὸ ἐπιρρέον καὶ ξηραίνει τὸ περιεχόμενον καὶ ῥώννυσι τὰ μόρια. καὶ ἄλλα δὲ μυρία φάρμακα κατὰ τὸν αὐτὸν τρόπον ἔνεστι συντιθέναι. εἰ μὲν δὴ μὴ σφοδρῶς ὀδυνῷτο, τοῖς τοιούτοις χρῆσθαι· σὺν ὀδύνῃ δὲ μείζονι τοῦ ῥεύματος ἐμπεσόντος, οὐ χρὴ μὲν οὐδʼ οὕτως οὔτε ὕδωρ θερμὸν οὔτε ἔλαιον οὔτε διὰ τῶν ἀλεύρων προσφέρειν καταπλάσματα· πολέμια γὰρ ἅπαντα τὰ τοιαῦτα ταῖς ῥευματικαῖς διαθέσεσι, κἂν εἰ παραχρῆμα δόξειε ῥᾳστώνην τινὰ φέρειν· ἀρκεῖ δὲ τῶν τοιούτων τινὶ παραμυθήσασθαι τὸ σφοδρὸν τῆς ὀδύνης, ὅσα διὰ γλυκέος τε καὶ ῥοδίνου καὶ κηροῦ βραχέος ἐν ἀμφοῖν τετηκότος σύγκεινται. χρὴ δὲ ταῦτα ἀναλαμβάνειν ἐρίοις ῥυπαροῖς οἴσυπον πλεῖστον ἔχουσι, καὶ θέρους μὲν ψυχρά, χειμῶνος δὲ χλιαρὰ προσφέρειν. οὕτως δὲ καὶ καταπλάσματα· μικρὸν δʼ ὑπεράνω τῶν πεπονθότων χωρίων ἐπιτιθέναι σπόγγον, οἴνῳ στρυφνῷ βρέχων ἢ ὕδατι ψυχρῷ· κάλλιον δʼ εἰ καὶ ὄξους ὀλίγον ἔχοι, καὶ εἰ μὲν ἐπὶ τούτοις ἀξιόλογος ἡ ὠφέλεια γίνοιτο, καὶ μηδαμοῦ πύον ὑποφαίνοιτο, τοῖς πρὸς τὰ ῥεύματα φαρμάκοις ἐμπλαστοῖς χρῆσθαι. κάλλιστα δʼ αὐτῶν ὅσα ξηραίνειν τε ἅμα καὶ ἀπωθεῖσθαι δύναται τὸ ἐπιρρέον αἷμα χωρὶς ὀδύνης, ὡς τά γε συντείνοντα σφοδρῶς καὶ διὰ τοῦτο ὀδυνῶντα πλέον ἀδικεῖ τοῖς ἀλγήμασιν ἢ ὠφελεῖ ξηραίνοντα. τοιοῦτον εἶναι δεῖ τὸ φάρμακον οἷόν ἐστι τὸ σύνηθες ἡμῖν τὸ διὰ χαλκίτεως· εἰ δὲ καὶ καθαρὸν ἔριον οἴνῳ στρυφνῷ βρέχων ἔξωθεν ἐπιβάλλοις αὐτῷ, πλεῖον ὀνήσεις. οὕτω μὲν ἰᾶσθαι τὰς ἐπὶ ῥεύμασι φλεγμονάς· τὰς δʼ ἐπί τινι τῶν ἄλλων αἰτίων ὑγραίνειν τε καὶ θερμαίνειν οὐδὲν κωλύει, καὶ εἰ ἐκπυῆσαί γε βουληθείης αὐτάς, καταπλάττειν ἀλεύρῳ πυρίνῳ διʼ ἐλαίου καὶ ὕδατος ἑψομένῳ. καὶ εἴ ποτε καὶ ἀποσχάζειν δεήσει, οὐδὲ τοῦτο χρὴ δεδιέναι· τὰς δʼ ἐπὶ τοῖς ῥεύμασιν εἰ ἀποσχάσαις, μέγα τι κακὸν ἐργάσῃ, καὶ μάλιστα εἰ κατʼ ἀρχάς· ὅσαι γὰρ αὐτῶν πλείονος χρόνου οὖσαι μετά γε τὴν τοῦ παντὸς σώματος κένωσιν καὶ τὴν ἄλλην τὴν προσήκουσαν ἴασιν σκληρότητας ἢ μελανότητας ἐν τοῖς μέρεσιν ὑπολειπομένας ἔχουσι, τούτων ἀπάγειν τοῦ αἵματος οὐδὲν ἄτοπον· οὐδὲ γὰρ φλεγμονὰς ἔτι τὰς τοιαύτας νομιστέον.

Περὶ τῶν ἅμα φλεγμοναῖς ἀποστημάτων.

Ὅταν δὲ χρόνῳ τοῦ κατασκήψαντος αἵματος ἐν τῷ φλεγμαίνοντι μορίῳ μὴ διαφορηθέντος κρατήσῃ μὲν ἡ φύσις, πεφθῇ δὲ σύμπαν τὸ ῥεῦμα, τότε γίνεται πύον ἐν τοῖς φλεγμαίνουσι μορίοις· τὸ γὰρ αἷμα, ὡς ἂν ἔξω τῶν ἀγγείων γεγενημένον, ἐπανελθεῖν μὲν εἰς τὴν ἀρχαίαν φύσιν οὐκέτι δύναται, μεταβάλλεται δὲ καὶ σήπεται καθότι καὶ πάντα ὅσα θερμαίνεται σφοδρότερον ἐν ἀλλοτρίῳ χωρίῳ. ἐὰν μὲν οὖν ἐπὶ πλεῖον ἐξεστηκὸς ᾖ τῆς οἰκείας κράσεως τὸ ἔμφυτον θερμόν, ὡς ἐν ἀψύχῳ σώματι σήπεται τὸ αἷμα· διασῴζοντος δʼ αὐτοῦ τινα δύναμιν, μικτή τις ἡ μεταβολὴ πρός τε τῆς παρὰ φύσιν αἰτίας καὶ τῆς κατὰ φύσιν, σηπούσης μὲν τῆς παρὰ φύσιν, πεττούσης δὲ τῆς κατὰ φύσιν· ὁποτέρα δʼ ἂν μᾶλλον αὐτῶν κρατήσῃ, κατʼ ἐκείνην αὐτὴν καὶ τὰ γνωρίσματα προέρχεται τά τε τῆς χρόας καὶ ὀσμῆς καὶ συστάσεως. κρατησάσης μὲν οὖν ἀκριβῶς τῆς φύσεως, τὸ κάλλιστον γίνεται πύον, ἰδεῖν μὲν λευκὸν καὶ παχὺ καὶ ὅμοιον ἑαυτῷ πανταχόθι, λεῖον δʼ ἁπτομένοις καὶ ἥκιστα δυσῶδες· μὴ κρατησάσης δέ, οἷον ἡμισαπὲς γίνεται, πολλάκις μὲν λευκὸν ἀποτελεσθέν, ἤτοι δὲ δυσῶδες ἢ λεπτὸν κατὰ τὴν σύστασιν, ἐνίοτε δʼ οὐδὲ λευκόν, ἀλλὰ πελιδνὸν καὶ πολλὰς ἄλλας διαφορὰς ἴσχον ἐν τῷ μᾶλλόν τε καὶ ἧττον δέχεσθαι τὴν πέψιν· τελέως δʼ ἀρρωστούσης τῆς δυνάμεως, οὐδεμίαν ἴσχει χρηστὴν μεταβολὴν ἡ σηπεδών. ἀθροίζεται δὲ τὸ πύον ἐνίοτε μὲν ὑπὸ τῷ δέρματι, πολλάκις δʼ ἐν τῷ βάθει κατὰ διττὴν αἰτίαν, ἢ τῷ τὸ διαπυῆσαν μόριον ἐντὸς τοῦ περιτοναίου τὴν θέσιν ἔχειν, ἢ τῷ, κἂν μῦς ὁ πεπονθὼς ᾖ, τὸ πύον ὑπό τι τῶν ἀμφιεσμάτων αὐτοῦ καταλαμβάνεσθαι μὴ φθάσαν εἰς τὴν ἐκτὸς χώραν ἀφικέσθαι διὰ γλισχρότητα καὶ πάχος ἢ τὴν τοῦ περιέχοντος χιτῶνος πυκνότητα· σπεύδει μὲν γὰρ ἡ φύσις ἐκκρῖναι τὸ πύον ἀπωσαμένη τῶν πεπονθότων σωμάτων, καὶ τυγχάνει γε τούτου πολλάκις, ὅταν εὐτυχήσῃ πόρων ἐπιτηδείων εἰς ἔκρουν, οἷον ὀχετῶν τινων. οὐ μὴν ἀεί γε τούτων ἐπιτυχοῦσα συνωθεῖ τὸ πύον ἐπὶ τὰς παρακειμένας χώρας, καὶ ὅταν γε μικραὶ τυγχάνωσιν οὖσαι, καὶ ὑποδιαιρεῖ τὸ περιέχον αὐτὰς σκέπασμα, τὴν ὑπʼ αὐτῷ χώραν εὐρύνουσα. δῆλον οὖν ὅτι τῶν οὕτω διαπυησάντων ἐπιεικέστερα καθέστηκε τὰ τὴν ῥοπὴν ἔξω ποιησάμενα, καὶ τούτων αὐτῶν ὅσα μὴ πολὺν ἐπιλαμβάνει τόπον εἰς τὸ πλάτος ἐκτεινόμενα, συνεσταλμένα δʼ ὄντα πρός τινα κορυφὴν ἀνατείνεται μίαν, κωνοειδῆ τῷ σχήματι γινόμενα· ταῦτα γὰρ ἅμα μὲν ἐνδείκνυται ῥώμην τῆς ὠθούσης ἔξω δυνάμεως τὸ πύον, ἅμα δʼ οὐ πολὺ διαφθείρει μέρος ὧν διαβιβρώσκει σωμάτων. κρείττω δὲ καὶ τὰ ὁμαλῶς ἐκπυϊσκόμενα· τὰ γὰρ ἐκ μέρους τινὸς ἑαυτῶν ἐκπυήσαντα, τὸ λοιπὸν δʼ ἀνεκπύητον ἔχοντα, πρῶτον μὲν αὐτῷ τῷ χρονιώτερα τῶν ὅλων εὐθέως ἐκπυησάντων εἶναι μοχθηρά, δεύτερον δὲ τῷ δυσχερεῖ τῆς θεραπείας· ἄλλων μὲν γὰρ δεῖται τὰ διαπυήσαντα φαρμάκων, ἄλλων δὲ τὰ ἀνεκπύητα. καὶ τὰ μὴ περίσκληρα δὲ βελτίω τῶν περισκλήρων, ταῦτα δʼ ἐστὶ τὰ τὸ μέσον ἑαυτῶν ἔχοντα μαλακὸν καὶ διαπυΐσκον, ὅσον δʼ ἐν κύκλῳ τούτου σκληρόν τε καὶ δυσεκπύητον. κρείττω δὲ καὶ τὰ κατάρροπα κατὰ τὴν κάτω χώραν ἑαυτῶν τὴν κορυφὴν ἴσχοντα τῆς ἐκπυήσεως· ἐνταῦθα γὰρ ἀναστομωθέντα τὰς ἀπορρύσεις εὐπετεῖς λαμβάνει. καὶ τὰ μὴ δίκραια δὲ βελτίω τῶν δικραίων· εὑρίσκεται γὰρ τῶν δικραίων τὸ μέσον οὐκ ἀπαθὲς μέν, ἀνεκπύητον δὲ καὶ σκληρόν. ὅταν δὲ κατὰ κύρια μόρια γίνηται ἡ ἐκπύησις, ῥῖγος ἕπεται τηνικαῦτα καὶ πυρετὸς ἐπʼ αὐτῷ· δάκνουσα γὰρ ἡ δριμύτης τοῦ γεννωμένου πύου καὶ διαβιβρώσκουσα τὰ περικείμενα σώματα τὸ ῥῖγος ἐργάζεται. τῷ χρόνῳ δὲ παραλλάττουσιν ἀλλήλων αἱ ἐκπυήσεις διά τε τὸ πάσχον μόριον καὶ τὸν πλεονεκτοῦντα χυμόν· τὰ μὲν γὰρ θερμότερα καὶ μαλακώτερα μόρια θᾶττον ἐκπυΐσκονται, τὰ δὲ ψυχρότερα καὶ σκληρότερα βραδύτερον· οὕτω δὲ καὶ τῶν χυμῶν οἱ μὲν θερμότεροι θᾶττον, οἱ δὲ ψυχρότεροι βραδύτερον. αὗται μὲν αἱ κατὰ τὴν τοῦ πράγματος οὐσίαν εἰσὶ διαφοραί· προσέρχονται δʼ ἔξωθεν αἱ κατὰ τὴν ἡλικίαν τε καὶ φύσιν ὥραν τε καὶ χώραν καὶ κατάστασιν, ἔτι τε δύναμιν τοῦ κάμνοντος· ἐν ἁπάσαις δʼ αὐταῖς οἱ μὲν θερμότεροι χυμοὶ θᾶττον, οἱ δὲ ψυχρότεροι βραδύτερον ἐκπυΐσκονται.

Περὶ τῶν ἐκπυηθέντων ἐν ῥευματικαῖς διαθέσεσιν, ἐν ᾧ τὸ διὰ τῶν ἰσχάδων κατάπλασμα.

Ῥευματικῆς μὲν οὔσης τῆς διαθέσεως καὶ ἐκ μηδενὸς τῶν προδήλων αἰτίων συστάσης, καταπλάττειν μὲν ἀναγκαῖον ἅπαξ ἢ δίς που· καὶ ἄμεινον εἰς τὰ παρόντα τὸ ἐκ τῶν κριθῶν ἄλευρον, παραπλέκειν δʼ ὅμως τι κἀν τούτοις ἢ ὄξους ἢ οἴνου, καὶ διελόντα καὶ κενώσαντα τὸ πύον φυλάττεσθαι μὲν τοῦ λοιποῦ προσφέρειν ἔλαιον ἢ ὕδωρ. ἀλλʼ εἰ καὶ ἀπονίψαι δέοι ποτὲ τὸ τραῦμα, μελικράτῳ τε καὶ ὀξυκράτῳ καὶ οἴνῳ καὶ οἰνομέλιτι χρηστέον. ἐπιτιθέναι δέ, εἰ μὲν ἔτι φλεγμαίνοι, τὸ διὰ τῆς φακῆς κατάπλασμα, μὴ φλεγμαίνοντος δέ, τῶν τε ἄλλων φαρμάκων τῶν ἐμπλαστῶν, οἷς ἐπὶ ταῖς τοιαύταις τομαῖς χρώμεθα, καὶ οὐχ ἥκιστα τὸ διὰ τῆς χαλκίτεως· ἐπιτιθέναι δὲ κατʼ αὐτῶν ἔξωθεν σπόγγον ἢ ἔριον οἴνῳ βεβρεγμένον στρυφνῷ· μὴ παρόντος δὲ στρυφνοῦ, τῷ ὕδατι μίξας ὄξους τοσοῦτον ὡς πιεῖν δύνασθαι, τούτῳ βρέχειν, τῷ δὲ τραύματι μηδὲν τῶν λιπαινόντων φαρμάκων προσφέρειν, οἷον τὸ τετραφάρμακόν ἐστιν· ἀκριβῶς γὰρ δεῖται ξηραίνεσθαι. μὴ οὔσης δὲ ῥευματικῆς, ἀλλʼ ἐπί τινι τῶν ἄλλων αἰτίων συστάσης, ἀρχομένης μὲν τῆς ἀποστάσεως, διὰ τῆς ἀνωδύνου τε καὶ χαλαστικῆς ἀγωγῆς τῆς ἰωμένης τὰ φλεγμαίνοντα θεραπευτέον· ἤδη δὲ προηκούσης, ἐπὶ τὴν πεπτικήν τε καὶ διαπυητικὴν μεταβαίνειν. ὕδατί τε οὖν ἐπὶ πλέον καταντλεῖν προσήκει καταχέοντας ἔλαιον θερμὸν κατὰ τοῦ φλεγμαίνοντος μορίου, καταπλάττειν τε τῷ τῶν πυρῶν ἀλεύρῳ, διʼ ὕδατος καὶ ἐλαίου συμμέτρως ἕψοντας· θᾶττον γὰρ ἄγει πρὸς διαπύησιν τοῦτο τοῦ διʼ ἄρτου καταπλάσματος· ἐκεῖνο μὲν γὰρ διαφορητικώτερόν ἐστιν, ὡς ἂν ἁλῶν τε καὶ ζύμης ἔχον ὠπτημένον τε καλῶς. καὶ ὅταν γε τὴν ἀρχομένην ἐκπυΐσκεσθαι φλεγμονὴν θεραπεύων ἐλπίσῃς κωλῦσαι τὴν διαπύησιν, ἐπὶ πλεῖστον ἕψει τὸν ἄρτον, ἐλαίῳ δηλονότι καὶ ὕδατι φυράσας· πολλαπλάσιον δʼ ἔστω τὸ ὕδωρ τοῦ ἐλαίου. μᾶλλον δʼ ἔτι κωλύει τούτου τὴν ἐκπύησιν τὸ τῶν κριθῶν ἄλευρον ὁμοίως σκευαζόμενον. ἔστω δʼ ἐν τῇ θεραπείᾳ ταύτῃ τὸ καταντλούμενον ὕδωρ ἡψημένην ἔχον ἐν ἑαυτῷ ῥίζαν ἀλθαίας. εἰ δὲ τάσις εἴη περὶ τῷ φλεγμαίνοντι μορίῳ τοῦ δέρματος ἰσχυρά, σχάζειν αὐτὸ πολλαῖς ἀμυχαῖς συμμέτρως τῷ βάθει, καὶ μετὰ ταῦτα τὸ κρίθινον ἄλευρον ἕψοντας, ὡς εἴρηται, καταπλάττειν. ἐφʼ ὧν μέντοι δυσεκπύητός τε καὶ δυσδιαφόρητος ὁ ὄγκος ἐστί, τοὺς ἐσφηνωμένους χυμοὺς ἡγητέον εἶναι παχυτέρους τε καὶ γλισχροτέρους· ἐν δὴ ταῖς τοιαύταις διαθέσεσι μόναις ἐπιτήδειός ἐστιν ἡ διὰ τῶν βαθειῶν ἀμυχῶν ἴασις. ἐπιτήδειον δὲ καὶ τὸ διὰ τῶν ἡψημένων ἰσχάδων κατάπλασμα· χρὴ δʼ οὐκ αὐτὰς τὰς ἰσχάδας λαμβάνειν, ἀλλὰ τὸ ὕδωρ ἐν ᾧ διετάκησαν ἡψημέναι. προσήκει δὲ δηλονότι γλυκείας καὶ λιπαρὰς εἶναι τὰς ἰσχάδας, ὡς ἐν ἑαυταῖς ἔχειν ὑγρότητα παραπλησίαν μέλιτι, καὶ εἰ τοιαύτας λαβὼν ἑψήσεις ἄχρι πλείστου, τὸ ἀφέψημα μέλιτι λεπτῷ γενήσεται παραπλήσιον. τούτῳ τοιγαροῦν τῷ ὕδατί ποτε μὲν κρίθινον ἄλευρον ἀναδεῦσαι προσήκει, ποτὲ δʼ ἄρτον συγκομιστόν, ὅ τι περ ἂν ἁρμόττειν σοι δοκῇ. εἰ δὲ διαφοροῖτο μὲν ὁ ὄγκος, ἐλλιπέστερον δʼ ἢ προσήκει, συνεψεῖν ταῖς ἰσχάσιν ὕσσωπον ἢ ὀρίγανον· εἰ δʼ ἰσχυρότερόν ποτε ξηρᾶναι βουληθείης τὸν ὄγκον, ἅλας ἐπεμβάλλειν τῷ ἀφεψήματι. προσέχειν δὲ χρὴ τὸν νοῦν ἀκριβῶς ἐφʼ ἑκάστης λύσεως· ἡ γὰρ διὰ τῶν ἰσχυρῶς ξηραινόντων ἀγωγὴ σκιρρῶδες αὐτῶν τὸ κατάλοιπον ἐργάζεται, κἄν ποτε τοιαύτην ὑποψίαν ἔχῃς, ἀφεψεῖν ἐν ὕδατι σικύου τοῦ ἀγρίου ῥίζαν ἢ βρυωνίας ἢ ἀλθαίας ἢ ἀσάρου, πολλάκις μὲν αὐτῶν μόνων, ἐνίοτε δὲ καὶ τῶν λιπαρῶν ἰσχάδων ἐπεμβάλλων, εἶτα τῷ ὕδατι μιγνύειν τὸ ἄλευρον, ἀναμιγνύντας τι καὶ στέατος. ἰσχυροτέρα δὲ τούτων ἐστὶν ἡ τοῦ δρακοντίου, καὶ εἴ ποτε χρῆσθαι βουληθείης αὐτῇ λεπτομερεστέρᾳ τε πολὺ τῶν εἰρημένων οὔσῃ καὶ διαφορητικωτέρᾳ, μίγνυε πάντως τὸ στέαρ. διαφορεῖ δὲ σκληρίας ἀβρότονον λεῖον ἑψηθὲν σὺν ὠμηλύσει· καὶ ἄγνου σπέρμα καὶ φύλλα μετὰ τῶν ἐπιτηδείων. ἀδίαντον δʼ ἀποστήματα διαφορεῖ, καὶ ἀκαλύφη φύματα καὶ παρωτίδας. ἀνήθινον ἔλαιον διαφορητικόν ἐστι καὶ πεπτικὸν ὠμῶν καὶ ἀπέπτων ὄγκων, πεπτικώτερον δὲ τὸ ἀπὸ τοῦ χλωροῦ ἀνήθου καὶ ἧττον διαφορητικόν. ἔβισκος ἢ ἀλθαία — ἔστι δʼ ἀγρία μαλάχη — φυμάτων ἀπέπτων ἐστὶ πεπτική, καὶ ἡ ῥίζα δʼ αὐτῆς καὶ τὸ σπέρμα ὁμοίως ἐνεργεῖ. παλιούρου τὰ φύλλα καὶ ἡ ῥίζα φύματα θεραπεύει, ὅσα γε μὴ ὑπάρχει φλεγμονώδη καὶ θερμά. ῥύπος ὁ ἀπὸ τῶν ἀνδριάντων φύματα διαφορεῖ, καὶ τῶν πικρῶν θέρμων τὸ ἄλευρον. πίττα συμπέττει τοὺς σκληροὺς καὶ ἀπέπτους ὄγκους ἅπαντας ἐμβαλλομένη τοῖς καταπλάσμασι, καὶ μᾶλλον ἡ ὑγρά. βούφθαλμα σκληρίας ἰᾶται μιγνύμενα κηρωτῇ. ὅταν δʼ ἀπογνῷς διαφορῆσαι, τοῖς διὰ τοῦ πυρίνου ἀλεύρου καταπλάσμασι χρῶ· συλλαμβάνουσι γὰρ ἰσχυρῶς τῷ τάχει τῆς ἐκπυήσεως· ἔπειτα ἀναστομώσας, ἐὰν μὲν ἀκριβῶς ᾖ τὰ πέριξ τῆς τομῆς ἀφλέγμαντα, τοῖς ἐμπλαστοῖς φαρμάκοις θεράπευε· ξηραντικὴ δʼ αὐτῶν ἡ δύναμις καὶ ἄδηκτος ἔστω, μὴ διὰ τῶν στυφόντων συγκειμένη φαρμάκων, ἀλλʼ ἤτοι τῶν διαφορούντων ἀλύπως μόνων, ἢ καὶ βραχύ τι στύψεως ἐχόντων. ἐχρησάμην δʼ ἐγὼ πολλάκις ἐπὶ τῶν τοιούτων τῷ τε διὰ ζύμης καὶ τῷ διὰ τῶν κεκαυμένων ὀστρέων, ἔτι τε τῷ διὰ τῆς χαλκίτεως· εἰ δέ τι τῶν πέριξ τῆς τομῆς φλεγμαίνοι, τῷ διὰ τῆς χαλκίτεως, ἐλαίῳ τήξας, ὅταν ἀτρέμα ψυχθῇ, κατεράσας εἰς θυΐαν μαλάττων ταῖς χερσί, οἶνον παραχέων. ὅταν γε μὴν ἐπὶ πλέον ἐκταθῇ τὸ δέρμα κατὰ τὰς ἐκπυήσεις, ὡς ῥακῶδες γενέσθαι, δυσκόλλητον ἀποτελεῖται τοῖς ὑποκειμένοις σώμασιν, ὥστε ἀνάγκην εἶναι τῇ κατὰ πλάτος ἀγωγῇ θεραπεύεσθαι τὸ ἕλκος. πολλὰ δὲ τῶν ἐν τοῖς ἄρθροις ἑλκῶν οὐκ ἐκπυΐσκονται· μυξῶδες γάρ ἐστι τὸ ἐν τούτοις ὑγρόν, κἀπειδὰν πλεονάσῃ καὶ διαβρέξῃ τὰς περικειμένας σάρκας, ὄγκους ἐργάζεται παραπλησίους τοῖς λευκοφλεγματίαις ὑδέροις, ἐφʼ ὧν ἐξαπατηθέντες ἔνιοι καὶ τεμόντες, ὡς πύον εὑρήσοντες, οὐχ εὗρον μὲν ὃ ἤλπισαν, ἐθεάσαντο δὲ διάβροχον καὶ μυξώδη πᾶσαν τὴν περὶ τὸ ἄρθρον σάρκα. ἐπὶ δὲ τῶν ἐν βάθει συνισταμένων ἀποστημάτων, καὶ μάλιστα κατὰ τὰ σπλάγχνα, τὰ ἔξωθεν ἐπιτιθέμενα ξηραντικὰ τῇ δυνάμει καὶ τῶν πινομένων τὰ διὰ τῶν ἀρωμάτων φάρμακα λυσιτελέστατά ἐστιν, ὧν ἡ δύναμις λεπτύνει καὶ εἰς ἀτμοὺς λύει καὶ διαφορεῖ τὸ συνιστάμενον ὑγρόν. ἔστι δὲ καὶ ἄλλα μὲν πολλὰ τοιαῦτα, μάλιστα δʼ αὐτῶν εὐδόκιμα τό τε διὰ τῶν ἐχιδνῶν ἥ τε ἀθανασία καλουμένη καὶ ἀμβροσία. ταῦτα μὲν πολυτελῆ· τῶν δʼ εὐτελῶν ἄριστόν ἐστι τὸ ἡμέτερον, ὃ διὰ τῆς καλαμίνθης σκευάζομεν.

Ἐκ τῶν Ἀντύλλου καὶ Ἡλιοδώρου. Χειρουργία ἀποστημάτων.

Εἰ μὲν κατὰ τὴν κεφαλὴν γένοιτο ἐπιπολῆς ἀπόστημα, ἁπλοτομήσομεν, τάττοντες τὴν διαίρεσιν οὐ κατὰ τὴν εὐθύτητα τῶν τριχῶν, ἀλλʼ ἐπικάρσιον καὶ ὑποβεβλημένην τῇ τριχώσει, ὅπως ἡ οὐλὴ μετὰ ταῦτα κρύπτοιτο ὑπὸ τῆς τῶν τριχῶν ἐπιπτώσεως· εἰ δὲ βύθιον κατὰ τὸν περικράνιον ὑμένα τὸ ὑγρὸν ὑποπίπτοι, ὥστε ἢ διαφθαρῆναι μέρος τι αὐτοῦ ἢ διαγανακτῆσαι καὶ συμπαθῆσαι, τῆς μὲν εὐμορφίας ἥττονα ποιησόμεθα λόγον, τοῦ δʼ ἀσφαλοῦς προνοούμενοι δύο διαιρέσεις ἐμβαλοῦμεν συμμέτρους ὡς πρὸς τὸ ἀπόστημα, τὴν μὲν εὐθυτενῆ, τὴν δʼ ἐπικαρσίαν, τεμνούσας κατὰ μεσότητα ἀλλήλας, ὡς τὸ σχῆμα αὐτῶν παραπλήσιον εἶναι τῷ χῖ γράμματι· οὕτω γὰρ ὁ περικράνιος οὐ διαγανακτήσει πανταχόσε διαιρούμενος. εἰ δὲ κατὰ μέτωπον ἀπόστημα γένοιτο, ἐπικαρσίως διαιροῦμεν μιμούμενοι τὰς φυσικὰς ἐν τῷ μετώπῳ γραμμάς· εἰ δὲ κατὰ ῥῖνα, τὴν τομὴν εὐθυτενῆ τάξομεν κατὰ τὸ μῆκος τῆς ῥινός· εἰ δὲ κατὰ μῆλα, εἰ μὲν ὑπʼ αὐτοῖς τοῖς ὀφθαλμοῖς, μηνοειδεῖ διαιρέσει χρησόμεθα, τὸ κύρτωμα τῆς διαιρέσεως κάτω στρέφοντες, ἵνα ταῖς φυσικαῖς τῶν ὑπωπίων περιφερείαις σχηματισθῇ· εἰ δὲ κατωτέρω κατὰ τὰ λεπτὰ καλούμενα τῆς γνάθου, εὐθυτενῆ τομὴν διελοῦμεν, ἐπεὶ καὶ ἡ ῥυσότης ἡ κατὰ φύσιν τῶν παρειῶν κατʼ εὐθύτητά ἐστιν. ὄπισθεν δὲ τοῦ ὠτὸς ὑγροῦ γενομένου, μηνοειδῶς περιγράψομεν, μιμούμενοι τὴν βάσιν τοῦ ὠτός. τραχήλου δʼ ἐπʼ ἀποστήματι τεμνομένου, ἐπὶ μὲν τῶν ὄπισθεν εὐθυτενὴς διαίρεσις ἁρμόδιος, ἐπὶ δὲ τῶν ἔμπροσθεν, ἐπεὶ λαπαρὸν τὸ δέρμα διὰ τὰς ἐπικύψεις καὶ πολλὴν ἐπίδοσιν ἔχει, περιελοῦμεν· ἐκ γὰρ τῆς εὐθυτομίας οὐ πάνυ τι προσπίπτει τὰ σώματα, οἷα δὴ τοῦ δέρματος ἐγχαλωμένου καὶ ἀφισταμένου τῶν συνεχῶν σωμάτων. ταὐτὰ δὲ ποιοῦμεν καὶ ἐπὶ μασχάλης καὶ βουβῶνος καὶ δακτυλίου διὰ τὴν ὁμοείδειαν τοῦ δέρματος πρὸς τὸ τοῦ τραχήλου δέρμα. ἐπὶ δὲ μαστῶν, παχέων μὲν ὄντων τῶν ἐπικειμένων τῷ πύῳ σωμάτων, ἁπλοτομία γινέσθω· λεπτῶν δὲ καὶ ἀνεπιτηδείων πρὸς κόλλησιν, ἐκτεμνέσθω. τὰ μὲν οὖν ἄλλα μέρη τοῦ τιτθοῦ ἀδεῶς περιαιρείσθω· ὁ δὲ πλησίον τῆς θηλῆς τόπος πεφροντισμένως μηνοειδεῖ περιαιρέσει, συντηρουμένης τῆς θηλῆς. ἐν δὲ τοῖς βραχίοσι καὶ τοῖς ἀγκῶσιν ἔν τε ταῖς χερσὶ καὶ δακτύλοις καὶ τοῖς ἀπὸ τῶν βουβώνων κατωτέρω πᾶσιν εὐθείας κατὰ μῆκος διαιρέσεις ἐγχαράσσομεν. εἰ δὲ κατʼ ὠμοπλάτην ἢ ὑπὸ κλεῖς ἀπόστημα συμβαίη, λοξὸν τὸ εἶδος τῶν τομῶν παραληπτέον κατὰ μίμησιν τῆς ἐξοχῆς τῶν ὀστέων τούτων· εἰ δὲ κατὰ ῥάχιν, εὐθυτενῶς διαιροῦμεν, ὥσπερ οἱ μύες ἐπιπεφύκασιν. ἐπὶ δὲ πυγῶν, κατὰ μὲν τὰ περιφερῆ καὶ ὀπίσω μέρη διαιροῦμεν εὐθείαις τομαῖς, κατὰ δὲ τὰ ὑπεσταλμένα καὶ συνεγγίζοντα τοῖς μηροῖς περιελοῦμεν· συριγγοῦται γὰρ ῥᾳδίως, εἰ μὴ περιαιροῖτο ἐκ πλάτους. ὁμοίως δέ, εἰ καὶ περὶ τὸν σφιγκτῆρα ὑγρὸν γένοιτο, τὸ εἶδος τῆς διαιρέσεως ἐπικάρσιον ἐπιτηδευέσθω· ταύτῃ γὰρ καὶ αἱ στολίδες πεφύκασιν. δεῖ δʼ ἐν τῷ καιρῷ τῆς κατουλώσεως κασσιτέρινον σωλῆνα κυκλοτερῆ ἐντιθέναι, ἔξωθεν μὲν ἀχανῆ, εἰς δὲ τὸ βάθος περιφερῆ τρῆμα μέσον ἔχοντα πρὸς τὰς τῶν πνευμάτων ἀποδόσεις· μέχρι τέλους δὲ τῆς θεραπείας ἐγκείσθω ὁ σωλὴν πρὸς τὴν ἐν διαστολῇ κατούλωσιν. ἐπὶ δὲ πλευρῶν καὶ στέρνου τὸ εἶδος τῆς διαιρέσεως ἐπικάρσιον ἐπιτηδευέσθω· ταύτῃ γὰρ καὶ αἱ πλευραὶ πεφύκασιν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἐπιγαστρίου διὰ τὸ τὰς φυσικὰς στολίδας αὐτοῦ πάσας ἐπικαρσίους εἶναι. ἐπὶ δʼ ὀσχέου καὶ καυλοῦ τομαῖς εὐθυτενέσι χρηστέον, καὶ τὸ σύνολον εἰδέναι χρὴ ὅτι τὰ σχήματα τῶν διαιρέσεων διδασκόμεθα ἐκ τῆς ἐπιβλέψεως τῆς πρόσθεν πρὸς τὸ ἀσφαλὲς καὶ τὸ εὔμορφον· γραμμὰς μὲν γὰρ φυσικὰς ἀπομιμούμενοι διὰ τῆς τομῆς, ἐπὶ τὸ εὔμορφον ποιούμεθα τὴν ἀναφοράν· εὐθυτενῶς δὲ τέμνοντες, οἷον ἐπὶ τῶν κώλων καὶ τῶν τενόντων, τῆς ἀσφαλείας προνοούμεθα, ἵνα μὴ τῶν νεύρων καὶ τῶν ἀγγείων ἐκ τῆς ἐπικαρσίου διαιρέσεως ἀναγκασθῶμεν διελεῖν τι. χρὴ μέντοι γινώσκειν ὡς οὐκ ἐπίσης ὀφειλόντων ἀποβλέπειν ἡμῶν πρός τε τὸ ἀσφαλὲς καὶ τὸ εὐπρεπές· πανταχοῦ γὰρ προσεχέστερον τὸ τῆς ἀσφαλείας τίθημι. πάλιν ἐπὶ μὲν τῶν μικρῶν ἀποστημάτων μιᾷ διαιρέσει χρησόμεθα, καθʼ ὃ λεπτότατα αὐτὰ ἑαυτῶν εὑρίσκεται τὰ σώματα· ἐπὶ δὲ τῶν μειζόνων πλείοσι διαιρέσεσι χρώμεθα· τέμνοντες γὰρ ᾗ λεπτότατον τὸ δέρμα καὶ τὸ ὑγρὸν ἐκκρίνοντες, καθίεμεν τὸν λιχανὸν δάκτυλον τῆς ἀριστερᾶς χειρὸς διὰ τῆς διαιρέσεως εἰς τὸν κόλπον, ἔπειτα πανταχῇ περιάγοντες αὐτὸν τὸ μέγεθος τοῦ κόλπου κατανοοῦμεν. εἰ μὲν οὖν ἐφʼ ἕν τι μέρος ὁδηγοῖτο ὁ δάκτυλος, τῶν πέριξ ἀπαθῶν ὄντων, καθʼ ὁπότερα ἂν ὑγιὲς ᾖ τοῦ κόλπου, κατὰ ταῦτα κυρτώσαντες αὐτὸν καὶ περιτείναντες τὴν σάρκα, δευτέραν ἐμβαλοῦμεν διαίρεσιν τὸ αὐτὸ σχῆμα ἔχουσαν τῇ προτέρᾳ. εἰ δʼ ὁ κόλπος ὁ περιέχων τὸ ὑγρὸν εὐθυτενὴς μὲν εἴη, τύχοι δὲ πολὺ ἐπιμηκέστερος τοῦ δακτύλου, μετὰ τὴν δευτέραν διαίρεσιν κομισάμενοι τὸν δάκτυλον, πάλιν διὰ τῆς δευτέρας αὐτὸν καθήσομεν καὶ τρίτην ἄλλην ἐμβαλοῦμεν ἐπὶ τῇ δευτέρᾳ παραπλησίως. εἰ δὲ πλατὺς εἴη καὶ περιφερής, στομώσομεν ᾗ λεπτότατος ὑποπίπτει· καθέντες δὲ τὸν δάκτυλον, τὴν μέν τινα διαίρεσιν κατωτέρω τῆς πρώτης ἐμβαλοῦμεν, τὴν δʼ ἀνωτέρω, εἰ τύχοι κἀνταῦθά τις διασημαίνειν ὑποφορά· ἄλλας δʼ ἐκ πλαγίων τῆς πρώτης καὶ τῆς μετὰ τὴν πρώτην, πάσας μέντοι αὐτὰς ἐπὶ τὸ αὐτὸ ἐκτεινομένας μέρος. στοχασμὸς δὲ γινέσθω μάλιστα τοῦ τὰς ὑστάτας διαιρέσεις τὰς πρὸς τοῖς πέρασι τοῦ κόλπου παρʼ αὐτὴν τὴν ὑγιαίνουσαν καὶ μὴ ἀφεστηκυῖαν σάρκα ἐμβάλλεσθαι· εἰ μὴ γὰρ τοῦτο γένοιτο, ἀλλʼ ὑπολείποιτό τις χώρα κεκολπωμένη δυναμένη φυλάττειν ὑγροῦ τι μέρος ἐν ἑαυτῇ, μείζων ὁ κόλπος γενήσεται, τῶν ὑγρῶν διασηπόντων ἐκεῖνα τὰ μέρη, καθʼ ἃ ἂν ὑφίστασθαι τύχῃ. εἰ μὲν οὖν ὑπόπλατυ τὸ ἀπόστημα τύχοι καὶ μὴ πάνυ ἐξωγκωμένον, εὐθυτομήσομεν· εἰ δὲ κυρτὸν ἰσχυρῶς εἴη καὶ περίογκον εἰς ὀξεῖάν τε ἀνατεῖνον κορυφήν, περιαιρέσει χρησόμεθα, μεγάλῃ μέν, εἰ καὶ αὐτὸς ὁ τόπος προκαλοῖτο τὴν περιαίρεσιν, ὡς μασχάλη καὶ βουβὼν καὶ τὰ περὶ τὸν δακτύλιον· εἰ δʼ ὁ μὲν τόπος, ὅσον ἐφʼ ἑαυτῷ, παραιτοῖτο τὴν περιαίρεσιν, τὸ δʼ ἀπόστημα διὰ τὸ ἰσχυρῶς κεκορυφῶσθαι τὴν τῆς περιαιρέσεως ἀνάγκην ἐπάγοι, μικρᾷ χρησόμεθα. χρὴ δὲ περιδιαιρεῖν τὸν τρόπον τοῦτον· μετὰ τὸ σημειώσασθαι τὸν περιαιρεθησόμενον τόπον διαγράψομεν τὸ βάθος μυρσινοειδῶς, εἶτʼ ἄγκιστρον καταπείραντες εἰς μέσην τὴν περιγεγραμμένην σάρκα καὶ ἀνατείναντες ἰσχυρῶς διὰ τῆς ἀριστερᾶς χειρός, πᾶν τὸ περιχαραχθὲν ἐκτεμοῦμεν. ταὐτὰ δὲ ποιήσομεν, κἂν τὰ ἐπεστορεσμένα σώματα τῷ ἀποστήματι λεπτὰ ἢ νενεκρωμένα εἶναι τύχῃ· εὐδόκιμος γὰρ ἐπʼ ἀμφοῖν τούτοιν ἡ περιαίρεσίς ἐστιν. μέτρον δὲ τῆς περιαιρέσεως αὐτὸ τὸ λελεπτυσμένον ἢ νενεκρωμένον ἔστω σῶμα. τοσαῦτα περὶ τῆς χειρουργίας τῶν ὑποπιπτόντων ἀποστημάτων· ἑξῆς δὲ περὶ τῆς θεραπείας λεκτέον.

Ἐκ τῶν Ἡλιοδώρου. Περὶ τῶν ἐν κατακαλύψει ἀποστημάτων.

Ἐὰν μὲν οὖν ὁ πεπονθὼς τόπος ὑποπίπτῃ χειρουργίᾳ, συνεργεῖν δεῖ τῇ πρὸς τὴν ἐπιφάνειαν ῥοπῇ τοῦ ἀποστήματος διὰ πυριῶν θερμῶν καὶ ἐπισπαστικῶν καταπλασμάτων τε καὶ ἐμπλάστρων· τοῦ δʼ ἀποστήματος ὑπὸ σύρρηξιν ἀγομένου, τἀναντία δεῖ ποιεῖν καὶ συνεργεῖν τῇ εἰς βάθος ὁρμῇ πρὸς τὴν ἀναστόμωσιν, τῇ μὲν ἐπιφανείᾳ προσάγοντας τῶν στυφόντων καταπλασμάτων τῶν διὰ φοινίκων καὶ θαλλίας φύλλων καὶ σιδίων καὶ μήλων, πόματα δὲ διδόντας θερμαίνοντα, οἷα τὰ διὰ πεπέρεως, σμύρνης, πηγάνου, ὀποῦ, ἵνα τῆς ἐπιφανείας στελλομένης καὶ τοῦ βάθους θερμαινομένου καὶ ἐρεθιζομένου λεπτυνθὲν τὸ ἀπόστημα ἀναστομωθῇ. ἐπὶ δὲ τῶν ὑποπιπτόντων ἀποστημάτων τοῖς τῆς χειρουργίας ἔργοις, τελείας ἐκπυήσεως γενομένης, ἐπὶ τὴν χειρουργίαν ἥκειν δεῖ.

Τῶν ἐν μεσοπλευρίῳ ἀποστημάτων χειρουργία.

Σχηματιζέσθω ὁ κάμνων κεκλιμένος ἐπὶ τὸ ὑγιὲς πλευρόν. πρὸς δὲ τὴν διαίρεσιν αἱρεῖσθαι δεῖ μεσοπλεύριον τὸ μεσαίτατον τοῦ ὄγκου καὶ τῶν ἄλλων πλατύτερόν τε καὶ εἰκτικώτερον. ἡ δὲ διαίρεσις διδόσθω πλαγία μέν, ὑπόλοξος δὲ πρὸς τὸ τοῦ μεσοπλευρίου σχῆμα. τεμνέσθω δὲ πρῶτον μὲν τὸ δέρμα, καὶ πρὸ τῆς τοῦ ἀποστήματος στομώσεως διὰ τῶν τῆς διαιρέσεως χειλῶν ἀγκτῆρες ῥαμμάτινοι διεκβαλλέσθωσαν τέσσαρες, δύο καὶ δύο· διʼ ἣν δὲ χρείαν, ὕστερον εἴσεσθε. μετὰ τὴν τῶν ἀγκτήρων διεκβολὴν τῷ τοῦ σμιλαρίου κόρακι στομούσθω τὸ ἀπόστημα· ἅμα δὲ καὶ τῷ δακτύλῳ διαρτάσθω τὸ καταλελειμμένον συνεχὲς σῶμα. μέγεθος δὲ τῆς τομῆς σύμμετρον ἔστω ὡς διδάκτυλον ἢ καὶ ἔτι μεῖζον. τῇ δὲ πρώτῃ ἐνεργείᾳ μὴ ὅλον ἐκλαμβανέσθω τὸ πύον· ἡ γὰρ ἀθρόα ἔκκρισις τετήρηται τὸν κατὰ λειποθυμίαν κίνδυνον ἐπιφέρουσα. ἐκληφθέντος δὲ τοῦ ὑγροῦ, σπόγγον μαλακὸν λίνῳ διαδεδεμένον ἐπὶ τὴν διαίρεσιν ἐντιθέσθω, ἵνα διʼ αὐτοῦ τὸ καταλελειμμένον ὑγρὸν ἐπέχηται· εἶτα τιλτοῖς μότοις χρηστέον καὶ πτυγματίῳ διπτύχῳ ἢ τριπτύχῳ, τῷ καλουμένῳ μοτοφύλακι. κατὰ δὲ τούτου οἱ ἀγκτῆρες ἁμματιζέσθωσαν τοπικοῦ κρατήματος χάριν· εἶτʼ ἔξωθεν ἐπιμοτούσθω ἡ τομὴ τιλτοῖς οἰνελαίῳ βεβρεγμένοις, καὶ ἔξωθεν ὁ κοινὸς μοτοφύλαξ ἐπιτιθέσθω, καὶ ὅλῳ τῷ θώρακι ἔριον οἰνελαίῳ βεβρεγμένον. τῇ δὲ δευτέρᾳ ἢ τρίτῃ λυέσθω, καὶ πάλιν μέρος τοῦ ὑγροῦ αὔταρκες κενούσθω. γινέσθω τε ταῦτα καὶ ταῖς ἑξῆς, ἵνα τρισὶν ἢ πλείοσιν ἐπιβολαῖς τὸ τοῦ ὑγροῦ πλῆθος πᾶν κομισθῇ. ἀλλʼ ἐπεὶ τὰ ἀποστήματα ταῦτα κινδυνώδη ἐστί, τὸν ἄριστον ἰατρὸν χρὴ προγινώσκειν τὸν ὀλεθρίως ἔχοντα καὶ τὸν σωτηριωδῶς. ὀλεθρίως μὲν οὖν ἔχων ὁ πάσχων μετὰ τὴν τοῦ ὑγροῦ ἔκκρισιν ἀσώδης ἐστὶ καὶ δυσόρεκτος καὶ δύσπνους καί ποτε καὶ βήσσει μετʼ ἀγρυπνίας καὶ ἀσθενείας τῆς δυνάμεως, καὶ τοῦ ὑγροῦ κενουμένου καθʼ ἡμέραν πάλιν συλλέγεται δαψιλὲς δυσῶδες, καὶ φθειρομένου τοῦ ὑπεζωκότος ὑμένος καὶ ἀπολύματα φανήσεται ἐμφερόμενα τῷ ὑγρῷ· σωτηρίως δὲ διακειμένου τοῦ νοσοῦντος, τὰ ἐναντία συνεδρεύει. καὶ χρὴ μετὰ τὴν παντελῆ τοῦ ὑγροῦ ἔκκρισιν τὸν λιχανὸν δάκτυλον καθιέναι καὶ σκοπεῖν, πότερον γυμναί εἰσιν αἱ πλευραὶ ἢ λελιπασμέναι ἢ σκέπονται ὑπὸ σωμάτων. ἐὰν οὖν ἔτι σκέπωνται τῷ ὑπεζωκότι ὑμένι, γινέσθω κατάντλησις διʼ ὕδατος εὐκράτου, εἶτʼ ἐγκλυζέσθω τὸ βάθος μελικράτῳ, καὶ κλινέσθω ὁ πάσχων πρὸς τὸ πάσχον μέρος. τὸ δʼ ἐναπομεῖναν ἐρίῳ περὶ μηλωτρίδα εἰλημένῳ ἀναρπαζέσθω, εἶτʼ ἐγχυματιζέσθω μέλι λεῖον ὠμὸν ἢ μετρίως ἀπεζεσμένον· φάρμακα γὰρ λιπαίνοντα ἐπὶ τῶν ἀποστημάτων τούτων ἐστὶν ἄθετα, τὸ δὲ μέλι διὰ βαρύτητα ὑποτρέχον καὶ τὸ ὑγρὸν ἀνακουφίζον πρὸς ἔκκρισιν ἄγει. μετὰ τὴν τοῦ μέλιτος ἔγχυσιν λημνίσκοι καθιέσθωσαν, καὶ τότε ἡ τομὴ τιλτοῖς μότοις διαστελλέσθω, εἶτʼ ἔξωθεν πτυγμάτιον μέλιτι βεβρεγμένον ἐπιτιθέσθω, καὶ οὕτως οἱ ἀγκτῆρες ἁμματιζέσθωσαν. περιμοτούσθω δὲ τὰ πλησίον μέρη, καὶ κατʼ αὐτοῦ ὅλου τοῦ πλευροῦ σπληνίον κεκηρωμένον ἐπιτιθέσθω. τοῦ δὲ βάθους ῥευματιζομένου, κατάπλασμα στυπτικὴν ἔχον δύναμιν ἔξωθεν ἐπιτιθέσθω τοῦ σπληνίου. ταῦτα γινέσθω ταῖς ἑξῆς ἡμέραις, ἕως οὗ καθαρθῇ καὶ σαρκωθῇ τὸ βάθος· ἐν δὲ τῷ μέσῳ τῆς θεραπείας χρόνῳ οἱ ἀγκτῆρες διακοπτόμενοι κομιζέσθωσαν. οὗτός ἐστιν ἄριστος τρόπος τῆς θεραπείας, ἐν αὐτῷ τῷ ὑμένι συλλεγέντος τοῦ ὑγροῦ· μεταξὺ δὲ τῶν πλευρῶν καὶ τοῦ ὑμένος συλλεγέντος, μετὰ τὴν ἀσφαλῆ τοῦ ὑγροῦ ἔκκρισιν ὁρμῆσαι δεῖ ἐπὶ τὴν τῶν πλευρῶν ἐκκοπήν· ἐκθήσομαι δʼ αὐτὴν ἑπομένως.

Περὶ ἐκκοπῆς πλευρῶν.

Ἐκτεμνέσθω τὰ σκέποντα τὴν πλευρὰν ἢ τὰς πλευρὰς σώματα, ὑπό τι τετραγώνου τῆς ἐκτομῆς ὑπομήκους σχηματιζομένης· πρὸς δὲ τὴν περιχάραξιν διδόσθω μία πρώτη πλαγία διαίρεσις κατὰ μεσοπλευρίου ὑπὸ τὴν δεομένην ἐκκοπῆς πλευρὰν λελοξωμένη πρὸς τὸ τοῦ μεσοπλευρίου σχῆμα, εἰς ὃ καταπειρέσθω ἄγκιστρον, καὶ ἀναταθὲν ἐκτεμνέσθω. καὶ οὕτως αἱ πλευραὶ ψιλούσθωσαν, καὶ τῇ δεομένῃ πλευρᾷ ἀναιρέσεως πλατὺ μήλης ἢ μηνιγγοφύλακος ἔλασμα ὑπερειδέσθω ἕδρας χάριν, καὶ ἡ ἀκμὴ τοῦ τρυπάνου στηριζέσθω κατὰ τὸ ἐψιλωμένον μέρος τῆς πλευρᾶς πρὸς τοῖς κατὰ φύσιν σώμασι, καὶ γινέσθω ἡ ἐνέργεια. κἂν ὑποπέσῃ τῷ ἐνεργοῦντι κενεμβατῆσαι, τὸ ἔλασμα τῆς μήλης παραγαγέτω ὑπὸ τὸ τετρημένον μέρος. ὅλον δὲ διʼ ὅλου τὸ τῆς πλευρᾶς πάχος τιτράσθω, καὶ ἤτοι δύο τὰ πάντα διδόσθω τρήματα, ἓν καὶ ἕν, στενῆς οὔσης τῆς πλευρᾶς, ἢ δύο καὶ δύο, πλατυτέρας οὔσης. τὸν δὲ τρόπον τῆς τῶν τρημάτων δόσεως ἐκτίθεμεν ἐν τῷ περὶ τῶν τοῦ κρανίου λόγῳ, καθάπερ καὶ τὸν τρόπον τῆς ἐκκοπῆς. διακοπτέσθω δὲ τῆς πλευρᾶς καθʼ ἓν μέρος τὸ πλεῖον πάχος, καὶ λεπτὴ συνέχεια καταλειπέσθω, εἶτα τότε τὸ ἕτερον διὰ τῶν ἐκκοπέων διαιρείσθω ὅλον. τούτου γενομένου, δακτύλοις ἢ ὀστάγρᾳ συνεχέσθω ἡ πλευρά, ἵνα ἡ καταλελειμμένη λεπτὴ συνέχεια μιᾷ ἐπιβολῇ τῇ τοῦ σμιλίου τοῦ ἐκκοπέως ἀκμῇ διακοπῇ. κἂν μὲν ᾖ ἁπαλὰ τὰ τῆς πλευρᾶς ἄκρα, ἀρκεῖσθαι δεῖ· ἀνώμαλα δʼ ὄντα ῥίνῃ ὁμαλίζειν. ταῦτα ποιοῦμεν ἐπὶ τῶν ὀστωδῶν πλευρῶν· ἐπὶ δὲ τῶν χονδρωδῶν ἐκτέμνειν χρὴ καὶ ἀναιρεῖσθαι διὰ σμιλίου βαρυτάτου ἢ κατʼ ἐνέρεισιν ἀκμῇ σμιλίου τοῦ ἐκκοπέως· οὔτε γὰρ ἀντέρεισις ἐπὶ χονδρώδους πλευρᾶς παραλαμβάνεται οὔτε ἐκκοπὴ διὰ τὴν ἁπαλότητα τῆς οὐσίας. ἐκτεμνέσθω δὲ μὴ μόνον τὸ λελιπασμένον μέρος τοῦ χόνδρου, ἀλλὰ καί τινα τῶν κατὰ φύσιν τῆς πλευρᾶς. μετὰ δὲ τὴν τῶν πλευρῶν ἀναίρεσιν λημνίσκοις ἀναπληρούσθω τὸ τῆς ἐκτομῆς κοίλωμα, καὶ τὰ πρόχειρα μέρη τιλτοῖς μότοις ἀναπληρούσθω, καὶ κατὰ τοῦ μοτοφύλακος ὅλου τοῦ θώρακος ἔριον οἰνελαίῳ βεβρεγμένον ἐπιτιθέσθω, εἶτʼ ἐφιδρύσθω. μετὰ δὲ τὴν κάθαρσιν πρὸς τὴν σάρκωσιν ἐγκρίνειν δεῖ ἐμπλάστρους κεφαλικὰς ἀνιεμένας ῥοδίνῳ· τὰ γὰρ λιπαίνοντα φάρμακα ἀνοίκεια σύνεστιν, ὅτι πλευρῶν ἄκρα γεγύμνωται, καὶ λιπαινόμενα πρὸς τοῖς ἐσχάτοις τῆς θεραπείας συριγγοῖ τοὺς τόπους μετὰ τὴν σάρκωσιν. ὑπτία οὖσα ἰσόπεδος ἡ ἕλκωσις κατουλούσθω.

Περὶ περιτοναίου καὶ τοῦ μεταξὺ ἐπιγαστρίου καὶ περιτοναίου ἀποστήματος.

Ἐπὶ τοῦ περιτοναίου τόπου τε τοῦ μεταξὺ ἐπιγαστρίου καὶ περιτοναίου ἡ αὐτὴ χειρουργία γινέσθω· διαιρεῖται γὰρ ἕως τοῦ πύου τὰ σκέποντα σώματα, τοῦ πάσχοντος ὑπτίου ἐσχηματισμένου. καὶ τἄλλα γίνεται ὡς ἐπὶ θώρακος· ἄμεινον δʼ ἐστὶ μετὰ τὴν παντελῆ τοῦ ὑγροῦ ἔκκρισιν τὸν δάκτυλον εἰς βάθος καθιέναι καὶ διαίρεσιν εἰς ὑπόρρυσιν διδόναι. ὀλίγου δʼ ὄντος τοῦ συλλεχθέντος ὑγροῦ, κατὰ μίαν ἐπιβολὴν ἡ ἔκκρισις τοῦ παρακειμένου γινέσθω ὡς ἐπὶ τῶν ἐν ἐπιφανείᾳ ἀποστημάτων.

Περὶ ἥπατος καὶ σπληνὸς ἀποστήματος.

Ἐπὶ τῶν ἐν ἥπατι καὶ σπληνὶ ἀποστημάτων δοκεῖ μοι δεῖν τέμνειν ἢ καίειν. διαιρείσθω δὲ τὰ ἐπικείμενα τῷ σπλάγχνῳ σώματα, ἐπιγάστριον καὶ περιτόναιον, καὶ πλείστης οὔσης συλλογῆς διεκβαλλέσθωσαν ἀγκτῆρες διὰ τῶν τοῦ ἐπιγαστρίου χειλῶν, καὶ τότε τὸ ἀπόστημα διαιρείσθω πάλιν, πρὸς δύναμιν ἐκκρινομένου τοῦ ὑγροῦ, πρὸς δʼ ἐποχὴν τοῦ καταλελειμμένου, ὡς ἤδη ἐρρέθη, σπογγίου μαλακοῦ ἐντιθεμένου· γινέσθω δὲ καὶ τὰ ἑξῆς οἷα ἐπὶ τοῦ θώρακος εἴρηται· ὀλίγον δʼ ὂν τὸ ὑγρὸν σύμπαν κατὰ μίαν ἐπιβολὴν ἐκκρινέσθω. εἴωθε μὲν οὖν, σαρκουμένης τῆς ἐν τῷ βάθει ἑλκώσεως, συσσαρκοῦσθαι καὶ τὰ χείλη τοῦ ἐπιγαστρίου καὶ τοῦ περιτοναίου, ὥστε μίαν συνούλωσιν τῆς τομῆς γίνεσθαι· ἐὰν δὲ φθάσῃ ἐπουλωθῆναι ἡ τοῦ σπλάγχνου ἕλκωσις, ἀναιμασσέσθω τὰ τῆς τομῆς χείλη καὶ ῥαπτέσθω πρὸς κόλλησιν. ἐὰν δέ ποτε τὸ ἐν ἥπατι καὶ σπληνὶ ἀπόστημα ἀναστομωθῇ, ὡς τὸ ὑγρὸν προχεόμενον ὑποδραμεῖν τὸ περιτόναιον καὶ περιχυθῆναι τοῖς σπλάγχνοις, ἐὰν μὲν ᾖ πλῆθος τὸ προκεχυμένον, ὡς ἀναλογεῖν πλήθει τῷ ἐφʼ ὕδρωπος, παρακεντήσει χρώμεθα· ὀλίγου δʼ ὄντος τοῦ ὑγροῦ τοῦ κεχυμένου, τοπικὴ γινέσθω διαίρεσις τοῦ ἐπιγαστρίου καὶ τοῦ περιτοναίου, εἶθʼ ὅταν φανῇ τοῦ σπλάγχνου στόμωσις, ἐπιδιαιρείσθω πρὸς τὴν τοῦ ἀποστήματος ἀνασκευήν, καὶ τότε τὰ ἀκόλουθα γινέσθω ὅσα μικρῷ πρόσθεν εἴρηται.

Περὶ ἀπευθυσμένου ἐντέρου ἀποστήματος καὶ τῶν ἐν ἄλλοις μορίοις.

Τοῦ ἀπευθυσμένου ἐντέρου ἀποστάντος, ποτὲ μὲν χειρουργεῖν δεῖ, ποτὲ δὲ συνεργεῖν τῇ κατὰ βάθος συρρήξει· χειρουργεῖν μὲν ἐν τοῖς προχείροις τόποις τοῦ ἀποστήματος ὄντος, πλησιάζοντος τῷ σφιγκτῆρι, ἁφῇ ὑποπίπτοντος· συνεργεῖν δὲ συρρήξει, ἐν βάθει γινομένου. πρὸς δὲ τὴν χειρουργίαν ὕπτιος σχηματιζέσθω ὁ πάσχων ἐπὶ παρέδρου δίφρου πρὸς αὐγῇ λαμπρᾷ, συνημμένα ἔχων τὰ σκέλη πρὸς τὸ ἐπιγάστριον καὶ τοὺς μηροὺς διεστῶτας ἀπʼ ἀλλήλων· ἔστωσαν δὲ καὶ οἱ πήχεις ταῖς ἰγνύαις ὑποβεβλημένοι καὶ πρὸς τὸν τένοντα διὰ τῶν ἀνισοτόνων βρόχων ἀνειλημμένοι. μετὰ τὸν δεδηλωμένον σχηματισμὸν τοῖς δακτύλοις ἐκτρεπέσθωσαν αἱ πρόχειροι τοῦ δακτυλίου στολίδες, εἶτʼ ἄγκιστρον τῷ λιχανῷ δακτύλῳ συγκαθιέσθω εἰς τὸ τῆς ἕδρας βάθος καὶ καταπειρέσθω εἰς τὸν ὄγκον, διʼ οὗ ἀποτεινόμενον τὸ ἀπόστημα ἐκτρεπέσθω καὶ ἐπιδιαιρείσθω, παχέων ὄντων τῶν ἐπικειμένων τῷ πύῳ σωμάτων. ταῦτα τὰ ἔργα δύναται γενέσθαι ἐπὶ παιδικῶν καὶ γυναικείων σωμάτων τῶν ἁπαλοσυγκρίτων· ἐπὶ δὲ νέων περισκλήρων ἀκμαζόντων ἀνθρώπων, ἐὰν μὴ δύνηται ἐκτρέπεσθαι ἡ ἕδρα, συγκαθιέσθω εἰς τὸ βάθος τῷ λιχανῷ δακτύλῳ ἡ τοῦ ἡμισπαθίου ἀκμὴ ἢ στενῆς κατιάδος ἔλασμα, καὶ διὰ τῆς ἀκμῆς ἔσωθεν ἔξω ἀγομένης διαιρείσθω ὅλον τὸ ἀπόστημα. μετὰ δὲ τὴν τοῦ πύου ἔκκρισιν λημνίσκῳ καθεθέντι ἀναπληρούσθω ὁ τοῦ ἀποστήματος κόλπος, καὶ τὰ ἄλλα τὰ ἀκόλουθα γινέσθω· τῇ δὲ τρίτῃ καθεζέσθω εἰς λεκάνην πεπληρωμένην ὕδατος θερμοῦ καὶ προσαντλείσθω μετὰ περιχύσεως ἐλαίου καὶ θεραπευέσθω λημνίσκῳ πυοποιῷ φαρμάκῳ κεχρισμένῳ, πάντων καὶ τῶν ἄλλων ἀκολούθως γινομένων. μετὰ δὲ τὴν πύωσιν ἡ ἕλκωσις καθαιρέσθω μέλιτι ἢ ἄλλῳ τινὶ φαρμάκῳ καὶ ἐπουλούσθω τῇ διὰ καδμείας. εἴωθα δὲ πριαπίσκον περιπλάσσειν τῷ φαρμάκῳ καὶ εἰς τὴν ἕδραν ἐντιθέναι. σημεῖα δʼ ἐστὶ τῆς ἐπουλώσεως ἀνωδυνία, καὶ ὅταν μηκέτι πύον ἐκκρίνηται. τοῦ δʼ ἀποστήματος ἐν τῷ βάθει γεγενημένου καὶ τῇ ἁφῇ μὴ ὑποπίπτοντος, συνεργεῖν δεῖ τῇ ῥήξει τοῖς δριμυτέροις κλυσμοῖς διʼ ἀφεψήματος ὑσσώπου, ὀριγάνου μετʼ ἰσχάδων, καὶ τῆς ὀσφύος ἅμα καταπλασσομένης, μετὰ τὴν σύρρηξιν κατʼ ἀρχὰς μὲν ἐγκλύζειν ἀκρατέστερον τὸ μελίκρατον, ὕστερον δὲ τὸ τοῦ φαρμάκου ἢ τῶν ῥόδων ἀφέψημα. εἰ δʼ ἐν τῷ διαφράγματι τῶν μυξωτήρων ἀποστημάτιον γένοιτο, διαιρείσθω καὶ τότε ἐκτεμνέσθω. ἔπειτα ἂν μὲν κατὰ φύσιν ἔχῃ ὁ χόνδρος, ἐάσθω· λελιπασμένος δὲ περιτεμνέσθω, καὶ τότε οἱ ἐλλυχνιωτοὶ μότοι εἰς τοὺς μυξωτῆρας ἐντιθέσθωσαν, εἶτʼ ἔξωθεν ὅλῃ τῇ ῥινὶ ἐλαιοβραχὲς ἔριον ἐντιθέσθω, συνανακεκομμένης λιβανωτοῦ μάννης. ταῖς δʼ ἑξῆς ἡμέραις πυριάσθω, καὶ τὸ ἑλκύδριον θεραπευέσθω. ἐν δὲ τοῖς παρισθμίοις ἀποστήματος συστάντος, διελεῖν χρὴ διαστείλαντα τὸ στόμα τῷ στοματοδιαστολεῖ ἢ σφηνάριον πρίνινον τάξαντα μεταξὺ τῶν μύλων καὶ τὴν γλῶσσαν καταστείλαντα σπαθομήλῃ ἢ τῷ γλωσσοκατόχῳ. εἰ δʼ ἐν τῷ ὀσχέῳ, ἐὰν μὲν ᾖ παχέα τὰ περιέχοντα τὸ ὑγρὸν σώματα, τοῖς καθʼ ἁπλοτομίαν ἔργοις χρησόμεθα, πρὸς τὸ τοῦ ἀποστήματος μέγεθος ἢ μιᾷ διαιρέσει ἢ δυσὶν ἢ τρισὶν ἀρκούμενοι, λημνίσκου τε διεκβολῇ χρώμενοι καὶ τῇ λοιπῇ διαμοτώσει· λελεπτοποιημένων δὲ τῶν σωμάτων, τὴν ἐκτομὴν αὐτῶν δοκιμάσομεν.

Ἐκ τῶν Γαληνοῦ. Περὶ κόλπων καὶ συρίγγων.

Ὅταν δʼ ἐπὶ πλέον ἀκόλλητον ᾖ τὸ δέρμα τοῖς ὑποκειμένοις σώμασι, κόλπον ὀνομάζουσι τὸ τοιοῦτον· ἐφεξῆς οὖν καὶ τῆς τούτου θεραπείας μνημονεύσομεν. βέλτιον μὲν αὐλίσκον εὐθύτρητον ἐκ χαλκοῦ πεποιημένον ἢ κέρατος ἡτοιμάσθαι σοι· μὴ παρόντων δʼ ἐκείνων, τῶν καλουμένων πυουλκῶν ὅστις ἂν εὐρύτατον ἔχῃ τὸ τρῆμα, καὶ τὸ διὰ χάρτου κεκαυμένου συντιθέμενον ἡμέτερον φάρμακον ὀλίγον ῥοδίνῳ πολλῷ μιγνύντα διὰ τοῦ τοιούτου πυουλκοῦ τοῖς κόλποις ἐνιέναι κἄπειτα μότῳ βύειν τὸ στόμιον· ὅσα δʼ ἐμπλαστὰ φάρμακα τήκοντες ῥοδίνῳ ἐνίεμεν, οὐ διεξέρχεται τὸν πυουλκόν, ἀλλʼ ἐπὶ τούτων προσήκει κύστιν λαβόντα χοιρείαν προσδεῖν εὐθύτρητον αὐλίσκον. εἶναι δὲ χρὴ τὰ τηκόμενα φάρμακα δριμύτερα τῶν ἐμμότων ὀνομαζομένων, ὁποῖά ἐστι τὰ συνήθη πᾶσι χλωρὰ τῇ χροιᾷ· προσήκει μὲν γὰρ αὐτὰ τοῦ ῥοδίνου κατὰ τὴν τῆξιν οὐκ ὀλίγον ἔχειν, ὥστε ἐνίεσθαι τῷ κόλπῳ δύνασθαι· καταλύεται δὲ τῶν ἐμμότων ἡ δύναμις ἐν ταῖς τοιαύταις μίξεσιν. ὅσα τοίνυν ἐμπλαστὰ φάρμακα τέως ὄντα καθάπερ τό τε τοῦ Μαχαιρίωνος καὶ τὸ τοῦ Ἐπιγόνου καὶ ἡ Ἴσις εἰς τὴν τῶν ἐμμότων χρῆσιν ἀγόμενα κηρωτῆς μιγνυμένης δεῖται, ταῦτα ἐπιτηδειότατα τοῖς κόλποις ἐστίν, εἰ τακείη μόνον αὐτὰ καθʼ αὑτά, μὴ μιχθείσης αὐτοῖς τῆς κηρωτῆς. συμμέτρως δʼ ὑποσαρκωθέντος τοῦ κόλπου, τῶν κολλητικῶν φαρμάκων ἐπιθήσεις, ὡς εἰ καὶ πρόσφατον ἔναιμον ἐθεράπευες· πολλὰ δʼ ἐστὶ τὰ τοιαῦτα, τὰ μὲν διʼ ἀσφάλτου σκευαζόμενα — καὶ καλοῦσιν αὐτὰ βαρβάρους —, ἕτερα δὲ κιρρὰ διὰ λιθαργύρου τε καὶ ἰοῦ μέχρι πλείονος ἑψηθέντα, ἐπειδὴ οἱ κόλποι πάντες οὐχ ἁπλαῖ διαιρέσεις εἰσίν, ἀλλʼ ἀναδέδαρται σῶμα συχνὸν ἐν αὐτοῖς ἄλλο κατʼ ἄλλο μέρος, ὅπερ οὐδʼ αὐτὸ χρὴ λανθάνειν σε. πρὸς μὲν γὰρ τὴν ἄνω χώραν ἀνατεταμένου τοῦ κόλπου, ῥᾳδίως ἐκρεῖ διὰ τοῦ στόματος ὁ ἰχώρ· κατάντους δʼ ὄντος αὐτοῦ, μένων ἔνδον ἀναβιβρώσκει τι τῶν συνεχῶν. ἐπὶ μὲν δὴ τῶν τοιούτων κόλπων, εἰ μὴ πρότερον εἰς ὑπόρρυσίν τινα ποιήσαις τομήν, οὐδὲν ἀνύσεις, οὔτε ἐν τῷ σαρκοῦν αὐτοὺς οὔτε ἐν τῷ κολλᾶν· ἐπὶ δὲ τῶν ἄλλων οὐ δεήσῃ διαιρέσεως, ἐάν γε μόνον φυλάττῃς τὸ προσῆκον σχῆμα τῷ πεπονθότι μορίῳ, διʼ ὃ σχῆμα δύναιό ποτε καὶ τὸν ἀνάρροπον κόλπον κατάρροπον ἐργάζεσθαι καὶ τὸν κατάρροπον ἀνάρροπον. πρὶν δʼ ἐπιτιθέναι τὸ κολλητικὸν φάρμακον, ἐγκλύζειν μελικράτῳ τὸν τόπον ἢ οἴνῳ ἢ οἰνομέλιτι· πρὸς μὲν γὰρ τὸ ἀπορρύψαι τε καὶ ἀποκαθῆραι τοὺς κατʼ αὐτοὺς ἰχῶρας ἄμεινον τὸ μελίκρατον, ὥσπερ γε καὶ εἰ ἄγαν εἴη ῥυπαρόν, ἡ κονία, εἰς δὲ τὴν μέλλουσαν κόλλησιν ὁ οἶνος. ἔστω δὲ μέσος ἡλικίᾳ τε καὶ στύψει. καὶ μέντοι καὶ μετὰ τὴν ἐπίθεσιν τοῦ κολλήσοντος φαρμάκου σπόγγος καινὸς ἐξ οἰνομέλιτος ἢ οἴνου περιβαλλέσθω μαλακός, ὡς ἔνι μάλιστα, καὶ ἡ ἐπίδεσις ἀπὸ μὲν τοῦ πυθμένος ἀρχέσθω τοῦ κόλπου, τελευτάτω δʼ ἐπὶ τὸ στόμα. αἱ δὲ περιβολαὶ τῶν ὀθονίων σφιγγέτωσαν μὲν ἀνωδύνως τὸν πυθμένα τοῦ κόλπου, κατὰ βραχὺ δʼ ἐκλυέσθωσαν ἄχρι τοῦ στομίου, καὶ τοῦτό γε αὐτὸ χαλαρὰν ἐπίθεσιν ἐχέτω τοῦ φαρμάκου, τῆς περιβαλλομένης ἔξωθεν ἐμπλάστρου τῷ κόλπῳ διεψαλισμένης κατὰ τὸ στόμιον, ὥστε ἐκρεῖν, εἴ τις ἰχὼρ ἐκθλίβοιτο τοῦ κόλπου, μικροῦ τινος ἄλλου κατὰ τοῦτο ἐπιτεθέντος ἐμπλαστρίου μέχρι τῆς λύσεως, ἣν διὰ τρίτης ποιησάμενος ἀφαιρήσεις αὐτὸ οἷον ἐπίθεμα περικείμενον, ἐάσας τὸ καθʼ ὅλου τοῦ κόλπου περιβεβλημένον φάρμακον. ἔσται δέ σοι διάγνωσις, εἰ κεκόλληται τὸ βάθος τοῦ κόλπου καλῶς, ἐκ τοῦ ῥέοντος ἰχῶρος, εἰ πολὺς ἢ ὀλίγος ἐστὶν ἢ πεπεμμένος ἢ ἄπεπτος· ἔτι δὲ καὶ κατʼ αὐτὸν τὸν κόλπον, εἰ μήτε ὀδύνη τις αἰσθητὴ μήτε ὄγκος, ἀλλὰ προσέσταλται τὸ χωρίον ἅπαν καὶ ξηρὸν καὶ ἀνώδυνόν ἐστιν. ἂν δὲ καὶ πύον εὔτροφον ἴδῃς ἐπὶ τοῦ στόματος ὀλίγον, ἔτι μᾶλλον ἐλπίδας ἀγαθὰς ἕξεις περὶ τοῦ κεκολλῆσθαι τὸν κόλπον, ἐπιθείς τε τὸν σπόγγον αὖθις ἐπιδήσας τε, ὡς εἴρηται, λύε κατὰ τὴν ὑστεραίαν ἢ διὰ τρίτης, ὑπαλλάττων ἀεὶ τὸ κατὰ τὸ τοῦ κόλπου στόμιον ἐπικείμενον ὀθόνιον, ἐκ τῆς αὐτῆς ἐμπλάστρου κεχρισμένον, ὃ περιλήψεται σύμπαν ἐν κύκλῳ τὸ στόμιον. εἶναι δʼ αὐτὸ χρὴ μὴ πάνυ προστετυπωμένον, ἀλλʼ ὥστε δύνασθαι τὸν ἰχῶρα τοῦ κόλπου πάντα κενοῦσθαι διʼ αὐτοῦ. κατὰ μὲν οὖν τὴν πρώτην καὶ δευτέραν ἡμέραν ἐὰν ἐκκρίνηταί τις ἰχὼρ λεπτὸς ἐκ τοῦ κόλπου, μὴ πάνυ τι τῆς κολλήσεως ἀπέλπιζε· πολλάκις γὰρ ἡ τοῦ περιβαλλομένου φαρμάκου τῷ πεπονθότι μορίῳ δύναμις ἐκθλίβει σφοδρῶς ἐκ τοῦ δέρματος αὐτοῦ καὶ τῆς ὑποκειμένης αὐτῷ σαρκὸς ὑγρότητα λεπτήν, ὅταν γε οὕτως ἔχῃ διαθέσεως τὸ τοῦ θεραπευομένου σῶμα διὰ φυσικὴν κρᾶσιν ἢ μοχθηρὰν δίαιταν, ἧς ἐκθλιβείσης συμμέτρως ξηρὰ γενόμενα τὰ χωρία κολλᾶται. κατὰ δὲ τὴν τρίτην ἡμέραν ἢ τὴν τετάρτην ἀπὸ τῆς ἀρχῆς ἐὰν ἄπεπτος ἰχὼρ φέρηται διὰ τοῦ στομίου, γίνωσκε μὴ κεκολλῆσθαι τὸν κόλπον. ἔστω δὲ πρὸ πάντων τὸ περιβαλλόμενον τῷ πεπονθότι μορίῳ φάρμακον ἰσχυρῶς μὲν ξηραῖνον, οὔτε δὲ δάκνον οὔτε συντεῖνον, οἷόν ἐστι τὸ ἡμέτερον κιρρόν, ὃ χωρὶς κηροῦ σκευάζεται διὰ μεταλλικῶν φαρμάκων ἡψημένων καὶ ἐλαίου κικίνου καὶ ὄξους, ᾧ καὶ σύριγγας πολλάκις ἐθεράπευσα, τῇ κονίᾳ προκλύσας ἐφʼ ὧν οὐδὲ τύλος ἦν ἔνδον, ἀλλὰ ῥύπος μόνον, εἶτʼ ἐπιθεὶς τὸ φάρμακον. ὅταν γε μὴν εἰς ἀπόστασιν ἀφικομένων ὄγκων ἡ τομὴ γένηται βραδέως, ἢ διαβρωθέντος τοῦ δέρματος ὑπὸ τοῦ πύου, συμβαίνει πολλάκις τὸ περικείμενον δέρμα λεπτὸν ἱκανῶς γενέσθαι καθάπερ τι ῥάκος, καὶ ἔστι τὰ τοιαῦτα δέρματα δυσκόλλητα, καὶ μάλιστα ἐάν τις αὐτοῖς ἐπιβάλῃ ξηρὸν κατὰ τὴν σύστασιν φάρμακον· ὑπὸ τούτων γὰρ ἔτι μᾶλλον γίνεται ῥακωδέστερον καὶ ξηρότερον τὸ δέρμα παραπλήσιον ταῖς τριβακαῖς διφθέραις. ἔδοξεν οὖν μοι προσηκόντως ἀντιχρήσασθαι πρὸς τὴν κόλλησιν αὐτοῦ τῇ συστάσει μὲν ὑγρῷ φαρμάκῳ, τῇ δυνάμει δὲ ξηρῷ. κάλλιστον δὲ πάντων ἐστὶ τὸ συντεθὲν ὑπʼ ἐμοῦ διὰ λιθαργύρου καὶ στέατος χοιρείου παλαιοῦ καὶ χαλκίτεως, ἔχον ἔλαιον παλαιότατον. ἄμεινον δʼ ἐνεργοῦντος ἐπειράθην αὐτοῦ κατὰ τὰς τοιαύτας διαθέσεις, ὅταν μὴ πάνυ τι σκληρὸν ᾖ μηδὲ ἀκριβῶς ἀμόλυντον. ἁρμόττει δέ, ὡς εἴρηται, ἐπὶ τῶν ῥακωδῶν δερμάτων οὐχ ἥκιστα μέλι μέχρι συστάσεως ἑψηθέν. ἔστι δʼ ἡ συμμετρία τῆς ἑψήσεως αὐτοῦ δυσκατόρθωτος τῷ μὴ τεθεαμένῳ· χρὴ γὰρ αὐτὸ μήτε οὕτως γενέσθαι σκληρὸν ὡς δυσπρόσπτωτον εἶναι, μήτε οὕτως ὑγρὸν ὡς περιρρεῖν, καὶ διὰ τοῦτο ἄμεινον ἔδοξέ μοι καταπάττειν χνοώδη σμύρναν ἢ ἀλόην ἢ λιβανωτόν, ἤ τινα τούτων ἢ πάντα, καὶ μάλιστα ὅταν ἐπὶ τῆς ὀθόνης ἐγχρισθὲν ὑγρότερον φαίνηται. καταπάττω δʼ αὐτὰ διὰ κοσκίνου μετεώρου κρατουμένου κατὰ τοῦ μέλιτος. ἀρκεῖ δʼ ἅπαξ ἢ δὶς αὐτὸ κροῦσαι πρὸς τὴν συμμετρίαν τῆς διεκπτώσεως. ἐνίοτε δὲ καὶ κατʼ αὐτὴν τὴν ἕψησιν ἐμπάττω τι τῷ μέλιτι τῶν εἰρημένων φαρμάκων, μάλιστα ὅταν ὁ κόλπος ᾖ μείζων τε καὶ βαθύτερος. ἐπειράθην δὲ καὶ τοῦ λεπτοῦ κενταυρίου θαυμαστοῦ φαρμάκου πρὸς τὴν τοιαύτην χρείαν. ἐφεξῆς δʼ αὐτῷ σύμφυτον ἐπιτήδειόν ἐστι καὶ μετὰ τοῦτο τῆς Ἰλλυρίδος ἴρεως ἡ ῥίζα, μεθʼ ἣν τὸ τῶν ὀρόβων ἄλευρον. εὔδηλον δʼ ὅτι πάντα τὰ τοιαῦτα χνοώδη ποιεῖν προσῆκε, καθαιροῦντα δὲ τὴν κακκάβην τοῦ πυρὸς ἐπιπάττειν ἅπαντα τὰ τοιαῦτα, κἄπειτα κινεῖν ἐπιμελῶς, ἄχρις ἂν οὕτως γένηται τὸ μέλι χλιαρόν, ὡς ἐπιτιθέναι δύνασθαι τῷ θεραπευομένῳ σώματι. μὴ θεραπευθεὶς δὲ ταχέως ὁ κόλπος τυλοῦταί τε καὶ σκληρὸς γίνεται τῷ χρόνῳ καὶ οὐχ οἷόν τέ ἐστιν ἔτι κολλῆσαι τοῖς ὑποκειμένοις αὐτόν· προσστέλλεται μέντοι ξηρανθεὶς ὑπὸ φαρμάκων καὶ διαίτης, ὡς δοκεῖν ὑγιὲς ἀμέμπτως ὑπάρχειν τὸ μόριον. εἰ μὲν δὴ διὰ παντὸς ἀκριβῶς τις διαιτώμενος ὑγιεινὸν ἔχοι καὶ ἀπέριττον τὸ σῶμα, προσεσταλμένος ὁ κόλπος μένει· περιττώματος δέ τινος ὑποτραφέντος, αὖθις πληροῦται καὶ γίνεται πάλιν, ὅπερ ἐξ ἀρχῆς ἦν, ἀπόστημα, καὶ αὖθις δεόντως ἰωμένων ἐκκενοῦται καὶ ξηραίνεται καὶ προσστέλλεται, καὶ πολὺ ῥᾷον ἅπαντα αὐτῷ γίνεται ταῦτα τῶν ἐξ ἀρχῆς ἀποστάντων· οὔτε γὰρ ὀδυνᾶται διασπώμενα τὰ μόρια — διέστηκε γὰρ ἤδη —, καὶ πληροῦται τάχιστα, ῥᾳδίως ὑποδεχομένου τοῦ κόλπου τὸ ῥεῦμα. καὶ δὴ καὶ κενοῦται ταχέως ὡδοποιημένων αὐτῷ τῶν ἐκροῶν, ὡς ὅταν γε κολληθῶσιν αὐτά, πάλιν ὀδυνῶνται, ῥηγνυμένου τοῦ ἀποστήματος. ἔστι δὲ καὶ ἡ σύριγξ ὀνομαζομένη στενὸς καὶ προμήκης κόλπος ὁμοίως τοῖς ἄλλοις κόλποις προσστελλομένη τε καὶ αὖθις ἀφισταμένη διʼ ἐπιρροὴν περιττωμάτων ὥσπερ ἐκεῖνοι. Ὅσα ἁπλᾶ.

Σπονδυλίου ἡ ῥίζα περιξεομένη καὶ ἐντιθεμένη συρίγγων τύλους ἀφαιρεῖ, καὶ ὀπὸς τιθυμάλλου ἐξαιρεῖ. ἐλλέβορος μέλας ἐντιθέμενος ἐν δύο που καὶ τρισὶν ἡμέραις ἀφίστησι τὸν τύλον.

Περὶ τῶν ἐν τοῖς ἀδέσι φλεγμονῶν καὶ ἀποστημάτων.

Ἐπειδὰν κατʼ ἀρτηρίας μεγάλης ἢ φλεβὸς ἕλκος γένηται, τάχιστα μὲν οἱ βουβῶνες ἀνίστανται· φαίνεται δʼ ἐνίοτε καὶ ἡ φλὲψ αὐτὴ καθʼ ὅλον τὸ κῶλον ἐρυθρά τε καὶ θερμὴ καὶ τεταμένη, καὶ εἰ θίγοις αὐτῆς, ὀδυνωμένη. πληθωρικοῦ μὲν οὖν ὄντος ἢ κακοχύμου τοῦ παντὸς σώματος, ἡ θεραπεία δύσκολος γίνεται, ὑγιεινοῦ δʼ ἀκριβῶς ῥᾳδία· θερμαίνειν τε γὰρ χρὴ καὶ ὑγραίνειν ὅλον τὸ σκέλος, ὅπως ἀνώδυνον γίνοιτο. γινώσκεις δὲ δήπου τὴν τῶν τοιούτων ὕλην, αὐτῷ μὲν τῷ ἕλκει τῆς τετραφαρμάκου δυνάμεως ἐπιτιθεμένης ἐν μότῳ· λύεται δὲ ῥοδίνῳ μὲν μάλιστα, μὴ πάροντος δʼ αὐτοῦ, τῶν χαλαστικῶν ἐλαίων τινί· τῷ δʼ ὅλῳ κώλῳ περιελιττομένου πιλήματος ἐλαίῳ θερμῷ βεβρεγμένου. καὶ μέντοι καὶ αὐτῷ τῷ ἕλκει τὸ φάρμακον ἐπιτιθέναι χρὴ θερμόν, ἔξωθέν τε καταπλάττειν αὐτὸ θερμῷ καταπλάσματι, τὸ μὲν ἄλευρον ἤτοι πύρινον ἢ κρίθινον ἢ μικτὸν ἐξ ἀμφοῖν ἔχοντι, τὸ δʼ ὑγρὸν ὕδωρ μετʼ ἐλαίου βραχέος. οὕτω δὲ καὶ αὐτῷ τῷ ἀδένι τῷ φλεγμαίνειν ἠργμένῳ παρηγορικῶς χρὴ προσφέρεσθαι τὴν μὲν πρώτην ἐξ ἐλαίου θερμοῦ διάβροχον ἔριον ἐπιτιθέντας, οὐχ ὥς τινες, εὐθέως μεθʼ ἁλῶν· ὕστερον γὰρ ἐκείνοις χρησόμεθα, τοῦ τε καθʼ ὅλον τὸ κῶλον ἀγγείου παρηγορηθέντος, ἀνωδύνου τε τοῦ ἕλκους γενομένου. πληθωρικοῦ δʼ ὄντος ἢ κακοχύμου τοῦ σώματος, ἡ διὰ τῶν οὕτω θερμαινόντων ἀγωγὴ ῥευματίζει τὸ κῶλον· οὐ μὴν οὐδʼ ἄλλῃ τινὶ χρῆσθαι δυνατόν. ἀναγκαζόμεθα τοιγαροῦν ἤτοι καθαίρειν ἢ κενοῦν αἵματος φλέβα τέμνοντες ἢ ἀποσχάζοντες τὰ μὴ πεπονθότα κῶλα. ὡς τὰ πολλὰ μὲν οὖν ἐπὶ τοῖς προειρημένοις βοηθήμασι παύεται τῶν ἀδένων ἡ φλεγμονή· πολλάκις δὲ καὶ ἐκπυΐσκεται μείζων γενομένη. καὶ μέντοι καὶ τὰ καλούμενα φύματα κατὰ τοὺς ἀδένας συμβαίνει διὰ ῥεῦμα κατασκῆψαν ἄνευ τῆς ἐξ ἕλκους προφάσεως. ὅταν οὖν τὸ οἷον ζέον τῆς φλεγμονῆς παύσηται, τῶν παρηγορικῶν ἀποχωροῦντα καταπλασμάτων ἐπὶ τὰ διαφορητικὰ χρὴ μεταβαίνειν κατὰ βραχύ, πρῶτα μὲν τοῖς παρηγορικοῖς μιγνύντα μέλιτος ὀλίγον, εἶτʼ ἀφαιροῦντα μὲν ὅλον τὸ πύρινον ἄλευρον, ἀρκούμενον δὲ τῷ κριθίνῳ μετὰ τοῦ καὶ τὸ μέλι προσαύξειν, εἶθʼ ἑξῆς ἐπί τι τῶν διαφορούντων ἰέναι φαρμάκων ὅσα ταῖς συστάσεσιν ἤτοι γε ὑγρὰ τοῖς ἐμμότοις ὁμοίως ἐστὶν ἢ κηρωτοειδῆ· ἀφίστασθαι δὲ τῶν σκληρῶν, οἷα πολλὰ τῶν ἐμπλαστῶν εἰσιν· συντείνει τε γὰρ τὰ λείψανα τῶν φλεγμονῶν αὖθίς τε φλεγμαίνειν ἀναγκάζει τὰ πεπονθότα μόρια. κἂν εἰ πύον δέ τι κατὰ τὸ διαπυῆσαν ἀξιόλογον ᾖ περιεχόμενον, οὐ χρὴ στομοῦν αὐτίκα, καθάπερ ἔνιοι πράττουσιν, ἀλλὰ διαφορεῖν ἐπιχειρεῖν φαρμάκοις, ὧν ἡ χρῆσις ἐστοχάσθω τῆς διαθέσεως· ὅταν μὲν γὰρ ἔτι φλεγμονῶδες κατὰ τὸ μόριον ᾖ, τὰ δριμέα τῶν φαρμάκων ἐρεθίζει μᾶλλον ἢ διαφορεῖ· ὅταν δέ σοι φαίνηται τὸ τῆς φλεγμονῆς λείψανον οἷον σκιρρῶδες γινόμενον, ἐπιθαρρεῖν ἤδη τοῖς ἰσχυροῖς φαρμάκοις, ἐπιβλέποντα δὶς τῆς ἡμέρας τί δρᾷ. κἂν ἴδῃς ποτὲ διὰ τὴν τοῦ φαρμάκου δριμύτητα τὸ πεπονθὸς ἐρεθιζόμενον, ὡς ὀγκωδέστερον ἢ ἐρυθρότερον ἢ ὀδυνωδέστερον γεγονέναι, παρηγόρει μεταξὺ τῇ διὰ τῶν σπόγγων πυρίᾳ, καὶ αὕτη δέ σοί ποτε μὲν ἐξ ὕδατος ἔστω ποτίμου, ποτὲ δʼ ἁλῶν ἔχοντός τι, κατὰ τὰς σκιρρωδεστέρας δηλονότι φλεγμονάς. ἐχρησάμην δʼ ἐπὶ τῶν κατὰ βουβώνων πολλάκις καὶ ταχέως παυόμενον ἐθεασάμην τὸν ὄγκον. εἰ δὲ καὶ νικηθείη ποτὲ τὰ φάρμακα πρὸς τοῦ πλήθους τοῦ πύου, στομοῦν χρὴ τὸ οὕτως ἀφιστάμενον, ἔνθα μάλιστά ἐστιν ὑψηλότατον ἑαυτοῦ· καὶ γὰρ καὶ λεπτότατον ἐνταῦθα εὑρήσεις τὸ δέρμα. μέμνησο δὲ καὶ θατέρου σκοποῦ τοῦ τῆς ὑπορρύσεως ἐν τῇ τομῇ, καὶ πρὸς ἀμφοτέρους ἀποβλέπων οὕτως σχάζε τὸ διαπυῆσαν, ἐπιτίθει τε φάρμακον ἐφεξῆς τῶν ξηραινόντων ἀδήκτως. εἰ δὲ καὶ σεσηπέναι φαίνοιτό τινα τοῦ διαπυήσαντος, ἐκκόπτειν ἀναγκαῖον αὐτά, μὴ μεγάλας δὲ ποιεῖσθαι τὰς περιτομάς· αἴσχιόν τε γὰρ τὸ μέρος εἰς οὐλὴν ἀχθὲν γίνεται καὶ προσέτι καὶ ἀσθενέστερον· ἐμποδίζεται γὰρ πολλάκις εἰς τὰς κινήσεις. μυρσινοειδοῦς δὲ γενομένης τῆς περιαιρέσεως καὶ ἐχούσης τὸ μῆκος μεῖζον τοῦ πλάτους, ἐγκάρσιον ἔστω τὸ μῆκος ἐπὶ τοῦ βουβῶνος, μὴ κατʼ εὐθὺ τοῦ κώλου· καὶ γὰρ καὶ κατὰ φύσιν οὕτως ἐπιπτύσσεται τὸ δέρμα, καμπτόντων τὸ κῶλον. ἐπὶ δὲ τῇ περιαιρέσει πληροῦν χρὴ τὸ πεπονθὸς τῇ καλουμένῃ μάννῃ· στύφει γὰρ καὶ ξηραίνει γενναίως· διὸ καὶ πρὸς τὰς μετριωτέρας αἱμορραγίας αὐτῷ χρώμεθα μόνῳ, καθάπερ γε καὶ τὰς σφοδροτέρας καυθέντι μόνῳ καὶ διηττημένῳ δηλονότι καὶ χνοώδει γεγονότι. καὶ μὲν δὴ καὶ παρηγορῆσαι χρὴ πρότερον τὸ τμηθέν, εἰς ὅσον ἂν φαίνηται δεόμενον ἐπιβροχῆς μὲν πρῶτον, εἶτα καταπλάσματος, εἶτα τῶν ὑγραινόντων, ἔξωθεν ἐπιτιθεμένων δηλονότι τούτων· κατʼ αὐτοῦ γὰρ τοῦ ἡλκωμένου τήν τε μάνναν, ὡς εἴρηται, καὶ τῶν ἐμμότων φαρμάκων τὰ διαπυΐσκοντα μὲν πρῶτον, εἶτʼ ἀνακαθαίροντα θετέον ἐστίν, ἐφʼ οἷς εἰ μὲν εἴη κοιλότης ἔτι, τὰ σαρκοῦντα προσφέρειν· εἰ δʼ οὐκ εἴη, τὰ συνουλωτικὰ καὶ ἐπουλωτικὰ καλούμενα, καθάπερ τὸ διὰ τῆς καδμείας. ἐπεὶ δʼ ἐνίοτε συμβαίνει τοῖς ἐπουλωτικοῖς χρωμένοις φαρμάκοις τὰς οὐλὰς γίνεσθαι τοῦ πέριξ δέρματος ὑψηλοτέρας, ὅπως ἂν μὴ γένηται τοῦτο, τοῖς τοιούτοις φαρμάκοις χρῆσθαι προσήκει, πρὶν ὁμαλὲς ἀποδειχθῆναι τὸ ἕλκος, ἐπὶ μὲν τὰ χείλη διὰ μήλης πυρῆνος ἐπιτιθέντα τῶν ξηρῶν τι φαρμάκων, τὸ δʼ ἄλλο μότῳ σκέποντα δεδευμένῳ τῶν ἐπουλωτικῶν τινι φαρμάκων ὑγρῶν τῇ συστάσει. προκοπτούσης δὲ τῆς θεραπείας, καὶ τοῦτο ἀφαιρήσεις, ὕστερον μόνῳ τῷ ξηρῷ φαρμάκῳ χρώμενος, ἐφʼ ὅλου τοῦ ἕλκους ἐπικυλιομένου τοῦ τῆς μήλης πυρῆνος. ἔξωθεν δʼ ἀρκεῖ μότος ἤτοι ξηρὸς ἢ ἐξ οἴνου, καὶ μᾶλλον ὁ τῶν μαλακῶν ἐλλυχνίων. τοὺς μὲν οὖν ἐπὶ προσκόμμασιν ἢ ἑλκυδρίοις προφανέσι γινομένους βουβῶνας καὶ πυρετοὺς ἀκινδύνους εἶναι νομιστέον, τοὺς δʼ ἄλλους κακούς, ἐνδεικνυμένους ἐν τῷ βάθει τοῦ σώματος εἶναί τινα φλεγμονώδη διάθεσιν. κακοὶ δὲ καὶ οἱ ἐπὶ πυρετοῖς γινόμενοι βουβῶνες, καὶ χείρους παραβαλλόμενοι τοῖς προηγουμένοις τῶν πυρετῶν· εἰ γὰρ ἐπὶ προήκοντι τῷ πυρετῷ βουβῶνες γένοιντο, εἰς τὸ χεῖρον ἰέναι τὴν τῆς νόσου διάθεσιν ἐνδείκνυνται, καὶ οἶδά γέ τινα, δοκοῦντος ἤδη παρακμάζειν τοῦ νοσήματος, ἐπιφανέντων βουβώνων ὀξέως τε πυρέξαντα καὶ ὕστερον ἀποθανόντα, κατασκηψάντων δηλονότι τῶν ἐν ταῖς φλεψὶ περιεχομένων χυμῶν εἴς τι κύριον μόριον. ἐκείνῳ γοῦν ἐφάνη τὸ ἧπαρ φλεγμῆναν· ἀτὰρ οὖν ἤδη προκεκμηκυίας τῆς δυνάμεως τῷ μήκει τοῦ χρόνου τῇ λύσει τῆς φλεγμονῆς οὐκ ἐξήρκεσεν ὁ κάμνων.

Ἐκ τῶν Ῥούφου. Περὶ βουβῶνος.

Βουβὼν ὁ μὲν ἐπὶ ταῖς τυχούσαις αἰτίαις φανερῶς παρὰ τράχηλον καὶ μασχάλας καὶ μηροὺς ἀνιστάμενος ἄνευ τε πυρετοῦ καὶ σὺν πυρετῷ· ἀνάγκη δὲ τὸν ἐπὶ βουβῶνι πυρετὸν φρικώδη εἶναι, καὶ εἰ μηδὲν ἄλλο συναίτιον ᾖ, λύεσθαι ῥᾳδίως ἄνευ κινδύνου· περὶ τούτου Δημόκριτός φησιν ὅτι, μολύβδου μετὰ φοινικηΐου περιαφθέντος, ἢ τὸ παράπαν ἀφλέγμαντος γίνεται ἢ πολλῷ δὴ ῥηΐζει· οἱ δὲ λοιμώδεις καλούμενοι βουβῶνες θανατωδέστατοι καὶ ὀξύτατοι, οἳ μάλιστα περὶ Λιβύην καὶ Αἴγυπτον καὶ Συρίαν ὁρῶνται γινόμενοι· ὧν μεμνημονεύκασιν οἱ περὶ τὸν Διονύσιον τὸν κυρτόν. Διοσκουρίδης δὲ καὶ Ποσειδώνιος πλεῖστα διεληλύθασιν ἐν τῷ περὶ τοῦ κατʼ αὐτοὺς γενομένου λοιμοῦ ἐν Λιβύῃ· παρακολουθεῖν δʼ ἔφασαν αὐτῷ πυρετὸν ὀξὺν καὶ ὀδύνην δεινὴν καὶ σύστασιν ὅλου τοῦ σώματος καὶ παραφροσύνην καὶ βουβώνων ἐπανάστασιν μεγάλων τε καὶ σκληρῶν καὶ ἀνεκπυήτων, οὐ μόνον ἐν τοῖς εἰθισμένοις τόποις, ἀλλὰ κατʼ ἰγνύας καὶ ἀγκῶνας, καίτοι ἐνταῦθα μὴ πάνυ τι γινομένων τῶν τοιούτων φλεγμονῶν. τάχα δὲ καὶ τὸ παρʼ Ἱπποκράτει βουβωνῶδες πάθος τὴν εἰρημένην διάθεσιν δηλοῖ. γένοιτο δʼ ἄν ποτε καὶ ἐν αἰδοίῳ ὁ τοιοῦτος βουβών, ὥσπερ καὶ τὸ ἕλκος τὸ λοιμῶδες καὶ ὁ πυρετὸς ὃν λοιμώδη καλοῦσιν· τὸ μέντοι πλεῖστον ἐπιδήμια τὰ τοιαῦτά ἐστιν, ὥστε κοινὰ εἶναι ἡλικιῶν καὶ φύσεων ἔν τισιν ὥραις ἐξαιρέτως ἀπαντῶντα. ἡ δʼ ἱστορία παντὸς τοῦ τοιούτου χρησίμη, ἵνα τὸν μὲν συνήθη βουβῶνα θεραπεύωμεν ὡς οὐδὲν δύσκολον ἔχοντα, τὸν δὲ λοιμώδη μετὰ προαγορεύσεως καὶ προσοχῆς ἀκριβεστέρας.

Περὶ τερμίνθου.

Εἶδός τι φύματος καὶ ἡ καλουμένη τέρμινθός ἐστιν, ἀλλὰ τοῖς νῦν ἰατροῖς οὐ πάνυ σύνηθες τὸ ὄνομα· Πραξαγόρας δὲ καὶ τὰ συμπίπτοντα αὐτῷ γράφει, ὡσαύτως δὲ καὶ ὁ μαθητὴς αὐτοῦ Ξενοφῶν. φασὶ δʼ ἀνωτάτω μὲν ἐπικεῖσθαι τῷ ἕλκει φλύκταιναν μέλαιναν ὡς τὸ πολύ, ἧς ἐκραγείσης τὸ ὑποκάτω ὅμοιον ἀποσεσυρμένῳ εἶναι· τούτου δὲ διαιρεθέντος πύον εὑρίσκεται. τάχα δὲ τέρμινθος ἐκλήθη διὰ τὸ ποικίλον τῆς χροιᾶς, ὅτι καὶ ὁ καρπὸς τῆς τερμίνθου ποικίλος, εἴ γε ἡ μὲν φλύκταινα μέλαινα, τὸ δὲ τῷ ἀποσύρματι ἐοικὸς ἐνερευθές, καὶ τὸ πύον ἡσυχῇ λευκόν. μέμνηται δὲ καὶ Ἱπποκράτης ἐν Ἐπιδημίαις τοῦ ἕλκους, ὥς τισιν ἐν ποσὶ γεγενημένου· εἰ δὲ ποδῶν μόνων ἐστὶν ἢ οἷόν τε καὶ ἄλλῃ γενέσθαι τοῦ σώματος, τοῦτο οὔτε ἐκεῖνος οὔτε ἄλλος τις διωρίσατο.

Ἐκ τῶν Διοκλέους. Περὶ φλυκταινίδων.

Τῶν δὲ φλυκταινίδων τῶν ἀπὸ μηδεμιᾶς προφάσεως ἔξωθεν ἀξιολόγου γινομένων τὸ μὲν καλεῖται τέρμινθος, τὸ δὲ σταφυλή, τὸ δʼ ἐπινυκτίς· ἔστι δʼ ἡ μὲν τέρμινθος φλυκταινίδιον μικρὸν πελιδνόν, ἡ δὲ σταφυλὴ μέλαινα, ἡ δʼ ἐπινυκτὶς ὀρφνῶδες, ταχὺ πυούμενα πάντα.

Ἐκ τῶν Ῥούφου. Περὶ ἐπινυκτίδος.

Αἱ δʼ ἐπινυκτίδες ἑλκύδριά εἰσιν ἀπὸ ταὐτομάτου ἐξανθοῦντα, φλυκταινοειδῆ, ὑπέρυθρα· ὧν ἐκρηγνυμένων ἰχὼρ ὕφαιμος ἀπορρεῖ. ταῦτα μὲν ἡμέρας οὐ πάνυ ἐνοχλεῖ, νυκτὸς δʼ ἐπώδυνά ἐστιν· διόπερ καὶ οὕτως ὠνομάσθη· καὶ ὀδύναι μείζους ἢ κατὰ τὸ μέγεθος τοῦ ἕλκους. ὀπὸν σιλφίου ὕδατι διεὶς ἐπιτίθει· ἀναξηραίνει καὶ οὐκ ἀναδάκνει. ἢ αἱματίτην λίθον μεθʼ ὕδατος τρίψας ἐπίχριε· ἐὰν δὲ φλεγμάνῃ, τρῖψον μετʼ οἴνου. ἢ κώνειον λεάνας ἐπιτίθει.

Περὶ φυγέθρου.

Καὶ τὸ φύγεθρον ἐν τοῖς εἴδεσι τῶν φυμάτων τίθενται οἱ περὶ τὸν Πραξαγόραν· φασὶ δὲ συνεδρεύειν αὐτῷ ἔρευθος μετʼ οἰδήματος, ὥσπερ καὶ τῷ φύματι, καὶ οὐκ ἔλασσον ἔμπυον τοῦ φύματος γίνεσθαι, ἐπὶ δὲ τοῦ δέρματος φλύκταιναν ἀνίστασθαι ὁμοίαν τοῖς πυρικαύτοις. προστίθησι δʼ ὅτι οὐ μωλυτικός, ὅτι οὐδὲ πεπαίνεται ῥᾳδίως, ἀλλὰ μόγις, καὶ ὅτι χρονίζει, καὶ ὅτι κακόηθές ποτε γίνεται καὶ μᾶλλον παιδίοις. τὸ δὲ περὶ βουβῶνας συνίστασθαι τὸ ἕλκος πάντες ὁμοίως λέγουσιν.

Ἐκ τῶν Ἀντύλλου. Περὶ συρίγγων.

Αἱ σύριγγες γίνονται τὰ πολλὰ ἐξ ἀποστημάτων μὴ κατὰ τρόπον θεραπευθέντων. διαφοραὶ δʼ αὐτῶν εἰσιν αἵ γε μείζους καὶ ἐπιστροφῆς ἄξιαι παρὰ τὸ σχῆμα, παρὰ τὸν τύπον, παρὰ τὸ εἶδος τοῦ σώματος· παρὰ μὲν τὸ σχῆμα, ἐπεὶ αἱ μὲν αὐτῶν εἰσιν εὐθυτενεῖς, αἱ δὲ σκολιαί, καὶ τῶν εὐθυτενῶν αἱ μὲν κυκλοτερῆ περιειλήφασι πόρον, αἱ δʼ ὑπόπλατυν, καὶ τῶν σκολιῶν αἱ μὲν μίαν καμπὴν ἔχουσιν, αἱ δὲ πλείους· παρὰ δὲ τὸν τόπον, ἐπεὶ αἱ μὲν ἐν κεφαλῇ, αἱ δʼ ἐν τραχήλῳ, αἱ δʼ ἐν μασχάλαις ἢ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος γίνονται· παρὰ δὲ τὸ εἶδος, ἐπεὶ αἱ μὲν εἰς ὀστέα τὴν ἀποτελευτὴν ποιοῦνται, αἱ δὲ καταλήγουσιν εἰς μῦν ἢ νεῦρον ἢ φλέβα ἢ ἀρτηρίαν ἢ ἕτερόν τι τῶν ἁπλῶν ἢ τῶν συνθέτων. σημειωσόμεθα δὲ τὰς μὲν εἰς ὀστοῦν ἀποληγούσας ἐκ τῆς ἀντιτυπίας, καθιέντες πλατὺ μήλης ἐπὶ τῶν εὐρυτέρων, ἐπὶ δὲ τῶν στενοχώρων μηλωτίδα· ἀντιληψόμεθα γὰρ σκληροῦ σώματος ἀντιπίπτοντος καὶ ὀστώδους· πρὸς δὲ καὶ ἤχου τινός, ὁποῖος ἂν γένοιτο συγκρούοντος ὀστοῦ πρὸς χαλκόν. καὶ οὐ μόνον γε διὰ τῆς μηλώσεως γνωσόμεθα τὸ εἰς ὀστοῦν περατοῦσθαι τὴν σύριγγα, ἀλλὰ καὶ τὸ ἀδιάφθορον εἶναι τὸ ὀστοῦν ἢ διεφθορέναι καταληψόμεθα· παράγοντες μὲν γὰρ τὴν μηλωτίδα πανταχοῦ, ἂν μὲν αἰσθανώμεθα πάντοθεν ἀπολισθαίνουσαν αὐτὴν ὥσπερ ἀπὸ λείου τινὸς σώματος, ἐροῦμεν ἀδιάφθορον εἶναι τὸ ὀστοῦν· ἂν δὲ κατὰ τὴν παραγωγὴν ἡ μηλωτὶς ἐνίσχηταί τισι μέρεσιν, ἀνωμαλίας καὶ τραχύτητας ὑποσημαίνουσα, διεφθορέναι τὸ ὀστοῦν ἀποφανούμεθα. ἐπὶ μέντοι τῶν εὐρυστόμων συρίγγων πολλάκις καὶ τῇ ὄψει ὑποπίπτει τὸ ὀστοῦν, ὥστε μηδὲ μηλώσεως δεῖσθαι. εἰ δὲ σκολιὰ τυγχάνει, καμπὴν μίαν ἢ πλείους ἔχουσα, ἡ σύριγξ, ὥστε μὴ δύνασθαι παροδεύειν, μηλωτίδα μολυβδίνην χρὴ ποιεῖν ἢ κασσιτερίνην· εὐκαμπὴς γὰρ οὖσα ἡ τοιαύτη ῥᾳδίως συσχηματίζεται ταῖς σύριγξιν. χρησόμεθα δὲ καὶ ὑείᾳ τριχί. εἰ δὲ μηδὲν τῶν τοιούτων κατασκευασμάτων διὰ τὴν σκολιότητα ἡ σύριγξ παραδέχοιτο, ἐξ αὐτοῦ τοῦ φερομένου ὑγροῦ τὴν εἰς ὀστοῦν ἀπόληξιν κατανοήσομεν· ὡς ἐπίπαν γὰρ ἀπὸ τῶν τοιούτων λεπτὸν καὶ ἐλαιῶδες τὸ ἐκκρινόμενον ὑγρόν ἐστιν. εἰ δʼ εἰς νεῦρον τὸ τέρμα τῆς σύριγγος περαίνοιτο, πρῶτον μὲν ἐκ τῆς ὀδύνης τοῦτο σημειωσόμεθα· ναρκώδης γὰρ ἔσται καὶ νυγματώδης, ἥ τε κίνησις ἡ ὑπὸ τοῦ νεύρου συντελουμένη χείρων καὶ δυσεργεστέρα, ἔν τε τῇ μηλώσει ψαυόμενον τὸ νεῦρον αἴσθησιν δριμυτέραν καὶ ὀξυτέραν παρέχεται· τὸ δʼ ὑγρὸν τὸ φερόμενον λεπτὸν μὲν ἔσται παραπλησίως ὡς καὶ ἀπὸ τῶν ὀστῶν, ἀλλʼ οὐκ ἐλαιῶδες οὐδὲ λιπαρόν, ἀλλʼ ἰχωρῶδές τε καὶ χολῶδες. τὰ δʼ αὐτὰ παρακολουθεῖ καὶ ταῖς εἰς μῦν καθηκούσαις σύριγξιν· ἐπὶ δὲ τῶν ἐν σαρκὶ τὴν ἀποπεράτωσιν ἐχουσῶν τὸ ὑγρὸν παχύτερον καὶ ἀργότερον εὑρίσκεται. εἰς φλέβα δὲ τῆς σύριγγος κατερριζωμένης, τὰ αὐτὰ σημεῖα παρακολουθεῖ ὅσα καὶ εἰς νεῦρον, πλὴν ἀμυδρὰ πάντα, καὶ τὰ τῶν ἀλγημάτων, κίνησίς τε οὐδεμία ἐμποδισθήσεται. τὰ αὐτὰ καὶ εἰς ἀρτηρίαν ἀπολήγοντα παρακολουθήσει· εἰ δʼ ἀνάβρωσις γένοιτο ὑπὸ τῆς σύριγγος, εἰ μὲν φλεβός, αἷμα πολὺ καὶ παχὺ ἐνεχθήσεται, εἰ δʼ ἀρτηρία ἀναβρωθείη, λεπτὸν καὶ ξανθὸν μετὰ πνεύματος πολλοῦ καὶ συριγμοῦ.

Ἐκ τῶν Ἀντύλλου καὶ Ἡλιοδώρου. Χειρουργία συρίγγων.

Εἰ μέντοι πλάγιαι εἶεν ὥστε ὑπʼ αὐτὸ τὸ δέρμα τείνειν κατὰ μῆκος εὐθυτενῶς ἢ κατεσκολιωμένως, εἰ μὲν εὐρύστομοι τυγχάνοιεν, τὸν λιχανὸν καθέντες τῆς ἀριστερᾶς χειρὸς καὶ ἐπάραντες τὸ δέρμα, τέμνομεν παρὰ τὸν δάκτυλον ὥστε ἁπλοτομηθῆναι τὴν σύριγγα, κἂν μὲν ᾖ βραχεῖα, μία κάθεσις τοῦ δακτύλου ἐξαρκέσει· ἐὰν δʼ ἐπιμήκης, μετὰ τὸ τεμεῖν τοσοῦτον διάστημα ὁπόσον ὁ δάκτυλος ἐφικνεῖται, πάλιν ἐπικαθήσομεν καὶ πάλιν ἐπιτεμοῦμεν. τὸ δʼ αὐτὸ ποιήσομεν ἐκ τρίτου, εἰ τοῦτο ἀπαιτοίη τὸ μῆκος τῆς σύριγγος. μετὰ δὲ τὸ ἁπλοτομῆσαι, τοὺς τύλους, τοὺς αἰτίους τῆς συριγγώσεως, ἐὰν μὲν ὦσιν ἐπιπολῆς, τοῖς ὄνυξιν ἀναξάναντες νεαροποιήσομεν τὸ ἕλκος· ἐὰν δὲ βαθύτερον, προσαναξύσομεν ἀκμῇ σμιλίου· ἐὰν δὲ μεγάλοι τε καὶ διὰ βάθους ὑποπίπτωσι, περιελοῦμεν ὅλους. ἔπειτα τῇ ἑξῆς ἀποθεραπείαν ὁμοίαν ποιησόμεθα, οἵαν καὶ ἐπὶ τῶν χειρουργηθέντων ἀποστημάτων ἐλέγομεν. εἰ δὲ μετὰ τὴν ἀνάπτυξιν, τῆς σύριγγος εὐρυτέρας καθεστώσης, ἀπαιωροῖτο τοῦ δέρματος, περιελοῦμεν τὰ ἀφεστῶτα τῆς συμφυοῦς σαρκός. ἐπὶ δὲ τῶν σφόδρα στενοστόμων, εἰ μὴ παραδέχοιντο τὸν δάκτυλον, τὸ πλατὺ μήλης καθήσομεν ἢ τὸν πυρῆνα· τὰ δʼ ἄλλα ὁμοίως ποιήσομεν. πρόδηλος δὲ καὶ ὁ ἐπὶ τῶν ἐσκολιωμένων συρίγγων τρόπος τῆς χειρουργίας· καθʼ ἑκάστην γὰρ καμπήν, ἀρξάμενοι ἀπὸ τῆς πρώτης, καθήσομεν τὸν δάκτυλον ἢ τὸ πλατὺ τῆς μήλης, κἄπειτα διελοῦμεν οὕτως. εἰ δὲ μὴ πλάγιον τὸ σχῆμα τῆς σύριγγος, ἀλλʼ ἀντίον, τουτέστιν εἰς βάθος τείνοι, περιελοῦμεν κατὰ κύκλον τὴν σύριγγα, τοσοῦτον περιγράφοντες τῆς κύκλῳ σαρκὸς ὥστε τοὺς τύλους ὅλους ἐκκοπῆναι. εἰ δὲ τοιοῦτον εἴη τὸ βάθος ὥστε εἰς ὀστέον καταλήγειν, ἐκτυλώσομεν ὁμοίως, καὶ ἐὰν μὲν αὐτὸ μόνον γεγυμνωμένον ᾖ τὸ ὀστοῦν, μετὰ τὴν περιαίρεσιν τῆς σαρκὸς ξύσομεν· ἐὰν δὲ λελιπασμένον ἢ τετερηδονισμένον ἢ ἄλλως πως ἐφθαρμένον ὑποπίπτοι, μέχρι σήραγγος ἐκκόψομεν. τὴν δʼ ἐκκοπὴν ἐπὶ μὲν τῶν μικρῶν ὀστῶν διὰ μόνων τῶν τετραγώνων ἐκκοπέων καλουμένων ποιησόμεθα, παραξέοντες τὸ ὀστοῦν οὐκ ἐξεπιπολῆς τὸ ἐφθορός, ἀλλὰ μέχρι σήραγγος κατιόντες, ἵνα σαρκὸς ἀναβλάστησις ἐκ τῆς σήραγγος γένηται. εἰ δέ τι τῶν μειζόνων ὀστέων, οἷον βραχίων ἢ μηρὸς ἢ πῆχυς ἢ κνήμη, πεπονθὸς ὑποπίπτοι, τρήσαντες τρυπάνῃ μέχρι σήραγγος, οὕτως τοῖς ἐκκοπεῦσιν ἀναβαλοῦμεν τὰ μέσα τῶν περιτρήσεων. εἰ δὲ μέχρι μυελοῦ συμβαίη πεπονθέναι τὸ ὀστοῦν, καὶ τὴν ἐκκοπὴν μέχρι μυελοῦ ποιησόμεθα, οὐκ αὐτὸ μόνον τὸ πεπονθὸς ἐκκόπτοντες, προσπεριλαμβάνοντες δὲ καί τι τοῦ ἀπαθοῦς εἰς τὸ ῥᾳδίαν τὴν μετὰ τοῦτο σάρκωσιν γενέσθαι. εἰ δὲ διʼ ὅλου τὸ ὀστοῦν διανταίως πάθοι, χρὴ τὴν μεσότητα πᾶσαν ἀναιρεῖν ὁ δὲ τῆς ἐκκοπῆς τρόπος τοιόσδε τίς ἐστιν· ἐκκοπέα χρὴ τῶν στενῶν καὶ πάχος ἱκανὸν ἐχόντων, οἷοί εἰσιν οἱ καλούμενοι γομφωτῆρες, ἐρείσαντας κατὰ τὴν μεσότητα τοῦ διεφθορότος ὀστοῦ, ἰσχυρότερον ἐπικρούειν ἤπερ ἐν ταῖς ἄλλαις περιστάσεσιν, ἵνα καταβὰς εἰς τὸ βάθος διαλύσῃ τὴν συνέχειαν τοῦ ὀστοῦ, καὶ ἐὰν μὲν εἷς ἐκκοπεὺς ἐξαρκέσῃ, τὰ ἑξῆς συνελεῖν, ἐὰν δὲ μὴ δύνηται ἀποκαυλισθῆναι ὑφʼ ἑνός, καὶ δεύτερον παραληπτέον, κἂν δέῃ ποτέ, καὶ τρίτον. διακοπέντος δὲ τοῦ ὀστοῦ, τὸ ἕτερον τῶν μερῶν αὐτοῦ κατὰ τὸ πέρας τῶν ἀντεχόντων σωμάτων γυμνωτέον, καὶ μετὰ τὸ γυμνωθῆναι τοσοῦτον, ὅσον παραλλάξαι προελούμεθα, δύο ληπτέον τελαμῶνας στενοὺς εὐτόνους. τοῦ μὲν οὖν ἑνὸς τὴν μεσότητα περιβλητέον περὶ ἄκρον τὸ ὀστοῦν πρὸς τὸ ἐπισπάσασθαί τε καὶ ἐξάγειν αὐτὸ τῆς σαρκὸς δύνασθαι· τοῦ δʼ ἑτέρου τὴν διπλόην τῇ σαρκὶ τοῦ βραχίονος περιθετέον πρὸς τὸ ἐπὶ θάτερα τείνειν. ἔπειτα μηνιγγοφύλακα ὑποβαλόντες ἢ σπάθην τῶν ξυλίνων τούτων ἢ καί τι ἕτερον ὁμοιοειδὲς τούτοις σῶμα κατʼ ἐπικόπου τούτων τινὸς πρίονι ἀποπρίσομεν πᾶν τὸ ἐφθορός τε καὶ ὑπερέχον ἔξω τῆς σαρκὸς τοῦ ὀστοῦ· ἀκώλυτος γὰρ ὁμοῦ καὶ ἀβλαβὴς ἡ πρίσις ἔσται διὰ τὰς τῶν τελαμώνων περιβολὰς καὶ τὴν τῆς σπάθης ἢ τὴν τοῦ μηνιγγοφύλακος ὑποβολήν, οὔτε τῆς σαρκὸς ὑπὸ τοῦ πρίονος ἐνοχλουμένης, οἷα δὴ ὑπὸ τοῦ τελαμῶνος ἀφελκομένης, οὔτε τοῦ ὀστοῦ ἐγκρυπτομένου τῇ σαρκί, ἅτε ἀνατεινομένου διὰ τῆς ἑτέρας ταινίας. ἀποπρισθέντος δὲ τοῦ ἑτέρου μέρους, πάλιν ἐπὶ τὸ ἕτερον διαβατέον, καὶ τὸν αὐτὸν τρόπον καὶ ἐκείνου τὸ διεφθορὸς καὶ ἐψιλωμένον ἀπολυτέον. τὰ δʼ αὐτὰ ποιητέον, καὶ εἰ μὴ ἐφθορέναι μὲν τὸ ὀστέον τύχοι, περιπλεῖσθαι δὲ πάντοθεν ὑπὸ τῆς σύριγγος· οὐδενὶ γὰρ τρόπῳ τὰ κατὰ κύκλον περιπλεόμενα σαρκωθῆναι δυνήσεται· διὸ καὶ ἐπὶ τούτων διακοπτέον πρότερον τὰ ὀστέα καὶ ἀποκαυλιστέον, εἶθʼ οὕτως πᾶν τὸ περιπλεόμενον καὶ γεγυμνωμένον ἐκπριστέον. ἢν δʼ ἡ σύριγξ μὴ εἰς μέσον τὸ μῆκος τοῦ ὀστοῦ τύχῃ καθήκειν, ἀλλʼ εἰς τὸ πέρας, ὥστε λῦσαι τὸ ἄρθρον, πᾶν τὸ πρὸς τῷ ἄρθρῳ τοῦ ὀστοῦ μέρος ἐκκοπτέον. εἰ δʼ ὅλον τὸ τοῦ βραχίονος ὀστοῦν διαφθαρείη μελανθὲν ἢ λιπανθὲν ἢ τερηδονισθέν, ἁπλοτομήσαντες μεγάλῃ διαιρέσει πᾶν τὸ ὀστοῦν κομισόμεθα. εἰ δʼ εἰς μέσον ἄρθρον ἡ σύριγξ καθήκοι, ὥστε ἑκατέρου ὀστοῦ τὸ πέρας φθεῖραι καὶ λῦσαι τὴν σύνδεσιν, δυσεργεστέρα μὲν ἤδη καὶ οὐ πάνυ τι εὐκατόρθωτος ἡ χειρουργία· χρὴ δʼ ὁμοίως ἐγχειροῦντας ἑκατέρου τοῦ ὀστοῦ τὸ πέρας τὸ ἐφθορὸς ἅπαν κομίσασθαι. ἐπὶ μέντοι γε μηροῦ κατὰ κοτύλην λελυμένου καὶ συνδιεφθορυίας καὶ τῆς ἐν τῷ ἰσχίῳ κοτύλης παραιτητέον τὴν χειρουργίαν διὰ τὸ μέγεθος τῶν σωμάτων. παραιτητέον δὲ καὶ εἰ εἴς τινα τῶν τοῦ νωτιαίου σπονδύλων ἡ σύριγξ καθήκοι, φθείρασα τὸν σπόνδυλον· εἰ δʼ εἰς πλευρὰν ἡ σύριγξ καθήκοι καὶ ἐκκόψαι χρὴ τὴν πλευράν, οὕτως ποιήσομεν ὡς ἐν τοῖς περὶ ἀποστημάτων εἰρήκαμεν. ὅταν δʼ ἐν τῷ πήχει συστῇ, τὰ αὐτὰ γινέσθω τοῖς ἐπὶ βραχίονος, ἀλλʼ ὁ μὲν βραχίων μονοειδὲς ὀστέον ἔχει, ὁ δὲ πῆχυς διζυγής ἐστιν. μέσης οὖν τῶν δυοῖν ὀστέων τῆς ὑποφορᾶς οὔσης, ἀνάγκην ἔχει ὁ ἐνεργῶν τὸ ἕτερον ὀστέον ἐκκόψαι, ἐκκόπτεσθαι δὲ τὸ λεπτότερον, ἐὰν μὲν κάτω γένηται πρὸς καρπῷ ἡ ὑποφορά, τὸ τοῦ πήχεως, ἐὰν δʼ ἄνω πρὸς ἀγκῶνι, τὸ τῆς κερκίδος· ἀντιθέτως γὰρ ἔχει τὰ τοῦ πήχεως ὀστᾶ. εἰ δʼ εἰς μάλην καθήκοι, καὶ δέος εἴη μή πως ἐν τῇ περιαιρέσει, ἣν ἠξιοῦμεν ἐπὶ τῶν ἀντίων συρίγγων παραλαμβάνειν, ἀρτηρίαι τῶν εὐρώστων ἢ φλέβες ἢ καὶ νεῦρα ὑποπέσωσι, τῆς μὲν περιαιρέσεως ἀποστησόμεθα, πλὴν εἰ μή τις ἐθέλοι τὴν ἐπιφάνειαν μόνην περικόπτειν, καθήσομεν δέ τι τῶν ἐκτυλωτικῶν φαρμάκων, ἵνα ἡ χρεία τῆς περιαιρέσεως ὑπαντήσῃ. τὰ δʼ αὐτὰ ποιητέον, καὶ ἢν κατὰ βουβῶνος ἢ τραχήλου ἡ σύριγξ ὑποπίπτῃ, καὶ μέντοι κἂν εἰς ὀστοῦν ἐνερείδοι, δέοι δʼ ἐκκόπτειν τὸ ὀστοῦν, ἀγγεῖα δʼ ἢ νεῦρα ἐμπελάζοι τινά, οὐ πρότερον τὴν ἐκκοπὴν ποιητέον, πρὶν διαπυῆσαι περιαιρεθεῖσαν τὴν σύριγγα· μετὰ γὰρ τὴν διαπύησιν καὶ ἀναίμακτος καὶ ἀκίνδυνος ἡ ἐκκοπὴ τῶν ὀστῶν γίνεται. εἰ δὲ μεταξὺ ὠμοπλάτης καὶ τῶν ὑπʼ αὐτῇ σωμάτων ἡ σύριγξ πλαγία γένοιτο, τῶν ἀρχαίων ἀπηγορευκότων τὴν θεραπείαν, ἡμεῖς ἐγχειροῦμεν τόνδε τὸν τρόπον. καθίεμεν διὰ τοῦ στομίου τῆς σύριγγος πλατὺ μήλης, ἐφʼ ὅσον οἷόν τε προβῆναι αὐτήν, ἔπειτα καθʼ ἃ μέρη ὁ πυρὴν πλάγιος προσαπαντᾷ, στοχαζόμενοι κατὰ ταῦτα χιεζοῦμεν τὰ ἐπεστορεσμένα σώματα τῇ ὠμοπλάτῃ. ἔπειτα εἰ μὲν ἀναίμακτος ὁ χιεσμὸς γένοιτο, ἐκκόπτομεν τὸ κατʼ αὐτὸν μέρος τῆς ὠμοπλάτης· ἐκκόψαντες γὰρ ἐντευξόμεθα τῷ πυρῆνι τῆς μήλης, καὶ οὕτως ἀπακολουθοῦντες ἐκτυλώσομεν τὴν σύριγγα. εἰ δʼ ὑφʼ αἱμορραγίας ἐπὶ τῷ χιεσμῷ γενομένης ἐμποδισθείη παραυτίκα ἐκκοπῆναι ἡ ὠμοπλάτη, δεῖ τὴν διαπύησιν περιμείναντας οὕτως ἐκκόπτειν. τὰς δʼ εἰς τὸ ἄρθρον τῆς γένυος ἀποτελευτώσας ἀπαγορεύειν ἄξιον· ἡ γὰρ γειτνίασις τῶν τε μασητήρων καὶ τῶν κροταφιτῶν μυῶν οὐδαμῶς ἀκίνδυνον τὴν χειρουργίαν ὑπογράφει· τὰ δὲ κάτω μέρη τῆς γένυος ὑπὸ σύριγγος φθαρέντα εὐθεράπευτα. ὁ δὲ τρόπος τῆς ἐγχειρήσεως ὁ αὐτὸς τῷ καὶ ἐπὶ τῶν ἄλλων ὀστῶν εἰρημένῳ. εἰ δὲ κατὰ τὴν ὑπερῴαν ἐκ τῶν ἔνδοθεν μερῶν συστᾶσα ἡ σύριγξ φθείρειε τὸ ὀστοῦν, εἰ μὲν διὰ πάχους, ἐκ τῶν ἔξωθεν μερῶν καὶ τὰ μῆλα χιάσαντες οὕτως ἐκκόψομεν τὸ ὀστέον· εἰ δὲ μὴ πᾶν φθαρείη τὸ ὀστοῦν, μόνη δʼ ἡ ἔνδοθεν ἐπιφάνεια, τὸ μὲν ἐκκόπτειν ἀνεπιτήδειον· οὔτε γὰρ ὅλον αἴρειν ἐκεῖνο οὗ μέρος ὀλίγον πέπονθεν εὔλογον, οὔτε αὐτὸ τὸ πεπονθὸς ἐκκόπτειν δυνατόν· πῶς γὰρ ἄν τις διὰ τοῦ στόματος ποιοῖτο τὴν ἐκκοπήν; χρὴ τοίνυν ἐκ τῶν ἔνδοθεν περιελόντας τὴν σάρκα καὶ γυμνώσαντας τὸ πεπονθὸς ὀστοῦν καίειν, ὅπως ἀποστῇ λεπίς· καίειν δὲ τὸν τρόπον τοῦτον. χαλκοῦν αὐλίσκον κατεσκευάσθαι χρὴ παραπλήσιον κατὰ τὴν κοιλότητα τοῖς καλαμίσκοις καλουμένοις· τετρήσθω διανταίῳ τρήματι, καὶ μὴ προσκείσθω πυθμήν· ἐχέτω δὲ καὶ καμπὴν ὁ αὐλίσκος μὴ γαμμοειδῆ — τὸ γὰρ τοιοῦτο σχῆμα πρὸς τὴν χρείαν ἄθετον· ἀλλὰ μονοειδῶς πᾶς ἐπινενεύσθω πρὸς τὸ ἐντιθεμένου τῷ στόματι τὸ στόμιον αὐτοῦ ἐνερείδειν εἰς τὴν ὑπερῴαν ἄνω. μῆκος δὲ τοῦ αὐλίσκου τοσοῦτον ὥστε, τοῦ ἑτέρου πέρατος ἐνερείδοντος εἰς τὸ πεπονθὸς μέρος τῆς ὑπερῴας, τὸ ἔξωθεν τῶν ὀδόντων ὑπερέχειν δακτύλοις τρισίν. ἔπειτα καυτήριον κατασκευαστέον ὁμοιόσχημον τῷ αὐλίσκῳ πρὸς τὸ διοδεύειν δύνασθαι διʼ αὐτοῦ· κατὰ δὲ τὸ ἄκρον τὸ καυτήριον μὴ πυρῆνα ἐχέτω, ἀλλὰ βάσιν ἐπίπεδον ἐξ ἀποτομῆς. ἐπὶ τῆς χρείας οὖν ἐνθετέον τὸν αὐλίσκον εἰς τὸ στόμα, καὶ ἀνανεύσαντες αὐτοῦ τὴν καμπὴν εἰς τὴν ὑπερῴαν, ὥστε ἐφηδράσθαι τῷ πεπονθότι τοῦ ὀστέου, πυρακτώσαντες τὸ καυτήριον καθήσομεν διὰ τοῦ αὐλίσκου καὶ προσαρμόσαντες τῷ ὀστέῳ καύσομεν· οὕτως γὰρ οὐδὲν τῶν πέριξ σωμάτων ὑπὸ τῆς πυρώσεως ἐνοχληθήσεται. οὐ μόνον δʼ ἐφʼ ὑπερῴας ἐστὶν οὗτος ὁ τρόπος ὁ τῆς ὀργανοποιίας εὔθετος, ἀλλὰ καὶ ἐπὶ πάντων ὀστῶν, ὅσα δεῖται μὲν καύσεως, γειτνιᾷ δὲ νεύροις ἢ ἄλλοις κυρίοις τισὶ σώμασιν. ὅσαι δʼ εἰς βρόγχον καθήκουσι σύριγγες ἔξωθεν τὴν ἀρχὴν ἐκ τοῦ τραχήλου λαβοῦσαι, οἱ μὲν ἀρχαῖοι ἰατροὶ ἀπηγόρευον, ἡμῖν δʼ ἀρέσκει μυρσινοειδῶς περιελόντας αὐτὰς καὶ τοῦ βρόγχου περιγλύψαντας τὸ ἐφθορός, ἐπάγειν τὸ δέρμα καὶ ζυγοῦν· ἐνίοτε γὰρ εὐστοχεῖται τὰ περὶ τῆς κολλήσεως. τὰς δʼ εἰς τὴν εὐρυχωρίαν τοῦ θώρακος κατιούσας, καὶ ταύτας ἀπηγόρευσαν οἱ παλαιοί· ἡμεῖς δέ, εἰ μὲν ὁ πνεύμων ἰσχυρῶς ὑπὸ τῆς σύριγγος ἐνοχληθῆναι τύχοι, ἢ καὶ τοῦ ὑπεζωκότος ὑμένος πολύ τι μέρος, καὶ αὐτοὶ παραιτησόμεθα· εἰ δʼ ὀλίγον ὁ ὑπεζωκὼς πάθοι, ὥστε αὐτῷ μόνον σύντρησιν γενέσθαι, παραπλησίως ἐγχειρήσομεν ὥσπερ καὶ ἐπὶ τῶν εἰς βρόγχον κατατεινουσῶν. ἐπὶ δὲ τῶν εἰς ἔντερα, εἰ μὲν καὶ αὐτῶν τι τῶν ἐντέρων ἀναστομωθείη, δῆλον ὅτι ἀπαγορεύσομεν, εἰ δὲ μόνον τὸ περιτόναιον, περιελόντες, εἰ μὲν ἐνδέχοιτο, μυρσινοειδῶς, ἐναίμως ἄξομεν, χρησάμενοι τῷ τῆς γαστρορραφίας τρόπῳ, ἧς τὸ εἶδος ἐν οἰκείῳ τόπῳ παραδείξομεν· εἰ δὲ μὴ ἐπιδέχοιτο τὸ σχῆμα τῆς σύριγγος μυρσινοειδῆ περιαίρεσιν, κυκλοτερῆ περιγράψαντες, τὸν κατὰ συσσάρκωσιν τῆς θεραπείας ἐπάξομεν τρόπον. περὶ δὲ τῶν εἰς φλέβα ἢ ἀρτηρίαν, εἰ μὲν εἴη μεγάλη, παρεδείξαμεν ἤδη ὅτι διὰ φαρμακείας ἐκτυλοῦν καὶ ἀποθεραπεύειν χρὴ τὰς τοιαύτας· ἐπὶ δὲ τῶν μικροτέρων ἔξεστι μὲν καὶ περιαιρέσει, βέλτιον δὲ καύσει χρῆσθαι· οἵ τε γὰρ τύλοι ὑπὸ τῆς καύσεως ἐκδαπανῶνται, καὶ ἐν τῷ παραυτίκα μεταβάλλουσιν εἰς ἐσχάραν, ἀναίμακτός τε ἡ ἀποθεραπεία γίνεται. τὰς δʼ εἰς νεῦρον περαιουμένας πάσας διὰ φαρμακείας θεραπευτέον. τὰ δʼ ἐν τοῖς οὔλοις συρίγγια ἐπιδιαιρεῖσθαι χρή· ἐξαπλωθέντα γὰρ θεραπεύεται ὡς ἕλκη. ἐὰν δʼ εἰς τὰς ῥίζας φθάσῃ, οὕτως καταλιπεῖν βέλτιον. ἐὰν δὲ δυσανασχετῇ ὁ πάσχων, ἐξαιρείσθω ὀδούς· ἅμα γὰρ τῇ τοῦ ὀδόντος ἐξαιρέσει τὸ συρίγγιον ἀνασταλήσεται καὶ τὸ οὖλον συμπεσεῖται. ἐπὶ δὲ τῆς ἕδρας, φανερᾶς μὲν οὔσης τῆς σύριγγος ἔξω τοῦ στομίου παρὰ τῷ δακτυλίῳ, ἔνδοθεν δὲ τοῦ δακτυλίου συντετρημένου, ὁ τῆς μηλωτρίδος πυρὴν εἰς τὸ στόμιον ἐντιθέσθω, καὶ διωθείσθω τὸ ἔλασμα, ἕως κενεμβατήσῃ, εἰς τὸν τῆς ἕδρας πόρον, εἶτʼ ἐπικαθιέσθω εἰς τὴν ἕδραν ὁ λιχανὸς δάκτυλος τῆς ἀριστερᾶς χειρός, καὶ διʼ αὐτοῦ ἐκλαμβανέσθω ὁ τῆς μηλωτρίδος πυρὴν καὶ ἀποτεινέσθω, καὶ τότε ἐκτεμνέσθω πάντα τὰ σεσυριγγωμένα, ὅλα τὰ ἐξειλημμένα. κἂν φανῇ τύλος ὑποκείμενος, ἀπὸ τῶν ὑγιῶν ἐκτεμνέσθω. ἐὰν δʼ ᾖ βαθυτέρα ἡ σύριγξ, συντετρημένου τοῦ σφιγκτῆρος ἢ τοῦ πέρατος τοῦ ἀπευθυσμένου, ἐὰν μὲν ᾖ δυνατόν, τῇ μηλωτρίδι ἐκλαμβανέσθω ἡ ὑποφορά, καὶ τότε ὁ μὲν σφιγκτὴρ ἀποτεινέσθω, ὁ δὲ δακτύλιος περιαιρείσθω· σφιγκτὴρ γὰρ ὅλος διὰ βάθους περιαιρεθεὶς οὐ συμφύεται, ἀλλὰ τῆς τοῦ σκυβάλου ῥυάδος αἴτιος γίνεται. ἐὰν δʼ ἐκτρέπεσθαι μὴ δύνηται ὁ σφιγκτὴρ σὺν τῷ δακτυλίῳ διὰ πάχος καὶ τὴν ἀπήνειαν τῶν σωμάτων, καθιέσθω ἡ μηλωτρὶς εἰς τὸ βάθος ἕως οὗ κενεμβατήσῃ, καὶ τῷ δακτύλῳ καθεθέντι γυμνὸν προσπέσῃ τὸ τῆς μηλωτρίδος ἔλασμα· ἐπικόπου δʼ ὄντος τοῦ ἐλάσματος, τὸ τῆς ὑποφορᾶς βάθος ἐπιδιαιρείσθω, τοῦ ἀπευθυσμένου λέγω καὶ σφιγκτῆρος. πρὸς δὲ τὴν ἐπιδιαίρεσιν, τῷ λιχανῷ δακτύλῳ συγκαθιέσθω ἡ τοῦ ἡμισπάθου ἀκμὴ ἢ τοῦ ὑπό τινων κατασκευαζομένου συριγγοτόμου, καὶ ἔσωθεν ἔξω ἀγομένη ἡ ἀκμὴ διαιρείτω τὸ τῆς ὑποφορᾶς βάθος. ἐπιδιαιρεθέντος δὲ τοῦ σφιγκτῆρος, κομιζέσθω μὲν ἡ ἀκμή, τῷ δὲ λιχανῷ δακτύλῳ ἐκλαμβανέσθω ἔσωθεν ἔξω τὸ τῆς μηλωτρίδος ἔλασμα, ἵνα ὁ σεσυριγγωμένος δακτύλιος κατὰ τὴν μεσότητα γένηται τοῦ τῆς μηλωτρίδος ἐλάσματος, καὶ πάλιν γένηται ἡ ἐκτομὴ κατὰ τὸν ἱστορημένον τρόπον. ἀσυντρήτου δʼ οὔσης τῆς ὑποφορᾶς, τὸ τῆς μηλωτρίδος ἔλασμα καθιέσθω· καθιέσθω δὲ καὶ εἰς τὴν ἕδραν ὁ λιχανὸς δάκτυλος, ἵνα ἐκ διαδόσεως τῆς ἁφῆς γινώσκῃ ὁ σημειούμενος τὸ πάχος τῶν σωμάτων, κἂν μὲν ᾖ λεπτά, συντιτράσθω κατὰ τὸ πέρας ἡ ὑποφορά· συντιτράσθω δʼ ἢ τῇ μηλωτρίδι ἢ τῇ ὀξείᾳ, καὶ μετὰ τὴν σύντρησιν ἐκλαμβανέσθω τὰ εἰρημένα. ἐὰν δʼ ᾖ παχέα τὰ μεταξὺ τῆς ἕδρας καὶ τῆς ὑποφορᾶς σώματα, τοπικὴ γινέσθω τῆς σύριγγος ἀναστολή· παχύτατα γὰρ σώματα ἐκτεμνόμενα αἱμορραγίαν δυσκράτητον ἐμποιεῖ· ἅμα δὲ καὶ διὰ τὸ βάθος τῆς ἐκτομῆς δυσχερὲς συσσάρκωσιν γενέσθαι. ὅταν δʼ ᾖ κεχωρισμένη ἡ σύριγξ τῆς ἕδρας πλησιάζουσα τῷ ἰσχίῳ, πρότερον αὐτὴν ἰπωτηρίῳ ἀνευρύνειν δεῖ καὶ τότε ὅλην ἀπὸ τῆς ἐπιφανείας ἕως τοῦ βάθους ἀναστέλλειν ἐκτέμνειν τε τὰ χείλη· ἐφʼ ὅσον γὰρ ὑγιάζεται ἡ ἀναστολὴ μεμυουρισμένη κατὰ τὸ βάθος, ἐπὶ τοσοῦτον συντομωτέρα γίνεται ἡ συσσάρκωσις. ταῦτα φρονοῦμεν ἐπὶ τῶν εὐθειῶν συρίγγων· ἄνω δὲ τῆς σύριγγος ἐσχηματισμένης, κατὰ τὸ σχῆμα καὶ τὸ βάθος τῆς ὑποφορᾶς ἡ ἀναστολὴ γινέσθω. ἐὰν δὲ πλησιάζῃ ἡ ὑποφορὰ τῷ τῆς κύστεως τραχήλῳ, ἐγκειμένης τῆς μηλωτρίδος τῇ σύριγγι, καθιέσθω διὰ τῆς οὐρήθρας πρὸς τὴν ἡλικίαν καθετήρ, ἵνα ἐν τῇ χειρουργίᾳ διὰ τῆς ἁφῆς ἐκ διαδόσεως τοῦ καθετηρίου ἀντιλαμβανόμενοι τοῦ τῶν σωμάτων πάχους ἀσύντρητον φυλάξωμεν τὸν τῆς κύστεως τράχηλον. κάτω δὲ τῆς σύριγγος ἐσχηματισμένης καὶ τοῦ ἱεροῦ ὀστέου λελιπασμένου ἢ τετερηδονισμένου, οὐ δεῖ αὐτὸ δεδοικέναι διὰ τὸ ὄνομα — οὐ γάρ ἐστι κύριον· ἀλλʼ ἐὰν ἐπιζητῇ ἐκκοπήν, ἐνεργεῖν καθὼς ἐδηλώθη ἐπὶ τῶν ἄλλων τετερηδονισμένων ὀστέων. κρυπτῆς δὲ σύριγγος γενομένης ἐν δακτυλίῳ, τοῦ μὲν στομίου ἔνδον ὄντος, τῆς δʼ ὑποφορᾶς πλαγίας, τοῦ βάθους προσαναμετρηθέντος ἔσωθεν ἀπὸ τοῦ στομίου, ἀγκίστροις ἀποτεῖναι δεῖ τὴν σύριγγα καὶ ὅλην ἐκτέμνειν. ταῦτα μὲν οὖν δύναται γίνεσθαι, ὅταν ᾖ ἔξωθεν τοῦ δακτυλίου ἢ κρυπτὴ ἡ σύριγξ· ὅταν δὲ βαθεῖα τυγχάνῃ, τὸν σφιγκτῆρα σεσυριγγωκυῖα, ἤτοι ἀπὸ δακτυλίου ἀρξαμένη καὶ ἐπὶ πολὺ κεχωρηκυῖα ἢ ἐν τῷ σφιγκτῆρι κατεσκευασμένη, μετὰ τὴν δεδηλωμένην σημείωσιν τῷ ἑδροδιαστολεῖ, τῷ μικρῷ διοπτρίῳ λέγω, διαστεῖλαι δεῖ τὴν ἕδραν ὡς γυναικεῖον κόλπον, εἶθʼ ὅταν φανερὸν γένηται τὸ τῆς σύριγγος στόμιον, διʼ αὐτοῦ καθιέσθω ὁ τῆς μηλωτρίδος πυρὴν καὶ διωθείσθω εἰς τὸ βάθος, ἐπικόπου τε ὄντος τοῦ ἐλάσματος, ὅλη διαιρείσθω ἡ σύριγξ τῷ ἡμισπαθίῳ. ταῦτα γινέσθω ἐπὶ τῶν μονοστόμων καὶ μονοσχιδῶν συρίγγων· τῆς δὲ σύριγγος πολυστόμου καὶ μονοσχιδοῦς οὔσης, πρότερον ἐκτεμνέσθω πάντα τὰ φαινόμενα στόμια· γυμνωθεῖσα γὰρ ἡ τοῦ κόλπου ἀρχὴ μονοστόμιον καὶ μονοσχιδῆ σύριγγα ἐνδείξεται, ὥστε πάλιν ἡμᾶς κατὰ δευτέραν ἐπιβολὴν τοῖς αὐτοῖς ἔργοις χρήσασθαι τοῖς μικρῷ πρόσθεν εἰρημένοις. ἐπὶ δὲ τῆς μονοστόμου καὶ πολυσχιδοῦς σύριγγος ἢ μονοστόμου καὶ πολυκόλπου τῇ δυνάμει ταὐτά ἐστιν ἔργα· ἐκτμηθέντος γὰρ τοῦ στομίου, γυμνωθεῖσαι αἱ τῶν κόλπων ἀρχαὶ πολύστομον καὶ πολυσχιδῆ σύριγγα ἐνδείξονται. κοινότερον δʼ ἐπὶ τούτων ἐξετάσαι δεῖ, πότερον τὰ μεταξὺ τῶν ὑποφορῶν σώματα λεπτά ἐστιν ἢ παχέα, ἵνα, ἐὰν ᾖ λεπτά, συντμηθῇ πάντα καὶ γένηται μία ἕλκωσις, ἐὰν δὲ παχέα, ἑκάστη ὑποφορὰ καθʼ ἑαυτὴν ἀνασταλῇ. ἐὰν δʼ ἡ μέν τις ὑποφορὰ ἄνω ᾖ ἐσχηματισμένη, ἡ δὲ κάτω, ἄλλη δὲ πλαγία κεχωρισμένη, κατὰ πολὺ τῶν συρίγγων παχέων ὄντων τῶν μεταξὺ σωμάτων, ἑκάστη ὑποφορὰ καθʼ ἑαυτὴν ἀναστέλλεσθαι ὀφείλει. αἱ χειρουργίαι εἰσὶν αὗται· μεθʼ ἃς θεραπεῖαι ἐγκρινέσθωσαν ἀναξηραίνουσαι μὲν ὀστέον γεγυμνωμένον, λιπαίνουσαι δʼ ὅταν ᾖ ἐσκεπασμένα τὰ ὀστᾶ. τοῦ δὲ δακτυλίου κατὰ πλείονα μέρη καθʼ ὅλον τὸν κύκλον περιῃρημένου, ἵνα μὴ φιμὸς γένηται, ἐν μὲν ταῖς πρώταις ἡμέραις πριαπίσκος ἐντιθέσθω, ἐν δὲ ταῖς ἐσχάταις πρὸς τὴν κατούλωσιν σωλὴν μολυβδοῦς ἢ κασσιτέρινος γινέσθω καὶ ἐντιθέσθω μέχρι κατουλώσεως. καὶ μετὰ τὴν κατούλωσιν δὲ συμφέρει βραδῦναι τὴν τοῦ σωλῆνος ἔνθεσιν πρὸς ἀσφαλῆ καὶ βεβαίαν θεραπείαν. καὶ ἐν δακτύλοις ἀποστηματικὰ συρίγγια γίνεται, ὡς ἐπίπαν ἐν ταῖς συναρθρώσεσιν· ἐφʼ ὧν δεῖ ἤτοι τὸ ἀποστημάτιον ἤτοι τοῦ συριγγίου τὸ στόμιον κατὰ τετράγωνον σχῆμα τέμνειν, κἂν μὲν ᾖ ἀλιπῆ τὰ ὀστάρια, μηδὲν περιεργάζεσθαι, λιπασμοῦ δʼ ὄντος, ἐκκόπτειν τὰς τῶν σκυταλίδων κεφαλίδας σμιλιωτοῖς ἐκκοπεῦσιν, εἶτʼ ἐντιθέναι μοτάρια τιλτά, καὶ τότε μοτοφυλάκιον οἰνελαίῳ βεβρεγμένον καὶ ἐπιδεῖν δεσμιδίῳ στενῷ, συνεπιδεῖν δὲ τὸν πλησίον δάκτυλον, ἵνα στηρίζηται ὁ κεχειρουργημένος, τῷ δὲ μεγάλῳ τῷ ἀντίχειρι ναρθήκιον ἢ φιλύριον σανίδιον συνεπιδεδέσθαι στηριγμοῦ χάριν. τῶν δʼ ἐν τῷ ὀσχέῳ συρίγγων ἡ μὲν κατὰ τὰ ἐμπρόσθια μέρη βαθυνθεῖσα συντρήσει τὸν ἐλυτροειδῆ χιτῶνα, ἡ δὲ κατὰ τὰ ὀπίσθια τὰ κατὰ τὴν πρόσφυσιν. τοῦ μὲν οὖν ἐλυτροειδοῦς χιτῶνος συντετρημένου, ἅμα τῇ καθέσει διὰ τῆς συντρήσεως κενεμβατεῖ ἡ μηλωτρίς· ὅταν δʼ ἐπερεισθῇ τῷ διδύμῳ, νύξασα τοῦτον, σφοδροτάτην ποιεῖ ὀδύνην· ἐπὶ δὲ τῆς κατὰ τὰ ὀπίσθια μέρη ὁμοίως νυσσομένου τοῦ διδύμου, γίνεται ἀλγηδών. σχηματιζέσθω δʼ ὕπτιος ὁ πάσχων ἐν τῇ χειρουργίᾳ, ἔπειτα διωθείσθω τὸ ἔλασμα, ἐπικόπῳ τε χρώμενος αὐτῷ ὅλην τὴν σύριγγα ἐξάπλου καὶ ἐκτύλου. τῆς δὲ σύριγγος κατὰ τὰ ὀπίσθια μέρη γεγενημένης, καὶ τοῦ διδύμου κεκακωμένου, ἀνάγκην ἕξομεν τῇ τῶν σκεπόντων σωμάτων ἀναστολῇ καὶ τὸν κεκακωμένον δίδυμον ἀφελεῖν, διακρίσεως τῆς αὐτῆς γινομένης καὶ τῆς τῶν ἀγγείων ἀποσφίγξεως, ὡς πρόσθεν ἐδηλώθη.

Ἐκ τῶν Μέγητος. Περὶ συρίγγων.

Θεραπεία δὲ τῶν συρίγγων ἡ μὲν διὰ φαρμάκων, ἡ δὲ διὰ χειρουργίας, τρίτη δʼ ἡ διὰ τῶν βρόχων· χρῆσις δὲ φαρμάκων ξηρῶν ἢ κολλυρίων ἢ ἐγχύτων ἢ ἐμπλαστῶν ἀποτήκειν δυναμένων ἢ καυστικῶν· χειρουργία δὲ δύναται τεμεῖν, καῦσαι, περιελεῖν, ξύσαι, ὀστοῦν ἀνελέσθαι, τὸν χόνδρον ἐκγλύψαι· τούτων δὲ τομὴ καθʼ αὑτὴν αὐτάρκης καὶ περιαίρεσις καὶ καῦσις· τὰ δʼ ἄλλα ἐπὶ τούτοις ποιητέα ἢ φαρμάκοις γυμνῶσαι τὸ πεπονθὸς ὀστοῦν δυναμένοις ἢ τὸν χόνδρον· οἱ δὲ βρόχοι τὰς ἐνέδρας ἁπλᾶς οὔσας ἰῶνται καί τινας τῶν πολυσχιδῶν. ὁπόσαι μὲν οὖν τῶν συρίγγων ἁπλαῖ τέ εἰσι καὶ ἐν σαρκὶ μὴ ἐνερρυσωμένῃ μηδὲ κοίλῃ καὶ ἀκινήτῳ ἢ ἐπʼ ὀλίγον συγκινουμένῃ, καλῶς ἂν θεραπεύοιντο φαρμάκῳ, κἂν μὲν τύχωσιν ἐξ ὀλίγου του χρόνου ἐγγινόμεναι, ἐμπλαστοῖς ὅσαι τραυματικαί εἰσι, διʼ ἀλόης ἢ στυπτηρίας ἢ ἰοῦ καὶ λεπίδος καὶ τῶν μεταλλικῶν λεγομένων· τοῦ γὰρ ἐμπλαστοῦ φαρμάκου σκωλήκιον ἀναπλάττοντα ἐντιθέναι, ὅσον μὴ διασφηνῶσαι, μέχρι αἷμα καθαρὸν ἀπίοι· εἶτα τὸ αὐτὸ φάρμακον σπληνίον ποιήσαντα ἐπιτιθέναι καὶ σπόγγον ὑπὲρ αὐτὸ ὄξει διάβροχον· λύειν δὲ διὰ πέμπτης καὶ διαιτᾶν κρέας ὀπτὸν καὶ ἄρτον πεπονημένον, οἶνον δὲ πίνειν σάρκα αὐξῆσαι δυνάμενον καὶ κατακείμενον προαλείφεσθαι. ἁρμόσει δʼ ἂν πόρρω τοῦ θώρακος ἡ σύριγξ γένηται, διʼ ἡμερῶν νῆστις ἔμετος καὶ διὰ ῥαφανίδων ἐπιτηδευόμενος. ἄριστον δὲ φάρμακον σύριγξι τὸ ἐμὸν κολλύριον· ἔστι δʼ ἰοῦ ξυστοῦ δραχμαὶ δύο καὶ θυμιάματος ἀμμωνιακοῦ ὀβολοὶ δύο· ὁ μὲν ἰὸς ξηραίνεται, τὸ δʼ ἀμμωνιακὸν ὄξει διεθὲν ὡς κόμμι ἐπιχυθὲν τῷ ἰῷ καὶ μιγὲν ἀναπλάττεται. καθιέναι δὲ χρὴ μέχρις αἷμα σταθηρὸν ἀποκριθῆναι· ἀπαντᾷ δʼ ὁ τύλος περὶ τῷ κολλυρίῳ. χρὴ δὲ τὸ κολλύριον ἐνιέντα καταπλάσσειν τοῖς ἀνωτέρω γεγραμμένοις, ὅσα ψύχειν δύναται ἢ στύφειν ἠρέμα· τὰ γὰρ πλησίον τῆς σύριγγος φλεγμαίνειν ποιεῖ. ποιεῖ δὲ καὶ τὸ καυστικὸν φάρμακον, ὅταν βρέξας τις ἔτι αὐτῷ πάπυρον ἢ σπόγγον ἐσκελετευμένον καθῇ· παρελθὸν γὰρ ἔκαυσε τὴν σύριγγα· ἐπʼ ἀμφοῖν δέ, κολλυρίου τε καὶ τοῦ καυστικοῦ, ἐγκλύζειν χρὴ τοῖς ἀνακαθαρτικοῖς, περὶ ὧν εἴρηται. ἀποτήκει δὲ καὶ σκίλλα τιλτὴ ἐνεψηθεῖσα κονίᾳ, ᾗ χρῶνται οἱ τοὺς πηλοὺς ἐργαζόμενοι — τήκει γὰρ ἐρρωμένως καὶ αἱμάττει — καὶ φάρμακα ὑγρὰ ἐγχεόμενα, τὰ μὲν ὡς ἔχει, τὰ δʼ οἴνῳ, ἔστι δʼ ὅτε ὄξει, χρονίων καὶ διατύλων οὐσῶν τῶν συρίγγων. καὶ ξηρὰ δὲ φάρμακα, ὅταν προανοίξῃ τις ἰπωτηρίῳ τὴν σύριγγα, ἐμφυσώμενα διὰ καλάμου, τὰ μὲν τήκει, ἃ δʼ ἐκάθαρεν· ἔστι δʼ ἃ στεγνωτικὰ ὄντα τὸ ῥεῦμα ἐπέσχε, ξηρανθὲν δὲ τὸ ἕλκος κατούλωσεν. οἶδα δὲ καὶ τοῖς σηπτοῖς φαρμάκοις, ὥσπερ καὶ τοῖς καυστικοῖς, τύλους ἀφανισθέντας· ἔχριον δὲ τὸ σηπτὸν περὶ τρίχας ὑείας συνδῶν αὐτάς, ἢ ἁλὶ σχοῖνον χρίων παρῆγον εἰς τὴν σύριγγα· τέλος γὰρ τὸ μὴ ὑγιὲς τῆς σαρκὸς μηδὲ οἰκεῖον ἐξαγαγεῖν, τὴν δὲ συγγενῆ ἀνακαθήραντα ἐᾶσαι συνελθεῖν. τὸ δὲ λίνον ἐπιτήδειον ταῖς ἐν ἕδρᾳ σύριγξιν ἀμφιστόμοις ἢ ἓν στόμα ἐχούσαις· χρὴ δʼ αὐτὸν διατρῆσαι. ἔστω δέ σοι μηλωτρὶς ἐπʼ ἄκρου τρῆμα ἔχουσα, οἷον αἱ βελόναι τὸ κύαρ, ἢ οἷον ἕλικα πρὸς τῷ πέρατι, καὶ εἰς σχῆμα κοχλίου δινωθήτω, εἴ γε διὰ τοῦ στόματος διεῖραι χρὴ τὸ λίνον καὶ ἐρρωμένως ἐστραμμένον, ὅσον δίστροφον ἢ τρίστροφον. κἂν μὲν ἀμφίστομος ᾖ, καθιέναι διὰ τοῦ ὁρωμένου στόματος τὴν μηλωτρίδα σὺν τῷ λίνῳ, καὶ διὰ θατέρου καὶ ἐντός, εἰς ὃ περατοῦται ἡ σύριγξ, στόματος ἐκλαβόντα τὸ ἄκρον τῆς μηλωτρίδος τὴν μὲν ἀρχὴν αὐτῆς τῆς ἀριστερᾶς χειρὸς τοῖς δυσὶ δακτύλοις, λιχανῷ τε καὶ μεγάλῳ, κατασχεῖν μηδὲν ἐφελκόμενον, μὴ ὅλον σοι τὸ λίνον διεκπέσῃ διὰ τοῦ ἐντὸς τρήματος· τὸ δὲ μετὰ τοῦτο καθʼ ἑκάστην τὴν μηλωτρίδα ἀνακόμισον· ἔσται γάρ σοι τοῦ λίνου τὸ μὲν ἔξω ἀπαιωρούμενον ἄκρον, τὸ δὲ διὰ τοῦ ἐντὸς καὶ τῆς ἕδρας ἐξειλημμένον· σύνδει οὖν αὐτὰ πρὸς ἄλληλα ἀγκύλῃ. τὴν σάρκα μὲν σφίγγων χαλαρώτατα χρῆσθαι τῷ λίνῳ. περιπατείτω δὲ καὶ λουέσθω διʼ ἡμερῶν· μὴ πολλὰ δʼ ἐσθιέτω, μηδὲ ὥσπερ εἰ μηδὲν κακὸν εἶχε διαιτάσθω. χρὴ δὲ τὸ λίνον ἅπαξ ἢ δὶς τῆς ἡμέρας διέλκειν, μὴ λυομένου τοῦ βρόχου· προσέχειν δὲ τὸν νοῦν ὡς μὴ λάθῃ σαπὲν τὸ λίνον, ἀλλὰ διὰ τρίτης αὐτὸ ἀλλάττειν· λύσαντα γὰρ χρὴ τὴν ἀγκύλην λίνον νεαρὸν τῇ ἔξω ἀρχῇ τοῦ παλαιοτέρου προσδεῖν καὶ τὸ ἐντὸς ἕλκειν, μέχρι παρελθὸν τὸ νεαρὸν διὰ τῆς σύριγγος ὅλης τὴν ἑτέραν ἀρχὴν διὰ τῆς ἕδρας περιβάλῃ, εἶτα συνδεῖν ὁμοίως καὶ ταὐτὰ ποιεῖν. δύναται δὲ τὸ λίνον καὶ ὁ περίπατος τὴν πρὸ τῆς σύριγγος ἐπιφάνειαν ἅμα τε διαιρεῖν, καὶ τὸ διαιρεθὲν ἑπόμενον κατουλοῦται. οὗτος ὁ τρόπος μακρὸς μέν ἐστιν ἐν θεραπείᾳ, ἄλλως δʼ ἀνώδυνος· τοῖς δὲ βουλομένοις θᾶττον τῷ λίνῳ θεραπεύεσθαι προσήκει πρίζειν τὴν σάρκα· ἐμπρίζεται γάρ, ἀλλὰ μετʼ ὀδύνης. καθιέναι δʼ εἰς τὴν νύκτα σπογγία ἐσκελετευμένα, ὑφʼ ὧν τεινόμενον τὸ δέρμα λεπτὸν ἔσται· τὸ δὲ λίνον εὐπετῶς διʼ αὐτοῦ καὶ τῆς σαρκὸς αἰσθήσεται. ἐὰν δʼ ἐπιταχύνειν βουληθῇς, χρῖε τῶν γεγραμμένων τινὶ φαρμάκων τὸν σπόγγον· ἅμα δὲ τῷ τάχει καὶ τῇ ὀδύνῃ προσθήσεις.

Ἐκ τῶν Γαληνοῦ. Περὶ γαγγραίνης καὶ σφακέλου.

Γαγγραίνας τὰς διὰ μέγεθος φλεγμονῆς νεκρώσεις ὀνομάζουσιν, οὐκ ἤδη γεγενημένας, ἀλλὰ γινομένας ἔτι. καὶ ἢν μὴ ταχέως τις τὴν τοιαύτην διάθεσιν ἰάσηται, νεκροῦται ῥᾳδίως τὸ παθὸν οὕτω μόριον ἐπιλαμβάνει τε τὰ συνεχῆ καὶ ἀποκτείνει τὸν ἄνθρωπον· ἐπειδὰν γὰρ ἰσχυρῶς φραχθῇ κατὰ τὰς μεγίστας φλέβας τά τε στόματα τῶν ἀγγείων οἵ τε πόροι πάντες οἱ κατὰ τὸ δέρμα τῆς κατὰ φύσιν ἀποστερούμενα διαπνοῆς, τὰ οὕτω κάμνοντα σώματα νεκροῦται ῥᾳδίως, καὶ πρῶτον μὲν αὐτῶν ἀποσβέννυται τὸ τῆς χροιᾶς εὐανθὲς ὃ συνῆν ταῖς φλεγμοναῖς, ἔπειτα ἡ ὀδύνη καὶ ὁ σφυγμὸς οἴχονται, οὐ πεπαυμένης δήπου τῆς διαθέσεως, ἀλλὰ τῆς αἰσθήσεως νενεκρωμένης. καὶ ὅταν γε τελέως ἀναίσθητα γένωνται τὰ οὕτως πάσχοντα σώματα, τὸ πάθος οὐκέτι γάγγραιναν, ἀλλʼ ἤδη σφάκελον ὀνομάζουσι, φθαρείσης ἤδη τῆς ὅλης οὐσίας τοῦ σφακελίσαντος μέλους, ὥστε οὐδʼ ἂν ἰάσαιτό τις αὐτὸν ἤδη συνιστάμενον, ἀλλʼ ἔτι ἀρχόμενον, ὅσπερ οὐδὲ σφάκελός ἐστιν ὄντως, ἀλλὰ γάγγραινα μεγάλη πλησίον ἥκουσα σφακέλου· καταχρώμεθα δʼ ἐνίοτε τοῖς τῶν παρακειμένων παθῶν ὀνόμασιν ἐπὶ τῶν ἀφικνουμένων εἰς αὐτά, μηδέπω δʼ ἐχόντων τὴν ἐκείνων ἰδέαν τε καὶ φύσιν. οὕτως γοῦν καὶ τὴν μεγίστην φλεγμονήν, ὅταν μήτε τὴν εὔχροιαν ἔτι διασῴζῃ τὴν ἑαυτῆς μήτε τὴν ὀδύνην ἐνίοτε γάγγραιναν ὀνομάζομεν, οὐδέπω μὲν οὖσαν ἀκριβῶς γάγγραιναν, εἰ δʼ ἀμεληθείη, μικρὸν ὕστερον ἐσομένην. τὴν ὅλην τῆς οὐσίας ἑκάστου μορίου φθορὰν ὀνομάζουσιν οἱ παλαιοὶ σφάκελον, ἀλλʼ ἐπὶ μὲν τῶν σαρκωδῶν μορίων ἄλλοις ὀνόμασι χρῶνται. λέγει γοῦν Ἱπποκράτης καὶ σαπρὰν σάρκα καὶ μυδῶσαν καὶ σηπομένην καὶ ἄλλα τοιαῦτα ὀνόματα, κατὰ δὲ τοῦ φθειρομένου διʼ ὅλης ἑαυτοῦ τῆς οὐσίας ὀστοῦ τὸ σφάκελον ἐπιφέρει. συμβαίνει δὲ τοῦτο τὸ πάθημα τοῖς ὀστοῖς, ὅταν ἡ περικειμένη σὰρξ αὐτοῖς μοχθηροὺς ἰχῶρας γεννῶσα διαβρέξῃ τούτοις αὐτὰ καὶ διασήψῃ. τελέως μὲν οὖν νεκρωθὲν μόριον, ὡς νυττόμενον ἢ τεμνόμενον ἢ καιόμενον ἀναίσθητον ὑπάρχειν, καὶ τάχιστα χρὴ περικόπτειν καθʼ ὃ ψαύει τοῦ πλησιάζοντος ὑγιοῦς· ἀλλὰ τὸ μὲν οὕτως διατεθὲν μέλαν γίνεται, τὸ δʼ ἐν τῷ μεταξὺ καθεστηκὸς ὡς ὁδοιπορεῖν ἐπὶ τὴν νέκρωσιν ὀνομάζεται γάγγραινα. θεραπεία δʼ αὐτοῦ γίνεται, κενωσάντων ἡμῶν ὅσον οἷόν τε πλεῖστον τοῦ κατὰ τὸ πάσχον μόριον αἵματος ἐσφηνωμένου, διʼ ὃ καὶ ἡ νέκρωσις γίνεται, μὴ δυναμένων τῶν ἀρτηριῶν ὑπὸ στενοχωρίας διαστέλλεσθαι, τῷ δʼ ὑπολοίπῳ διαπνοὰς παρασχόντων. ἢ τοίνυν φλέβα τέμνοντα κενῶσαι δεῖ τὸ διεφθαρμένον αἷμα, ὅταν ἡ διάθεσις ἐν μορίῳ γένηται φλέβα μεγάλην ἔχοντι δυναμένην ἀκινδύνως τμηθῆναι, ἢ ὅλον τὸ δέρμα πολλαῖς τομαῖς βαθείαις διαιρεῖν χρή, τέμνοντας ἅμα αὐτῷ τὴν ὑποκειμένην οὐσίαν, ἢ πολλαῖς ἀμυχαῖς βαθείαις ἀποσχάζειν, ἐάσαντα δʼ ἀπορρυῆναι τὸ αἷμα τῶν φαρμάκων ἐπιτιθέναι τι τῶν πρὸς τὰ σηπόμενα χρησίμων· ἔστι δὲ ταῦτα διʼ ὀξυμέλιτος ἄλευρον ὀρόβων ἢ αἰρῶν, ἢ εἰ μὴ παρείη ταῦτα, τὸ τῶν κυάμων αὐτό τε μόνον τὸ ὀξύμελι. σφοδρότερον δʼ αὐτῷ χρῆσθαι βουλόμενος ἁλῶν ἐπεμβαλεῖς. ἢ τῶν κυκλίσκων τινὰ λειοῦν ἀκριβῶς, οἷος ὁ Ἄνδρωνός ἐστι καὶ ὁ Μούσα καὶ ὁ Πολυείδους καὶ ὁ Πασίωνος, καὶ ἔτι τούτων μᾶλλον ὁ Βιθυνὸς ὀνομαζόμενος, ὄξει μιγνύμενοι πάντες ἢ ὀξυμέλιτι. εἰδέναι δὲ χρὴ τῶν μὲν ἰσχυροτάτων δεῖσθαι φαρμάκων τὰ σκληρὰ σώματα, τῶν δʼ ἀσθενεστέρων τὰ ἁπαλά. κἂν ἐκτέμῃς δέ ποτε σεσηπὸς ἢ νενεκρωμένον μέρος, ἀσφαλείας ἕνεκα τοῖς εἰρημένοις ἀρτίως χρῶ φαρμάκοις, ἀποβλέπων εἰς τὰς τῶν σωμάτων φύσεις· τινὰ γὰρ τάχιον σήπεται, καὶ βέλτιον ἀσφαλείας ἕνεκεν, ὅταν ἐκτέμῃς ἢ περιτέμῃς τὸ σεσηπός, τὴν οἷον ῥίζαν αὐτοῦ συνημμένην τοῖς ἀπαθέσι καίειν, ὡς ἐπὶ τῶν αἰδοίων εἰώθαμεν ἐργάζεσθαι πολλάκις, ἐνίοτε μὲν αὐτοῖς τοῖς πεπονθόσι μορίοις τὰ καυτήρια προσφέροντες, ἐνίοτε δὲ προϋποβάλλοντες μότους. μετά γε μὴν τὴν καῦσιν εἰώθαμεν χυλῷ πράσου χρῆσθαι· μὴ παρόντος δὲ τούτου, τοῖς εἰρημένοις ὀλίγον ἔμπροσθεν. ὅταν δέ σοι φαίνηται τούτων γενομένων πεπαῦσθαι τὸ σηπόμενον, ὅπως ἀποπέσῃ θᾶττον ἡ ἐσχάρα, τῷ κεφαλικῷ καλουμένῳ φαρμάκῳ μετὰ μέλιτος χρῶ. κάλλιον δὲ καὶ καταπλάττειν ἔξωθεν διʼ ὑδρελαίου τὸν ἄρτον ἕψοντας, ἢ κρίθινον ἄλευρον, ἢ μετʼ αὐτοῦ μῖξαι πύρινον. καὶ μὴν καὶ τὸ τετραφάρμακον ἔτι τε τὸ Μακεδονικὸν ἐπιτήδεια, καὶ πάντα ὅσα διαπυΐσκει. καὶ ἄρτος δὲ μετὰ σελίνου λειωθεὶς ἢ ὠκίμου περιρρήσσει καὶ χωρίζει τὰς ἐσχάρας ἀπὸ τῶν ὑγιῶν. ἐπὶ δὲ τῶν μαλακῶν σωμάτων ἀρκεῖ καὶ τὸ τῶν ὀρόβων ἄλευρον μετὰ μέλιτος ἢ λιβανωτοῦ ὁμοίως. ἀφαιρεῖ δʼ ἐσχάρας καὶ τὸ τοῦ Μαχαιρίωνος φάρμακον καὶ ἡ Ἴσις ἔμμοτος μετὰ μέλιτος. ὅταν δʼ ἐκπέσωσιν αἱ ἐσχάραι, καὶ διὰ τῶν ἐπιτυχόντων σαρκοῦνται τὰ τοιαῦτα τῶν ἑλκῶν. φλεβοτομία μὲν οὐδʼ ὅλως ὀνίνησι τὴν τοιαύτην διάθεσιν, ἀλλὰ καὶ βλάπτει πολλάκις τοὺς ἤδη προκατισχνωμένους, κενοῦσα μὲν αὐτῶν τὸ χρηστὸν αἷμα, καταλείπουσα δὲ τὸ διεφθαρμένον· ὠφελήσει δὴ μόνον τοὺς ἰσχυροὺς ἔτι τὴν δύναμιν ὄντας ἅμα περιουσίᾳ τοῦ αἵματος. ποιεῖ πρὸς γάγγραιναν παλαιὰ κάρυα τὰ ἐλαιώδη. ἀνακαθαίρει δʼ αὐτὰς ἀκαλήφη καὶ ὀπὸς τιθυμάλλου ἐν καιρῷ καὶ μέτρῳ προσαγόμενος. ὠφελεῖ δʼ αὐτὰς θέρμων πικρῶν ἀφέψημα καταντλούμενον.

Ἐκ τῶν Ἀρχιγένους. Περὶ γαγγραινῶν.

Τὸ μὲν γαγγραινούμενον αὐτὸ μέν ἐστι πελιδνόν, ἔχει δὲ κύκλῳ μηλίζοντα καὶ πελιούμενα τρεπόμενά τε εἰς τὸ χλωρόν· τὸ δὲ περὶ τῷ χλωρῷ λευκόν τε καὶ ῥυσόν, καὶ τὸ περὶ τούτοις μετέωρον καὶ ἀτρέμα ὑπέρυθρον· μετέπειτα δὲ τὸ μὲν χλωρὸν πελιοῦται, τὸ δὲ λευκὸν χλωρὸν γίνεται, τὸ δʼ ἐρυθρὸν ἀπολευκαίνεται, τὸ δὲ πελιὸν κατὰ τὴν ἁφὴν ἀναίσθητον καὶ ξηρὸν γίνεται, ἔπειτα μελαίνεται καὶ σήπεται. ἐπὶ δὲ μεγέθει φλεγμονῆς καὶ τραύματος σομφότης τε καὶ ψόφος οἱονεὶ πνεύματος ὑπιόντος γίνεται· ἀτὰρ καὶ φλυκτίδες ἐπαίρονται. καὶ ἡ μὲν ἐπινέμεται κατὰ τὸ συνεχές, ἡ δὲ διεσπαρμένη. εἰ μὲν οὖν ἐκ βάθους, προηγησαμένη περιωδυνία γίνεται· πολλὴν δʼ ἔχει σομφότητα καὶ οἷς ἄνωθεν εἰς βάθος κάτεισιν· οἷς δʼ ἐν ἐπιφανείᾳ μένει, ψόφος μὲν οὐδὲ εἷς, φλυκτίδες δʼ ἐπαίρονται· πᾶσα δʼ ἐστὶ χαλεπὴ καὶ δυσκράτητος. ὡς ἐν τοιαύτῃ οὖν διαθέσει τὴν ἔμφασιν ἀπολείπουσαν ποσῆς σωτηρίας ἐκλεκτέον, ὅσον τὴν ἐπιφάνειαν ἐν νεωτέρῳ σώματι καὶ μὴ γηραλέῳ, καὶ τὴν ἐν σαρκώδεσι καὶ μὴ περί τισι νευρώδεσιν ἢ βουβῶσιν ἢ μασχάλαις ἢ ἐν κυρίοις σύνεγγυς τόποις. δύσκολος καὶ ἡ ἐπὶ πλέον πελιουμένη, βραδὺ δὲ μεταβάλλουσα εἰς μέλαν. χαλεπὸν δὲ καὶ τὸ μηδὲν ἐν ταῖς κατασχάσεσιν αἷμα ῥεῖν, ἀλλʼ οἷον ἐξυδατωμένον, σομφότης τε ἐν ταῖς πιέσεσι γινομένη. οὕτως δὲ τὸ πάθος ὀξὺ καὶ χαλεπόν ἐστιν, ὥστε μήτε ἀρχὰς μήτε μεσότητας εὑρίσκεσθαι θεραπείας, πλὴν κοινῶς πάντας φλεβοτομητέον. ἐστεγνωμένης δὲ κοιλίας, κενωτέον καὶ κατασχαστέον τό τε νενεκρωμένον περιχαρακτέον, οὗ τὸ βάθος ἡ τοῦ αἵματος μηνύει ῥύσις. τὸ δὲ κατασχασθὲν ἁλὶ λεπτῷ καὶ ἐλαίῳ ἀνατριπτέον σφοδρῶς καὶ ἐφʼ ἱκανόν, ἔπειτα καταπλάσσειν φλοιῷ ῥαφάνου σὺν αἰρίνῳ ἀλεύρῳ ἢ θερμίνῳ ἀλεύρῳ μετὰ νίτρου ἀφροῦ, καὶ τοῦ μὲν ἀλεύρου δύο μοῖραι, μία δὲ τοῦ νίτρου. μετὰ δʼ ὄξους δριμυτάτου καταπλαστέον, καὶ πύρινον δʼ ἄλευρον σὺν δαφνίσι καθαραῖς. περίχριστοι δʼ ἥ τε σφραγὶς διεθεῖσα ὄξει καὶ ἡ διὰ τῶν οἰσυπηρῶν καὶ πᾶσα ἡ ταύταις ἀνάλογος· κατάντλημα δὲ συνεχὲς οὖρον δριμὺ θερμόν, ῥαφάνου ἀφέψημα ἢ πράσου ἢ ἀγριελαίων ἢ βάτου ἢ κορίου ἢ ὄξος σκιλλιτικόν· ἐνεργεῖ δὲ μᾶλλον θερμόν. στάσιν δὲ λαβούσης τῆς νομῆς, ἐπὶ τὰς ἀνακαθαιρούσας δυνάμεις βαδιστέον· πάμπολλαι δʼ εἰσὶν ἐξ ὧν παραδείγματος χάριν ὀλίγας παραθήσω· φακὸς γὰρ ἑφθὸς καὶ κατʼ ἰδίαν καὶ σὺν ῥοᾶς λεπυχάνοις λείοις σὺν μέλιτι ὀρόβου τε ἄλευρον ὁμοίως σκευασθὲν καὶ αἶραι καὶ πράσιον καὶ σταφὶς ἐκγιγαρτισμένη καὶ μαλάχης ἀγρίας φύλλα, μετὰ μελικράτου ἀρνόγλωσσον, ἥ τε Αἰγυπτία, πᾶσά τε χλωρὰ δύναμις ῥοδίνῳ διεθεῖσα. μετὰ δὲ τὴν ἔκπτωσιν τῶν ἀπαλλοτριωθέντων ταῖς πυοποιοῖς καὶ πληρωτικαῖς χρηστέον, καὶ τὰ μὲν ὑπὲρ τὸ ἕλκος καταπλαστέον τοῖς ἀποκρουομένοις, τὰ δʼ ἕλκη ἀδήκτοις θεραπευτέον.

Ἐκ τῶν Γαληνοῦ. Περὶ ἐρυσιπέλατος.

Ὅταν μὲν αἱματικὸς εἰς τὸ μόριον κατασκήψῃ χυμός, φλεγμονὴ καλεῖται τὸ πάθος, περὶ ἧς εἴρηται πρόσθεν· ὅταν δὲ παχύτερος καὶ δριμύτερος, ἀποδέρει μὲν τὴν ἐπιδερμίδα, καί ποτε ἐν χρόνῳ πρὸς τὸ βάθος ἐξικνεῖται τοῦ δέρματος ἡ ἕλκωσις, ἐρυσίπελας δʼ ὀνομάζεται, διττὴν ἔχον, ὡς εἴρηται, διαφοράν, ἤτοι χωρὶς ἑλκώσεως ἢ σὺν αὐτῇ γινόμενον. μιχθέντος δʼ αἵματος ἴσου τῇ χολῇ, τὸ πάθος ἀμφοῖν ἐν μέσῳ τὴν ἰδέαν ἐστὶ καὶ τὴν φύσιν, ἐρυσιπέλατός τε καὶ φλεγμονῆς· εἰ δʼ ἐπικρατοίη τὸ ἕτερον, ἀπὸ μὲν τοῦ κρατοῦντος ἡ προσηγορία τῷ πάθει, προσκατηγορεῖται δʼ αὐτῷ τὸ μιχθέν. ἐρυσίπελας μὲν οὖν φλεγμονῶδες ἐπὶ τῇ ξανθῇ χολῇ κρατούσῃ, φλεγμονὴ δʼ ἐρυσιπελατώδης ἐπὶ τῷ αἵματι λέγεται· ταύτας δὲ τὰς διαθέσεις καὶ φύγεθρά τινες ὀνομάζουσιν. κοινὸς μὲν οὖν σκοπὸς ἅπασι τοῖς οὕτω παρὰ φύσιν ὄγκοις ἡ κένωσις, διττή τις οὖσα, μία μὲν ἀπωθουμένων ἡμῶν αὐτοὺς εἰς ἕτερα, δευτέρα δὲ διαφορούντων ἔξω κατὰ τὴν ἄδηλον αἰσθήσει κένωσιν. ἐπεὶ δʼ οὐ τῷ πόσῳ μόνον ἀνιᾷ τὸ ἐρυσίπελας, ἀλλὰ καὶ τῷ ποίῳ, σφοδρὰν ἔχον τὴν φλόγωσιν, ἐμψύξεως δεήσεται περιττοτέρας ἢ κατὰ τὴν φλεγμονήν· οὐ μὴν ἀκίνδυνός γε ἡ τοιαύτη θεραπεία τῷ παντὶ σώματι διὰ τὸ φέρεσθαι τὴν χολὴν ἐνίοτε πρός τι τῶν ἐπικαίρων μορίων, ὅπου γε οὐδʼ ὅταν αἷμα τύχῃ πλεονάζον, ἀκίνδυνον τὸ τοιοῦτον. προκενώσαντες οὖν τὸ πᾶν σῶμα χολαγωγῷ φαρμάκῳ, τοῖς ἀποκρουστικοῖς χρώμεθα, τὸ πεπονθὸς μέρος ἐμψύχοντες. ὅρος δʼ ἔστω τοῦ ψύχειν τῆς χρόας ἡ μεταβολή, καὶ τό γε ἀκριβὲς ἐρυσίπελας εὐθὺς ἅμα ταύτῃ παύεται, τὸ δʼ οὐκ ἀκριβές, ἀλλʼ ἤδη πως φλεγμονῶδες, πελιδνὸν ἀποφαίνει τὸ δέρμα, ψυχόντων ἐπὶ πλέον. εἰ δὲ μηδʼ οὕτως παύοιτο, μελαίνεται, καὶ μάλιστα ἐπὶ τῶν πρεσβυτικῶν σωμάτων, ὥστε ἔνια τῶν οὕτως ψυχθέντων οὐδὲ τοῖς διαφορητικοῖς φαρμάκοις ἐκθεραπεύεται τελέως, ἀλλʼ ὑπολείπει τινὰ περὶ τὸ μόριον ὄγκον σκιρρώδη. μεταβαίνειν οὖν ἄμεινον ἀπὸ τῶν ψυχόντων ἐπὶ τὰ διαφοροῦντα, καθʼ ὃν ἂν καιρὸν ἴδῃς ἠλλοιωμένον τὸ χρῶμα τοῦ πάσχοντος μορίου, πρὶν ἤτοι πελιδνὸν ἢ καὶ παντάπασι μέλαν γενέσθαι. ἐμψυχόντων δὲ δεῖται τῶν μεθʼ ὑγρότητος ἄνευ στύψεως, ὁποῖόν ἐστιν ἀείζῳόν τε καὶ ἀνδράχνη καὶ ψύλλιον ὅ τε ἀπὸ τῶν τελμάτων φακὸς καὶ τὸ στρύχνον καὶ ἡ κοτυληδὼν ὅ τε ὑοσκύαμος καὶ ἡ θριδακίνη καὶ ἡ σέρις καὶ τὸ γλαύκιον αἵ τε διʼ ὕδατος πάνυ ψυχροῦ κηρωταί. μίγνυται δὲ καὶ ὀποῦ τι τούτοις καὶ χυλοῦ μήκωνος καὶ κωνείου καὶ μανδραγόρου, καὶ γίνεται σύνθετα ἃ ἐν τοῖς περὶ φαρμάκων εἴρηται. Ψύχουσα κηρωτή.

Κηρὸν καθαρόν, ὡς ἔνι μάλιστα, τήξαντας ἐλαίῳ, ποιῆσαι δεῖ κηρωτὴν ὑγράν, εἶτα ψύξαντας καὶ ξύσαντας ἐν θυΐᾳ μαλάττειν διὰ χειρῶν, ὕδωρ ψυχρὸν παραχέοντας εἰς ὅσον ἂν ἡ κηρωτὴ δύνηται δέχεσθαι, καὶ μή πως περιρρέῃ τὸ ὑγρόν. Φάρμακα ψυκτικά.

Ἐπί τε τῶν ἑκτικῶν πυρετῶν συνισταμένων ἐπὶ μορίοις κυρίοις καὶ ἐρυσιπελάτων καὶ φλεγμονῶν τῶν ἐν αἰδοίοις ἐν ἀρχῇ, πρὶν ὑποφαίνεσθαι νομώδη τινά, παρεσκευάσθαι χρὴ κηρὸν ὡς κάλλιστον καὶ ῥόδινον ἐξ ὀμφακίνου χωρὶς ἁλῶν, καὶ ἄμφω τήκεσθαι διʼ ἀγγείου διπλοῦ. τριπλάσιον δʼ ἔστω τοῦ κηροῦ τὸ ῥόδινον, καὶ μιγνύσθω ψυχθείσῃ τῇ κηρωτῇ κατὰ βραχὺ τοσοῦτον ὕδατος, ὅσον ἂν ἐν θυΐᾳ μαλαττομένη δέξασθαι δύναιτο. μῖξαι δʼ εἰ βούλοιο καὶ ὄξους ὀλίγον ἱκανῶς λεπτοῦ καὶ διαυγοῦς, ἔτι δὴ μᾶλλον ὑγραῖνόν τε ἅμα καὶ ψῦχον ἐργάσῃ φάρμακον. χρὴ δʼ αὐτὸ συνεχῶς ὑπαλλάττεσθαι, πρὶν θερμαίνεσθαι σαφῶς. Ἄλλο.

Ὀξαλίδος ἢ ὀξυλαπάθου χυλὸς ἀλφίτων ὀλίγων μιχθέντων ἀναλαμβανέσθω διπτύχῳ ῥάκει ἢ ὀθονίῳ· ψυχρὸν δʼ ἱκανῶς ἐπιτιθέσθω· καὶ τοῦτο δὲ καὶ τἄλλα ὅσα ψύχειν ἐλέχθη σὺν ἀλφίτοις πάντα. καὶ χωρὶς ἀλφίτων ὅλας τὰς πόας ἔξεστι λειοῦντα χρῆσθαι. καὶ μὲν δὴ καὶ τὸ διὰ τῶν φοινίκων τῶν λιπαρῶν ἀγαθὸν φάρμακον. ἑψεῖν δὲ χρὴ τούτων τὴν σάρκα, τὸ ὑμενῶδες ἅπαν ἐξαιροῦντα, τακερᾶς δʼ ἱκανῶς γενηθείσης λειοῦντα χρῆσθαι. ξηρότερον δʼ εἰ φαίνοιτό σοι κατὰ τὴν σύστασιν, ἄμεινον μίγνυται τῆς προγεγραμμένης κηρωτῆς. μεταπεσούσης δὲ τῆς φλογώσεως τοῦ πεπονθότος μορίου, καταπλάττειν αὐτὸ πρὶν πελιδνὸν γενέσθαι διʼ ὠμῆς λύσεως· εἰ δὲ καὶ πελιδνὸν γενέσθαι φθάσειεν, ἀποσχάζοντα καταπλάττειν, αἰονᾶν δὲ τὰ μὲν πλεῖστα διʼ ὕδατος θερμοῦ· καὶ θαλάσσῃ δέ ποτε καὶ ἅλμῃ συνοίσει καὶ αὐτῷ τε τῷ καταπλάσματι μιγνύναι ὕδωρ ἢ ὄξος ἢ ὀξάλμην. ἐν τούτῳ δὲ τῷ καιρῷ καὶ κοριάννου μετʼ ἀλφίτων ἔνιοι πειραθέντες ἔγραψαν ὡς ἀγαθὸν φάρμακον ἐρυσιπελάτων, εἶτʼ αὖθις ἕτεροι κατʼ ἀρχὰς χρησάμενοι μεγάλης βλάβης τῷ κάμνοντι γεγόνασιν αἴτιοι. καὶ ἡ διὰ τοῦ ῥοδίνου δὲ κηρωτὴ ἡ λαμβάνουσα τίτανον κατὰ τὸν αὐτὸν τρόπον ἐνίοις γέγραπται, καὶ ἄλλα τινὰ τῶν θερμαινόντων ἱκανῶς, ὧν οὐδέν ἐστιν ἐρυσιπέλατος ἴαμα, πρὶν μεταπεσὸν αὐτὸ παύσασθαι μὲν ὅπερ ἐξ ἀρχῆς ἦν, ἕτερον δʼ ἐναντίον ἐκείνῳ γενέσθαι· πῶς γὰρ οὐκ ἐναντίον ἐστὶ τῷ θερμῷ πάθει τὸ ψυχρὸν ἢ τῷ ξανθῷ τὴν χρόαν ἢ ὠχρῷ τὸ πελιδνὸν ἢ μέλαν; ἐπιμεμιγμένων δὲ τῶν παθῶν ἡ θεραπεία σοι γινέσθω καθάπερ ἐν ἅπασι τοῖς συνθέτοις, μάλιστα μὲν ἀνθισταμένῳ πρὸς τὸ κρατοῦν, οὐκ ἐπιλελησμένῳ δʼ οὐδὲ τῆς ἀπὸ τοῦ μιχθέντος ἐνδείξεως.

Ἐκ τῶν Ῥούφου. Περὶ ἐρυσιπελάτων.

Ὅσα δʼ ἐφʼ ἕλκεσιν ἐρυσιπέλατα γίνεται, κακοήθη πάντα, καὶ τὰ ἀφανιζόμενα ὡσαύτως, καὶ οἷς πυρετοὶ συνεδρεύουσιν. οὐκ ἀγαθὸν δʼ οὐδὲ τοῦ στήθους κατακεχυμένον ἀφανίζεσθαι μετὰ δυσπνοίας καὶ νυσταγμοῦ καὶ μήλων ἐρεύθους· εἰς γὰρ περιπνευμονίαν τὰ τοιαῦτα ὁρμᾷ καὶ διὰ ταχέων ἀποκτείνει.

Ἐκ τῶν Γαληνοῦ. Περὶ ἕρπητος καὶ φαγεδαίνης καὶ τῶν ὁμοίων.

Συνίσταται δὲ καὶ ὁ ἕρπης ἐκ χυμοῦ δριμέος· ἐπεὶ δʼ αὐτοῦ τοῦ δριμέος ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον ὑπάρχει τοιοῦτος, ἰστέον ὑπὸ μὲν τοῦ δριμέος τὸν ἐσθιόμενον ἕρπητα συνιστάμενον, ὑπὸ θατέρου δὲ τὸν ἕτερον, ὃν κεγχρίαν ἔνιοι τῶν μεθʼ Ἱπποκράτην τοὔνομα ἔθεντο, διότι κέγχροις ὁμοίας ἐξοχὰς ἀποτελεῖ κατὰ τὸ δέρμα. φλέγματι μὲν οὖν δοκεῖ μοι μεμῖχθαι τὸ τοιοῦτον ῥεῦμα, τὸ δʼ ἕτερον ἀκριβῶς εἶναι χολήν, καὶ διὰ τοῦτο μετʼ ἀναβρώσεως γίνεται, τὸ συνεχὲς ἀεὶ τοῦ δέρματος ἐπιλαμβάνοντος τοῦ πάθους, ὅθεν αὐτῷ καὶ τοὔνομα. γεννᾷ μὲν οὖν καὶ τὸν ἕρπητα χολώδης χυμός, ὥστε κατʼ αὐτό γε τοῦτο ταὐτοῦ γένους ὑπάρχει τῷ ἐρυσιπέλατι, καὶ μᾶλλόν γε τῷ ἑλκουμένῳ, διαφέρει δὲ τῇ λεπτότητι τοῦ χυμοῦ· πάνυ γάρ ἐστι λεπτὸς ὁ τὸν ἕρπητα γεννῶν, ὡς μὴ μόνον διὰ πάντων διέρχεσθαι τῶν ἔνδον μορίων, ὁπόσα σαρκώδη τὴν σύστασίν ἐστιν, ἀλλὰ καὶ διʼ αὐτοῦ τοῦ δέρματος ἄχρι τῆς ἐπιδερμίδος, ἣν μόνον ἀναβιβρώσκει τε καὶ διεσθίει τῷ στέγεσθαι πρὸς αὐτῆς, ὡς εἴ γε καὶ ταύτην διεξῄει τοῖς ἱδρῶσιν ὁμοίως, οὐκ ἂν ὅλως ἕλκος εἰργάσατο· κοινὸν γὰρ δὴ τοῦτο τοῖς γινομένοις ἐκ χυμοῦ δακνώδους ἕλκεσιν, ἅπερ αὐτόματα προσαγορεύουσιν, ἴσχεσθαί τε καὶ βραδύνειν ἐν τῇ διεξόδῳ τὸν ἐργαζόμενον αὐτὰ χυμόν· τῷ δʼ ἧττόν τε καὶ μᾶλλον ἕτερον ἑτέρου χυμὸν ἤτοι λεπτὸν ἢ παχὺν ὑπάρχειν αἱ κατὰ βάθος ἐν τοῖς ἕλκεσι γίνονται διαφοραί. τούτου τοῦ γένους ἐστὶ καὶ ἡ φαγέδαινα καὶ οἱ ἑλκούμενοι τῶν καρκίνων, ἐφʼ ὧν ἁπάντων ἡ μὲν κοινὴ θεραπεία κωλύσαντα τὸν ἐπιρρέοντα χυμὸν ἰᾶσθαι τὸ ἕλκος, ἡ δʼ ἰδία καθʼ ἕκαστον ἔκ τε τῆς τοῦ μορίου φύσεως εὑρίσκεται καὶ τῆς ἰδέας τε καὶ ποσότητος τοῦ χυμοῦ. λεπτότατος μὲν οὖν ἐν τοῖς τοιούτοις χυμοῖς ἐστιν ὁ τὸν ἑλκούμενον ἕρπητα γεννῶν — οὗτος δʼ ἐπινέμεται μὲν ἀναβιβρώσκων τὰ πέριξ, ἀλλʼ ἔστι μόνου τοῦ δέρματος ἕλκωσις —, παχύτατος δʼ ὁ τὸν καρκῖνον, ἐφεξῆς δὲ τούτῳ κατά γε τὸ πάχος ὁ τὰς φαγεδαίνας ὀνομαζομένας, αἳ σὺν τῷ δέρματι καὶ τῶν ὑποκειμένων ἅπτονται. τῶν δὲ φαγεδαινῶν ἰδέαι τινές εἰσι τά τε Χειρώνεια καὶ Τηλέφεια καλούμενα, καὶ εἰ δή τινες ἄλλαι προσηγορίαι γεγόνασιν ἄχρηστοι καὶ περίεργοι· πρὸς γάρ τοι τὴν θεραπείαν ἐπισκοπεῖσθαί σε χρὴ τό τε πλῆθος τοῦ χυμοῦ καὶ τὴν σύστασιν καὶ τὴν δύναμιν, οἷον εὐθέως ἐπὶ τῶν ἑρπήτων, ἐπεὶ λεπτός ἐστιν ὁ χυμός, ἐκ τοῦ γένους ὢν δηλονότι τῆς ξανθῆς χολῆς, ὅταν ἀναδείρῃ τὴν ἐπιδερμίδα, διαφορηθεὶς ἐπιτρέπει συνουλωθῆναι τῷ ἕλκει. ἐὰν μὲν οὖν τις φθάσῃ ἐκκαθᾶραι τὸ πᾶν σῶμα, μετὰ τοῦτο τοῖς ἀναστέλλουσι καὶ ἀποκρουομένοις τοὺς ἐπιρρέοντας χυμοὺς χρήσηται φαρμάκοις, ἰάσατο τὸν ἕρπητα· μηδέτερον δʼ ἐργασάμενος τούτων, ἀλλὰ μόνοις ἀρκεσθεὶς τοῖς ἐπουλοῦσι τὴν ἡλκωμένην ἐπιδερμίδα, ταύτην μὲν ἰάσατο, τὴν συνεχῆ δʼ αὐτῇ παθεῖν οὐκ ἐκώλυσεν, εἶτʼ αὖθις πάλιν ἐκείνης ἐπουλουμένης, ἡ συνεχὴς ἀναδέρεται, καὶ τοῦτο ἐπὶ πλεῖστον γίνεται, καθάπερ ἕρποντος τοῦ πάθους, ἄχριπερ ἂν ὁ ἐργαζόμενος αὐτὸ χυμὸς ἐκκενωθῇ, ποτὲ μὲν τῷ τὴν ὠχρὰν χολὴν ἐκκαθαίροντι φαρμάκῳ, ποτὲ δὲ τῷ τὴν μέλαιναν, ἔστι δʼ ὅτε μικτῷ χολήν τε ἅμα καὶ φλέγμα κενοῦντι, ὥσπερ ἐπὶ θατέρου τῶν ἑρπήτων, ὃν ἀπὸ τῆς πρὸς τὰς κέγχρους ὁμοιότητος ὀνομάζουσι κεγχρίαν· οὗτος γὰρ οὐκ εὐθέως ἕλκος ἐργάζεται, καθάπερ ὁ ἕτερος, ἀλλὰ μικρὰς πάνυ φλυκταίνας ὥσπερ κέγχρους, αἳ καὶ αὐταὶ τοῦ χρόνου προϊόντος εἰς ἕλκος τελευτῶσιν, καί τισιν οὐκ ἀλόγως ἔδοξεν ἐπιμίγνυσθαι τῇ χολῇ φλέγματος ἐν τῷ τοιούτῳ πάθει. ἀρκεῖ δʼ ἐνίοτε κατὰ τοὺς ἐσθιομένους ἕρπητας, ἐπειδὴ λεπτός ἐστιν ὁ τὸ πάθος ἐργαζόμενος χυμός, καὶ λαπάξαι γαστέρα διὰ τῶν ἐπιτυχόντων ἢ οὖρα κινῆσαι διὰ τῶν μετρίως οὐρητικῶν, τοὺς δʼ ἕρπητας τῇ τοῦ ὅλου κενώσει ὁμοίως τοῖς ἐρυσιπέλασιν ἰᾶσθαι, τὰ δὲ περὶ τὸ πεπονθὸς μέρος οὐκέτι ὁμοίως· ἅπαντες γὰρ οἱ ἀναβιβρωσκόμενοι ψύχεσθαι μὲν ἐθέλουσιν ὡσαύτως τοῖς ἄλλοις ἕρπησί τε καὶ ἐρυσιπέλασιν, οὐ μὴν ὅσα γε σὺν τῷ ψύχειν φάρμακα καὶ ὑγραίνειν πέφυκε, ταῦτα ἔτι φέρουσιν, ἀλλὰ μόνων τῶν ψυχόντων καὶ ξηραινόντων ἀνέχονται. μὴ τοίνυν μήτε θριδακίνην αὐτοῖς μήτε πολύγονον μήτε τὸν ἀπὸ τῶν τελμάτων φακὸν ἢ τὸν ἕλειον λωτὸν ἢ ἀνθύλλιον ἢ ἀνδράχνην ἢ σέριν ἢ ἀείζῳον ἤ τι τῶν οὕτως ὑγραίνειν τε καὶ ψύχειν δυναμένων προσφέρειν, ἃ τοῖς ἐρυσιπέλασιν ἦν οἰκεῖα, μηδὲ σπόγγῳ ποτὲ θαρσήσῃς ὕδατι ψυχρῷ βεβρεγμένῳ μηδὲ στρύχνῳ, καίτοι καὶ τοῦτο ξηραίνειν πέφυκεν, ἀλλὰ μετρίως· οἱ δʼ ἄρα σφοδροτέρας ἢ κατὰ στρύχνον δέονται ξηρότητος. ἐπιπλάττειν οὖν αὐτοῖς κατʼ ἀρχὰς μὲν ἕλικας ἀμπέλου καὶ βάτου καὶ κυνοσβάτου καὶ ἀρνογλώσσου, μετὰ δὲ ταῦτα τήν τε φακὴν μιγνύς, εἰ δέοι, ποτὲ δὲ καὶ μέλιτος καὶ ἀλφίτων, καὶ τὸ προγεγραμμένον πρὸς τὰς ἐκ ῥεύματος φλεγμονὰς κατάπλασμα, περιελὼν αὐτοῦ τὸ ἀείζῳον· αὐτὰ δὲ τὰ ἡλκωμένα καταχρίειν φαρμάκοις τοῖς πρὸς ἕρπητας γεγραμμένοις ἐν ταῖς φαρμακίτισι βίβλοις. πολλὰ δʼ ἐστὶ ταῦτα παρὰ πᾶσι, καὶ εἰς κυκλίσκους ἀναπλάσσεται τὰ πλεῖστα, καὶ δεῖται χρωμένων ἀνίεσθαι γλυκεῖ· μὴ παρόντος δέ, οἴνῳ λεπτῷ τε καὶ ὑποστύφοντι, μηδὲν ἐν τῇ γεύσει δριμὺ διὰ παλαιότητα κεκτημένῳ. καὶ ὀξυκράτῳ δʼ ὑδαρεῖ ποτε χρησάμενος ἀντὶ τούτων οὐδὲν ἧττον ἂν ἔχοις. ἤδη δὲ κεχρονισμένων τῶν ἑλκῶν, μήτε γλυκεῖ λύειν τοὺς κυκλίσκους μήτε ὑδαρὲς ἔτι τὸ ὀξύκρατον ἔστω. καὶ τῶν οἴνων ὅσοι στύφουσιν ἱκανῶς ἀγαθοί, μάλιστα μὲν οἱ μέλανες· εἰ δʼ ἀποροῖμεν αὐτῶν, οἱ λευκοί. φάρμακα δʼ ἐν τῷ καιρῷ τούτῳ μάλιστα ἂν ἁρμόσειε τό τε Πασίωνος καὶ τὸ Πολυείδους καὶ τὸ Μούσα καὶ τὸ Ἄνδρωνος καὶ ὅσα τούτοις ἔοικεν. τοὺς δὲ τὰ ἐπιπολῆς μόνον ἑλκοῦντας ἕρπητας, εἰ μὴ πάνυ σφόδρα κεχρονικότες εἶεν, οὐδενὶ χρὴ καταχρίειν τούτων — ἔστι γὰρ ἰσχυρὰ καὶ ξηραίνει σφοδρῶς —, ἀλλʼ ἀρκεῖ τοῖς τοιούτοις ἕρπησιν ὅσα κατὰ γλαυκίου δύναμίν ἐστι φάρμακα· λύεσθαι δὲ μάλιστα μὲν ὕδατι χλιαρῷ μηδὲν δʼ ἀνύοντος αὐτοῦ, καὶ ὄξος παραπλέκειν· εἰ δὲ καὶ στρύχνου χυλῷ δεύσειας καὶ ἀρνογλώσσου, μεγάλως ὠφελήσεις. γίνεται δέ ποτε καὶ χωρὶς τῆς τοῦ παντὸς σώματος ἰσχυρᾶς κακοχυμίας ἐν μέρεσιν ἕλκη, θεραπευόμενα ῥᾳδίως ὑπὸ φαρμάκου μικτὴν ἔχοντος δύναμιν, ἀποκρουστικήν τε καὶ διαφορητικήν. δῆλον δʼ ὅτι κατὰ μὲν τὴν γένεσιν τῶν ἑλκῶν ἐπικρατεῖν χρὴ τὰ τὴν ἀποκρουστικὴν ἔχοντα δύναμιν, μηκέτι δʼ ἐπιρρέοντος τοῦ μοχθηροῦ χυμοῦ τῷ μορίῳ, τὰ τὴν διαφορητικήν. ἡ μὲν γὰρ ὀλίγη κακοχυμία, κἂν ἀπώσηταί τις αὐτὴν ἐπί τε τὰ σπλάγχνα καὶ τὰς μεγάλας φλέβας, οὐδὲν ἐργάζεται κακὸν αἰσθητόν· ἡ δʼ ἀξιόλογος εἴς τι κύριον ἐνίοτε κατασκήπτει μόριον, ὅταν γε μὴ διὰ ῥώμην τῆς φύσεως ἐκκαθαιρούσης τὸ σῶμα κενωθῆναι φθάσῃ μετὰ τῶν διαχωρημάτων ἢ τῶν οὔρων ἢ καὶ διὰ τοῦ περιέχοντος ὅλον τὸ σῶμα δέρματος. ὀπὸς τιθυμάλλου τὰ φαγεδαινικὰ τῶν ἑλκῶν ὠφελεῖν πέφυκεν, ἐν καιρῷ καὶ μέτρῳ χρωμένων. χαμαιλέοντος μέλανος ἡ ῥίζα καταπλασθεῖσα ὁμοίως. σταφυλίνου τοῖς φύλλοις ἔνιοι χλωροῖς μετὰ μέλιτος τὰ φαγεδαινικὰ τῶν ἑλκῶν καταπλάσσουσιν ὑπὲρ τοῦ καθαρὰ ποιῆσαι. Πρὸς ἕρπητας.

Ἀκακίας χυλὸν ὄξει διαλύσας ἐπίχριε. ἢ γλαυκίου χυλὸν γλυκεῖ διαλύσας ἐπίχριε. ἢ σιδίων καὶ κόμμεως ἀνὰ 𐅻 α τρίψας ἐπιμελῶς καὶ γλυκεῖ ἀναλαβὼν ἐπίχριε. φλυκταινῶν δʼ ἐπιγινομένων καὶ ῥηγνυμένων χρηστέον τοῖς ὑπογεγραμμένοις τροχίσκοις πρὸς ἕρπητας. μίσυος ὠμοῦ 𐅻 η, ἁλὸς ὀρυκτοῦ 𐅻 α, κόμμεως 𐅻 β. τρῖβε οἴνῳ καὶ ἀναπλάσας τροχίσκους ἀπόθου. ἐπὶ δὲ τῆς χρήσεως μυρτίτῃ οἴνῳ διαλύων ἐπίχριε. Ἄλλο φάρμακον ἐπιτετευγμένον.

Ψιμυθίου 𐅻 λη, στυπτηρίας σχιστῆς 𐅻 ιβ, λιθαργύρου 𐅻 η, ἀκακίας 𐅻 η, κρόκου 𐅻 β, λιβάνου 𐅻 β, διφρυγοῦς 𐅻 β, ὀπίου 𐅻 β· τρῖβε μεθʼ ὕδατος. πρὸς τοὺς ἐκδαρέντας ἕρπητας λιπαρά· ψιμυθίου, λιθαργύρου, στυπτηρίας σχιστῆς, μίσυος ὀπτοῦ ἀνὰ 𐅻 δ, ῥητίνης πιτυΐνης 𐅻 ϛ, κηροῦ 𐅻 δ, ἐλαίου μυρσίνου 𐆂ο 𐅶, οἴνου μέλανος 𐆂ο α. τὰ ξηρὰ τρῖβε οἴνῳ ἐπιβάλλων, ἕως ἂν δαπανῇς τὸν οἶνον, τὰ δὲ τηκτὰ τῆκε καὶ κατέρα, καὶ ἀνακόψας ἀνελόμενος χρῶ, ἐμπλάσσων εἰς ὀθόνιον. Ἄλλο τὸ ἰπωτήριον ἐπιγραφόμενον.

Μολύβου σκωρίας 𐅻 ιϛ, σποδοῦ Κυπρίας, στέατος μοσχείου ἀνὰ 𐅻 ιϛ, κηροῦ λευκοῦ 𐅻 δ, τερμινθίνης 𐅻 β, ἐλαίου μυρσίνου τὸ ἀρκοῦν. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἔστι δὲ καὶ ἑδρική.

Περὶ σκίρρων.

Ἀντίτυπός ἐστι καὶ σκληρὸς ἀκριβῶς ὥσπερ ὀστοῦν ὁ τῶν σκιρρουμένων ὄγκος ἀεὶ καὶ μᾶλλον εἰς δυσαισθησίαν προερχόμενος, ὥστε τὰ τελευταῖα καὶ ἀναίσθητοί τινες αὐτῶν ἐγένοντο, καί εἰσιν ἀνίατοι οἱ τοιοῦτοι παντάπασιν· ἐφʼ ὧν δʼ ἐστὶ μὲν αἴσθησις, ἀλλʼ ἀμυδρά, θεραπεύεται ταῦτα διὰ διαφορούντων φαρμάκων. ἄρχεται μὲν γὰρ ἡ τῶν σκιρρουμένων διάθεσις ἐκ ῥεύματος φλεγματικοῦ γλίσχρου τε καὶ παχέος ἐν μικροῖς πόροις τοῦ μορίου σφηνωθέντος, διαφορηθείσης δὲ τῆς ἐν αὐτῷ λεπτομεροῦς ὑγρότητος, εἶτα τῆς ὑπολοίπου ψυγείσης τε καὶ οἷον πῆξίν τινα λαβούσης, καὶ διὰ τοῦτο ψυχρὸν εἶναι τὸ πάθος φασὶ τῆς διαθέσεως. κοινὸς μὲν οὖν σκοπὸς ἐκκενῶσαι τὸ περιεχόμενον ἐν τῷ μορίῳ παρὰ φύσιν ἅπαν, ἴδιος δὲ τρόπος τῆς κενώσεως· ἀπορρύψαι γὰρ αὐτὸν χρὴ δυσλύτως ἐμπεπλασμένον. ἐὰν οὖν ἀθρόως ἕλκουσί τε καὶ διαφοροῦσι φαρμάκοις ἐγχειρήσῃ τις κενοῦν ἄνευ τοῦ μαλάττειν τε καὶ χεῖν τοῖς ὑγραίνουσι καὶ θερμαίνουσιν, ἐν ὀλίγαις μὲν ἡμέραις ταῖς πρώταις ἀξιόλογον ἐπίδοσιν δόξει λαμβάνειν ἡ θεραπεία, τό γε μὴν ὑπόλοιπον τῆς διαθέσεως ἀνίατον ἔσται, διαφορηθέντος ἅπαντος τοῦ λεπτομεροῦς. διὰ τοῦτο οὖν ἐπὶ τῶν σκιρρωδῶν διαθέσεων οὐδὲν τῶν ἰσχυρῶς θερμαινόντων ἢ ξηραινόντων φαρμάκων ἁρμόττει, μόνα δʼ ὅσα μετὰ τοῦ μαλάττειν ἱκανὰ διαφορεῖν ἐστιν, οἷον ἐλάφειόν τε στέαρ καὶ μυελὸς καὶ στέαρ ταύρειόν τε καὶ τράγειον καὶ λεόντειον, ὅπερ καὶ νεύρων ἀγκύλαις καὶ σκίρροις προσφορώτατόν ἐστι, καὶ παρδάλειον καὶ ἄρκειον, ἔτι τε πρὸς τούτοις ἀμμωνιακὸν θυμίαμα καὶ βδέλλιον καὶ στύραξ. καὶ ἐρέβινθοι δὲ παρωτίδας καὶ διδύμους ἐσκιρρωμένους διαφοροῦσιν. καὶ τὸ τοῦ ἐρυσίμου σπέρμα ὁμοίως καί τι τὰς σκιρρώδεις φλεγμονὰς διαφορεῖ. καὶ αἰγεία κόπρος πᾶσι τοῖς σκιρρουμένοις ἁρμόττει μετὰ κριθίνου ἀλεύρου ἐν ὀξυκράτῳ· δριμύτερον δʼ ἐστὶν ἢ ὥστε μαλακοσάρκους φέρειν· τῷ δʼ εἶναι τῶν μορίων τὰ μὲν ἀραιότερα φύσει, τὰ δὲ πυκνότερα, καὶ τὴν κένωσιν ἑτέρων δεῖσθαι κατʼ εἶδος βοηθημάτων ἀναγκαῖόν ἐστιν. ὅτι μὲν οὖν οὐ δεῖται τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων τὸ πάθος τοῦτο, προείρηται· περὶ δὲ τῆς κατὰ λεπτομέρειάν τε καὶ παχυμέρειαν διαφορᾶς νῦν εἰπεῖν προσήκει, τῶν πραχθέντων ἐπὶ τοῦ Κερκυλλίου παιδὸς μνημονεύσαντας. τούτου γὰρ ἐξ ἐρυσιπέλατος σφοδρῶς ψυχθέντος τε καὶ στυφθέντος ὄγκον τε σκιρρώδη ἔχοντος ἐν ὅλῳ τῷ μηρῷ, λεπτομερῆ ἡμῖν ἐφαίνετο δεῖν εἶναι τὰ μέλλοντα θεραπεύειν αὐτὰ φάρμακα· διὸ καὶ κατήντλουν ἐλαίῳ τὸν μηρόν, ἐν σκάφῃ καθίζων βαθείᾳ τὸ παιδάριον ἐχούσῃ πλῆθος ἐλαίου τοῦ Σαβίνου, διότι λεπτομερέστατον ἁπάντων ἐλαίων ὧν ἴσμεν αὐτό· λουτροῦ δʼ ἀπέσχον ὅτι μὴ διὰ πλειόνων ἡμερῶν ἕνεκα τῆς τοῦ παντὸς σώματος ἐπιμελείας. μετὰ τὴν εἰρημένην κατάντλησιν τὰ διὰ τῶν μυελῶν τε καὶ στεάτων φάρμακα προσέφερον, ἐνίοτε δὲ καὶ βδελλίου τοῦ Σκυθικοῦ μιγνὺς καὶ μαστίχης Αἰγυπτίας καὶ ἀμμωνιακοῦ θυμιάματος λιπαροῦ τε καὶ μὴ παλαιοῦ καὶ χαλβάνης ὡσαύτως. κἀπειδὴ διὰ τούτων προπαρεσκεύαστο, λύσας ἀμμωνιακὸν τὸ λιπαρὸν ὄξει δριμυτάτῳ κατέχρισα τὸν μηρὸν ὅλον ἐν κύκλῳ, κἄπειτα διʼ ἡμερῶν αὖθις ὀποπάνακος ἔμιξα, τὸ λιπαρώτατον ἐκλέγων καὶ πρόσφατον. καὶ ἀσκωλιάζειν δὲ κατὰ θατέρου σκέλους ἐποίουν τὸ παιδάριον, ὅπως ἐπʼ ἐκεῖνο φέροιτο τὸ πλέον τῆς τροφῆς. ὕστερον δέ, ὡς ἤδη προσέσταλτο μὲν ὁ σκιρρώδης ὄγκος, ἐδεδίειν δὲ μή τι λείψανον αὐτοῦ μείνῃ, τοὐναντίον εἰργαζόμην, ἐπιχρίων τῳ τῶν πιττωτῶν φαρμάκων τὸν μηρόν. ἐφαίνετο δὲ σαφῶς ἐπὶ μὲν τοῖς διʼ ὄξους ἐπιχρίσμασιν ἀξιολόγως καθαιρούμενος ὁ σκιρρώδης ὄγκος, ἐπὶ δὲ τοῖς χαλαστικοῖς μαλακυνόμενος μέν, ἐλάττων δὲ μὴ γινόμενος, ἀλλʼ ἡ μετὰ μέτρου τοῦ προσήκοντος ἐναλλὰξ αὐτῶν χρῆσις ἐθεράπευσε τὸ παιδάριον· μετὰ γὰρ τὸ λυθῆναι τὴν σκληρότητα τῶν διαφορητικῶν ἐστι χρεία φαρμάκων. οἱ μὲν οὖν ἰατροὶ συνέθεσαν φάρμακα πρὸς ἀμφοτέρους ἀποβλέποντες τοὺς σκοπούς, τόν τε τῆς λύσεως τοῦ ἐσκιρρωμένου μορίου τόν τε τῆς διαφορήσεως, οὐκ ἐναλλὰξ ἑκατέροις χρώμενοι, καθάπερ ἐμὲ πράττοντα βλέπετε πολλάκις, ἀλλʼ ἀεὶ τὰ δύο διὰ τοῦ συνθέτου φαρμάκου ποιοῦντες. Περὶ τενόντων καὶ συνδέσμων ἐσκιρρωμένων.

Ἐπὶ δὲ τενόντων καὶ συνδέσμων ἔδοξέ μοι βέλτιον εἶναι παραμιγνύναι τι τῇ διὰ τῶν μαλαττόντων ἀγωγῇ τῆς τμητικῆς, ὧν ἐν τοῖς μάλιστα ὄξος ἐστίν· χρώμεθα δʼ ὡδί πως αὐτῷ. ὄξει δριμυτάτῳ σβέννυμεν λίθον διάπυρον, εἰ μὲν οἷόν τε εἴη, τὸν πυρίτην καλούμενον, μὴ παρόντος δὲ τούτου, τὸν μυλίτην· εἶτʼ ἀναφερομένου τινὸς ἀτμοῦ θερμοῦ μετὰ τὸ καταχυθῆναι τοῦ λίθου τὸ ὄξος ἐν ἐκείνῳ τὸν ἐσκιρρωμένον σύνδεσμον ἢ τένοντα διακινεῖν ἀναγκάζω, καὶ μετὰ τοῦτο πάλιν ἐπιτίθημι τὸ μαλακτικὸν φάρμακον. πολλὰ γὰρ ἤδη τελέως ἠγκυλωμένα διὰ τούτου τοῦ τρόπου τῆς θεραπείας ἐν αὐτῷ τῷ διακινηθῆναι ἐθεραπεύθη τελέως, ὡς εἶναι τὸ πρᾶγμα μαγείᾳ παραπλήσιον. ἐλαίῳ γε μὴν τῶν λεπτομερῶν ἀπʼ ἀρχῆς τῆς θεραπείας, οὐχ ὕδατι κατήντλουν τὸ πεπονθὸς μέρος ἄχρι παντὸς ἑκάστης ἡμέρας, ἐναφεψῶν δὲ τῷ ἐλαίῳ καὶ ἀλθαίας ῥίζαν ἢ ἀγρίου σικύου ἤ τι παραπλήσιον τούτοις. ἡ δὲ διʼ ὄξους θεραπεία χρήσιμός ἐστιν ἐπὶ προήκοντι τῷ πάθει, προπαρεσκευασμένου τοῦ μέρους ὑπὸ τῶν μαλακτικῶν. ἐπενόησα δὲ καὶ σύνθετά τινα φάρμακα διʼ ὄξους, ἃ μεταξὺ τῶν μαλακτικῶν ἐπιτίθημι πρὸς μίαν ἡμέραν· ἡ γάρ τοι τοῦ ὄξους δύναμις, ἐὰν μέν τις μετρίως τε καὶ κατὰ τὸν προσήκοντα χρῆται καιρόν, ὠφελεῖ τὰς τοιαύτας διαθέσεις, τέμνουσα καὶ διαλύουσα τοὺς παχεῖς καὶ γλίσχρους χυμούς· εἰ δʼ ἀμετρότερον ἢ οὐκ ἐν καιρῷ τῷ προσήκοντι, τὸ λεπτότερον ἐξαρπάζουσα τὸ κατάλοιπον ἐᾷ λιθοῦσθαι, καὶ μέντοι καὶ μέχρι πλείονος εἴ τις αὐτῇ χρῷτο, τῆς οὐσίας ἅπτεται τῶν νεύρων. διὰ τοῦτο οὖν οὔτε πολλάκις οὔτε κατʼ ἀρχὰς οὔτε ἐν χρόνῳ πλείονι χρηστέον ἐστὶ τοῖς διʼ ὄξους φαρμάκοις ἐπὶ συνδέσμων τε καὶ τενόντων, ἐπὶ μέντοι σπληνὸς ἢ τῶν σαρκωδῶν μορίων τοῦ μυὸς σκιρρουμένων ἀκίνδυνος ἡ χρῆσις. ὥσπερ δʼ ἐν τοῖς ἄλλοις ἅπασιν, ὅσα μεταπίπτειν εἰς ἄλληλα πέφυκεν, ἔστι τι μεθόριον ἀμφοτέρων ἠρέμα μετέχον, οὕτως καὶ τῶν φλεγμονωδῶν ὄγκων πρὸς τοὺς ἄνευ φλεγμονῆς σκίρρους· ὑπάρχει γάρ τις ἐν τῷ μεταξὺ διάθεσις, ἀνώδυνος μέν, εἰ μὴ τοὺς δακτύλους ἐπερείδοις, ὀδυνωμένη δὲ τοῦτο πραττόντων· σαφοῦς δὲ διδασκαλίας ἕνεκεν ἤτοι φλεγμονὴν σκιρρώδη λεκτέον ἢ σκίρρον φλεγμονώδη. καὶ βοηθεῖν δεῖ τοῖς τοιούτοις, πρὸς ἀμφοτέρους ἀποβλέποντα τοὺς σκοπούς, τόν τε τῆς φλεγμονῆς καὶ τὸν τοῦ σκίρρου.

Ἐκ τῶν Γαληνοῦ. Περὶ οἰδημάτων.

Ὥσπερ ἐπὶ χολώδει ῥεύματι τὸ ἐρυσίπελας, οὕτως ἐπὶ φλεγματώδει τὸ οἴδημα γίνεται, χαῦνός τις ὄγκος καὶ εἴκων καὶ βοθρούμενος κατὰ τὰς τῶν δακτύλων ἐπερείσεις καὶ ἀνώδυνος, ἔχων ἐν ἑαυτῷ τι τοῦ καλουμένου φυσώδους πνεύματος, ὅπερ ἀτμώδους ὑγρότητος ἔγγονος ὑπάρχει, καὶ μάλιστα ἐν ὑδερικοῖς πάθεσι καὶ φθόαις ἀθροίζεται τοιοῦτον κατὰ τοὺς πόδας, ὅπερ ἐκθεραπεύεται τριβομένων τῶν μορίων, ἐνίοτε μὲν διʼ ὀξυρροδίνου, ποτὲ δὲ διʼ ἁλῶν καὶ ἐλαίου καὶ ὅλως τῶν διαφορούντων τε καὶ ξηραινόντων ἀλύπως. ἐφʼ ὧν δὲ φλέγματος ἐπιρρυέντος οἴδημα γίνεται, καὶ σπόγγος ὕδατι βεβρεγμένος ὀλίγον ὄξους ἔχοντι μετʼ ἐπιδέσεως ἀτρέμα σφιγγούσης, ἀρχομένης μὲν ἐκ τῶν κάτω μερῶν, εἰς τὰ ἄνω δὲ τελευτώσης, ἰάσατο τὸ πάθος. ἔστω δʼ ὁ σπόγγος καινός· εἰ δὲ μὴ παρείη τοιοῦτος, ἐκκαθαιρέσθω τῶν ἄλλων τις ἀφρονίτρῳ, καὶ μᾶλλον τῇ καλουμένῃ κονίᾳ στακτῇ. μὴ καταστάντος δʼ ἐπὶ τοῖσδε τοῦ οἰδήματος, ἐπειδὰν αὖθις ἐπιδέῃς, ἐπέμβαλέ τι βραχὺ στυπτηρίας. ἀγαθὸν δὲ καὶ τὸ ἁπαλώτατον ἐλλύχνιον ὑγρότητι τοιαύτῃ δευθέν. ἐπιτήδειον δʼ εἰς ταῦτα φάρμακόν ἐστι καὶ τὸ γλαύκιον, ἔτι τε μᾶλλον τὸ διʼ αὐτοῦ συντιθέμενον ἡμέτερον φάρμακον, ὃ καὶ τὸν ἐπὶ ταῖς λυχνίαις συνιστάμενον ῥύπον λαμβάνει· ὁ γάρ τοι σκοπὸς τῆς θεραπείας ἐπὶ τῶν τοιούτων παθῶν μικτός ἐστι, τὸ μέν τι διαφορεῖν τῆς οὐσίας αὐτῶν, τὸ δέ τι συνάγειν καὶ σφίγγειν. ἐγὼ δʼ ἐπὶ κεχρονικότος οἰδηματώδους ὄγκου προϋπαλείψας ἐλαίῳ τὸ μόριον, εἶτʼ ἐπιθεὶς σπόγγον ἐκ κονίας καὶ σφίγξας βιαιότερον, οἶδα τελέως ἐκθεραπεύσας τὸ πάθος, οὐκέτι δηλονότι τῆς τοιαύτης ἀγωγῆς σκοπὸν ἐχούσης τὸ μικτὸν τῶν δυνάμεων, ἀλλʼ ἐπὶ τὸ διαφορητικόν τε καὶ τμητικὸν ἀποκλινάσης, ὅπερ ἐπὶ τῶν χρονιζόντων σχεδὸν ἁπάντων ἴσμεν εὐδοκιμοῦν. ἴσατις ἥμερος τοὺς οἰδηματώδεις ὄγκους διαφορεῖ τε καὶ προσστέλλει θαυμαστῶς. γῆ λιπαρὰ πᾶσα, καὶ μάλιστα ἡ Αἰγυπτία, τάς τε παλαιὰς φλεγμονὰς καὶ τὰ χαῦνα τῶν οἰδημάτων καὶ τοὺς ὅλην τὴν ἕξιν οἰδαλέους ὀνίνησι καταχριομένη. ἄκανθα λευκὴ τὰ οἰδήματα καταπλαττομένη προσστέλλει· ὁμοίως καὶ τοῦ ἀναγύρου τὰ φύλλα.

Περὶ δοθιήνων.

Ἐκ παχέων χυμῶν οἱ δοθιῆνες γίνονται καθʼ ὅλον τὸ σῶμα συνιστάμενοι, διττοί πως ὄντες· ἔνιοι μὲν γάρ, ὡς ἂν εἴποι τις, ἰονθώδεις καὶ σκληροὶ καὶ δύσπεπτοι, τινὲς δὲ φλεγμονώδεις, ἐφʼ οἷς καὶ πυρετοὶ συμπίπτουσιν ἐνίοτε, καὶ μέγεθος καὶ ὄγκον ἴσχουσι καὶ μεταβολὴν εἰς πύον, ὅθεν καὶ ἡ θεραπεία τὸ πλεῖστον ἔχει ταὐτὸ ὃ ἐπὶ τῆς φλεγμονῆς. πυροὶ μασώμενοι καὶ ἐπιτιθέμενοι δοθιῆνας διαφοροῦσι καὶ πέττουσιν. ὠφελεῖ δʼ αὐτοὺς καὶ μαστίχη Αἰγυπτία.

Ἐκ τῶν Ἀπολλωνίου. Πρὸς δοθιῆνας.

Νίτρον λεῖον ἀναλαβὼν ῥητίνῃ, εἰς ὀθόνιον ἐμπλάσσων, ἐπιτίθει. —Ἄλλο. Μάνναν ἀναλαβὼν ῥητίνῃ καὶ εἰς ὀθόνιον ἐμπλάσας ἐπιτίθει. —Ἄλλο. Ὕσσωπον τρίψας μετʼ ἀλφίτου ἐν ὕδατι βεβρεγμένου κατάπλασσε. —Ἄλλο. Σταφίδας ἐκγιγαρτίσας καὶ τρίψας μῖξον ἁλὸς λείου τὸ ἴσον καὶ κατάπλασσε τοῦτο· ἢ διαχεῖ ἢ ῥήσσει. — Ἄλλο. Στέαρ αἴγειον ἢ βόειον μεθʼ ἁλὸς τρίψας ἐπιτίθει. —Ἄλλο. Ὀρίγανον καὶ ἅλας λεάνας σμύρνῃ μῖξον καὶ ἐπιτίθει· παραχρῆμα δὲ πεπαίνει. σμύρνα καὶ ὀρίγανον ἴσα μίξας καὶ ὕδωρ παραχέας χρῶ. — Ἄλλο. Ἰσχάδας ἑφθὰς τρίψας καὶ ῥητίνῃ μίξας ἐπιτίθει. —Μυρίκης καρπὸν μετʼ ὀρνιθείου στέατος λεάνας ἐπιτίθει.