Ἐκ τῶν Γαληνοῦ ............................ .... κακοήθων ἑλκῶν ἰδίοις ὀνόμασι κατʼ ἐξοχήν τινα κέκληται καρκινώδη, Χειρώνεια, Τηλέφεια, φαγεδαινικά· πάντα γάρ ἐστι καὶ ταῦτα ἀνεκπύητα. δυσεπούλωτον μὲν οὖν ἐστιν ἕλκος τὸ διʼ ἐπιρροὴν πολλῶν ἢ δριμέων κωλυόμενον εἰς ὠτειλὴν ἰέναι διὰ τὸ καθυγραίνεσθαί τε καὶ προσαναβιβρώσκεσθαι ὑπὸ τοῦ ῥεύματος, καὶ ὅταν ἤτοι τὰς τρίχας ἴδῃς ἐκπιπτούσας τῶν περικειμένων τῷ ἕλκει χωρίων, ἢ καὶ τὸ σῶμα λεπίδας ἀφιέν, ἴσθι τοῖς οὕτως ἔχουσι μοχθηροὺς ἐπιρρεῖν τῷ μορίῳ χυμοὺς ἀναβιβρώσκοντας τὸ ἕλκος· κακόηθες δʼ ᾧ ἐπιρρεῖ μὲν οὐδέν, δύσκρατον δʼ ἔχει τὸ μόριον ἐν ᾧπέρ ἐστιν, ὡς ἀεὶ προσδιαφθείρειν τὸ χρηστὸν αἷμα, ὅπερ ἕνεκα τοῦ θρέψαι παραγινόμενον αἴτιον τοῖς δεομένοις σαρκώσεως ἐγίνετο. πάντα οὖν τὰ δυσίατα τῶν ἑλκῶν τὰ μὲν διὰ τὴν δυσκρασίαν τῆς ἡλκωμένης σαρκός, τὰ δὲ διὰ τὸν ἐπιρρέοντα χυμὸν γίνεται τοιαῦτα. καὶ τῆς μὲν δυσκρασίας δύο ἔστων διαφοραί, ποτὲ μὲν ταῖς ποιότησι μόναις οὐ κατὰ φύσιν ἐχούσης τῆς ὑποκειμένης σαρκός, ἐνίοτε δὲ καὶ μετʼ ὄγκου τινὸς ἐπικτήτου, τῆς δʼ ἐπιρροῆς ἕτεραι δύο, τό τε ποσὸν καὶ τὸ ποιὸν τῶν ἐπιρρεόντων χυμῶν. ἐνίοτε δὲ καὶ μίγνυσθαι συμβαίνει τινὰς τῶν εἰρημένων διαθέσεων ἢ καὶ πάσας ἅμα. χρὴ δʼ οὐχ ἁπασῶν δήπουθεν ἅμα λέγεσθαι τὴν μέθοδον τῆς ἰάσεως, ἀλλʼ ἑκάστης ἰδίᾳ. τῆς μὲν οὖν σαρκὸς αὐτῆς ἰάσῃ τὴν δυσκρασίαν, εἰ μὲν αὐχμώδης καὶ ξηρὰ φαίνοιτο, τέγγων εὐκράτῳ πολλάκις ὕδατι. καθʼ ἑκάστην δὲ χρῆσιν ὁ σκοπὸς ἔστω σοι τῆς καταντλήσεως, ὅταν πρῶτον εἰς ἔρευθός τε καὶ ὄγκον αἴρηται τὸ μόριον, ἀφίστασθαι τηνικαῦτα· διαφορήσεις γὰρ ὃ εἵλκυσας καταιονῶν ἐπὶ πλέον. ἀλλὰ καὶ τῶν φαρμάκων ἡ δύναμις ὑγροτέρα τις ἔστω τῆς ἔμπροσθεν ἐπὶ τῆς ὑγιοῦς σαρκὸς παρῃνημένης. εἰ δʼ ὑγροτέρα τοῦ κατὰ φύσιν ἡ σὰρξ φαίνοιτο, τὰ ἐναντία ποιητέον, ἐπιτείνοντα μὲν τῶν φαρμάκων τὴν δύναμιν ἐπὶ τὸ ξηρότερον, ὕδατι δὲ μηδʼ ὅλως χρώμενον, ἀλλʼ εἰ καὶ ἀποπλῦναι δέοι τὸ ἕλκος, οἶνος ἢ ὀξύκρατον ἢ ἀφέψημα πόας αὐστηρᾶς παρεσκευάσθω. κατὰ ταὐτὰ δὲ τὴν μὲν θερμοτέραν τοῦ δέοντος σάρκα ψυκτέον, τὴν δὲ ψυχροτέραν θερμαντέον. τῶν δὲ σὺν ὄγκῳ τινὶ παρὰ φύσιν ἡλκωμένων μορίων ἰᾶσθαι χρὴ πρότερον τὸν ὄγκον· ἥτις δὲ τῶν παρὰ φύσιν ἁπάντων ἐστὶν ὄγκων ἡ ἴασις, ἐν τοῖς ἑξῆς εἰρήσεται· νυνὶ δʼ ὅσον ἐξ αὐτῶν συνῆπται τῇ τῶν ἑλκῶν θεραπείᾳ ῥητέον. ἐπειδὰν τὰ χείλη μόνα τῶν ἑλκῶν ἐπὶ πλέον ἀχροίας ἢ σκληρότητος ἥκῃ, περιτέμνειν αὐτὰ χρὴ μέχρι τῆς ὑγιοῦς σαρκὸς ἢ χρόνῳ πλέονι θεραπεύειν τοῖς μαλάσσουσι φαρμάκοις, ὅπως ἂν καὶ ὁ κάμνων ἔχῃ προθυμίας. οὕτω δὲ κἀπὶ τῶν ἐπιρρεόντων τοῖς ἡλκωμένοις μέρεσι μοχθηρῶν χυμῶν ἡ μὲν ὡς ἡλκωμένων ἴασις ἐν τῷδε λελέξεται, ἡ δʼ ὡς κακοχυμίας ἢ πλήθους ἐν τοῖς ἰδίοις ἐκείνων λογισμοῖς. ὅταν οὖν ἐκείνων ὀλίγῳ τι πλείων καὶ μὴ πολὺ φαυλότερος ᾖ τοῦ κατὰ φύσιν ὁ ἐπιρρέων χυμός, ἀποτρέπειν αὐτὸν καὶ ἀναστέλλειν προσήκει στύφοντα καὶ ψύχοντα τὰ πρὸ τῶν ἡλκωμένων χωρία. χρὴ δὲ καὶ τὴν ἐπίδεσιν ἄρχεσθαι μὲν ἀπὸ τοῦ πεπονθότος, ἐπινέμεσθαι δʼ ἐπὶ τὸ ὑγιές. τὰ δὲ τοῖς ἕλκεσιν αὐτοῖς ἐπὶ τῶν ῥευματικῶν προσαγόμενα φάρμακα κατὰ τήνδε σοι τὴν μέθοδον εὑρισκέσθω. ἐπειδὴ τὸ μὲν ἐπέρρευκεν ἤδη τῷ ἕλκει καὶ ὑγρότερον αὐτὸ πολλῷ καὶ ῥυπαρώτερον πεποίηκε, τὸ δʼ ἔτι καὶ νῦν ἐπιρρεῖ, δύο σκοποὺς ἡμᾶς ἔχειν ἀνάγκη τῆς θεραπείας, ἕνα μὲν ὥστε κωλῦσαι τὸ ἐπιρρέον ὑγρόν, ἕτερον δʼ ὥστε διαφορῆσαι τὸ ἐνεστηριγμένον ἐν τῷ πεπονθότι μορίῳ. γίνεται δὲ ταῦτα διʼ ἐναντίων δυνάμεων· ἀναστέλλει μὲν γὰρ τὸ ἐπιρρέον ὅσα στύφειν πέφυκε φάρμακα, διαφορεῖ δὲ τὸ περιεχόμενον τῷ πεπονθότι μορίῳ τὰ δύναμιν ἔχοντα διαφορητικήν τε καὶ ἑλκτικήν. τὰ δʼ ἕλκοντα καὶ διαφοροῦντα τὰς ἐκ τοῦ βάθους ὑγρότητας ἀναγκαῖόν ἐστι μὴ ἄνευ δριμύτητός τινος ἐργάζεσθαι τοῦτο· τῇ δριμύτητι δʼ ἐξ ἀνάγκης ἕπεταί τις ὀδύνη διὰ τὸ δάκνεσθαι τὸ ἕλκος, καὶ οὕτως συμβαίνει διὰ τὴν ἐκ τῶν δακνόντων ἀνίαν ἐρεθίζεσθαι μᾶλλον τὴν ἐπιρρέουσαν ὑγρότητα, τούτου δὲ γινομένου, φλεγμαίνειν τε ἅμα καὶ διαβιβρώσκεσθαι τὸ ἕλκος. ἐπεὶ τοίνυν τὰ διαφοροῦντα καὶ τὸν ῥύπον ἐκκαθαίροντα δριμείας ἐστὶ δυνάμεως, ἐφʼ ὅσον μὲν ῥύπου πλῆρές ἐστι τὸ ἕλκος, οὐκ ἀντιλαμβάνεται τῆς δριμύτητος αὐτῶν ὁ κάμνων· καθάπερ γάρ τι πρόβλημα τῶν ἡλκωμένων μερῶν ὁ ῥύπος μέσος ὑπάρχων τοῦ τε φαρμάκου καὶ τῆς ὑποκειμένης σαρκός, οὐκ ἐᾷ τὴν ὑπὸ τοῦ φαρμάκου γινομένην δῆξιν καθικνεῖσθαι τοῦ ἕλκους. προσέχειν οὖν δεῖ πόσον ἀπορρύπτεται τοῦ ῥύπου, καὶ πόσον ἐγκαταλείπεται, καὶ εἰ τοῦτο ἀνωδύνως πράσσεται· δῆλον γὰρ ὡς πρὸς τὴν ἀφαίρεσιν τοῦ ῥύπου καθαρώτερον γινόμενον τὸ ἕλκος ἀντιλαμβάνεται τῆς δριμύτητος. μέγιστον οὖν σημεῖον ἔστω σοι τοῦ μηδὲν ἔτι τοιῷδε φαρμάκῳ χρῆσθαι, ἐὰν δήξεως ἀντιλαμβάνηται τὸ πάσχον μόριον, καὶ τὰ πέριξ αὐτοῦ σώματα ἐρυθρὰ γίνηται· τῶν γὰρ δριμέων φαρμάκων ἴδιόν ἐστι τό τε δηγμὸν ἐμποιεῖν τῷ ἕλκει καὶ ἔρευθος ἐργάζεσθαι τοῖς πέριξ σώμασιν. εἰ δʼ ἀφλέγμαντα μὲν τὰ περὶ τὸ ἕλκος εἴη, δηγμοῦ δὲ μηδὲν ἀντιλαμβάνοιτο, ῥύπος δʼ ἐπιγίνοιτο τῷ ἕλκει, τῷ δριμεῖ φαρμάκῳ προσήκει ἐπιμένειν· πάντως γὰρ ὠφελήσει τὸν ῥύπον ἀποκαθαῖρον καὶ τὴν ὑγρότητα ξηραῖνον· ἅμα μέντοι τῷ καθαρὸν γενέσθαι τὸ ἕλκος καὶ ἀντιλαμβάνεσθαι βραχείας δήξεως τὸν κάμνοντα μεταβαίνειν ἐφʼ ἕτερον δεῖ φάρμακον τῶν ἀδήκτως ξηραίνειν καὶ στύφειν δυναμένων, ὁποῖά ἐστι τὰ πεπλυμένα μεταλλικὰ καὶ τὰ μὴ πεπλυμένα μέν, ἄδηκτα δὲ φύσει. γινώσκειν δὲ καὶ τοῦτο, ὡς οὐ μόνον τὰ δριμέα φάρμακα ῥυπαίνει τὰ καθαρὰ τῶν ἑλκῶν· ἀλλὰ γὰρ καὶ τὰ πάνυ μαλθακώδη καὶ ἐκλελυμένα ταῖς δυνάμεσι καὶ πάνυ κηρωτοειδῆ· τοιαῦτα δʼ ἐστὶ δηλονότι στέαρ καὶ πιμελὴ καὶ κηρὸς καὶ αὐτὸ τὸ ἔλαιον. χρὴ δὴ οὖν ἐπὶ τῶν πεπαλαιωμένων ἑλκῶν μηδαμῶς προσφέρειν τὰ τοιαῦτα, πλὴν εἰ μὴ ἐπουλωμένα ἤδη τυγχάνει· τηνικαῦτα γὰρ ὑπὲρ τοῦ τὰς οὐλὰς μαλάσσεσθαι καὶ τὰ τοιαῦτα τῶν φαρμάκων προσφέρειν. μὴ δυναμένης δʼ ὑπὸ φαρμάκων κρατηθῆναι τῆς ἐπιρροῆς, τὴν αἰτίαν αὐτῆς ἐπισκεψάμενον ἐκείνην ἐκκόπτειν πρότερον. εἰ μὲν οὖν διʼ ἀτονίαν τοῦ δεχομένου τὸ ῥεῦμα μορίου τοῦτο συμβαίνοι, ταύτην ἰατέον· ἐπεὶ δʼ αὕτη διὰ δυσκρασίας ἀμετρίαν ἀεὶ γίνεται, θεραπεύσας, ὡς εἴρηται ἔμπροσθεν, τὴν δυσκρασίαν, ἰάσῃ καὶ τὴν ἀτονίαν. εἰ δὲ διʼ ἕτερον μόριον ἢ καὶ σύμπαν τὸ σῶμα, πληθωρικὸν ἢ κακόχυμον ὑπάρχον, ἐπιρρέοι μοχθηρὸς χυμός, ἰάσασθαι χρὴ πρότερον ἢ τὸ τοῦ ῥεύματος αἴτιον μόριον ἢ τὸ σύμπαν σῶμα. ἐπʼ ἐνίων μὲν οὖν ἀρκεῖ καθᾶραι μόνον, ἐπʼ ἐνίων δʼ ἀφελεῖν αἵματος, ἐπʼ ἄλλων δʼ ἄμφω ταῦτα πρᾶξαι, τινῶν δʼ ὑπερκείμενον ἐκκόψαι κιρσὸν ἢ ἧπαρ ἢ σπλῆνα ἤ τι μόριον ἕτερον ἐπίσημον πεπονθὸς ἰάσασθαι. ἐπεὶ δʼ ἀναγκαῖόν ἐστι τὰ δυσεπούλωτα καὶ κακοήθη τῶν ἑλκῶν ὑγρότητος εἶναι μεστὰ μοχθηρᾶς, οὐκ ὀλίγα δʼ αὐτῶν καὶ ῥύπον ἔχειν δαψιλῆ, ὅταν ἐπιπάττειν αὐτοῖς μέλλωμέν τι τῶν ξηρῶν φαρμάκων, προεκμάττειν χρὴ διʼ ὀθονίου μαλακοῦ τε καὶ καθαροῦ καὶ ξηροῦ, πληρώσαντας δὲ τοῦ φαρμάκου τὸ κοῖλον ἕλκος ἐπιβάλλειν ἔξωθεν ἐμπλάστρου λεπτυνούσης τὰ χείλη πλάτυσμα κατά τε τούτου πάλιν ὀθόνιον ἔξωθεν ἴσον πάντῃ καὶ κατʼ αὐτοῦ σπόγγον ἐξ ὕδατος ἢ οἴνου καὶ περὶ παντὸς ποιεῖσθαι ψυχρὸν διαμένειν τὸν σπόγγον, ὃ γίνοιτο ἂν εὐκόλως, εἰ συνεχῶς αὐτοῦ καταντλοῖ τις ὕδωρ ψυχρὸν ἄνευ τοῦ λύειν τὸν ἐπίδεσμον. εἰ μὲν εἷς ἐπίδεσμος εἴη, κάτωθεν ἄνω νέμεσθαι χρή· εἰ δὲ δυσὶν ἐθέλοις κεχρῆσθαι καθάπερ ἐπὶ τῶν καταγματικῶν, ὁ μὲν πρότερος ἀπὸ τοῦ πεπονθότος μορίου πρὸς τὴν ἄνω χώραν νεμέσθω μόνην, ὁ δὲ δεύτερος κάτω μὲν πρότερον, ἐφεξῆς δʼ ἄνω τελευτῶν εἰς ταὐτὸ τῷ προτέρῳ παραγινέσθω. πρόδηλον οὖν ὅτι τοὺς ἐπιδέσμους τούτους ἐξ ὀθονίων, οὐ ῥάκους εἶναι προσήκει· λύειν δὲ καὶ διὰ τρίτης καὶ λύσαντας μὴ προσφέρειν ὕδωρ τῷ ἕλκει, ἀλλὰ καθʼ ὃν προείρηται τρόπον ἄρτι διʼ ὀθόνης μαλακῆς τε καὶ ξηρᾶς καὶ καθαρᾶς ἀπομάττοντας τοὺς ἰχῶρας· ἐὰν δὲ καὶ πέριξ τοῦ ἕλκους ἐμφαίνηταί τι φλεγμονῶδες, ἐπιβάλλειν κατὰ τοῦ πλατύσματος ἔξωθεν ἐπὶ πολὺν τόπον ὑγρὸν φάρμακον ἐκ τῆς ἐμῆς φοινικίνης, οὐχ ἁπλῶς τετηκυίας, ἀλλὰ στύφοντος οἴνου προσειληφυίας ὅσον οἷόν τε πλεῖστον. οὐ μὴν οὐδὲ διὰ τοῦ τυχόντος ἐλαίου τήκειν αὐτὴν προσήκει, ἀλλʼ εἰ μὲν ἐρυθρότης τις ἢ ὅλως θερμότης ἐπικρατεῖ κατὰ τὰ πέριξ τοῦ ἕλκους, διά τινος τῶν στυφόντων τε καὶ ψυχόντων — ἔστι δὲ τοιαῦτα μύρρινόν τε καὶ μήλινον· εἰ δὲ μὴ παρείη ταῦτα, τὸ καλούμενον ὀμφάκινον ἔλαιον· εἰ δὲ σκληρότης ἐπικρατεῖν φαίνοιτο, διʼ ἐλαίου παλαιοῦ τήκειν ἢ διὰ κικίνου τὴν φοινικίνην. ἀσφαλέστερον δέ, κἂν μηδὲν ἐν τῷ περιέχοντι τὸ ἕλκος τόπῳ μοχθηρὸν ἐμφαίνηται, αὐτῷ γοῦν τῷ ὑπερκειμένῳ τὸ ὑγρὸν φάρμακον ἐπιβάλλειν, ἀποκρουσόμενον, εἴ τι πρόσθεν ἢ μοχθηρὸν ἢ πλέον τοῦ προσήκοντος ἐπέρρει, καὶ μάλιστα ὅταν ἐν σκέλει τὸ ἕλκος ὑπάρχον ὑπερκειμένην ἔχῃ φλέβα κιρσώδη. καὶ εἰ μὲν εἴη δυνατὸν ἄνευ τῆς τοῦ σώματος βλάβης ἀλουτεῖν τὸν θεραπευόμενον ἀνατριβόμενόν τε σινδόσιν ἐπὶ πλέον, ἄμεινον ἐφεξῆς διʼ ἐλαίου κἄπειτα διʼ ἁλτήρων γυμναζόμενον, εἰ σκέλος εἴη τὸ πεπονθός, ἢ διὰ δρόμων ἐπὶ τῶν ὑπερκειμένων· εἰ δʼ ἀλουτεῖν ἀδύνατον εἴη τῷ θεραπευομένῳ χωρὶς βλάβης ὅλου τοῦ σώματος, οὐ χρὴ λύειν τὴν ἐπίδεσιν, ἀλλʼ ὡς ἐπιδέδεται λουσάμενον ἐκθλίψαντά τε τοῖς σπόγγοις τὸ θερμὸν ὕδωρ εὐθέως ἄλλο καταχεῖν θερμόν, ὡς μηδεμίαν ἀπολείπεσθαι θερμότητα κατὰ τὴν ἐπίδεσιν. εἰ δὲ φαίνοιτο προχωρεῖν ἡ θεραπεία, καὶ χωρὶς ἐπιθέσεως σπόγγου θεραπεύεσθαι δύνανται, τῆς ὑγρᾶς φοινικίνης ἐπιβαλλομένης ἔξωθεν, ὡς εἴρηται, καὶ χωρὶς ἐπιθέσεως σπόγγου καταλαμβανομένης ἐπιδέσμοις καταγματικῷ τρόπῳ. ταῖς κοπταῖς δὲ καλουμέναις χρώμενος ἔστω τις θερμὰς ἔχων τὰς χεῖρας. ἀναιρείσθω τηλικοῦτον τοῦ φαρμάκου μέγεθος, ἡλίκον μαλαχθέν τε καὶ πλατυνθὲν ἐπιτεθήσεται καθʼ ὅλου τοῦ ἕλκους, ὡς καὶ τὰ χείλη σκέπειν. ὅταν δʼ ᾖ βαθύ, προσαναπληροῦται τὸ κοῖλον αὐτοῦ πᾶν, ἐντεθέντος αὐτῷ τοῦ φαρμάκου, καὶ μετʼ ἐκεῖνο πάλιν ἕτερον ἐπιτείνεται πλάτυσμα συμπεριλαμβάνον καὶ τὰ χείλη, κἄπειτα τούτῳ πάλιν βεβρεγμένον ὀθόνιον ὕδατι ψυχρῷ τηλικοῦτον ἐπιβάλλεται κατὰ παντὸς ὡς σκεπάσαι τὸ φάρμακον, εἶτʼ ἔξωθεν σπογγίον μαλακὸν ἐπιδέσμῳ κατειλημμένον ἐξ ὀθόνης, ἅπαξ ἢ δὶς ἐν κύκλῳ περὶ τὸ πεπονθὸς μόριον ἑλιττομένῳ τηλικούτῳ τὸ πλάτος ὡς πᾶν κατειλῆφθαι τὸ ἕλκος ἅμα τοῖς χείλεσι καί τι τῶν ὑπερκειμένων τε καὶ ὑποκειμένων αὐτοῖς. ἡ δʼ ἐπίδεσις ἀπὸ δυοῖν ἀρχῶν δεδέσθω· καλοῦσι δʼ οὕτως, ὅταν τὸ μέσον ὅλου τοῦ τελαμῶνος ἐπιβάλληται τῷ πεπονθότι τόπῳ, τῶν σκελῶν δʼ ἑκάτερον ἐπάγηται πρὸς τὸ ἀντικείμενον. εἶτα, ἐὰν μὲν ἰσχυρὸν ᾖ τὸ ὀθόνιον, ὡς διὰ μιᾶς ἐπιβολῆς ἀσφαλῶς κατέχειν τὸν σπόγγον, αὐτόθι που συρραφήσεται διὰ τῶν περάτων, ἀφαιρουμένου ψαλίδι τοῦ περιττεύοντος· ἐὰν δʼ ἀσθενές, αὖθις ἀχθήσεται τῶν σκελῶν ἑκάτερον ὁμοτόνως ἑλκόμενον ἐπὶ τὸ πεπονθός. ὅταν δέ σοι ταῦτα κατὰ τὴν πρώτην ἡμέραν πραχθῇ, τῇ δευτέρᾳ διάβρεχε τὸ σπογγίον, ὕδατος ἐπιχέων ψυχροῦ. θερμοῦ δὲ καὶ ξηροῦ τοῦ περιέχοντος ὄντος, καὶ δὶς καὶ τρὶς τῆς ἡμέρας ποιητέον τοῦτο, καὶ λυτέον τὸν ἐπίδεσμον διὰ τρίτης· εἰ δὲ χειμὼν εἴη, καὶ διὰ τετάρτης. ἐπισκεπτέον δὲ τὴν γεγονυῖαν ἐκ τοῦ φαρμάκου περὶ τὸν πεπονθότα τόπον ἀλλοίωσιν ἔν τε τῇ κοιλότητι τοῦ ἕλκους καὶ κατὰ τὰ χείλη, καὶ μέντοι καὶ πέριξ αὐτῶν· ἤτοι γὰρ ξηρότερον ἢ ὑγρότερον ἢ θερμότερον ἢ ψυχρότερον ἐφάνη τοῦ πρόσθεν ὅλον τὸ πεπονθὸς μόριον ἕκαστόν τε τῶν μερῶν αὐτοῦ. καὶ πρὸς τούτοις ἐπισκέπτεσθαι προσήκει, πότερα δὴ καθῄρηταί τι τῶν χειλῶν ἢ μεμάλακταί πως ἢ λελέπτυνται, καὶ περὶ τῆς κατὰ τὴν χροιὰν ὑπαλλαγῆς καὶ περὶ τοῦ κατὰ τὸν ῥύπον πλήθους· ἐκ τούτων γὰρ εἴσῃ, πότερον ἰσχυρότερον ἢ μαλακώτερον ἐπιθεῖναι προσήκει φάρμακον, ἢ ταὐτὸν τῷ πρώτῳ. δυνήσῃ δὲ καὶ τὸ πρῶτον αὐτὸ ῥᾳδίως ἐξαλλάττειν, εἰ μὲν μαλακώτερον ποιῆσαι βούλοιο, μιγνὺς ἐν τῷ μαλάττειν ὀλίγον τινὸς τῶν στυφόντων ἐλαίων, μυρσίνου ἢ ῥοδίνου ἢ μηλίνου ἢ σχινίνου ἢ μαστιχίνου ἢ κυπρίνου· εἰ δʼ ἰσχυρότερον, ἤτοι τῆς λεπίδος ἢ τοῦ ἰοῦ· παρεσκευάσθω γάρ σοι τούτων ἑκατέρου βραχὺ λεῖον ἀκριβῶς, ἵνα ἐν τῷ μαλάττειν προσβάλῃς. ἐπεὶ δʼ ἔνιοι νομίζουσιν, εἰ τρὶς τῆς ἡμέρας ἐκμάξειας τοὺς ἰχῶρας τοῦ ἕλκους, ἄμεινόν τι πράττειν, τοὺς δʼ ἅπαξ λύοντας καὶ αὐτοὶ πολλάκις οἱ κάμνοντες ὡς ἀμελούμενοι μέμφονται, προσήκει γινώσκειν ἡμᾶς ὡς αἱ ποιότητες ἁπάντων τῶν πλησιαζόντων εἰς ἀλλήλας τι δρῶσι, κἂν τὸ ἕτερον ἰσχυρότερον αὐτῶν ᾖ πολλῷ· κατὰ γάρ τοι τὸν λόγον τοῦτον ὁμοειδεῖς πως ἀλλήλαις τῷ χρόνῳ γίνονται, κἂν διαφέρωσι πάμπολυ· γενομένης δʼ ὁμοειδοῦς τῷ θεραπευομένῳ σώματι τῆς τοῦ φαρμάκου ποιότητος, ἡ ὠφέλεια μείζων ἕπεται.
Περὶ τῶν διὰ κιρσὸν δυσιάτων.
Μεγάλης δʼ ὑπερκειμένης κιρσώδους φλεβὸς καὶ κατὰ τὴν χροιὰν ἐμφαινούσης οὐκ ἐρυθρὸν οὐδὲ χρηστὸν αἷμα περιέχειν, ἀλλὰ μελάντερόν τε καὶ μελαγχολικώτερον, ἐκκόπτειν χρὴ τὴν φλέβα. ἄμεινον δʼ ἐπὶ τούτων τὴν ἰσχὺν τοῦ θεραπευομένου θεασάμενον ἀπὸ φλεβοτομίας μὲν ἄρξασθαι, καθᾶραι δʼ ἐφεξῆς φαρμάκῳ μελαγχολικὸν ἐκκενοῦντι χυμὸν ἢ σὺν τούτῳ καὶ φλεγματικόν, ἐπειδὴ καὶ οὗτος συνεπιρρεῖ τῷ μελαγχολικῷ κατὰ τὰς τῶν κιρσῶν γενέσεις, εἶθʼ ἑξῆς αὐτὴν κατὰ τὸ μῆκος σχάσαι τὴν ὑπερκειμένην τοῦ ἕλκους φλέβα καὶ κενώσαντα δαψιλῶς αὐτὴν ταύτην πρότερον ἰάσασθαι τὴν γενομένην διαίρεσιν τῆς φλεβός. ὅταν δʼ ἀκριβῶς ἤδη φαίνηται συνουλωμένη, τηνικαῦτα τῇ θεραπείᾳ τοῦ κακοήθους ἐπιχείρει, ὡς προείρηται.
Περὶ τῶν κυκλοτερῶν ἑλκῶν.
Τῶν δὲ κυκλοτερῶν ἑλκῶν ἐπειράθημεν ἱκανῶς μηδὲν ἐμποδίζον τῇ ἰάσει τὸ σχῆμα· οὐ γὰρ δὴ αἴτιόν ἐστι τῆς κακοηθείας τῶν αὐτομάτων ἑλκῶν, ἀλλὰ σημεῖον· ὅσα γὰρ ἐξ ἐπιρροῆς ὑγρῶν μοχθηρῶν ἀναβιβρώσκεται, ταῦτα ὡς περὶ κέντρον τὸ πρῶτον ἀρχόμενον πάσχει μόριον ἀνάλογον τε εἰς μῆκος καὶ πλάτος αὐξανόμενα κυκλοτερῆ γίνεται, διʼ αὐτὸ δὲ τοῦτο καὶ ὑπόκοιλα· τὸ γὰρ πρῶτον ἀρχόμενον ἀναβιβρώσκεσθαι μέρος αὐτῶν κοιλότερον εἰς τοσοῦτον γίνεται τῶν πέριξ, ὅσον καὶ πολυχρονιώτερον. καὶ μέντοι καὶ τὰ χείλη τῶν τοιούτων ἑλκῶν σκληρὰ καὶ ἄχροα τοὐπίπαν ἀποτελεῖται· διὸ καὶ περιτέμνεσθαι δεῖται, κατʼ ἀμφότερα τούτου συμφέροντος αὐτοῖς, ὅτι τε τοῦ αἵματος ἀπορρεῖ συχνόν, ὅτι τε σαρκώσεως ἢ ἐπουλώσεως ἀρχὴν ἐκ τῶν περιτμηθέντων λαμβάνει. κάλλιον μὲν οὖν ἐν κύκλῳ περιτέμνειν τὸ χεῖλος· εἰ δὲ μή, ἀλλὰ πάντως γε τὸ ἥμισυ, κατὰ τὸ μῆκος ἢ κατὰ τὸ πλάτος τὴν περιτομὴν αὐτοῦ ποιούμενον· δεῖ γὰρ κατὰ τὰ σχήματα τῶν ὑποκειμένων μυῶν περιτέμνειν, καὶ μάλιστα ὅταν καὶ αὐτῶν τι τῶν μυῶν πεπονθὸς ᾖ· τοῦτο γὰρ εἴς τε τὴν τῶν οὐλῶν εὐσχημοσύνην συντελεῖ οὐ σμικρὰ καὶ εἰς τὰς κατὰ φύσιν κινήσεις τῶν μυῶν. μεγάλων μέντοι τῶν τοιούτων ἑλκῶν ὄντων, καὶ κάθαρσιν τοῦ σώματος τῆς ὅλης θεραπείας προηγεῖσθαι βέλτιον.
Περὶ τῶν σηπεδονωδῶν ἑλκῶν.
Τὰ δὲ σηπεδονώδη τῶν ἑλκῶν ὅταν ἐπινέμηται τοὺς πέριξ τόπους, ὀνομάζουσιν ἰδίως νομάς. καὶ δῆλον ὅτι τῶν σφοδροτάτων φαρμάκων καὶ δριμυτάτων δέονται τῷ πυρὶ τὴν δύναμιν ἐοικότων, οἷόν ἐστι μίσυ καὶ χαλκῖτις καὶ ἀρσενικὸν καὶ τίτανος καὶ σανδαράκη· καὶ γὰρ οὖν καίει παραπλησίως πυρὶ τὰ τοιαῦτα φάρμακα· πολλάκις δὲ καὶ τούτων νικωμένων αὐτῷ τῷ πυρὶ χρώμεθα.
Περὶ τῶν ἀναρρηγνυμένων πολλάκις ἑλκῶν διʼ ἀναφθορὰν ὀστῶν.
Ὅσα δὲ τῶν ἑλκῶν εἰς πλείονα χρόνον ἐκπίπτει, συνουλοῦται μὲν πολλάκις, μετὰ χρόνον δʼ οὐ πολὺν ἀναφλεγμαίνει τε καὶ αὖθις ἀναρρήγνυται, λυομένης αὐτῶν τῆς οὐλῆς· ὅταν γὰρ ἐκ τῶν προσφερομένων φαρμάκων ἡ κατὰ τοῦ πεπονθότος ὀστοῦ σὰρξ ἐπικειμένη ξηρανθεῖσα συνουλωθῇ, παραχρῆμα μὲν ὑγιάσθαι τελέως δοκεῖ, κατὰ βραχὺ δὲ πάλιν ἰχῶρός τινος ἐπιρρέοντος ἐκ τοῦ φθειρομένου κατὰ τὸ βάθος ὀστοῦ, φλεγμονή τέ τις αὖθις ὑπογίνεται, καὶ πύου γένεσις ἕπεται, διαβιβρώσκοντος μὲν τὴν οὐλήν, ἑλκοῦντος δὲ τὴν σάρκα. τίς οὖν ἡ τῶν τοιούτων ἑλκῶν ἴασίς ἐστιν; ξήρανσις ἐπὶ τοσοῦτον ὡς ἀποστῆναι τὸ πεπονθὸς τοῦ ὀστοῦ μέρος.
Ἐκ τῶν Ῥούφου. Περὶ λοιμώδους ἕλκους.
Καλεῖται δέ τι καὶ λοιμῶδες ἕλκος, ᾧ συνεδρεύει φλεγμονὴ ἰσχυρὰ καὶ πυρετὸς ὀξὺς καὶ παραφροσύνη. ἐνίοις δὲ καὶ οἱ βουβῶνες ἐπωδύνως σκληρύνονται, καὶ οὐκ εἰς μακρὰν ἐπὶ τούτοις τοῖς ἕλκεσιν ἀπόλλυνται. γίνεται δὲ τὰ πολλὰ τοῖς περὶ τὰ ἕλη οἰκοῦσιν.
Ἐκ τῶν Ἀρχιγένους. Περὶ λοιμικῶν ἑλκῶν.
Τὸ δὲ λοιμῶδες καλούμενον ἕλκος οὐκ ἐν στόματι μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ λοιποῦ γίνεται σώματος, μάλιστα δʼ ἐν κνήμαις. ἀλλὰ τὸ μὲν ἐν στόματι ἕλκωσίς ἐστι περὶ τὰ τῆς κιονίδος ἢ τῆς ὑπερῴας μέρη λευκὴ καὶ δυσώδης, νομὴν ἔχουσα ταχεῖαν, καί ποτε μὲν εἴσω, ἔσθʼ ὅτε δʼ ἐπὶ τοὺς ἐκτὸς τόπους. τῇ μὲν οὖν εἴσω βηχία παρέπεται, καὶ ἐν τῷ χρέμπτεσθαι ἐσχάριον ἀνάγεται ἢ δίαιμον ἢ ἰχωροειδές· ἀναβαινούσης δὲ τῆς νομῆς, ἔτι μᾶλλον βηχία γίνεται. ποιεῖ δʼ ἐπὶ τούτων ὁ ἐν στόματι συνεχὴς ἀνακογχυλιασμὸς ὅ τε διὰ φακοῦ καὶ ..δων....ας, σιδίων καὶ κορυφάνων ἢ κηκῖδος ὀμφακίνου ἀφέψημα καὶ βάτου ἀκρεμόνων ἀγριελαίας τε καὶ ἐλαίας ἡμέρου φύλλων ἢ καὶ σχίνου ἑλξίνης τε καὶ χυλοῦ ὑποκιστίδος ἢ στυπτηρία σχιστή, ᾗ οἱ βαφεῖς χρῶνται, ἥ τε βεττονικὴ βοτάνη καὶ ὁ χυλὸς αὐτῆς. φάρμακα δὲ τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα, καὶ ἁπλᾶ μὲν μόρα, μίσυ, στυπτηρία σχιστὴ κεκαυμένη, διφρυγές — ταῦτα καὶ σὺν μέλιτι μιγέντα ἐνεργῶς ποιεῖ —, καὶ ἡ βεττονικὴ δὲ καὶ ἡ ἀλόη· σύνθετοι δʼ αἵ τε ἀνθηραὶ καὶ περίχριστοι διὰ μόρων καὶ διὰ ῥοᾶς ἥ τε διὰ τῶν οἰσυπηρῶν ἐρίων καὶ ἡ λεγομένη σφραγὶς πᾶσαί τε αἱ ὑπὸ τὸ αὐτὸ πίπτουσαι γένος. περιφείδεσθαι δὲ τοῦ μή τι καταποθῇ· ταύτῃ δὲ δοκῶ καὶ εἰς τὸ ἀνίατον περιίστασθαι τὰ νήπια. ἔξωθεν δὲ καταπλάττειν οἷς εἰς τὰς νομὰς παρεκελευσάμην. ἀλλὰ καὶ εἴ τις περιχρίει τὰ κύκλῳ ταῖς περιχρίστοις ἢ ὡς ἔμπλαστρον ἐν ὀθονίου ἐπιθέσει, οὐχ ἁμαρτήσει. ἐν τόπῳ δὲ περιψύχοντι κατακλίνειν καὶ τροφαῖς ὑγραῖς διαιτᾶν, παντὶ δὲ κοιλίαν ἐξυγραίνειν, τὰ δʼ ἐκτὸς ἐπικαίειν.
Ἐκ τῶν Γαληνοῦ. Περὶ ἀνθράκων.
Ἄνθρακες δὲ συνίστανται, ἐπειδὰν μελαγχολικὸν γενόμενον καὶ οἷον ζέσαν τὸ αἷμα διακαύσῃ τὸ δέρμα. ταῦτα ἄρα καὶ σὺν ἐσχάρᾳ γίνονται, καὶ φλύκταινα προηγεῖται τοῦ ἕλκους ὥσπερ ἐν τοῖς πυρικαύτοις ὀξύτατόν τε πυρετὸν ἐπιφέρει καὶ κίνδυνον ὑπόγυον. γίνονται μὲν οὖν ἐκ χυμοῦ παχέος τε καὶ ζέοντος· ἄρχονται δὲ τὰ πολλὰ μὲν ἀπὸ φλυκταίνης, ἐνίοτε δὲ καὶ χωρὶς ταύτης, ἀλλὰ κνῶνταί γε πάντως ἐν ἀρχῇ τὸ μόριον, εἶτʼ ἀνίσταται φλύκταινά τις, ἧς ῥηγνυμένης ἕλκος ἐσχαρῶδες γίνεται. πολλάκις δʼ οὐδὲ μία φλύκταινα γεννᾶται κνησαμένων, ἀλλὰ πολλαὶ μικραὶ καθάπερ τινὲς κέγχροι καταπυκνοῦσαι τὸ μέρος, ὧν ἐκρηγνυμένων ὁμοίως .................. .........................................................
Ἡ δὲ Λημνία σφραγὶς ἐπὶ χρονίων καὶ κακοήθων καὶ σηπεδονωδῶν καὶ δυσεπουλώτων ἑλκῶν μεγάλως ὠφέλησεν· ἡ δὲ χρῆσις γίνεται κατὰ τὸ μέγεθος τῆς τοῦ ἕλκους κακίας· τὸ μὲν γὰρ δυσῶδες καὶ λίαν πλαδαρὸν καὶ ῥυπαρὸν ἀνέχεται διʼ ὄξους δριμυτάτου τῆς Λημνίας λελυμένης εἰς πηλώδη δηλονότι σύστασιν. καὶ διʼ οἴνου ἢ ὕδατος ἢ ὀξυμέλιτος ἢ ὀξυκράτου ἢ μελικράτου, ὅπως ἂν ἡ χρεία κελεύῃ, ἐπιτήδειόν ἐστιν. εἴ τις θυΐαν ἐκ μολύβδου σκευάσας μετὰ δοίδυκος μολυβδίνου ῥόδινον ἐμβαλὼν ἢ ὀμφάκινον ἔλαιον ἢ χυλὸν ἀειζῴου ἢ κοτυληδόνος ἢ σέρεως ἢ θριδακίνης ἢ χονδρίλης ἢ ψυλλίου ἢ ὄμφακος ἢ ἀνδράχνης τρίβοι ὡς ἀνεῖναι χυλόν τινα, ἄριστον ἕξει φάρμακον πρὸς τὰ καρκινώδη καὶ κακοήθη πρός τε τὰς ἐν αἰδοίοις καὶ ὄρχεσι καὶ τιτθοῖς φλεγμονὰς πρός τε τὰς ἐν ἕδρᾳ μεθʼ ἑλκῶν ἢ στολίδων ἀνεξασμένων. γάλα τοῖς ἀνωδύνοις ὠφελίμως μίγνυται φαρμάκοις πρὸς τὰ κακοήθη καὶ καρκινώδη τῶν ἑλκῶν. γάρος καὶ ἡ ἀπὸ τῶν ταριχηρῶν ἰχθύων ἅλμη πρὸς τὰ σηπεδονώδη τῶν ἑλκῶν ἁρμόττει. κενταύριον τὸ μικρὸν καταπλασσόμενον πρόσφατον τά τε παλαιὰ καὶ δυσεπούλωτα τῶν ἑλκῶν ἀπουλοῖ καὶ τὰ κακοήθη ἰᾶται. κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ ἁπαλὰ τὰς κατὰ βάθος ὑγρότητας ἐν ταῖς πλαδαραῖς καὶ σηπεδονώδεσι διαθέσεσιν ἀλύπως τε ἅμα καὶ ἀσφαλῶς ἐκβόσκεται. κυπέρου ῥίζαι τὰ διʼ ὑγρότητα πολλὴν ἑλκύδρια δυσεπούλωτα θαυμαστῶς ὠφελοῦσιν. ὑπερικοῦ τὸν καρπὸν μετὰ τῶν φύλλων ξηράνας καὶ κόψας εἰ ἐπιπάττοις, ἰάσῃ τὰ πλαδαρὰ καὶ σηπεδονώδη τῶν ἑλκῶν. κολοκύντης ἐξηραμμένης ἡ τέφρα τοῖς ὑγροῖς ἅμα καὶ χωρὶς φλεγμονῆς τετυλωμένοις ἁρμόττει, καὶ μάλιστα τοῖς ἐπὶ πόσθης αἰδοίου· ὁμοίως καὶ ἀνήθου ῥίζης. ἀρνόγλωσσον πρὸς τὰ κακοήθη καὶ πρὸς ῥεύματα καὶ σηπεδόνας ἁρμόττει. ὁμοίως καὶ ἀσπάλαθος. βράθυ πρὸς σηπεδόνας ἁρμόττει, καὶ μάλιστα ὅσαι κακοηθέστεραί τέ εἰσι καὶ χρονιώτεραι. καὶ τὰ μεμελασμένα καὶ τὰ λίαν ῥυπαρὰ μετὰ μέλιτος ἀποκαθαίρει, καὶ ἄνθρακας ἀπολύει. ἰσάτις ἡ ἥμερος πρὸς πᾶν ἕλκος κακόηθες δραστηρίως ἀνθίσταται, κἂν σήπηται κἂν ἀναβιβρώσκηται· εἰ δέ ποτε τῆς τοῦ κάμνοντος φύσεως ἰσχυροτέρα φαίνοιτο, μιγνύναι χρὴ τοῖς φύλλοις αὐτῆς λειωθεῖσιν ἢ ἄρτον ἢ κρίθινον ἄλευρον ἢ πύρινον ἢ ἄλφιτα κατὰ τὴν ἐν ἑκάστῳ ἐπικρατοῦσαν διάθεσιν. ἡ δʼ ἀγρία πρὸς μὲν τὰς ὑγρὰς σηπεδόνας ἰσχυροτέρως ἀνθίσταται, τὰ δʼ ἄλλα χείρων ἐστὶν ἀμετρότερον ξηραίνων. τῷ ὀστράκῳ τῶν ὀνομαζομένων ἰδίως ὀστρέων κεκαυμένῳ χρῶμαι πρὸς τὰς ἐκ ῥευμάτων χρονίας καὶ δυσσαρκώτους κοιλότητας ὅσαι συριγγώδεις εἰσὶ καὶ βαθεῖαι. πάντα δὲ ταῦτα τὰ ὀστρεώδη καὶ τὰ ὑπερσαρκοῦντα μετρίως καθαιρεῖ καὶ προσστέλλει. σηπίας ὄστρακον ἄκαυτον κοπτόμενόν τε καὶ λειούμενον ἕλκη ξηραίνει. ἔρια κεκαυμένα τὰς πλαδαρὰς σάρκας ἐπὶ τῶν ἑλκῶν ἀποτήκει τάχιστα. πλατάνου φλοιὸς καθʼ ἑαυτὸν ἐπιπαττόμενος τὰ διʼ ὑγρότητα πολλὴν ἕλκη πλαδαρὰ καὶ ῥυπαρὰ ἰᾶται. σκόρδιον ξηρὸν ἐπιπασσόμενον ἀνακαθαίρει τὰ ῥυπαρὰ καὶ εἰς οὐλὴν ἄγει τὰ κακοήθη. πάνακος τοῦ Ἡρακλείου τῆς ῥίζης ὁ φλοιὸς ποιεῖ πρός τε τὰ γυμνὰ τῶν ὀστῶν καὶ τὰ κακοηθευμένα τῶν ἑλκῶν. πευκεδάνου ῥίζα λεπίδας ὀστῶν ἀφίστησι τάχιστα καὶ τοῖς κακοήθεσιν ἕλκεσιν ἄριστόν ἐστι φάρμακον ἐπιπαττομένη ξηρά· αὕτη γὰρ καὶ καθαίρει καὶ σαρκοῖ καὶ ἐπουλοῖ. ἀναγαλλίδες αἱ δύο τοῖς σηπομένοις βοηθοῦσιν. ἀλόη τὰ δυσεπούλωτα τῶν ἑλκῶν ἰᾶται, καὶ μάλιστα τὰ καθʼ ἕδραν τε καὶ αἰδοῖον· ὠφελεῖ δὲ καὶ τὰς φλεγμονὰς αὐτῶν ὕδατι διεθεῖσα. καλαμίνθης ὁ χυλὸς τοὺς ἐν τοῖς σηπεδονώδεσιν ἕλκεσι συνισταμένους σκώληκας ἀναιρεῖ. παλαιὰ κάρυα τὰ ἐλαιώδη πρὸς ἄνθρακας ποιεῖ, καὶ κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ νέα σφαιρία σὺν ἀλφίτοις.
Περὶ τῶν ἐν αἰδοίοις καὶ κύστει καὶ μήτρᾳ καὶ ἕδρᾳ ἑλκῶν.
.........................................................