This book is represented by a single short passage. It explains why compound drugs are needed at all: no simple may supply exactly the degree of heat required, so strong and mild must be mixed, and few conditions need only repelling or only dispersing drugs, so that the most useful remedies combine opposite powers.

Part of Medical Collections, Books 1–16, 24–25, 43–50

...................................................... ...................... φαρμάκων μόνον ἦν δυνατὸν πάσας ἰᾶσθαι τὰς παρὰ φύσιν διαθέσεις, οὐκ ἂν ἐδεήθημεν οὐδέποτε συνθέτου φαρμάκου· νυνὶ δʼ οὐχ οὕτως ἔχει· πολλάκις γὰρ ἄχρι τοσοῦδέ τινος ἐκθερμῆναι τὸ σῶμα βουλόμενοι, τῶν ἁπλῶν οὐδὲν ἔχομεν τοιοῦτον. μία μὲν αὕτη χρεία τῶν συνθέτων, ὅταν ἐκ τῶν ὁμογενῶν τὸ σφοδρὸν τῷ μαλακῷ μίξωμεν ἀποροῦντες τοῦ μέσου· μία δʼ ἄλλη τῆς τῶν ἑτερογενῶν ἐκ τοιοῦδε γίνεται λογισμοῦ. σπανίως ἂν εὕροι τις διάθεσιν ἤτοι διαφορούντων μόνον ἢ ἀποκρουομένων δεομένην· διὰ τοῦτο γοῦν ἀναγκαζόμεθα πολλάκις μὲν εὐθέως ἐν ἀρχῇ, πάντως δʼ οὖν ὀλίγον ὕστερον μιγνύναι τι τῶν διαφορητικῶν· εἰ δʼ ὀδύνη συνῇ σφοδρά, καὶ τῶν παρηγορικῶν. καὶ τά γε πολυχρηστότατα καὶ κάλλιστα φάρμακα τὰς ἐναντίας ἐν ἑαυτοῖς ἔχει δυνάμεις. τινὰ δὲ τῶν ἁπλῶν οὐδὲ εἰς χρῆσιν ἀχθῆναι δύναται χωρίς γε ἑτέρου μίξεως, οἷον ὅταν ἐμπλαστὸν φάρμακον ..........