Ἐκ τῶν Διοσκουρίδου περὶ τῆς τῶν μεταλλικῶν δυνάμεως καὶ παρασκευαὶ αὐτῶν.
Ἁλῶν ἐνεργέστατόν ἐστι τὸ ὀρυκτόν, τοῦ δὲ κοινοῦ τὸ λευκὸν καὶ ἄλιθον καὶ διαφανὲς πυκνόν τε καὶ ὁμαλὸν τῇ συγκρίσει· ἰδίως δὲ τὸ ἀμμωνιακὸν τῷ γένει, σχιστόν τε καὶ εὐθείας τὰς διαφύσεις ἔχον. καυστέον δʼ αὐτοὺς εἰς ὀστράκινον ἀγγεῖον ἐμβαλόντας καὶ ἐπιμελῶς πωμάσαντας, ἵνα μὴ ἐξάλλωνται, ἀνθρακιᾷ τε ἐγκρύψαντας, ἄχρι ἂν ἐκπυρωθῶσι. τινὲς δὲ τοὺς ὀρυκτοὺς σταιτὶ περιπλάσαντες ἐπʼ ἄνθρακας ἐγκρύβουσιν, ἄχρι ἂν τὸ σταὶς κατακαῇ.
Ἁλὸς ἄχνη ἐφίζημά ἐστιν ἁλὸς ἀφρῶδες, εὑρισκόμενον ἐπὶ τῶν πετριδίων, δύναμιν ἔχον τὴν αὐτὴν τοῖς ἁλσίν.
Ἁλὸς ἄνθος καταρρεῖ μὲν τῷ Νείλῳ ποταμῷ, ἐφίσταται δʼ ἐν λίμναις τισίν. παραληπτέον δὲ τὸ κροκίζον τῇ χρόᾳ, ὑπό τι καὶ δυσωδέστερον ὥσπερ γάρος, ὁμαλὸν καὶ τῇ γεύσει δηκτικώτατον καὶ ὑπολίπαρον· τὸ δʼ ἔμμιλτον καὶ θρόμβους ἔχον φαῦλον.
Ἡ δὲ προσαγορευομένη ἀδάρκη γεννᾶται μὲν ἐν Γαλατίᾳ, ἔστι δʼ ὥσπερ ἐπίπαγός τις ἐφαλμυρίζων καθʼ ὑγρῶν καὶ τεναγωδῶν τόπων, ἐν ξηρασίᾳ ἐπιγινόμενος καὶ περιπηγνύμενος καλάμοις καὶ χορταρίοις. ἔοικε δὲ τῇ χρόᾳ τῷ ἄνθει τοῦ Ἀσσίου λίθου, τῷ δʼ ὅλῳ τύπῳ ἀλκυονίῳ τῷ μαλακῷ καὶ πολυκένῳ· καὶ ἔστιν οἱονεὶ λιμναῖον ἀλκυόνιον.
Ἀλκυονίου εἴδη ἐστὶ πέντε· τὸ μὲν γὰρ πυκνόν ἐστι καὶ τῷ ῥυθμῷ σπογγῶδες καὶ βαρύ, ἔτι δὲ βρωμῶδες καὶ ἰχθύος ὄζον, ὃ δὴ πλεῖστον ἐπὶ τῶν ἠιόνων εὑρίσκεται· τὸ δʼ ἐφεξῆς σχήματι πτερυγίοις ὀφθαλμικῶν σπογγίων ἔοικε, κοῦφόν τέ ἐστι καὶ πολύκενον καὶ φυκιώδη ἀποφορὰν ἔχον· τὸ δὲ τρίτον σκωληκοειδὲς ὑπάρχει τῇ χρόᾳ καὶ τῷ τύπῳ πορφυρωπόν, σωληνοειδές, ὅ τινες Μιλήσιον καλοῦσιν· τὸ τέταρτον δʼ ἐρίοις οἰσυπηροῖς ὅμοιον, πολύκενον, κοῦφον· τὸ δὲ πέμπτον ἔοικε μὲν κατὰ τὸ σχῆμα μύκητι, ἄνοσμον δὲ καὶ τραχὺ ἔνδον, κισήρῳ ὅμοιον κατά τι, ἔξωθεν δὲ λεῖον, δριμύ. τούτων τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον εἰς σμῆγμα παραλαμβάνεται γυναικῶν καὶ πρὸς φακούς, λειχῆνας, λέπρας, ἀλφούς, μελανίας, σπίλους τοὺς ἐπὶ προσώπου καὶ τοῦ λοιποῦ σώματος· τὸ δὲ τρίτον εὐθετεῖ πρὸς δυσουροῦντας καὶ ἀμμώδη συλλέγοντας ἐν τῇ κύστει, νεφριτικούς, πρὸς ὕδρωπας, σπλῆνας· καὲν δὲ καὶ καταπλασθὲν σὺν οἴνῳ ἀλωπεκίας θεραπεύει· τὸ δὲ τέταρτον ὀδόντας λευκαίνει, παραλαμβάνεται δὲ καὶ πρὸς ἄλλα σμήγματα καὶ ψίλωθρα μισγόμενον. καῦσαι δὲ βουλόμενός τι τούτων εἰς ὠμὴν χύτραν ἔμβαλε, καὶ περιαλείψας τὸ στόμα αὐτῆς πηλῷ δὸς εἰς κάμινον· ὅταν δʼ ὀπτηθῇ ὁ κέραμος, ἀνελόμενος ἀπόθου καὶ χρῶ· πλῦνε δʼ ὡς καδμείαν.
Ἀρμενικόν· προκριτέον τὸ λεῖον καὶ τὴν χρόαν κυανοῦν, ὁμαλόν τε καὶ ἄλιθον καὶ εὐθρυβές, τῇ χρυσοκόλλῃ τὰ αὐτὰ ποιοῦν, περὶ τὴν εὐτονίαν λειπόμενον αὐτῆς· ἔστι δὲ καὶ τριχῶν τῶν ἐν βλεφάροις αὐξητικόν.
Ἀρσενικὸν κατὰ τὰ μέταλλα γεννᾶται τῆς σανδαράκης· ἄριστον δʼ ἡγητέον τὸ πλακῶδες καὶ χρυσίζον τῇ χρόᾳ τάς τε πλάκας λεπιζομένας ἔχον ὥσπερ ἐπικειμένας ἀλλήλαις, ἔτι δʼ ἀμιγεῖς ἑτέρας φύσεως· τοιοῦτο δʼ ἐστὶ τὸ γεννώμενον ἐν Μυσίᾳ τῇ Ἑλλησποντίᾳ. ἔστι δʼ αὐτοῦ εἴδη δύο· τὸ μὲν οἷον προείρηται, τὸ δὲ βωλῶδες, τῇ χρόᾳ σανδαρακίζον, ἐκ Πόντου καὶ Καππαδοκίας· δευτερεύει δὲ τὸ τοιοῦτον· ὀπτᾶται δʼ οὕτως· ἐπʼ ὄστρακον καινὸν ἀπερεισάμενος αὐτὸ θὲς ἐπὶ διαπύρους ἄνθρακας καὶ στρέφε πυκνῶς, ὡς ἂν πυρωθῇ καὶ μεταβάλῃ· ψύξας καὶ λεάνας ἀποτίθεσο.
Ἄσβεστος γίνεται οὕτως· τῶν θαλασσίων κηρύκων τὰ ὄστρακα ἐγκρύψας ἄνθραξιν ἢ εἰς διάπυρον κρίβανον καθείς, ἄφες ἐννυκτερεῦσαι, τῇ δʼ ἐχομένῃ, ἐὰν μὲν λευκότατα γένηται, ἀνελοῦ, εἰ δὲ μή, πάλιν κᾶε, ἄχρι ἂν παντελῶς ἀπολευκανθῶσι· λοιπὸν ἀποψύξας αὐτὰ εἰς ψυχρὸν ὕδωρ ἔμβαλε εἰς χύτραν καινὴν καὶ σκεπάσας ῥάκεσιν ἐπιμελῶς ἔασον καὶ ἐνταῦθα νύκτα μίαν, πρωῒ δʼ ἀνελόμενος ἀπειληφυῖαν τῆς κατεργασίας τὸ παντελὲς ἀποτίθεσο. σκευάζεται δὲ καὶ ἐκ λίθων κοχλάκων καὶ τῆς χυδαίας μαρμάρου, ἥτις καὶ προκρίνεται τῶν ἄλλων ἀσβέστων. δύναμιν δʼ ἔχει κοινὴν ἄσβεστος πᾶσα, πυρωτικὴν καὶ δηκτικὴν καὶ καυστικήν, ἔτι δʼ ἐσχαρωτικήν· μισγομένη τέ τισιν ἑτέροις ὡς στέατι ἢ ἐλαίῳ γίνεται πεπτική, μαλακτική, σκεδαστική, κατουλωτική· ἐνεργεστέραν δὲ καὶ ταύτης τὴν πρόσφατον ἡγητέον καὶ ἄβροχον.
Ἀσβόλη, ᾗ οἱ ζωγράφοι χρῶνται, λαμβάνεται μὲν ἐκ τῶν ὑαλουργῶν· διαφέρει γὰρ αὕτη.
Γῆ πᾶσα ἡ πίπτουσα κατʼ ἰατρικὴν χρῆσιν τὴν μὲν ἀνωτάτω δύναμιν ἔχει ψύχουσαν καὶ παρεμπλάσσουσαν, κατʼ εἶδος δὲ διαφέρει ἄλλη ἄλλης εἰς ἄλλα μετά τινος σκευασίας χρησιμευούσης.
Τῆς μὲν οὖν Ἐρετριάδος γῆς ἡ μέν ἐστι λευκὴ ἐπιτεταμένως, ἡ δὲ σποδοειδής· ἀρίστη δʼ ἡ σποδοειδὴς οὖσα καὶ μαλακὴ ἄγαν πρός τε χαλκωμάτιον ἑλκυσθεῖσα γραμμὴν ἰώδη ἐπιφέρουσα. πλύνεται δʼ ὡς ψιμύθιον οὕτως· λεάνας αὐτῆς ὃ θέλεις κατʼ ἰδίαν καὶ σὺν ὕδατι, ἔασον καταστῆναι, εἶτα τὸ μὲν ἐλαφρὸν ἀπήθησον, τὴν δὲ γῆν ἐν ἡλίῳ ξηράνας πάλιν τρῖβε ἐφʼ ἡμέραν ἐπιδοὺς ὕδωρ, ἑσπέρας δʼ ἐάσας ὑποστῆναι περὶ τὸν ὄρθρον ἀπήθησον καὶ λέανε ἐν ἡλίῳ ὡς τροχίσκους ἀνάπλασσε· ἐὰν δʼ ὠπτημένης ᾖ χρεία, λαβὼν ἐρεβίνθου μεγέθη τῆς γῆς, δὸς εἰς ἀγγεῖον κεραμεοῦν κατατετρημένον, πωμάσας τε τὸ στόμα ἐπιμελῶς ἔνθες εἰς διαπύρους ἄνθρακας καὶ ῥίπιζε συνεχῶς· ὅταν δὲ σποδῷ ἀερώδει μᾶλλον ἐμφερὴς γένηται τὴν χρόαν, ἀνελόμενος ἀπόθου. δύναμιν δʼ ἔχει στυπτικήν, κοιλωμάτων πληρωτικήν, ἐναίμων κολλητικήν.
Τῆς δὲ Σαμίας γῆς τὴν ἄγαν λευκὴν προκριτέον καὶ ἐλαφρὰν κἀν τῷ θιγεῖν τῇ γλώττῃ κρατουμένην ἐχεκόλλως, ἔτι τε εὔχυλον καὶ μαλακὴν καὶ εὐθρυβῆ, οἵα ἐστὶν ἥν τινες κολούριον καλοῦσιν. ἔστι δʼ αὐτῆς δύο εἴδη, τό τε προειρημένον καὶ ὁ καλούμενος ἀστήρ, πλακώδης ὢν καὶ πυκνὸς ὡς ἀκόνη. δύναμιν δʼ ἔχει καὶ καῦσιν καὶ πλύσιν ἐμφερῆ τῇ Ἐρετριάδι· ἵστησι καὶ αἵματος ἀναγωγὴν καὶ ῥοϊκαῖς δίδοται γυναιξὶ σὺν βαλαυστίῳ, καὶ ὄρχεων καὶ μαστῶν φλεγμονὰς καταχριομένη σὺν ὕδατι καὶ ῥοδίνῳ στέλλει καὶ ἱδρῶτας.
Καὶ τῆς Χίας δὲ τὴν λευκὴν γῆν καὶ ὑπότεφρον παραληπτέον καὶ τῇ Σαμίᾳ ἐμφερῆ· πλακώδης δʼ ἐστὶ καὶ λεπτή, τοῖς δὲ σχήμασι τῆς ἀναπλάσεως διαφέρουσα. δύναμιν δὲ τὴν αὐτὴν τῇ Σαμίᾳ ἔχει, τετανὸν δὲ καὶ στίλβον, ἔτι δʼ εὔχρουν τὸ πρόσωπον καὶ τὸ ὅλον σῶμα ἀποτελεῖ· σμήχει δʼ ἀντὶ νίτρου ἐν βαλανείῳ.
Τὸ αὐτὸ καὶ ἡ Σελινουσία γῆ ποιεῖ· ἀρίστη δʼ ἐστὶν ἡ ἄγαν λευκὴ καὶ στίλβουσα, εὐθρυβής τε καὶ ταχέως λυομένη, ἐπειδὰν ὑγρὸν λάβῃ.
Τῆς δὲ Κιμωλίας ἡ μέν ἐστι λευκή, ἡ δʼ ἐμπόρφυρος καὶ λιπαρίαν τινὰ ἔμφυτον κεκτημένη πρός τε τὴν ἁφὴν κατάψυχρος, ἣν ἀρίστην ἡγητέον.
Ἡ δὲ λεγομένη Ἰπνῖτις γῆ τῇ μὲν χροιᾷ ἔοικέ πως τῇ Ἐρετριάδι, ἔστι δʼ ἁδρόβωλος, ψυκτικὴ καὶ εὔθρυπτος πρὸς τὰς τῶν χειρῶν ἐπιβολάς· τῇ δὲ γλώττῃ μάλιστα κολλᾶται ὡς ἐκκρέμασθαι. δύναμιν δὲ τὴν αὐτὴν τῇ Κιμωλίᾳ ἔχει, βραχὺ τῆς εὐτονίας ὑστεροῦσα. ταύτην ἔνιοι ἀντὶ Ἐρετριάδος πιπράσκουσιν.
Ἡ δὲ Μηλία γῆ τὴν μὲν χροιὰν καὶ αὐτὴ ἐμφερής ἐστιν Ἐρετριάδι τῇ σποδοειδεῖ, ἔντραχυς δὲ καὶ παρατριβομένη τοῖς δακτύλοις ὡσεὶ ψιθυρισμόν τινα ἀποτελεῖ ὅμοιον ψωχομένῃ κισήρει· τῇ δὲ δυνάμει στυπτηριώδης ἐστὶν ἀνειμένως, ὃ δὴ καὶ διὰ τῆς γεύσεως ἐμφαίνει. ἀναξηραίνει δὲ τὴν γλῶσσαν πράως· δύναται δὲ καθαρὸν καὶ εὔχρουν ἀποτελεῖν τὸ σῶμα λεπτύνειν τε τὰς τρίχας καὶ ἀλφοὺς καὶ λέπρας σμήχειν· χρησίμη δὲ καὶ ζωγράφοις εἰς πλείονα παραμονὴν χρωμάτων καὶ χλωραῖς δυνάμεσι συνεργεῖ. καὶ ταύτης δὲ καὶ κοινῶς ἁπάσης γῆς τὴν ἄλιθον ἐκλέγου, μαλακήν τε καὶ πρόσφατον, εὐθρυβῆ τε καὶ εὔλυτον, ὅταν ὑγροῦ τύχῃ.
Τῆς δʼ ἀμπελίτιδις γῆς, ἥν τινες φαρμακῖτιν καλοῦσι, γεννωμένης ἐν Σελευκείᾳ τῇ κατὰ Συρίαν, τὴν μέλαιναν προκριτέον, πευκίνοις ἄνθραξι μακροῖς ἐμφερῆ, ὑποσχιδακώδη τε καὶ στίλβουσαν ιως, ἔτι δʼ οὐ βραδέως τηκομένην, ὅταν λεανθείσῃ ἐπιχυθῇ ποσὸν ἐλαίου· τὴν δὲ λεπτὴν καὶ τεφρώδη καὶ ἄτηκτον φαύλην ἡγητέον. δύναμιν δʼ ἔχει διαλυτικὴν καὶ ψυκτικήν· παραλαμβάνεται δὲ καὶ πρὸς καλλιβλέφαρα καὶ βαφὰς τριχῶν καὶ τὰς τῶν ἀμπέλων χρίσεις πρὸς τὴν τῆς ἐκβλαστήσεως ὥραν, κτείνουσα τοὺς ἐπιγινομένους σκώληκας.
Ἡ δὲ Λημνία λεγομένη σφραγὶς γῆ ἔκ τινος ὑπονόμου ἀντρώδους ἀναφέρεται.
Γύψος δύναμιν ἔχει στυπτικήν, ἐμπλαστικήν, αἱμορραγίας τε καὶ ἱδρῶτας ἵστησι, ποθεῖσα δὲ κτείνει κατὰ πνιγμόν.
Διφρυγοῦς εἴδη τρία· τὸ μὲν γὰρ μεταλλικόν ἐστιν, ὃ δὴ ἐν Κύπρῳ μόνῃ γίνεται· πηλῶδες γὰρ ὂν ἀναφέρεται ἐκ βυθοῦ τινος τῶν ἐκεῖ, εἶτʼ εἰς ἥλιον τεθὲν ξηραίνεται καὶ καίεται φρυγάνοις κύκλοθεν περιτιθεμένοις, ὅθεν διφρυγὲς ἐκλήθη διὰ τὸ τῷ ἡλίῳ καὶ τοῖς φρυγάνοις οἱονεὶ φρύγεσθαι· τὸ δʼ ἕτερον τοῦ κατεργαζομένου χαλκοῦ ὥσπερ ὑποστάθμη τις ἢ τρὺξ ὑπάρχει τήν τε στῦψιν καὶ τὴν γεῦσιν χαλκοῦ ἔχον· τὸ δὲ τρίτον σκευάζεται οὕτω· λίθον τὸν λεγόμενον πυρίτην συνθέντες εἰς κάμινον καίουσιν ὡς τίτανον ἐφʼ ἡμέρας πλείονας, ὅταν δὲ τῇ χρόᾳ μιλτώδης γένηται, ἀνελόμενοι ἀποτίθενται. προκριτέον δʼ αὐτοῦ τὸ τῇ γεύσει ἔγχαλκον στῦφόν τε καὶ ἀναξηραῖνον ἱκανῶς τὴν γλῶσσαν, ὅπερ ἡ κεκαυμένη ὦχρα οὐ κέκτηται, ἣν κάοντες ἀντὶ διφρυγοῦς πιπράσκουσιν.
Θεῖον ἄριστον τὸ ἄπυρον καὶ λαμπυρίζον τῇ χρόᾳ, διαφανές τε καὶ ἄλιθον, τοῦ δὲ πεπυρωμένου τὸ χλωρὸν καὶ εὐλιπές. γεννᾶται πλεῖστον ἐν Μήλῳ καὶ Λιπάρᾳ.
Ἰνδικὸν τὸ μὲν αὐτομάτως γίνεται οἱονεὶ ἐκβρασμάτιον τῶν Ἰνδικῶν καλάμων, τὸ δὲ βαφικόν ἐστιν ἐπανθισμὸς πορφύρας ἐπαιωρούμενος τοῖς χαλκείοις, ὃν ἀποσύραντες ξηραίνουσιν οἱ τεχνῖται. ἄριστον δʼ ἡγητέον τὸ κυανοειδές τε καὶ ἔγχυλον, λεῖον.
Ἰὸν τὸν ξυστὸν οὕτω σκευαστέον· εἰς πιθάκνην ἢ εἰς ἄλλο τι ἐοικὸς ἀγγεῖον ἐγχέας δριμύτατον ὄξος ἐπικατάστρεψον χαλκοῦν κῦτος, καλὸν μέν, εἰ καμαροειδές, εἰ δὲ μή, κἂν ἐπίπεδον· ἔστω δʼ ἐσμηγμένον τε καὶ μηδεμίαν διαπνοὴν ἔχον· διὰ δʼ ἡμερῶν δέκα ἀναιρούμενος τὸ πῶμα ἀπόξυε τὸν ἐπιτρέχοντα ἰόν. γεννᾶσθαι δέ φασιν ἰὸν καὶ ἐν τοῖς Κυπριακοῖς μετάλλοις, τὸν μὲν λίθοις τισὶν ἐπανθοῦντα τῶν ἐχόντων τὸν χαλκόν, τὸν δʼ ἔκ τινος σπηλαίου στάζοντα ἐν τοῖς ὑπὸ Κύνα καύμασιν· τὸν μὲν ὀλίγον τε καὶ κάλλιστον εἶναι, τὸν δʼ ἐκ τοῦ σπηλαίου δαψιλῆ ἐπιρρεῖν καὶ εὔχρουν, φαῦλον δʼ ὑπάρχειν διὰ τὸ πολλοῖς ἀναμεμῖχθαι λιθώδεσιν. δολοῦται δʼ ἄλλοις τε πολλοῖς μισγομένοις καὶ κισήρει ἢ μαρμάρῳ ἢ χαλκάνθῳ· καταληψόμεθα δὲ τὴν μὲν κίσηριν καὶ μάρμαρον καὶ τὰ ὅμοια διὰ τοῦ νοτίσαι τὸν ἀντίχειρα τῆς εὐωνύμου χειρὸς καὶ τῷ ἑτέρῳ προστρίβειν τι τοῦ ἰοῦ μέρος· συμβαίνει γὰρ τὸν μὲν διαχεῖσθαι, τὰ δʼ ἀπὸ τῆς κισήρεως καὶ μαρμάρου μέρη εἶναι ἀδιάλυτα καὶ τέλος ἀπολευκαίνεσθαι ἐκ τῆς ἐπὶ πλέον παρατρίψεως καὶ τῆς τοῦ ὑγροῦ παραπλοκῆς, οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς τῶν ὀδόντων ἐπερείσεως· λεῖον γὰρ ὑποπίπτει καὶ οὐ τραχὺ τὸ ἀμιγές. τὸ δὲ χάλκανθες ἀπελέγχεται τῷ πυρί· εἰ γάρ τις ἐπιπάσσοι τὸν οὕτω δεδολωμένον ἰὸν ἐπὶ λεπίδα ἢ ὄστρακον, ἔπειτα τούτων τὸ ἕτερον ἐπὶ τῆς θερμῆς τέφρας ἢ ἀνθρακιᾶς θείη, μεταβάλλει καὶ ἐρυθαίνεται τὸ χάλκανθες διὰ τὸ φύσει καιόμενον αὐτὸ τοιαύτην ἴσχειν χροιάν.
Τοῦ δὲ λεγομένου σκώληκος δισσὸν εἶδος ὑπάρχει· ὁ μὲν γὰρ ὀρυκτός ἐστιν, ὁ δὲ σκευάζεται οὕτως· εἰς θυείαν Κυπρίου χαλκοῦ, ἔχουσαν δὲ καὶ δοίδυκα ἀπὸ τῆς αὐτῆς πεποιημένον ὕλης, ἐγχέας ὄξους λευκοῦ καὶ δριμέος κοτύλης ἥμισυ τρῖβε, ἕως γλοιωθῇ, εἶτʼ ἔμβαλε στυπτηρίας στρογγύλης τριώβολα τέσσαρα ἁλὸς ὀρυκτοῦ διαφανοῦς ἢ θαλασσίου ὅτι λευκοτάτου καὶ στερεοῦ, εἰ δὲ μή γε, νίτρου ἴσον, εἶτα λέαινε ἐν ἡλίῳ τοῖς ὑπὸ Κύνα καύμασιν, ἕως τῇ μὲν χρόᾳ ἰώδης, τῇ δὲ συστάσει γλοιώδης ἢ ῥυπώδης γένηται, καὶ οὕτως ἀναπλάσας σκώληκας ὁμοίους τοῖς Ῥοδιακοῖς ἀποτίθεσο. ἐνεργὴς δὲ καὶ εὔχρους γίνεται, ἐὰν ὄξους λάβῃ μέρος ἕν, οὔρου δὲ παλαιοῦ μέρη δύο καὶ τὰ ἄλλα δʼ ὡς προείρηται. τινὲς δʼ ἀποδεδευμένον τῷ ξυστῷ κόμμι μίξαντες ἀναπλάσσουσιν, ὃ παραιτητέον ὡς φαῦλον.
Ἔστι δέ τις καὶ ὑπὸ τῶν χρυσοχόων γινόμενος ἰός, διὰ θυείας καὶ δοίδυκος Κυπρίου χαλκοῦ, ἔτι δʼ οὔρου παιδικοῦ ᾧ τὸ χρυσίον κολλῶσιν· ἀναλογοῦσι δὲ καὶ οἱ προειρημένοι ἰοὶ κεκαυμένῳ χαλκῷ μᾶλλον ἐρρωμένοι περὶ τὴν ἐνέργειαν. ἰστέον δʼ ὅτι προὔχει μὲν αὐτῶν ὁ ὀρυκτὸς σκώληξ, ἐχόμενος δʼ ἐστὶν ὁ ξυστός, εἶθʼ ὁ σκευαστός, δηκτικώτερος μέντοι καὶ μᾶλλον στύφων οὗτος ὑπάρχει, ὁ δὲ τῶν χρυσοχόων ἀναλογεῖ τῷ ξυστῷ. καυστέον δʼ ὃν ἂν θέλῃς ἰὸν οὕτως· θλάσας αὐτὸν εἰς ὁλοσχερέστερα μέρη καὶ κεραμεῷ τηγάνῳ ἐπιθείς, ἐπέρεισον ἐπʼ ἀνθράκων πεπυρωμένων κίνει τε, ἕως ἂν μεταβάλῃ καὶ ὑποσποδίσῃ τῇ χροιᾷ· λοιπὸν ψύξας ἀποτίθεσο καὶ χρῶ. τινὲς δʼ ἐν ὠμῇ χύτρᾳ καίουσιν, ὡς ἀνωτέρω εἴρηται· οὐκ εἰς τὸ αὐτὸ μέντοι πάντοτε μεταβάλλουσι χρῶμα.
Καδμεία ἀρίστη μέν ἐστιν ἡ Κυπρία, ἐπικαλουμένη βοτρυῗτις, πυκνή, βαρεῖα μέσως καὶ μᾶλλον ἐπὶ τὸ κουφότερον ῥέπουσα, ἔχουσα τὴν ἐπιφάνειαν βοτρυώδη, χρώματι σποδοειδής, θλασθεῖσα δʼ ἔσωθεν ἔντεφρος καὶ ἰώδης· ἐχομένη δʼ ἐστὶν ἡ ἔξωθεν μὲν κυανίζουσα, ἔνδοθεν δὲ διαφύσεις ἔχουσα ἐμφερῶς ὀνυχίτῃ λίθῳ. ἔστι τις καὶ πλακωτὴ λεγομένη, ὡσπερεὶ ζώνας ἔχουσα τὰς διαφύσεις, ὅθεν καὶ ζωνῖτιν αὐτὴν ἐκάλεσαν. καλεῖταί τις καὶ ὀστρακῖτις, ἰσχνὴ καὶ ὡς ἐπὶ τὸ πολὺ μέλαινα, γεώδει δʼ ἢ ὀστρακίνῃ ἐπιφανείᾳ κεχρημένη· φαύλη δὲ καὶ ἡ λευκή. χρησιμεύει δὲ πρὸς τὰ ὀφθαλμικὰ φάρμακα ἡ βοτρυῗτις καὶ ὀνυχῖτις καλουμένη, αἱ δὲ λοιπαὶ εἰς ἐμπλάστρους καὶ ξηρὰ κατουλοῦν δυνάμενα φάρμακα. καὶ ἡ Κυπρία δὲ πρὸς τὰ αὐτὰ χρησιμεύει· ἡ γὰρ ἐκ Μακεδονίας καὶ Θρᾴκης καὶ Σπανίας ἄθετος. τινὲς δὲ καὶ ἐν μετάλλοις λιθικοῖς φασιν εὑρίσκεσθαι καδμείας, πλανώμενοι ὑπὸ λίθων πολλὴν ἐμφέρειαν ἐχόντων. ἀλλʼ ὁ μὲν λίθος μετὰ τὴν πύρωσιν ψυγεὶς ἀλλοιωθήσεται τῷ χρώματι καὶ κουφότερος ἔσται· ἡ δὲ καδμεία κατʼ οὐδὲν μεταβάλλει, εἰ μή τις αὐτὴν ἐφʼ ἱκανὰς ἐκκαύσῃ ὥρας. γεννᾶται δὲ καὶ ἐκ τῶν ἀργυρείων, λευκοτέρα καὶ κουφοτέρα οὖσα, κατὰ δύναμιν ἥττων· καυστέον δὲ τὴν προειρημένην ἐγκρύβοντας εἰς ἄνθρακας, ἕως οὗ διαφανὴς γένηται καὶ πομφολυγίσῃ ὡς σιδήρου σκωρέα· εἶτʼ οἴνῳ σβεννύειν Ἀμινναίῳ, τὴν δʼ εἰς τὰ ψωρικὰ ὄξει· τινὲς δὲ τὴν οὕτω καυθεῖσαν λεάναντες μετʼ οἴνου κατοπτῶσι πάλιν ἐν ὠμῇ χύτρᾳ, μέχρι κισηρώδης τὴν θρύψιν γένηται, πάλιν τε μετʼ οἴνου λειοτριβήσαντες τρίτον καίουσι, μέχρι τελείως εἰς σποδὸν ἀναλυθῇ, μηδὲν ἔχουσα τραχύ· καὶ ἀντὶ σποδοῦ χρῶνται αὐτῇ. πλύνεται δὲ τριβομένη ἐν θυείᾳ ἀποχεομένου τοῦ ὕδατος, ἄχρι μηδὲν ἐφίστηται λιπαρόν, καὶ ἀναπλασθεῖσα ἀποτίθεται.
Κιννάβαρι οἴονταί τινες τὸ αὐτὸ ὑπάρχειν τῷ καλουμένῳ μινίῳ, πλανώμενοι· τὸ μὲν γὰρ μίνιον σκευάζεται ἐν Σπανίᾳ ἐκ λίθου τινὸς μεμιγμένου τῇ ἀργυρίτιδι ἄμμῳ, ὅστις ἄλλως μὲν οὐ γινώσκεται, ἐν δὲ τῷ χωνίῳ μεταβάλλει εἰς εὐανθέστερον καὶ φλογοειδὲς χρῶμα. ἔχει δὲ τὴν ἀποφορὰν ἐν τοῖς μετάλλοις πνιγώδη· περιτίθενται γοῦν τοῖς προσώποις φύσας πρὸς τὸ βλέπειν μέν, μηκέτι δὲ σπᾶν τὸν ἀέρα. χρῶνται δʼ αὐτῷ οἱ ζωγράφοι εἰς τὰς πολυτελεῖς τῶν τοίχων ἑψήσεις. τὸ δὲ κιννάβαρι κομίζεται μὲν ἀπὸ τῆς Λιβύης, πιπράσκεται δὲ πολλοῦ καὶ τοσοῦτόν ἐστιν ὡς μόλις ἐξαρκεῖν τοῖς ζωγράφοις εἰς τὴν ἐν ταῖς γραφαῖς ποικιλίαν. ἔστι δὲ καὶ βαθύχρουν· ὅθεν ἐνόμισάν τινες αὐτὸ εἶναι αἷμα δράκοντος.
Κίσηριν δὲ προκριτέον τὴν κούφην καὶ πολύκενον, σχιστήν τε καὶ ἄλιθον, ἔτι δὲ ψαθυράν τε καὶ λευκήν. καυστέον δʼ οὕτως· λαβὼν αὐτῆς ὁπόσον ἂν θέλῃς, διαπύροις ἔγκρυψον ἄνθραξιν, ὡς ἂν ἐκπυρωθῇ, ἀνελόμενος σβέσον οἴνῳ εὐώδει, καὶ πάλιν πυρώσας σβέσον· τὸ δὲ τρίτον διʼ ἑαυτῆς ἐάσας ψυγῆναι ἀπόθου καὶ χρῶ. Θεόφραστος δʼ ἱστορεῖ, ἐὰν εἰς ζέοντα οἴνου τις ἐμβάλῃ πίθον κίσηριν, παύεσθαι παραχρῆμα τὴν ζέσιν.
Τὸ δὲ κουράλιον, ὅπερ ἔνιοι λιθόδενδρον ἐκάλεσαν, δοκεῖ μὲν εἶναι φυτὸν ἐνάλιον, στερροποιεῖσθαι δʼ ὅταν ἐκ τοῦ βυθοῦ ἑλκυσθῇ, βαπτόμενον ὡσπερεὶ ὑπὸ τοῦ περικεχυμένου ἡμῖν ἀέρος· εὑρίσκεται δὲ πλεῖστον ἐν τῷ κατὰ Συρακούσας ἀκροτηρίῳ, καλουμένῳ δὲ Παχύνῳ. ἄριστον δʼ ἐστὶ τὸ πυρρὸν τῇ χρόᾳ καὶ ἐμφερὲς σηρικῷ χρώματι ἢ σάνδυκι κατακορεῖ, εὐθρυβές τε ὡσαύτως καὶ ὁμαλὸν διʼ ὅλης τῆς συγκρίσεως, ἔτι δʼ ὀσμῇ βρυῶδές τε καὶ φυκίοις ἐμφερές, πρὸς δὲ τούτοις πολύοζον καὶ κινναμωμίζον τῷ τύπῳ τῶν θαμνίσκων· τὸ δὲ λιθῶδες τῇ συγκρίσει καὶ τῇ χροιᾷ ψωρόν, σεσηραγγωμένον τε καὶ χαῦνον, φαῦλον ἡγητέον εἶναι. στύφει δὲ τῇ δυνάμει καὶ ψύχει ἐπιεικῶς.
Κυανὸς γεννᾶται ἐν Κύπρῳ ἐκ τῶν χαλκουργικῶν μετάλλων, ὁ δὲ πλείων ἐκ τῆς αἰγιαλίτιδος ψάμμου, εὑρισκομένης κατά τινας σπηλαιώδεις ὑποσκαφὰς τῆς θαλάσσης, ἥτις καὶ διαφέρει. παραληπτέον δὲ τὴν σφόδρα κατακορῆ· καυστέον δʼ ὡς χαλκῖτιν καὶ πλυτέον ὡς καδμείαν. δύναμιν δʼ ἔχει κατασταλτικὴν καὶ μετρίως στυπτικὴν καὶ ἐσχαρωτικήν.
Λιθάργυρος ἡ μέν τις ἐκ τῆς μολυβδίτιδος λεγομένης ἄμμου γίνεται χωνευομένης ἄχρι τελέας πυρώσεως, ἡ δʼ ἐξ ἀργύρου, ἡ δʼ ἐκ μολύβδου· διαφέρει δʼ ἡ Ἀττική, δευτερεύει δʼ ἡ Σπανή, μεθʼ ἃς ἡ ἐν Δικαιαρχίᾳ καὶ Σικελίᾳ. καλεῖται δʼ ἡ μὲν ξανθὴ καὶ ἀποστίλβουσα χρυσῖτις, ἥτις ἐστὶ κρείττων, ἡ δὲ πελία ἀργυρῖτις, ἡ δʼ ἐκ τοῦ ἀργύρου σκαλαυθρίς. δύναμιν δʼ ἔχει στυπτικήν, ψυκτικήν, παρεμπλαστικήν, μαλακτικήν, κοιλωμάτων πληρωτικήν, σταλτικὴν τῶν ὑπερσαρκούντων καὶ ἐπουλωτικήν. καύσεις δὲ καταθραύσας αὐτὴν εἰς καρύων μεγέθη καὶ θεὶς εἰς ἄνθρακας ἐκριπίσας τε ἄχρι πυρώσεως καὶ περιμάξας τὴν προσκειμένην ἀκαθαρσίαν ἀποτίθεσο· ἔνιοι δʼ ὄξει ἢ οἴνῳ σβέσαντες αὐτὴν ἐπὶ τρίς, πάλιν καίουσι, καὶ ταῦτα ποιήσαντες ἀποτίθενται. πλύνεται δʼ ὡς ἡ καδμεία· λευκαίνεται δʼ οὕτως· λαβὼν τῆς ἀργυρίτιδος λεγομένης, εἰ δὲ μή γε, τῆς ἄλλης, κατάθραυσον εἰς μεγέθη κυάμων ὅσον χοίνικα Ἀττικήν, βαλών τε εἰς καινὴν χύτραν ἐπίχει ὕδωρ προσεμβάλλων πυρῶν λευκῶν χοίνικα καὶ ἰδίᾳ ἐν ὀθονίῳ καθαρῷ κριθῶν δράκα ἢ καὶ ἀπὸ τοῦ ὠτὸς τῆς χύτρας κρεμάσας ἕψε, ἕως ἂν ῥαγῶσιν αἱ κριθαί, εἶτα κατεράσας πάντα εἰς κρατῆρα πλατύστομον, τοὺς μὲν πυροὺς ῥῖψον χωρίσας, τὴν δὲ λιθάργυρον ἐπιχέας ὕδωρ πλῦνε, βιαίως ταῖς χερσὶ προσθλίβων ἅμα, εἶτʼ ἀνελόμενος καὶ ξηράνας αὐτὴν τρῖβε ἐν θυείᾳ Θηβαϊκῇ ὕδωρ θερμὸν παραχέων, ἕως ἂν διαλυθῇ, καὶ ἀπηθήσας τὸ ὕδωρ πάλιν τρῖβε διʼ ὅλης τῆς ἡμέρας· εἰς ἑσπέραν δʼ ἐπιχέας ὕδωρ θερμὸν ἔασον, καὶ πρωῒ ἀπηθήσας ἄλλο ἐπίχει καὶ ἄφιε καὶ ἀπήθει τῆς ἡμέρας τρίς· τοῦτο ποίει ἐφʼ ἡμέρας ἕξ, εἶτα μίξας τῇ μνᾷ τῆς λιθαργύρου ἁλῶν ὀρυκτῶν δραχμὰς πέντε θερμόν τε παραχέων λέαινε τρὶς τῆς ἡμέρας ἀπηθῶν καὶ μιγνὺς ὕδωρ· ὅταν δὲ λευκὴ γένηται, θερμὸν ἐπιχέων τὸ αὐτὸ ποίει, ἄχρις ἂν μηδεμίαν ἔμφασιν τῆς λευκότητος ἔχῃ, καὶ ξηράνας ἐν ὀξυτάτῳ ἡλίῳ προσεκβάλλων τὴν ἰκμάδα ἀποτίθεσο. ἔνιοι δὲ μίαν λίτραν ἁλῶν καὶ λιθαργύρου λίτραν τρίβουσιν ἐν ἡλίῳ μεθʼ ὕδατος συνεχῶς ἀποχέοντες, ἄχρις ἂν λευκὴ γένηται. δοκεῖ δὲ πεπλυμένη ἁρμόζειν εἰς τὰ ὀφθαλμικὰ καὶ οὐλὰς ἀπρεπεῖς καὶ ἐρρακωμένα πρόσωπα καὶ σπίλων ἔμπλεα.
Λίθος Φρύγιος, ᾧ οἱ βαφεῖς ἐν Φρυγίᾳ χρῶνται, ἄριστός ἐστιν ὁ ὠχρὸς καὶ μέσως βαρύς, οὐκ ἰσότονος τῇ συγκρίσει τοῦ χρώματος, ἔχων δὲ διαφύσεις λευκὰς ὡς καδμεία. καίεται δʼ οὕτως· βρέξας αὐτὸν καλλίστῳ οἴνῳ διαπύροις ἔγκρυψον ἄνθραξι καὶ ῥίπιζε συνεχῶς, ὅταν δὲ μεταβάλῃ τὴν χρόαν κιρρότερος γινόμενος, ἐξελὼν τῷ αὐτῷ σβέσον οἴνῳ, καὶ πάλιν εἰς τοὺς ἄνθρακας ἀποθέμενος τὰ αὐτὰ ποίει· καῖε δʼ αὐτὸν καὶ ἐκ τρίτου, προσέχων μὴ θρυβῇ καὶ ἀπασβολωθῇ.
Λίθος πυρίτης εἶδός ἐστι λίθου, ἀφʼ οὗ ὁ χαλκὸς μεταλλεύεται· ληπτέον μέντοι τὸν χαλκοειδῆ εὐχερῶς τε σπινθῆρας ἀφιέντα. καυστέον δὲ τρόπῳ τούτῳ· μέλιτι δεύσας αὐτόν, ἔνθες εἰς ἀνθρακιὰν μαλακὴν καὶ ῥίπιζε συνεχῶς, ἕως ἂν τὴν χρόαν κιρρὸς γένηται. ἔνιοι δʼ εἰς πολλοὺς καὶ πεπυρωμένους ἄνθρακας ἱκανῶς ἀποτίθενται βεβρεγμένον τῷ μέλιτι τὸν λίθον· ὅταν δὲ μέλλῃ τρέπεσθαι ἐπὶ τὸ κιρρόν, ἀναιροῦνται καὶ ἀποφυσήσαντες τὴν σποδὸν πάλιν καίουσιν ἄβροχον, ἕως ἂν ψαθυρώτατος γένηται ὁμαλῶς· πολλάκις γὰρ μόνον ἐπιφλέγεται τὴν ἐπιφάνειαν· οὕτω δʼ ἀποκαύσαντες καὶ ξηράναντες ἀποτίθενται. ἐὰν δὲ πεπλυμένου χρεία ᾖ, ὡς καδμείαν πλυτέον. ἔνιοι τὸν οὕτω καέντα διφρυγὲς καλοῦσιν.
Ἄσσιον δὲ παραληπτέον λίθον κισηρώδη τὴν χρόαν, χαῦνόν τε καὶ κοῦφον, ἔτι δʼ εὐθρυβῆ καὶ διαφύσεις μηλίνας ἔχοντα διὰ βάθους· τὸ δʼ ἄνθος αὐτοῦ ἐστιν ἐφιζάνουσα ἁλμυρὶς τῇ ἐπιφανείᾳ τῶν λίθων, τῇ μὲν συστάσει λεπτή, τῇ δὲ χροιᾷ τὸ μέν τι λευκόν ἐστι, τὸ δέ τι ἔοικε κισήρει, ἐπὶ τὸ μήλινον τετραμμένον, προσαγόμενόν τε τῇ γλώττῃ δάκνει ποσῶς. κατασκευάζονται δὲ καὶ πύελοι ἐκ τοῦ λίθου, εἰς ἃς οἱ ποδαγρικοὶ τοὺς πόδας ἐντιθέντες ὠφελοῦνται, καὶ σοροὶ σαρκοφάγοι γίνονται. ἰσχναίνει καὶ τὰ πολύσαρκα καὶ παχέα σώματα καταπασσόμενον ἀντὶ νίτρου ἐν βαλανείῳ γε· ἂν δέ τις πλῦναι θέλῃ τὰ προειρημένα, πλυτέον ὡς καδμείαν.
Αἱματίτης λίθος ἄριστός ἐστιν ὁ εὐθρυβὴς μὲν ὡς ἐν αὐτῷ, σκληρὸς δὲ καὶ κατακορής, ὁμαλός τε καὶ ἀνεπίμικτος ῥυπαρίας τινὸς ἢ διαζωμάτων. δύναμιν δʼ ἔχει στυπτικήν, θερμαντικὴν ποσῶς καὶ λεπτυντικήν. καίεται δʼ ἐμφερῶς τῷ Φρυγίῳ λίθῳ, τοῦ οἴνου περιρραινομένου· μέτρον δʼ ἔστω τῆς καύσεως τὸ γενέσθαι αὐτὸν μέσως κοῦφον καὶ πεπομφολυγωμένον. δολοῦσι δέ τινες τὸν προειρημένον οὕτω· λαβόντες βῶλον σχιστοῦ λίθου, πυκνόν τε καὶ στρογγύλον — τοιαῦται δʼ εἰσὶν αἱ λεγόμεναι ῥίζαι αὐτοῦ — εἰς κεραμεᾶν γάστραν, σποδιὰν ἔχουσαν θερμήν, ἐγκρύπτουσιν, εἶτα διαλιπόντες μικρὸν ἀναιροῦνται καὶ ἐπʼ ἀκόνης τρίβουσι, δοκιμάζοντες εἰ τὴν αἱματίτου χρόαν ἀπείληφε, καὶ ἂν μὲν οὕτως ἔχῃ, ἀποτίθενται, εἰ δὲ μή, πάλιν ἐγκρύβουσι συνεχῶς ἐφορῶντες καὶ δοκιμάζοντες· ἀφεθεὶς γὰρ ἐν τῇ σποδιᾷ ἐπὶ πολὺ μεταβάλλει τῷ χρώματι, ἔπειτα καὶ διαχεῖται. ἀπελέγχεται δʼ ὁ κεκακοτεχνημένος πρῶτον μὲν ταῖς διαφύσεσιν· ὁ μὲν γὰρ ἐπʼ εὐθείας κτηδόνας ἀποκλᾶται, ὁ δʼ αἱματίτης ὡς ἔτυχεν· εἶτα τῇ χρόᾳ· ὁ μὲν γὰρ εὐανθὲς ἀνίησιν, ὁ δʼ αἱματίτης βαθύτερον καὶ τῷ κινναβάρει ἐοικός. εὑρίσκεται δὲ καὶ ἐπὶ τῇ Σινωπικῇ μίλτῳ, καὶ ἐκ τῆς μαγνήτιδος πέτρας καιομένης ἐφʼ ἱκανὸν κατασκευάζεται αἱματίτης· ὁ δʼ αὐτοφυὴς ἐν Αἰγύπτῳ μεταλλεύεται.
Σχιστὸς λίθος γεννᾶται ἐν τῇ καθʼ ἑσπέραν Ἰβηρίᾳ· ἄριστος δʼ εἶναι δοκεῖ ὁ παρακροκίζων τῇ χρόᾳ, εὔθρυπτός τε καὶ εὔσχιστος ὡς ἐν ἑαυτῷ· ἔοικε δὲ τῆς συνθέσεως ἕνεκεν καὶ ἀλληλουχίας τῶν κτηδόνων αὐτοῦ ἀμμωνιακῷ.
Τοῦ δὲ Γαγάτου προκριτέον τὸν ταχέως ἐξαπτόμενον καὶ ἀσφαλίζοντα ἐν τῇ ὀσμῇ· μέλας δὲ κοινῶς ὑπάρχει καὶ αὐχμηρός, ἔτι δὲ πλακώδης, κοῦφος ἄγαν. γεννᾶται δʼ ἐν Λυκίᾳ, εὑρισκόμενος κατά τινος ποταμοῦ ἔκρυσιν εἰς θάλασσαν ἐκχεομένου· καλεῖται δʼ ὁ ποταμὸς Γάγης.
Ὁ δὲ λεγόμενος Θρᾴκιος γεννᾶται μὲν ἐν Σκυθίᾳ, ἐν ποταμῷ λεγομένῳ Πόντῳ· δύναται δὲ τὰ αὐτὰ τῷ Γαγάτῃ. ἱστορεῖται δὲ καίεσθαι μὲν αὐτὸν ὑφʼ ὕδατος, σβέννυσθαι δʼ ὑπʼ ἐλαίου, ὅπερ καὶ ἐπὶ τῆς ἀσφάλτου γίνεται.
Τοῦ δὲ Μαγνήτου λίθου ἄριστός ἐστιν ὁ τὸν σίδηρον εὐχερῶς ἕλκων καὶ τῇ χρόᾳ κυανίζων, πυκνὸς καὶ οὐκ ἄγαν βαρύς. δύναμιν δʼ ἔχει πάχους ἀγωγόν, διδόμενος μετὰ μελικράτου τριωβόλου βάρος. ἔνιοι τοῦτον καίοντες ἀντὶ αἱματίτου πιπράσκουσιν.
Ὁ δʼ Ἀραβικὸς λεγόμενος λίθος ἔοικεν ἐλέφαντι ἀσπιλώτῳ.
Ὁ δὲ λεγόμενος γαλακτίτης ὠνόμασται μὲν ἀπὸ τοῦ γαλακτῶδες ἀνιέναι· ἔστι μέντοι ἄλλως ἔντεφρος τῇ χρόᾳ γλυκύς τε πρὸς τὴν γεῦσιν. ἁρμόζει πρὸς ὀφθαλμῶν ῥεύματα καὶ ἕλκη ἐγχριόμενος· δεῖ δὲ τρίψαντας ἐν ὕδατι αὐτὸν ἀποτίθεσθαι ἐν πυξίδι μολυβῇ διὰ τὸ περὶ αὐτὸν κολλῶδες.
Ὁ δὲ μελιτίτης κατὰ πάντα ἔοικε τῷ γαλακτίτῃ, διαφέρων ἐν τῷ γλυκύτατον ἀνεῖναι τὸν χυλόν. ποιεῖ δὲ πρὸς ἃ καὶ ὁ γαλακτίτης.
Μόροξος, ὃν ἔνιοι γαλαξίαν ἢ λευκογραφίδα ἐκάλεσαν, ἐν Αἰγύπτῳ γεννᾶται, ᾧ καὶ οἱ ὀθονιοπῶλαι πρὸς λεύκωσιν τῶν ὀθονίων χρῶνται μαλακῷ καὶ εὐανέτῳ ὄντι.
Λίθος ἀλαβαστρίτης ὁ καλούμενος ὄνυξ ἀναληφθεὶς κεκαυμένος ῥητίνῃ ἢ πίσσῃ διαφορεῖ σκληρίας, στομάχου δʼ ἀλγήματα μετὰ κηρωτῆς παρηγορεῖ· στέλλει δὲ καὶ οὖλα.
Λίθος ὁ καλούμενος οὐεττῆνος γεννᾶται ἐν Αἰθιοπίᾳ· ἔστι δʼ ὑπόχλωρος, ἰασπίζων, ἐν δὲ τῷ διίεσθαι γαλακτώδης φαινόμενος, ἀναδάκνων σφοδρῶς.
Ὁ δὲ Ἰουδαϊκὸς γεννᾶται ἐν τῇ Ἰουδαίᾳ, τῷ σχήματι βαλανοειδής, λευκός, εὔρυθμος ἱκανῶς, ἔχων γραμμὰς παραλλήλους ὡς ἀπὸ τόρνου· ἀνιέμενος δʼ ἐστὶν ἄποιος ἐν τῇ γεύσει.
Λίθος ἀμίαντος γεννᾶται ἐν Κύπρῳ, στυπτηρίᾳ σχιστῇ ἐοικώς, ὃν ἐργαζόμενοι οἱ τῇδε ὑφάσματα ποιοῦσιν, ὄντος ἱμαντώδους· προσεμβληθείς τε εἰς πῦρ φλογοῦται μέν, λαμπρότερος δʼ ἐξέρχεται μὴ κατακαιόμενος.
Λίθος Μεμφίτης εὑρίσκεται ἐν Μέμφει, ψηφομεγέθης, λιπαρὸς καὶ ποικίλος. οὗτος ἱστορεῖται καταχρισθεὶς λεῖος ἐπὶ τῶν μελλόντων τέμνεσθαι καὶ καίεσθαι τόπων ἀκίνδυνον ἀναισθησίαν ἐπιφέρειν.
Λίθος σεληνίτης, ὅν τινες ἀφροσέληνον ἐκάλεσαν διὰ τὸ εὑρίσκεσθαι νυκτὸς ἐν τῇ τῆς σελήνης παραυξήσει· γεννᾶται δʼ ἐν Ἀραβίᾳ, λευκός, διαυγής, κοῦφος.
Λίθος ἴασπις ὁ μέν τίς ἐστι σμαραγδίζων, ὁ δὲ κρυσταλλώδης, ἐοικὼς φλέγματι, ὁ δʼ ἀερίζων, ὁ δὲ καπνίας ὥσπερ τις κεκαπνισμένος, ὁ δέ τις καὶ διαφύσεις ἔχων διαλεύκους ἀποστιλβούσας, ὁ δέ τις τερεβινθίζων λέγεται, ὁ δὲ καλλαΐνῳ χρώματι προσόμοιος. δοκοῦσι δὲ πάντες εἶναι φυλακτήρια περίαπτα καὶ ὠκυτόκια, μηρῷ προσαπτόμενα.
Λίθος ὀφίτης ὁ μέν τίς ἐστι στιβαρός, μέλας, ὁ δὲ σποδοειδὴς τὴν χρόαν, ὁ δὲ κατεστιγμένος, ὁ δέ τις λευκὰς ἔχων γραμμάς. πάντες δʼ εὔχρηστοί εἰσι περιαπτόμενοι ἐπʼ ἐχεοδήκτων καὶ κεφαλαλγούντων· ὁ δὲ τὰς γραμμὰς ἔχων ἰδίως ἱστορεῖται ληθάργῳ καὶ κεφαλαλγίαις βοηθεῖν.
Λίθοι οἱ ἐν τοῖς σπόγγοις σὺν οἴνῳ ποθέντες τοὺς ἐν κύστει λίθους θρύπτουσιν.
Λίθος ὀστρακίτης ὅμοιός ἐστιν ὀστράκῳ, πλακώδης, ᾧ χρῶνται ἀντὶ κισήρεως πρὸς τριχῶν ἄρσιν αἱ γυναῖκες.
Σμύρις λίθος ἐστίν, ᾧ οἱ δακτυλιογλύφοι τὰς ψήφους σμήχουσιν.
Εὑρίσκεται δʼ ἐν τῇ Σαμίᾳ γῇ λίθος ᾧ οἱ χρυσοχόοι χρῶνται πρὸς τὸ λεαίνειν καὶ στιλβοῦν· διαφέρει δʼ ὁ λευκὸς καὶ στιβαρός.
Μέλαν ᾧ γράφομεν, σκευάζεται ἐκ λιγνύος συναγομένης ἐκ δᾴδων· μίγνυται δὲ πρὸς τὴν λίτραν τοῦ κόμμεως 𐆄 γ λιγνύος. σκευάζεται δὲ καὶ ἀπὸ ῥητίνης λιγνὺς καὶ ἀπὸ τῆς ζωγραφικῆς ἀσβόλης· δεῖ δὲ τῆς ἀσβόλης λαμβάνειν μνᾶν, κόμμεως 𐆃 α 𐅶, ταυροκόλλης 𐆄 α ὀβολοὺς ιβ, χαλκάνθου 𐅻 α καὶ τριώβολον.
Μελαντηρία διαφέρει ἡ θειόχρους, λεία, ὁμαλή, καθαρὰ καὶ ἐν τῷ θιγεῖν ὕδατος μελαινομένη ταχέως. δύναμιν δʼ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῷ μίσυϊ.
Μίλτος Σινωπικὴ κρατίστη ἡ πυκνὴ καὶ βαρεῖα, ἡπατίζουσα, ἄλιθος, ὁμόχρους, πολύχυτος ἐν τῇ ἀνέσει. συλλέγεται ἐν Καππαδοκίᾳ, φέρεται εἰς Σινώπην καὶ πιπράσκεται, ὅθεν καὶ τὴν προσωνυμίαν ἔσχεν.
Ἡ δὲ τεκτονικὴ μίλτος ἥττων ἐστὶ κατὰ πάντα τῆς Σινωπικῆς· ἀρίστη δʼ ἡ Αἰγυπτία ἐστὶ καὶ Καρχηδονία καὶ ἄλιθος καὶ εὐθρυβής. γίνεται καὶ ἐν τῇ πρὸς ἑσπέραν Ἰβηρίᾳ τῆς ὤχρας καιομένης καὶ μεταβαλλούσης εἰς μίλτον.
Μίσυ παραληπτέον τὸ Κύπριον, χρυσοφανές, σκληρὸν καὶ ἐν τῷ θλασθῆναι χρυσίζον καὶ ἀποστίλβον ἀστεροειδῶς. δύναμιν δʼ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῇ χαλκίτιδι, δίχα τοῦ ψωρικοῦ τῆς κατασκευῆς ἐν τῷ μᾶλλον καὶ ἧττον διαφέρον. τὸ δʼ Αἰγύπτιον πρὸς μὲν τὰ ἄλλα διαφέρει, ἐμπρακτικώτερον ὄν, πρὸς δὲ τὰς ὀφθαλμικὰς δυνάμεις πολλῷ λείπεται τοῦ προειρημένου.
Μόλυβδος πλύνεται τὸν τρόπον τοῦτον· βαλὼν εἰς μολυβῆν θυείαν ὕδωρ τρῖβε δοίδυκι μολυβῷ, ἕως ἂν μελανθῇ τὸ ὕδωρ καὶ γένηται ὑλῶδες· εἶτα διήθει αὐτὸ διʼ ὀθονίου προσεπιχέων ὕδωρ, ἵνα πᾶν τὸ διαχυθὲν ὑλισθῇ, καὶ ποίει τὸ αὐτὸ πάλιν, μέχρις ἂν οὗ δόξῃ αὐτάρκως ἔχειν, εἶτʼ ἐάσας καταστῆναι τὸν πεπλυμένον ἀπόχει τὸ ὕδωρ καὶ ἄλλο ἐπιχέας πλῦνε ὡς τὴν καδμείαν, ἄχρι μηκέτι ἐφίστηται μέλαν, ἀναπλάσας τε τροχίσκους ἀποτίθεσο. οἱ δὲ καθαρὸν μόλυβδον ῥινήσαντες τρίβουσιν ἐν λιθίνῃ θυείᾳ δοίδυκι λιθίνῳ ἢ ταῖς χερσὶ μεθʼ ὕδατος ὑπὸ χεῖρα ἀποχέοντες τὸ μελαινόμενον, ὅπερ ἐάσαντες ὑποστῆναι ἀναπλάσσουσιν εὐθέως· τὸ γὰρ ἐφʼ ἱκανὸν τριβόμενον γίνεται ψιμυθίῳ ὅμοιον. ἔνιοι δὲ προσεμβάλλουσι τοῖς ῥινήμασιν ὀλίγην μολύβδαιναν, φάσκοντες βέλτιον εἶναι τὸν οὕτως πλυνόμενον μόλυβδον.
Καίεται δʼ ὁ μόλυβδος οὕτως· λαβὼν μολύβδου ἐλάσματα ὡς ὅτι λεπτότατα ἐπὶ καινὴν λοπάδα καὶ ἐπιπάσας θεῖον ἐπίθες ἕτερα πάλιν πέταλα καὶ θεῖον καὶ τὸ αὐτὸ ποίει, ἄχρις ἂν πληρώσῃς τὴν λοπάδα, εἶθʼ ὑπόκαε· ἀναφθέντος δὲ τοῦ μολύβδου, κίνει σιδήρῳ, ἄχρις ἂν παντελῶς ἐκτεφρωθῇ, μηδενὸς φαινομένου μολυβδώδους, καὶ ἀνελοῦ. σκέπε δὲ τοὺς ῥώθωνας· βλαβερὰ γὰρ ἡ ἀποφορά. δεῖ δὲ πλύνειν αὐτὸ ὡς καδμείαν καὶ ἀποθέσθαι. δύναμιν δʼ ἔχει ἣν καὶ ὁ πεπλυμένος μόλυβδος, εὐτονωτέραν δὲ μᾶλλον.
Μολύβδαινα δʼ ἐστὶ καλὴ ἡ λιθαργυροειδής, ξανθή, ὑποστίλβουσα καὶ κιρρὰ ἐν τῷ λειοτριβεῖσθαι, ἑψηθεῖσα δὲ μετʼ ἐλαίου ἡπατοειδὴς τῷ χρώματι· ἡ δʼ ἀερίζουσα ἡ μολυβδώδης φαύλη. γεννᾶται δʼ ἐξ ἀργύρου καὶ χρυσοῦ. ἔστι δέ τις καὶ ὀρυκτή, κατὰ Σεβαστὴν καὶ Κώρυκον εὑρισκομένη, ἧς καὶ αὐτῆς ἐστι βελτίων ἡ μὴ σκωροειδὴς μηδὲ λιθώδης, ξανθὴ δὲ καὶ στίλβουσα. δύναμιν δʼ ἔχει λιθαργύρου καὶ σκωρέᾳ μολύβδου, πλύσιν δὲ καὶ καῦσιν τὴν αὐτήν. μίγνυται δʼ ἐπιτηδειότερον αὕτη καὶ ταῖς λιπαραῖς καὶ ἀνεπιδέτοις χρήσιμος οὖσα, σαρκωτικὴ καὶ ἀπουλωτική· ταῖς μέντοι σμηκτικαῖς οὐχ ἁρμόζει δυνάμεσιν.
Νίτρον δὲ προκριτέον τὸ κοῦφον καὶ ῥοδωπὸν ἢ λευκὸν τὴν χρόαν, κατατετρημένον οἱονεὶ σπογγῶδες· τοιοῦτο δʼ ἐστὶ τὸ ἐκ τῶν νήσων.
Ἀφρὸς δὲ νίτρου ἄριστος εἶναι δοκεῖ ὁ κουφότατος καὶ πλακώδης, εὔθρυπτός τε καὶ ἐμπόρφυρος, ἀφρώδης, ἔτι δὲ δηκτικός, οἷόν ἐστιν ὁ ἐκ Φιλαδελφίας κομιζόμενος τῆς ἐν Λυδίᾳ· ὁ δʼ Αἰγύπτιος ἐν δευτέρᾳ τάσσεται χώρᾳ. γεννᾶται δὲ καὶ κατὰ Μαγνησίαν τῆς Καρίας. δύναμιν δʼ ἔχει καὶ καῦσιν οὗτός τε καὶ τὸ νίτρον ἁλσὶν ἐμφερῆ ἔνιοι δὲ καίουσι τὰ προειρημένα ἐπʼ ἄνθρακας πεπυρωμένους ἀπερεισάμενοι προσυποκειμένου καὶ καινοῦ ὀστράκου, ἕως ἂν πυρωθῇ.
Πομφόλυξ σποδοῦ ἰδικῶς διαφέρει· γενικὴν γὰρ ἔχει παραλλαγήν· ἡ μὲν γὰρ ὑπομελανίζει καὶ βαρυτέρα ἐστί, κατὰ τὸ πλεῖστόν τε ἔμπλεος καρφῶν καὶ τριχῶν καὶ γῆς ὡσὰν ἀπόσμηγμα καὶ σύρμα τῶν ἐν τοῖς μεταλλουργίοις ἐδάφων καὶ καμίνων· ἡ δὲ πομφόλυξ λιπαρὰ ὑπάρχει καὶ λευκή, ἔτι δὲ καὶ κουφοτάτη, ὡς δύνασθαι ἐπιποτᾶσθαι τῷ ἀέρι. ἀρίστην δʼ ἡγητέον τὴν Κυπρίαν, ἔν τε τῷ ὄξει φυραθεῖσαν ἀποφορὰν ἔχουσαν χαλκοῦ, χρόαν δʼ ἰάζουσαν ποσῶς, ἔτι δὲ βορβορίζουσαν τῇ γεύσει· κἂν ἐπʼ ἄνθρακος διαπύρου ἐπιτεθῇ ἡ ἄδολος, ἐπιάζει ἀερόχρους γινομένη. ἐπιμελῶς δὲ προσεκτέον τοῖς εἰρημένοις κριτηρίοις· δολοῦται γὰρ ὑπό τινων ταυροκόλλῃ ἢ πλεύμοσιν ἀρνείοις καὶ θαλασσίοις κεκαυμένοις ὀλύνθοις τε καί τισιν ἄλλοις παραπλησίοις. εὐχερὲς δὲ τὸ διαγνῶναι· οὐδὲν γὰρ τῶν προειρημένων ἐν τῇ δοκιμασίᾳ ἐπὶ τούτων εὑρίσκεται. πλυτέον δὲ κοινῶς πομφόλυγα τὸν τρόπον τοῦτον· ἐνδήσας αὐτὴν καθαρῷ ὀθονίῳ μέσως ἔχοντι ἀραιότητος, ἢ ξηρὰν ἢ ὕδατι πεφυρμένην, κάθες εἰς λεκάνην ὕδωρ ἔχουσαν ὄμβριον καὶ ἔκκλυζε ὧδε κἀκεῖσε διαφέρων τὸν ἔνδεσμον· οὕτω γὰρ τὸ μὲν ἰλυῶδες καὶ νόστιμον αὐτῆς ὑπορρυήσεται, τὸ δὲ σκύβαλον ἅπαν ἐν τῷ ὀθονίῳ μενεῖ· εἶτʼ ἐάσας καταστῆναι τὸ ὕδωρ ἀπήθησον σὺν τῇ σποδῷ, καὶ πάλιν ἄλλο ἐπιχέας ἀνατάρασσε καὶ ἀπόχει καὶ τὸ αὐτὸ ποίει ἀπηθῶν τε καὶ ἀποχέων, ἄχρις ἂν μηδὲν ἀμμῶδες ἐφιζάνῃ· λοιπὸν τὸ μὲν ὕδωρ ἐκσιφώνισον, τὴν δὲ σποδὸν ξηράνας ἀποτίθεσο· ἐὰν δʼ ὀπτῆσαι δέοι τὴν σποδόν, λεάνας ἐπιμελῶς αὐτὴν ἀνάδευσον ὕδατι, καὶ ποιήσας τροχίσκους θὲς ἐπʼ ὄστρακον καινὸν ἀπέρεισαί τε τοῦτο ἐπὶ λεπτῆς καὶ κούφης ἀνθρακιᾶς καὶ στρέφε τοὺς κυκλίσκους συνεχῶς, ἄχρις ἂν ξηροὶ καὶ κατάπυροι γένωνται. γνωστέον δʼ ὅτι καὶ ἐκ χρυσοῦ καὶ ἀργύρου, ἔτι δὲ καὶ μολύβδου σποδὸς γίνεται· καὶ ἔστι μετὰ τὴν Κυπρίαν ἡ ἐκ τοῦ μολύβδου ἀρίστη.
Ἐπειδὴ δὲ καὶ τὰ ἀντισπόδια ἱκανῶς εὐχρηστεῖ, ὑστερούσης πολλάκις σποδοῦ, τὰ ἰσοδυναμοῦντα ἀναγκαῖόν ἐστιν ὑποδεῖξαι τίνα τε ὑπάρχει καὶ ὃν τρόπον ἂν παραληφθείη. λαβὼν τοίνυν μυρσίνης φύλλα σὺν τοῖς ἄνθεσι καὶ τοῖς μύρτοις ἀώροις ἔτι οὖσιν, ἔμβαλε εἰς καινὴν χύτραν, καὶ περιπλάσας τὸ πῶμα κατατετρημένον συνεχέσιν ὀπαῖς δὸς εἰς κάμινον κεραμικήν· ὅταν δʼ ὀπτηθῇ ὁ κέραμος, εἰς ἄλλην χύτραν ὠμὴν μετάρας αὐτὸ πάλιν ὄπτα· κατοπτηθείσης δὲ καὶ τῆς δευτέρας, ἐξελὼν πλῦνε καὶ χρῶ. ὡσαύτως δὲ καὶ θαλλίαν σκευάσας παραλάμβανε· ἔστω δὲ τῆς ἀγριελαίου, εἰ δὲ μή, τῆς ἡμέρου σὺν τοῖς ἄνθεσιν ἢ μῆλα κυδώνια κατατετμημένα καὶ ἐξοστεισμένα ἢ κικίδια ἢ ἄωρα συκάμινα προεξηρασμένα ἐν ἡλίῳ ἢ βοτάνην σχῖνον ἢ τέρμινθον ἢ οἰνάνθην ἢ βάτου τὰ ἁπαλὰ ἢ πύξου κόμας ἢ τὴν λεγομένην ψευδόκυπρον σὺν τῷ ἄνθει. τινὲς δὲ κράδας συκίνας προεξηρασμένας ἐν ἡλίῳ ὡσαύτως σκευάζουσιν. ἄλλοι δὲ κόλλαν ταυρείαν, οἱ δʼ ἔρια οἰσυπηρὰ τραχέα ὑγροπίσσῃ ἢ μέλιτι δεύσαντες ὁμοίως καίουσιν.
Σανδαράκην προκριτέον τὴν κατακορῆ καὶ πυρράν, εὐάνθη δέ, καθαρὰν καὶ κινναβαρίζουσαν τῇ χρόᾳ, ἔτι δὲ θειώδη ἀποφορὰν ἔχουσαν.
Σκωρέα ἀργύρου καλεῖται ἕλκυσμα· τὴν δʼ αὐτὴν ἔχει μολυβδαίνῃ δύναμιν.
Σπόγγους τοὺς μὲν ἄρρενας ἐκάλεσάν τινες, λεπτοτρήτους καὶ πυκνοὺς ὄντας, ὧν τοὺς σκληροτέρους τράγους ὠνόμασαν· τοὺς δὲ θήλεις, ὅσοι ἐναντίως τοῖς προειρημένοις διάκεινται. καῦσιν δʼ ἔχουσι τὴν αὐτὴν ἀλκυονίῳ. λευκαίνονται δʼ οἱ ἁπαλώτατοι αὐτῶν ἐν τοῖς καύμασι βρεχόμενοι τῇ ἐπὶ τῶν πετρῶν συνισταμένῃ ἁλὸς ἄχνῃ καὶ ἡλιαζόμενοι. βλεπέτω δὲ τὸ μὲν κοῖλον αὐτῶν ἄνω, κάτω δʼ ἡ ἀποτομή· εἰ δʼ εἴη αἰθρία, καὶ ὑπὸ τῇ σελήνῃ τίθενται βρεχόμενοι τῇ ἁλὸς ἄχνῃ ἢ θαλάσσῃ· γίνονται δὲ λευκότατοι.
Στίμι κράτιστόν ἐστι τὸ στίλβον καὶ λαμπυρίζον ἐν τῇ θραύσει, πλακῶδες, μηδὲν ἔχον γεῶδες ἢ ῥυπαρὸν εὐχερῶς τε θραυόμενον. τοῦτο ἔνιοι πλατυόφθαλμον, οἱ δὲ λάρβασον ἐκάλεσαν. ὀπτᾶται δὲ σταιτὶ περιπλασθὲν καὶ ἐγκρυβὲν εἰς ἄνθρακας, μέχρις ἀνθρακωθῇ τὸ σταίς· ἐξαιρεθὲν δὲ σβέννυται γάλακτι ἀρρενογόνου γυναικὸς ἢ οἴνῳ παλαιῷ. καίεται δʼ ἐπʼ ἀνθράκων ἐπιτεθὲν καὶ ἐκφυσηθὲν ἄχρι πυρώσεως· ἐὰν γὰρ ἐπὶ πλέον καῇ, μολυβδοῦται. πλύνεται δʼ ὡς ἡ καδμεία καὶ ὁ χαλκός· ἔνιοι δʼ ὁμοίως τῇ τοῦ μολύβδου πλύνουσιν αὐτὸ σκωρίᾳ.
Στυπτηρίας εἴδη πλείονα, πρὸς δʼ ἰατρικὴν χρῆσιν παραλαμβάνεται ταῦτα· σχιστὴ καὶ στρογγύλη καὶ ὑγρά. ἀρίστη δʼ ὑπάρχει ἡ σχιστὴ καὶ ταύτης ἡ πρόσφατος καὶ λευκὴ ἄγαν καὶ ἄρριζος στύφουσά τε εὐτόνως καὶ ἄλιθος, ἔτι δʼ οὐ πεπιεσμένη βωληδὸν ἢ σχιδακηδόν, ἀλλʼ ἐξαμμένη κατὰ μονάδας πολιαῖς θριξὶν ἐμφερῶς. εὑρίσκεται δὲ λίθος ἐμφερὴς αὐτῇ, ὃν διακριτέον γεύσει μὴ στύφοντα. τῆς δὲ στρογγύλης ἡ μὲν χειροποίητος ἀδόκιμος ὑπάρχει, γνωρίζεται δʼ ἐκ τοῦ σχήματος· παραληπτέα δʼ ἡ φυσικῶς στρογγύλη καὶ πομφολυγώδης ὑπόλευκός τε καὶ στύφουσα ἐρρωμένως, ἔτι δὲ ποσὸν ὠχρότητος ἅμα καὶ λιπαρίας ἔχουσα, πρὸς δὲ τούτοις ἄλιθος καὶ εὐθρυβὴς καὶ γένει Μηλία ἢ Αἰγυπτία. τῆς δʼ ὑγρᾶς τὴν μάλιστα διαφανῆ προκριτέον καὶ γαλακτώδη ὁμαλήν τε καὶ διόλου χυλώδη, ἔτι δʼ ἄλιθον καὶ τυρῶδες ἀποπνέουσαν· ἐνεργεστέραν δὲ τῆς στρογγύλης τὴν σχιστὴν ἡγητέον· καίονται δὲ καὶ ὀπτῶνται ὡς ἡ χαλκῖτις.
Σῶρι ἔνιοι ὑπέλαβον εἶναι τὴν μελαντηρίαν, πλανώμενοι· ἴδιον γὰρ γένος ἐστί, βρωμωδέστερον δὲ τὸ σῶρι καὶ ναυτίας ποιητικόν. προκριτέον δὲ τὸ Αἰγύπτιον καὶ ἐν τῷ θραυσθῆναι μελάντερον φαινόμενον, κατατρήσεις πολλὰς ἔχον καὶ ὑπολίπαρον, ἔτι δὲ στῦφον καὶ πρὸς τὴν κατάποσιν ἢ ὄσφρησιν βρωμῶδες καὶ ἀνατρεπτικὸν στομάχου. κοινῷ δὲ τρόπῳ ἐπί τε τούτων καὶ τῶν ἄλλων σχεδόν τι πάντων δυναμικώτερα τὰ ἄκαυστα τῶν κεκαυμένων ἡγητέον πλὴν ἁλῶν καὶ νίτρου καὶ τρυγὸς καὶ τιτάνου καὶ τῶν ὁμοίων, ὅσα ὠμὰ ὄντα ἀνίεται τὴν δύναμιν· ταῦτα γὰρ ἐμπρακτότερα γίνεται καὶ ὑπόμονα ὑπὸ τῆς καύσεως.
Τρύγα παραληπτέον μάλιστα τὴν ἀπʼ οἴνου οὖσαν Ἰταλικοῦ καὶ παλαιοῦ, εἰ δὲ μή γε, κἂν ἀπʼ ἄλλου ὁμοίου· ἡ γὰρ ἀπʼ ὄξους ἐπιτέταται τῇ δυνάμει. καυστέον δʼ ὡς ἀλκυόνιον προεξηραμμένην ἐπιμελῶς· τινὲς δʼ ἐπʼ ὀστράκων καινῶν θέντες πῦρ δαψιλῶς περικαίουσιν, ἕως ἂν ἐκπυρωθῇ κατὰ βάθους, ἄλλοι δʼ εἰς ἄνθρακας πεπυρωμένους ἐγκρύψαντες βῶλον ὁμοίως ποιοῦσιν. σημεῖον δὲ τῆς δεούσης καύσεως ἡγητέον τὸ λευκὸν ἢ ἀερόχρουν τοῦ σώματος καὶ τὸ προσενεχθεῖσαν φλέγειν τὴν γλῶσσαν· ὡσαύτως δὲ καὶ ἡ ἀπʼ ὄξους καίεται. δύναμιν δʼ ἔχει καυστικήν, ἀναξηραντικὴν καὶ στυπτικήν· χρηστέον δὲ τῇ τρυγὶ προσφάτῳ οὔσῃ· ταχὺ γὰρ ἐκπνεῖ, ὅθεν οὐδʼ ἀσκέπαστον οὐδὲ χωρὶς ἀγγείου ἀποθετέον αὐτήν· πλύνεται δʼ ὡς πομφόλυξ.
Ὑδράργυρος σκευάζεται ἀπὸ τοῦ μινίου καλουμένου, καταχρηστικῶς δὲ καὶ τούτου κινναβάρεως καλουμένου· θέντες γὰρ ἐπὶ λοπάδος κεραμεᾶς κόγχον σιδηροῦν ἔχοντα κιννάβαριν, περικαθάπτουσιν ἄμβικα περιαλείψαντες πηλῷ, εἶθʼ ὑποκαίουσιν ἄνθραξιν· ἡ γὰρ προσιοῦσα τῷ ἄμβικι αἰθάλη ἀφεψηθεῖσα ὑδράργυρός ἐστιν. εὑρίσκεται δὲ καὶ ἐν τῷ τὸν ἄργυρον μεταλλεύεσθαι πρὸς ταῖς στέγαις κατὰ σταλαγμοὺς συνεστῶσα· φυλάττεται δʼ ἐν ὑάλοις ἢ μολυβοῖς ἢ κασσιτερίνοις ἀγγείοις· τὴν γὰρ ἄλλην ἅπασαν ὕλην διεσθίει.
Χαλκὸς κεκαυμένος καλός ἐστιν ὁ ἐρυθρὸς καὶ ἐν τῇ τρίψει κινναβαρίζων, ὁ δὲ μέλας πλεῖον ἢ δεῖ κέκαυται. σκευάζεται δὲ καὶ ἐκ τῶν ναυτίλων ἥλων συντιθεμένων ἐν ὠμῇ χύτρᾳ ἐπιπασσομένου θείου μεθʼ ἁλῶν ἴσων καὶ ἐπιπασσομένου ἐναλλάξ· πωμασθεῖσά τε ἡ χύτρα καὶ περιχρισθεῖσα κεραμικῷ πηλῷ δίδοται εἰς κάμινον, ἄχρις ἂν οὗ τελείως ὀπτηθῇ. κινεῖ δὲ καὶ ἐμέτους μεθʼ ὑδρομέλιτος ποθεὶς ἢ ἐκλειχθεὶς σὺν μέλιτι ἢ διαχριόμενος. πλύνεται δʼ ὥσπερ ἡ καδμεία, τετράκις τῆς ἡμέρας ἀλλασσομένου τοῦ ὕδατος, ἄχρι μηδεμία ἐφίστηται λάμπη· καὶ ἡ σκωρία δʼ αὐτοῦ πλύνεται ὡσαύτως. δύναμιν δʼ ἔχει τὴν αὐτὴν πλὴν ὅτι ἀσθενέστερον ἐνεργεῖ.
Χαλκοῦ ἄνθος, ὅ τινες τῶν παλαιῶν ψῆγμα καλοῦσιν· ἄριστόν ἐστι τὸ εὔθρυπτον καὶ καπυρὸν ἐν τῷ λεαίνεσθαι, κεγχροειδές τε τῷ ῥυθμῷ καὶ βαρὺ καὶ μέσως στίλβον, ἔτι δὲ ῥινημάτων χαλκοῦ ἀμέτοχον, οἷς δολοῦται. ἀπελέγχεται δὲ πλατυνόμενα τῇ τῶν ὀδόντων ἐπερείσει.
Χαλκοῦ λεπὶς ἡ μὲν ἐκ τῶν Κυπρίων μετάλλων ἡ παχεῖα, καλουμένη δʼ ἡλῖτις, καλή· φαύλη δʼ ἡ ἐκ τοῦ λευκοῦ χαλκοῦ, λεπτὴ καὶ ἀσθενὴς ὑπάρχουσα, ἣν ἀποδοκιμάζομεν ἐγκρίνοντες τὴν παχεῖαν καὶ ἔγκιρρον καὶ ὄξους ἐπιρραινομένου ἰουμένην. πλύνεται δʼ οὕτως· καθάρας ξηρᾶς τῆς λεπίδος ἡμιμναῖον, βάλε εἰς θυείαν μεθʼ ὕδατος διαυγοῦς, καὶ συναναταράξας τῇ χειρὶ ἐπιμελῶς, ἄχρις ἂν οὗ ὑποστῇ ἡ λεπίς, ἀφαίρει τὰ ἐφεστῶτα, ἀποχέας τε τὸ ὕδωρ ἐπίχει ὀμβρίου ὕδατος κύαθον ἕνα, πλατείᾳ τε τῇ χειρὶ τρῖβε εὐτόνως πρὸς τῇ θυείᾳ οἱονεὶ ἀποψώχων· ὅταν δʼ ἄρξηται ἀνιέναι τινὰ γλισχρότητα, κατὰ μικρὸν ὕδωρ παρεπίχει ἄχρι κοτυλῶν ἕξ, τρίβων εὐτόνως, ἀναλαμβάνων τε τὴν λεπίδα τῇ χειρὶ πρὸς τὸ πλευρὸν τῆς θυείας τρῖβε εὐτόνως, καὶ ἐξιπώσας ἀνελοῦ τὸ ἀπορρέον εἰς πυξίδα ἐρυθροῦ χαλκοῦ· τοῦτο γάρ ἐστιν ὡσπερεὶ ἄνθος λεπίδος καὶ εὔτονον τῇ δυνάμει, εὐθετοῦν εἰς τὰ ὀφθαλμικά, τὸ δὲ λοιπὸν ἄτονον. εἶτα πάλιν τὸ περιλειπόμενον ὁμοίως πλύνων ἀναιροῦ, ἄχρι μηδεμίαν γλισχρότητα ἀποκρίνῃ· τὸ δὲ λοιπὸν δεήσει σκεπάσαντα ὀθονίῳ τὸ πλῦμα ἐᾶσαι ἀκίνητον ἐφʼ ἡμέρας δύο· εἶτʼ ἀποχέας τὸ ἐφεστηκὸς ὕδωρ καὶ ξηράνας ἀπόθου εἰς πυξίδα. ἔνιοι δὲ καὶ ταύτην πλύνουσιν ὡς τὴν καδμείαν καὶ ἀποτίθενται.
Ἡ δὲ λεπίδος στομώματος δύναμίς ἐστιν ἡ αὐτὴ τῇ τοῦ χαλκοῦ λεπίδι καὶ πλύσις καὶ ἀπόθεσις ὁμοία· ἐν μέντοι τῷ τὴν κοιλίαν καθαίρειν λείπεται τῆς τοῦ χαλκοῦ.
Χάλκανθον τῷ μὲν γένει ἓν καὶ ταὐτὸ ὑπάρχει — ὑγρὸν γάρ ἐστι πεπηγός —, ἰδικὰς δʼ ἔχει διαφορὰς τρεῖς· τὸ μὲν γὰρ κατὰ σταλαγμὸν διηθούμενον ὑγρὸν εἴς τινας ὑπονόμους συνίσταται, ὅθεν καὶ σταλακτὸν καλεῖται ὑπὸ τῶν τὰ Κυπριακὰ μέταλλα ἐργαζομένων· τὸ δʼ ἀφθόνως γυμναζόμενον, εὑρισκόμενον ἐν σπηλαίοις, ἔπειτα μεταχεόμενον εἰς βόθρους τὴν πῆξιν λαμβάνει, ὃ δὴ πηκτὸν ἰδίως ὀνομάζεται· τὸ δὲ τρίτον καλεῖται μὲν ἑφθόν, σκευάζεται δʼ ἐν Σπανίᾳ, σκευὴν δʼ ἔχει τοιαύτην· ἀχρούστατόν τε καὶ ἀσθενέστατον ὑπάρχον ὕδατι διέντες αὐτὸ ἕψουσιν, εἶτʼ εἰς δεξαμενὰς κατεράσαντες ἐῶσι· τὸ δὲ πήγνυται τεταγμέναις ἡμέραις εἰς πολλὰ διαιρούμενον κυβοειδῆ σχήματα, βοτρυηδὸν ἀλλήλοις προσκείμενα. ἄριστον δʼ αὐτοῦ ἡγητέον τὸ κυάνεον καὶ βαρύ, πυκνόν τε καὶ καθαρὸν καὶ διαυγές, οἷόν ἐστι τὸ στακτόν, ὑπʼ ἄλλων δὲ λογχωτὸν καλούμενον· ἐχόμενον δὲ τὸ πηκτόν· τὸ δʼ ἑφθὸν πρὸς μὲν βαφὰς καὶ μελάσματα ἐπιτηδειότερον δοκεῖ τῶν ἄλλων εἶναι, πρὸς δʼ ἰατρικὴν ἀσθενέστερον ἡ πείρα δείκνυσιν. καίεται δʼ ὡς ὑποδείξομεν αὐτίκα ἐπὶ τῆς χαλκίτεως.
Χαλκῖτιν δὲ προκριτέον τὴν χαλκοειδῆ καὶ εὔθρυπτον, ἄλιθόν τε καὶ οὐ παλαιάν, ἔτι δὲ τὰς ἶνας ἐπιμήκεις καὶ ἀποστιλβούσας ἔχουσαν. σκευάζεται δʼ ἐξ αὐτῆς τὸ καλούμενον ψωρικόν, διπλασίονος χαλκίτεως πρὸς ἁπλῆν καδμείαν μιγνυμένης καὶ σὺν ὄξει λεαινομένης· δεῖ δʼ ἐν κεραμεῷ ἀγγείῳ κατορύττειν ἐν τοῖς ὑπὸ Κύνα ἐν κοπρίᾳ ἐφʼ ἡμέρας μ. γίνεται δὲ δριμύτερον, δυνάμενον ὅσα καὶ ἡ χαλκῖτις. ἔνιοι δʼ ἴσα μίξαντες οἴνῳ λεαίνουσι καὶ τὰ αὐτὰ ποιοῦσιν. καυστέον δὲ ταύτην ἐν ὀστρακίνῳ καινῷ ἐπιθέντας καὶ διαπύροις ἄνθραξιν ἐπερεισαμένους· μέτρον δʼ ἔστω τῆς καύσεως ἐπὶ μὲν τῶν πολυύγρων τὸ ἀπομφολύγωτον καὶ καλῶς ξηρὰν γενέσθαι, ἐπὶ δὲ τῶν λοιπῶν ἡ ἐπὶ τὸ εὐανθέστερον μεταβολή· ὅταν γὰρ μιλτώδης γένηται τὴν χρόαν κατὰ βάθους, ἀναιρετέον αὐτὴν τήν τε προσκαθημένην ἀκαθαρσίαν ἀποφυσητέον καὶ ἀποθετέον. ὀπτᾶται δʼ ἐπʼ ἀνθράκων ἐκφυσωμένη μέχρι τοῦ ὕπωχρον αὐτὴν γενέσθαι ἢ ἐπʼ ὀστράκου καὶ διαπύρων ἀνθράκων στρεφομένη πυκνῶς, ἕως ἂν πυρωθῇ καὶ μεταβάλῃ.
Χρυσοκόλλα διαφέρει ἡ Ἀρμενιακή, τῇ χρόᾳ κατακόρως πρασίζουσα· δευτερεύει δʼ ἡ Μακεδονιακή, εἶθʼ ἡ Κυπριακή, καὶ ταύτης τὴν καθαρὰν προκριτέον, τὴν δὲ γῆς καὶ λίθων ἔμπλεον ἀποδοκιμαστέον. πλυτέον δὲ τὴν προειρημένην οὕτως· κόψας αὐτὴν ἔμβαλε εἰς θυείαν καὶ ἐπιχέας ὕδωρ τρῖβε πλατυτέρᾳ τῇ χειρὶ πρὸς τὴν ἴγδιν εὐτόνως, εἶτʼ ἐάσας καταστῆναι ἀπήθησον, καὶ ἕτερον ἐπιδοὺς ὕδωρ πάλιν τρῖβε· ταῦτα δὲ ποίει ἐναλλάξ, ἕως καθαρὰ καὶ εἰλικρινὴς γένηται· λοιπὸν ξηράνας ἐν ἡλίῳ ἀποτίθεσο καὶ χρῶ. ἐὰν δὲ καῦσαι θέλῃς, καῖε τὸν τρόπον τοῦτον· λεάνας αὐτῆς τὸ αὔταρκες, δὸς εἰς τήγανον, καὶ θεὶς ἐπʼ ἀνθράκων τὰ ἄλλα ποίει ὡς εἴρηται ἐπὶ τῶν πρὸ αὐτοῦ.
Ψιμύθιον οὕτω γίνεται· εἰς πιθάκνην πλατύστομον ἢ κεραμεᾶν γάστραν ἐγχέας δριμύτατον ὄξος ἀπέρεισαι μολυβίνην πλίνθον ἐπὶ τὸ στόμα τοῦ ἀγγείου προϋποκειμένου ῥίπου καλαμίνου, ἄνωθέν τε αὐτῆς ἐπίρριψον σκεπάσματα πρὸς τὸ μὴ διαπνεῖν τὸ ὄξος, ὡς ἂν διαλυθεῖσα καὶ διαρρεύσασα καταπέσῃ, καὶ τὸ μὲν αἰωρούμενον καθαρὸν ὑγρὸν ἀπηθητέον, τὸ δʼ ἰλυῶδες εἰς ἀγγεῖον ἐγχυτέον καὶ ξηραντέον ἐν ἡλίῳ, εἶτʼ ἀλεστέον χειρομυλίῳ ἢ λεαντέον καλῶς καὶ σηστέον· μετὰ δὲ ταῦτα πάλιν τὸ στερέμνιον λεπτοποιητέον καὶ σηστέον, ἐναλλάξ τε ταῦτα καὶ τρὶς καὶ τετράκις ποιητέον. ἄμεινον δʼ ἐστὶ τὸ πρῶτον ἀποσησθέν, ὃ καὶ εἰς τὰς ὀφθαλμικὰς παραληπτέον δυνάμεις· δευτερεύει δὲ τὸ ἐχόμενον καὶ κατὰ τάξιν τὰ λοιπά. τινὲς δὲ κατὰ μέσον τὸ ἀγγεῖον ἐρείσαντες τὸν ῥῖπον ἐπιτιθέασιν ὡς μὴ ψαύσειν τοῦ ὄξους, τὸ δὲ στόμα αὐτοῦ πωμάσαντες ἐῶσι καὶ διʼ ἡμερῶν ἀναιρούμενοι τὸ πῶμα ἐπισκοποῦνται, ὅταν δὲ διαλυθῇ, τὰ ἄλλα ποιοῦνται ὁμοίως τοῖς προειρημένοις· εἰ δʼ ἀναπλάσαι θέλοι τις αὐτό, ὄξει δριμεῖ φυρατέον καὶ οὕτως ἀναπλαστέον καὶ ξηραντέον ἐν ἡλίῳ. θέρους μέντοι ἐργαστέον τὰ προειρημένα· οὕτως γὰρ λευκὸν καὶ ἐνεργὲς γίνεται· σκευάζεται δὲ καὶ χειμῶνος, τῶν πιθακνῶν ὑπεράνω βαλανείων τιθεμένων· ἡ γὰρ ἀναφερομένη θερμασία τὸ αὐτὸ δρᾷ τῷ ἡλίῳ. κάλλιστον δʼ ἡγητέον τὸ ἐν Ῥόδῳ σκευασθὲν ἢ Κορίνθῳ ἢ Λακεδαίμονι· δευτερεύει δὲ τὸ ἐκ Δικαιαρχίας. ὀπτητέον δʼ αὐτὸ τὸν τρόπον τοῦτον· ἐπʼ ἀνθράκων πεπυρωμένων θεὶς ὄστρακον καινόν, μάλιστα Ἀττικόν, ἔμπασον λεῖον τὸ ψιμύθιον καὶ κίνει συνεχῶς· ὅταν δʼ ἐν τῇ χρόᾳ ἔνσποδον ὑπάρξῃ, ἀνελόμενος ψῦχε καὶ χρῶ. καῦσαι δὲ θέλων εἰς καινὴν λοπάδα λεῖον ἀπόδος, ἐπιθείς τε ἐπὶ τοὺς ἄνθρακας νάρθηκι κίνει, ἕως ἂν τῇ χρόᾳ σανδαράκῃ γένηται ὅμοιον, ἀνελόμενός τε χρῶ. τὸ δʼ οὕτως σκευασθὲν σάνδυξ ὑπό τινων προσαγορεύεται. πλύνεται δὲ τὸ ψιμύθιον ὁμοίως καδμείᾳ.
Ὦχραν δὲ ληπτέον τὴν κουφοτάτην καὶ μηλίνην διʼ ὅλου, κατακορῆ δὲ καὶ ἄλιθον, ἔτι δὲ καὶ εὐθρυβῆ καὶ Ἀττικὴν τῷ γένει. καυστέον δὲ καὶ πλυτέον καὶ ταύτην ὡς καδμείαν.