Ἐκ τῶν Διοσκουρίδου περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἀπὸ τοῦ ν στοιχείου ἕως τοῦ ω καὶ παρασκευαὶ αὐτῶν.
Νάρδου ἐστὶ δύο γένη· ἡ μὲν γάρ τις καλεῖται Ἰνδική, ἡ δὲ Συριακή, οὐχ ὅτι ἐν Συρίᾳ εὑρίσκεται, ἀλλʼ ὅτι τοῦ ὄρους ἐν ᾧ γεννᾶται τὸ μὲν πρὸς Συρίαν τέτραπται, τὸ δὲ πρὸς Ἰνδούς. καὶ τῆς λεγομένης Συριακῆς ἐστι βελτίων ἡ πρόσφατος, κούφη, πολύκομος, ξανθὴ τῇ χρόᾳ, εὐώδης ἄγαν, καὶ μετὰ τοῦ κυπερίζειν ἐν τῇ ὀσμῇ μικρὸν ἔχουσα τὸν στάχυν, πικρὰ τῇ γεύσει καὶ τῆς γλώσσης ἀναξηραντικὴ ἐπιμένουσά τε τῇ εὐωδίᾳ ἐφʼ ἱκανὸν χρόνον. τῆς δʼ Ἰνδικῆς ἡ μέν τις λέγεται Γαγγῖτις ἀπό τινος ποταμοῦ παραρρέοντος, Γάγγου καλουμένου, παρʼ ᾧ φύεται, ἀσθενεστέρα κατὰ δύναμιν οὖσα διὰ τὸ ἔφυδρον τῶν τόπων καὶ ἐπιμηκεστέρα πλείους τε ἔχουσα τοὺς στάχυας ἀπὸ τῆς αὐτῆς ῥίζης καὶ πολυκόμους καὶ περιπεπλεγμένους, βρωμώδης κατὰ τὴν ὀσμήν. ἡ δʼ ὀρεινοτέρα εὐωδεστέρα, κολοβός, τραχύς, κυπερίζουσα κατὰ τὴν εὐωδίαν ἔχουσά τε καὶ τὰ ἄλλα ἐν ἑαυτῇ ὅσα καὶ ἡ Συριακὴ λεγομένη. καλεῖται δέ τις καὶ Σαπφαρητική, ἀπὸ χωρίων ὠνομασμένη, μεγαλόσταχυς, λευκοτέρα, καυλὸν ἔσθʼ ὅτε μέσον ἔχουσα, ὑπεντραγίζοντα τῇ ὀσμῇ, ἣν δεῖ ἀπεκλέγεσθαι. πιπράσκεται δὲ καὶ ἀποβεβρεγμένη, ὅπερ γινώσκεται ἐκ τοῦ λευκὸν εἶναι τὸν στάχυν καὶ αὐχμηρὸν καὶ μὴ ἔχειν τὸν χνοῦν. δολοῦσι δʼ αὐτὴν ἐμφυσῶντες στίμι μεθʼ ὕδατος ἢ οἴνου φοινικίνου πρὸς τὸ συμπιλοῦσθαι αὐτὴν καὶ βαρυτέραν γίνεσθαι. ἐπὶ δὲ τῆς χρείας ἀφαιρεῖν δεῖ, εἰ προσείη πηλὸς ταῖς ῥίζαις, καὶ σήθειν χωρίζοντα τὸν κονιορτὸν εὐχρηστοῦντα εἰς χειρόνιπτρον. ἀποτίθεται δʼ εἰς τὰ ὀφθαλμικὰ ἐν ἀγγείῳ καινῷ ἀκωνήτῳ λειοτριβηθεῖσα σὺν οἴνῳ καὶ ἀναπλασθεῖσα.
Ἡ δὲ Κελτικὴ νάρδος γεννᾶται μὲν καὶ ἐν ταῖς κατὰ Λιγυρίαν Ἄλπεσιν, ἐπιχωρίως ὀνομαζομένη Γάλιον· γεννᾶται δὲ καὶ ἐν τῇ Ἰστρίᾳ. ἔστι δὲ θαμνίσκος μικρός, σὺν ταῖς ῥίζαις εἰς δεσμὰς ἀναλαμβανόμενος χειροπλήθεις· ἔχει δὲ καὶ φύλλα ἐπιμήκη, ὑπόξανθα· ἄνθος μήλινον· μόνων δὲ τῶν καυλῶν ἐστι καὶ τῶν ῥιζῶν ἡ χρῆσις καὶ ἡ εὐωδία, ὅθεν δεῖ πρὸ μιᾶς ἡμέρας καταρράναντας ὕδατι τὰς δεσμὰς καὶ χωρίζοντας τὸ γεῶδες τιθέναι ἐπʼ ἐδάφους νοτεροῦ προϋποκειμένου χάρτου, τῇ δʼ ὑστεραίᾳ καθαίρειν· οὐ γὰρ συναποτίλλεται τῷ ἀχυρώδει καὶ ἀλλοτρίῳ τὸ εὔχρηστον διὰ τὴν ἐκ τῆς ἰκμάδος εὐτονίαν. δολίζεται δὲ συναποδεομένης αὐτῇ πόας ἐμφεροῦς, ἣν διὰ τὸ περὶ τὴν ὀσμὴν βρωμῶδες τράγον καλοῦσιν. εὐχερὴς δʼ ἡ ἐπίγνωσις· ἄκαυλός τε γὰρ ἡ πόα ἐστὶ καὶ λευκοτέρα καὶ ἧττον ἐπιμήκη τὰ φύλλα ἔχει, οὐδὲ τὴν ῥίζαν πικρὰν καὶ ἀρωματίζουσαν ὥσπερ τῆς ἀληθινῆς ἔχει. ἀποκρίνας οὖν τὰ καυλία καὶ τὰς ῥίζας, τὰ δὲ φύλλα τρίψας, εἰ βούλοιο ἀποθέσθαι, ἀναλαμβάνων οἴνῳ λεῖα καὶ τροχίσκους ἀναπλάσας φύλασσε ἐν ὀστρακίνῳ ἀγγείῳ καινῷ πωμάζων ἐπιμελῶς. ἀρίστη δʼ ἐστὶν ἡ πρόσφατος καὶ εὐώδης, πολύρριζος, οὐκ εὔθρυπτος, πλήρης.
Ὀρεινὴ νάρδος γεννᾶται ἐν Κιλικίᾳ, φύλλα καὶ καυλοὺς ὅμοια ἠρυγγίῳ ἔχουσα, μικρότερα μέν, οὐ μὴν τραχέα καὶ ἀκανθώδη· ῥίζαι δʼ ὕπεισι μέλαιναι, εὐώδεις, δύο ἢ πλείους ὥσπερ ἀσφοδέλου, ἰσχνότεραι καὶ λευκότεραι καὶ μικρότεραι πολλῷ· καυλὸν δʼ οὐδὲ καρπὸν οὐδʼ ἄνθος φέρει. ποιεῖ δʼ ἡ ῥίζα πρὸς ἃ καὶ ἡ Κελτικὴ νάρδος.
Νάρκισσος· τὰ μὲν φύλλα πράσῳ ἔοικε, ναστὰ δὲ καὶ μικρότερα παρὰ πολύ· καυλίον μικρόν, κενόν, ἄφυλλον, μεῖζον σπιθαμῆς, ἐφʼ οὗ ἄνθος λευκόν, ἔσωθεν κροκῶδες, ἐνίων δὲ πορφυροειδές· ῥίζα λευκή, στρογγύλη, βολβοειδής· καρπὸς ὡς ἐν ὑμένι μέλας, προμήκης. φύεται κάλλιστος ἐν ὀρεινοῖς, εὐώδης, ὁ δὲ λοιπὸς ἐν πεδίοις καὶ ἀμμώδεσι πρασίζει καὶ βοτανώδη τὴν ἀποφορὰν ἔχει.
Νάσκαφον — οἱ δὲ νάκαφθον — ἐκ τῆς Ἰνδικῆς κομίζεται. ἔστι δὲ φλοιῶδες, συκαμίνου λεπίσματι ἐοικός, θυμιώμενον διὰ τὴν εὐωδίαν.
Νυμφαία φύεται ἐν ἕλεσι καὶ ὕδασι στασίμοις. φύλλα ὅμοια ἔχει κιβωρίῳ, μικρότερα καὶ ἐπιμηκέστερα ποσῶς, ὑπερέχοντα τοῦ ὕδατος, τὰ δὲ καὶ ἐν αὐτῷ τῷ ὕδατι, πλείονα ἐκ τῆς αὐτῆς ῥίζης· ἄνθος λευκόν, κρίνῳ ὅμοιον, ἔχον δὲ κροκῶδες τὸ μέσον, ὅταν δʼ ἀπανθήσῃ, στρογγύλον, μήλῳ παραπλήσιον· γίνεται ἡ μήκωνος κεφαλὴ μέλαινα, ἐν ᾧ ὁ καρπὸς πλατύς, πυκνός, γευομένῳ γλίσχρος· ὁ δὲ καυλὸς οὐ λεῖος, παχύς, μέλας, ὅμοιος τῷ τοῦ κιβωρίου· ῥίζα μέλαινα, παχεῖα, ῥοπαλοειδής, ἥτις τέμνεται φθινοπώρῳ. εὑρίσκεται δὲ πολλὴ ἐν τῇ Κιλικίᾳ ἐπὶ τοῦ Ἀνίγρου ποταμοῦ καὶ τῆς Βοιωτίας ἐν Ἁλιάρτῳ. γίνεται δὲ καὶ ἄλλη νυμφαία φύλλοις ὁμοία τῇ πρὸ αὐτῆς· ῥίζα μέντοι λευκὴ καὶ τραχεῖα· ἄνθος μήλινον καὶ στίλβον ὡς ῥόδον. φύεται ἐν τοῖς περὶ Θεσσαλίαν ἐν τῷ Πηνειῷ ποταμῷ.
Ξάνθιον ἢ φάσγανον φύεται ἐν εὐγείοις καὶ λίμναις. καυλὸν ἔχει λιπαρόν, γωνοειδῆ καὶ ἐπʼ αὐτοῦ μασχαλίδας πλείονας· ἀτραφάξυϊ τὰ φύλλα ἐμφερῆ, ἐντομὰς ἔχοντα, καρδάμῳ δὲ τὴν ὀσμὴν παραπλήσιον· καρπὸν δὲ στρογγύλον ὡσανεὶ ἐλαίαν μεγάλην, ἀκανθώδη ὡς πλατάνου σφαιρία, ἐλλαμβανόμενον ἱματίων.
Ξιρίς — οἱ δʼ ἶριν ἀγρίαν, Ῥωμαῖοι δὲ γλαδίολον καλοῦσι — τὸ μὲν φύλλον ἔχει ἴριδι ὅμοιον, πλατύτερον δὲ καὶ ἐξ ἄκρου ὀξύ· καυλὸν δʼ ἐκ μέσου τῶν φύλλων ἀνίησι πηχυαῖον, ἱκανῶς παχύν, ἐφʼ οὗ λοβοὶ τρίγωνοι καὶ ἐπʼ αὐτοῖς ἄνθος πορφυροῦν, τὸ δʼ ἐν μέσῳ φοινικοῦν· καρπὸς δʼ ἐν θυλακίοις ὀρόβοις ὅμοιος, στρογγύλος, μέγας, δριμύς· ῥίζα δὲ πολυγόνατος, μακρά, πυρρά.
Ξίφιον — οἱ δὲ φασγάνιον διὰ τὸ τοῦ φύλλου σχῆμα· ἔοικε δʼ ἴριδι, ἔλαττον δὲ καὶ στενότερον καὶ ἄποξυ ὡς μαχαίριον, ἰνῶδες· καυλὸν δʼ ἀνίησι πηχυαῖον, ὀποῦ μεστόν, ἐφʼ οὗ ἄνθη πορφυρᾶ, στοιχηδὸν ἀπʼ ἀλλήλων διεστῶτα· καρπὸν στρογγύλον· ῥίζας δύο, τὴν μίαν ἐπὶ τῆς ἑτέρας καθημένην ὥσπερ βολβία μικρά· τούτων ἡ μὲν κάτω ἰσχνή, ἡ δʼ ἄνωθεν ἁδροτέρα. φύεται μάλιστα ἐν ἀρούραις.
Οἰνάνθη τὰ μὲν φύλλα ἔχει ὥσπερ σταφυλῖνος· ἄνθη δὲ λευκά, παχὺν καυλὸν σπιθαμιαῖον· καρπὸν δʼ ὥσπερ ἀτραφάξυος· ῥίζαν μεγάλην, κεφαλὰς ἔχουσαν πλείονας, στρογγύλας. φύεται ἐν πέτραις.
Οἰνάνθη καλεῖται καὶ ὁ τῆς ἀγρίας ἀμπέλου καρπός, ὁπότε ἀνθεῖ. ἀποτίθεσθαι δὲ δεῖ αὐτὸν εἰς ἀκώνητον ἀγγεῖον ὀστράκινον συλλέγοντας καὶ ξηραίνοντας ἐπʼ ὀθονίου ἐν σκιᾷ.
Ὀμφάκιόν ἐστι χυλὸς ὄμφακος θασίας σταφυλῆς μήπω περκαζούσης ἢ Ἀμινναίας· δεῖ δὲ πρὸ Κυνὸς ἐκθλίβειν τὸν χυλὸν ἡλιάζειν τε ἐν χαλκώματι ἐρυθροῦ χαλκοῦ ἐσκεπασμένου ὀθονίῳ, μέχρις οὗ συστραφῇ ὅλον, ἀεὶ τὸ περιπηγνύμενον μιγνύντας τῷ ὑγρῷ, νύκτωρ μέντοι αἴρειν αὐτὸ ἀπὸ τοῦ αἰθρίου· κωλύουσι γὰρ αἱ δρόσοι τὴν σύστασιν. ἐκλέγου δὲ τὸ ξανθὸν καὶ εὐθρυβές, στῦφον ἱκανῶς καὶ δάκνον τὴν γλῶσσαν· ἔνιοι δʼ ἕψοντες τὸν χυλὸν συστρέφουσιν.
Ὀνάγραν — οἱ δʼ ὀνόγυριν — θάμνος ἐστὶ δενδρώδης, εὐμεγέθης, φύλλα ἔχων ἀμυγδαλῇ παραπλήσια, πλατύτερα καὶ ἐμφερῆ τοῖς τοῦ κρίνου· ἄνθη ῥοδοειδῆ, μεγάλα· ῥίζαν μακράν, λευκήν· ξηρανθεῖσα οἴνου ὀδμὴν ἀποδίδωσιν. φύεται ἐν ὀρεινοῖς χωρίοις.
Ὀνοβρυχὶς τὰ μὲν φύλλα ἔχει ὅμοια φακῷ, μικρῷ μακρότερα· καυλὸν σπιθαμιαῖον· ἄνθος φοινικοῦν· ῥίζαν μικράν. φύεται ἐν καθύγροις καὶ ἀγρίοις χωρίοις.
Ὄνυξ πῶμά ἐστι κογχυλίου ὅμοιον τῷ τῆς πορφύρας, εὑρισκόμενον ἐν Ἰνδίᾳ ἐν ταῖς ναρδοφόροις λίμναις· διὸ καὶ ἀρωματίζει νεμομένων τῶν κογχυλίων τὴν νάρδον. διαφέρει δʼ ὁ ἀπὸ τῆς Ἐρυθρᾶς θαλάττης κομιζόμενος, ὑπόλευκος ὢν καὶ λιπαρός, μέλας δʼ ὁ ἀπὸ Βαβυλῶνος καὶ μικρότερος· ἀμφότεροι δʼ εὐώδεις θυμιώμενοι, καστορίζοντες τῇ ὀσμῇ ποσῶς.
Ὀξυάκανθος δένδρον ἐστὶ παραπλήσιον ἀχράδι, μικρότερον δὲ καὶ ἀκανθῶδες ἄγαν. καρπὸν φέρει μύρτοις ἐμφερῆ, ἁδρόν, ἐρυθρόν, ἀραιόν, ἔνδοθεν πυρῆνας ἔχοντα· ῥίζαν δὲ πολυσχιδῆ καὶ βαθεῖαν.
Ὀρεοσέλινον· καυλός ἐστι σπιθαμιαῖος εἷς ἐκ ῥίζης λεπτῆς, περὶ δʼ αὐτὸν κλωνία καὶ κεφάλια κωνείῳ παρεμφερῆ, λεπτότερα μέντοι ἱκανῶς, ἐφʼ ὧν καρπὸς ὑπομήκης, δριμύς, εὐώδης, ἐοικὼς κυμίνῳ. φύεται ἐν τόποις ὀρεινοῖς.
Ὀρεστεία πόα ἐστὶ μικρὰ ὑπὲρ γῆς ὡς τριῶν δακτύλων ἢ τεσσάρων· φύλλα δʼ ἔχει καὶ κλήματα κορωνόποδι παραπλήσια ἢ ἀγρώστει, στυπτικά· ῥίζαν φέρει σφόδρα λεπτὴν ὡς τρίχα, λευκήν, οἰνώδη, μῆκος δακτύλων τεσσάρων. φύεται ἐν γεωλόφοις.
Ὀρίγανος Ἡρακλεωτική — οἱ δὲ κονίλην καλοῦσι — φύλλον ἔχει ἐμφερὲς ὑσσώπῳ, σκιάδειον δʼ οὐ τροχοειδές, ἀλλʼ ὥσπερ διερρινημένον καὶ ἐπʼ ἄκρῳ τῶν ῥάβδων τὸ σπέρμα οὐ πυκνόν.
Ὀρίγανος ὀνῖτις καλουμένη λευκοτέρα τοῖς φύλλοις ἐστί, μᾶλλον προσεοικυῖα ὑσσώπῳ, καὶ τὸ σπέρμα ὥσπερ κορύμβους ἐν συνεχείᾳ ἐπικειμένους ἔχει. δύναται δὲ ταὐτὰ τῇ Ἡρακλεωτικῇ, οὐχ οὕτως μέντοι δραστικὴ καθέστηκεν.
Ἡ δʼ ἀγρία ὀρίγανος, ἣν πάνακες Ἡράκλειον, οἱ δὲ κονίλην καλοῦσιν, ἔχει τὰ μὲν φύλλα ὅμοια ὀριγάνῳ, ῥαβδία δὲ σπιθαμιαῖα, λεπτά, ἐφʼ ὧν σκιάδεια ὅμοια ἀνήθῳ, λευκά· ῥίζα λεπτή, ἄχρηστος.
Ὅρμινον πόα ἐστὶν ἐμφερὴς πρασίῳ τοῖς φύλλοις· καυλὸς τετράγωνος, ἡμιπηχυαῖος, περὶ ὃν ἐξοχαὶ ὅμοιαι λοβοῖς ὡς ἐπὶ τὴν ῥίζαν νενευκυῖαι, ἐν αἷς σπέρμα διάφορον· ἐπὶ μὲν γὰρ τοῦ ἀγρίου στρογγύλον εὑρίσκεται, φαιόν, ἐπὶ τοῦ ἑτέρου ἐπίμηκες καὶ μέλαν, οὗπερ καὶ ἡ χρῆσις.
Ὀρόβινον ἄλευρον σκευάζεται οὕτως· ἐκλέξας τοὺς εὐτρόφους καὶ λευκοὺς ῥαῖνε ὕδατι ἀναπιὼν ἐάσας τε ἐφʼ ἱκανὸν συμπιεῖν φρῦγε, ἄχρις ἂν οὗ περιρραγῇ ὁ φλοιός, εἶτʼ ἀλέσας καὶ διασήσας κοσκίνῳ λεπτῷ ἀπόθου.
Ὄρχις — οἱ δὲ κυνόρχις — φύλλα ἔχει κατὰ γῆς ἐστρωμένα περὶ τὸν καυλὸν καὶ τὸν πυθμένα, ἐλαίᾳ μαλακῇ ὅμοια, στενότερα δὲ καὶ μακρότερα· καυλία σπιθαμῆς τὸ μῆκος, ἐφʼ ὧν ἄνθη πορφυροειδῆ· ῥίζαν βολβοειδῆ, ἐπιμήκη, διπλῆν, στενὴν ὡς ἐλαίας, τὴν μὲν ἀνωτέρω, τὴν δὲ κατωτέρω, καὶ τὴν μὲν πλήρη, τὴν δὲ μαλακὴν καὶ ῥυσήν.
Ὄρχις ἕτερος, ὃν σεραπιάδα ἔνιοι ἐκάλεσαν· τὰ δὲ φύλλα ἔοικε πράσῳ, ὑπομήκη, πλατύτερα δὲ καὶ λιπαρά· καυλὸς σπιθαμῆς· ἄνθη ὑπόπυρρα, πορφυρᾶ· ῥίζα δʼ ὕπεστιν ὀρχιδίοις ὁμοία.
Ὄρχεις κάστορος· ἐκλέγου δʼ ἀεὶ τοὺς συνεζευγμένους ὄρχεις ἐκ μιᾶς ἀρχῆς· ἀδύνατον γὰρ δύο φύσας ἐζευγμένας ἐν ἑνὶ ὑμένι εὑρεῖν· καὶ τοὺς τὸ ἐντὸς ἔχοντας κηροειδές, βαρύοσμον, βρωμῶδες, δριμύ, δηκτικόν, εὔθρυπτον, διαφραττόμενον συνεχῶς φυσικοῖς ὑμέσιν. δολοῦσι δέ τινες αὐτούς, ἀμμωνιακὸν ἢ κόμμι συμπεφυραμένον αἵματι καστορείῳ, ἐγχέοντες εἰς φύσας καὶ ξηραίνοντες· μάτην δʼ ἱστορεῖται ὅτι διωκόμενον τὸ ζῷον ἀποσπᾷ τοὺς διδύμους καὶ ῥίπτει· ἀδυνατεῖ γὰρ ἅψασθαι αὐτῶν προστύπων ὄντων ὥσπερ ὑός. δεῖ δὲ διελόντας τὸ δέρμα κομίζεσθαι σὺν τῷ περιέχοντι ὑμένι τὸ ὑγρόν, μελιτῶδες ὄν, καὶ οὕτω ξηραίνοντας ἀποτίθεσθαι.
Ὄσιρις· φρυγάνιον μέλαν, λεπτόν· ῥαβδίον δύσθραυστον, καὶ περὶ αὐτὸ φυλλάρια ὥσπερ λίνου, μέλανα κατʼ ἀρχάς, μεταβάλλοντα δʼ ὑπέρυθρα γίνεται.
Πάνακες — οἱ δʼ Ἡράκλειον· ἐξ οὗ ὁ ὀποπάναξ συλλέγεται, καὶ πλεῖστον γεννᾶται ἐν Βοιωτίᾳ καὶ ἐν Ψωφίδι τῆς Ἀρκαδίας, ὥστε καὶ ἐπίτηδες κηπεύεσθαι διὰ τὴν ἐκ τοῦ ὀποῦ πρόσοδον. φύλλα ἔχει τραχέα, χαμαιπετῆ, χλωρὰ σφόδρα πρὸς τὰ τῆς συκῆς ἐν τῷ περιφερεῖ ἐσχισμένα πενταμερῶς· καυλὸν ὥσπερ νάρθηκα ὑψηλότατον, ἔχοντα χνοῦν λευκὸν καὶ φύλλα τὰ περὶ αὐτὸν μικρότερα· σκιάδειον δʼ ἐπʼ ἄκρου ὡς ἀνήθου· ἄνθος μήλινον· σπέρμα εὐῶδες καὶ πυρωτικόν· ῥίζας πλείονας ἐκ μιᾶς ἀρχῆς, λευκάς, βαρυόδμους, παχὺν ἐχούσας τὸν φλοιόν, ὑποπίκρους ἐν τῇ γεύσει. φύεται δὲ καὶ ἐν Κυρήνῃ τῆς Λιβύης καὶ Μακεδονίᾳ. ὀπίζεται δʼ ἡ ῥίζα ἐπί τι τεμνομένη ἄρτι βλαστανόντων καυλῶν· ἀνίησι δὲ λευκὸν ὀπόν, ὃς ξηρανθεὶς κατὰ τὴν ἐπιφάνειαν κροκίζει· δέχονται δὲ τὸ ἀπορρέον φύλλα προϋποτιθέντες εἰς κεκοιλασμένον τὸ ἔδαφος, ἀναιροῦνται δὲ ξηρανθέντα· ὀπίζουσι δὲ καὶ τὸν καυλὸν ἐντέμνοντες περὶ τὸν πυραμητὸν καὶ ὁμοίως ἐκδεχόμενοι τὸ ἀπορρέον. εἰσὶ δὲ τῶν ῥιζῶν βελτίους αἱ ξηραὶ καὶ λευκαὶ καὶ τεταναὶ καὶ ἄβρωτοι, πυρώδεις ἐν τῇ γεύσει καὶ ἀρωματίζουσαι· καρπὸς δʼ εὔθετος ἐκ μέσου τοῦ νάρθηκος· ὁ γὰρ ἐκ τῶν παραφυάδων ἐστὶν ἀτροφώτερος. τοῦ δʼ ὀποῦ διαφέρει ὁ πικρότατος τῇ γεύσει, ἔνδοθεν λευκός, ἔξωθεν δὲ κροκίζων, λεῖος, λιπαρός, εὔθρυπτος, ταχέως διιέμενος, βαρύοδμος· ὁ δὲ μέλας φαῦλος καὶ ὁ μαλακός· δολοῦται γὰρ ἀμμωνιακῷ καὶ κηρῷ, δοκιμάζεται δʼ ὕδατι διατριβόμενος τοῖς δακτύλοις· ὁ γὰρ ἄδολος ἀνίεται καὶ γαλακτοῦται.
Πάνακες Ἀσκλήπιον καὶ Χειρώνειον ἀνίησιν ἀπὸ γῆς καυλὸν λεπτόν, γόνασι διειλημμένον, πηχυαῖον, περὶ ὃν τὰ φύλλα ὅμοια μαράθῳ, μείζονα δὲ καὶ δασύτερα, δυσώδη, καὶ ἐπάνω σκιάδειον, ἐφʼ οὗ τὰ ἄνθη χρυσοειδῆ, δριμέα, εὐώδη· ῥίζα δὲ μικρά, λεπτή. καλοῦσί τινες πάνακες καὶ τὴν ἀγρίαν ὀρίγανον, οἱ δὲ κονίλην, περὶ ἧς εἴρηται ἐν τοῖς περὶ ὀριγάνων.
Πάνακες Χειρώνειον φύεται μάλιστα ἐν Πηλίῳ τῷ ὄρει· φύλλα δʼ ἔχει ἐμφερῆ μαράκῳ· ἄνθη χρυσοειδῆ· ῥίζαν λεπτὴν καὶ οὐ βαθεῖαν· γευομένῳ δὲ δριμεῖα ἡ πόα.
Παγκράτιον — οἱ δὲ καὶ τοῦτο σκίλλαν καλοῦσι· ῥίζα ἐστὶ βολβῷ μεγάλῳ ὁμοία, ὑπόπυρρος, πικρά, πυρώδης πρὸς τὴν γεῦσιν, φύλλα δὲ κρίνῳ ὅμοια ἔχουσα, μακρότερα δέ.
Παρθένιον — οἱ δὲ μάρακον, οἱ δὲ καὶ τοῦτο λευκάνθεμον — φύλλα ἔχει κορίῳ ὅμοια· ἄνθη λευκὰ κύκλῳ, τὸ δὲ μέσον μήλινον, ὀσμῇ ὑπόβρωμον, τῇ δὲ γεύσει πικρίζον.
Παρωνυχία φύεται ἐν πέτραις. θαμνίσκιον ὅμοιον πέπλῳ, τῷ μήκει ἔλαττον, τοῖς δὲ φύλλοις μεῖζον.
Πέπερ καρπὸν ἀνίησι κατʼ ἀρχὰς μὲν προμήκη καθάπερ λοβούς, ὅπερ ἐστὶ μακρὸν πέπερι, ἔχοντα ἐντὸς κέγχρῳ λεπτῇ παραπλήσια, τὸ μέλλον ἔσεσθαι πέπερι τέλειον, ὅπερ κατὰ τοὺς οἰκείους χρόνους ἀναπλούμενον βότρυς ἀνίησι κόκκους φέροντας, οἵους ἴσμεν, τοὺς δὲ καὶ ὀμφακώδεις, οἵτινές εἰσι τὸ λευκὸν πέπερι, εὐθετοῦν μάλιστα εἰς τὰ ὀφθαλμικὰ καὶ ἀντιδότους· τὸ δὲ μέλαν ἥδιον, δριμύτερον τοῦ λευκοῦ· τὸ δὲ λευκὸν ὀμφακίζον ἀσθενέστερον τῶν προειρημένων. ἐκλέγου δὲ τὸ βαρύτερον καὶ πλῆρες, μέλαν, μὴ σφόδρα ῥυσόν, πρόσφατον καὶ μὴ πιτυρῶδες. εὑρίσκεται δέ τι ἐν τῷ μέλανι ἄτροφον καὶ κενόν, κοῦφον, ὃ καλεῖται βράσμα· φώγνυται δʼ ἐπʼ ὀστράκῳ καινῷ ἐπʼ ἀνθράκων κινούμενον. ἡ δὲ ῥίζα αὐτοῦ οὐκ ἔστι ζιγγίβερι, ὡς ἔνιοι ὑπέλαβον· ἔοικε μέντοι κόστῳ, θερμαίνει δὲ τὴν γεῦσιν.
Πέπλος — οἱ δὲ συκῆν, οἱ δὲ μήκωνα ἀφρώδη καλοῦσι — θαμνίσκος ἐστὶν ὀποῦ μεστὸς λευκοῦ, ἔχον φύλλον μικρόν, ὅμοιον πηγάνῳ καὶ πλατύτερον· ἡ δὲ σύμπασα κόμη ὡς σπιθαμῆς, περιφερής, ἐκκεχυμένη ἐπὶ τῆς γῆς καὶ ἐπὶ τοῖς φύλλοις ὁ καρπὸς μικρός, στρογγύλος· ῥίζαν ἔχει μίαν, ἄχρηστον. γεννᾶται ἐν κήποις ἀμπελῶσι· συνάγεται ἐν πυραμητῷ ξηραινομένη ἐν σκιᾷ καὶ συνεχῶς στρεφομένη. ἀποτίθεται δʼ αὐτῆς ὁ καρπὸς ἀποβρασθείς.
Πέπλος — οἱ δʼ ἀνδράχνην ἀγρίαν, Ἱπποκράτης δὲ πέπλιον καλεῖ — φύεται μάλιστα ἐν παραθαλαττίοις τόποις. θάμνος ἀμφιλαφής, ὀποῦ μεστὸς λευκοῦ, φύλλον ἔχων ὅμοιον τῇ κηπαίᾳ ἀνδράχνῃ, περιφερὲς δʼ ἐκ τῶν κάτωθεν, ἐνερυθές· καὶ ὁ καρπὸς δὲ στρογγύλος ὑποκάτω τῶν φύλλων ὥσπερ τοῦ πέπλου, πυρώδης τῇ γεύσει· ῥίζα λεπτή, ἄχρηστος. συλλέγεται δὲ καὶ ἀποτίθεται καὶ ταριχεύεται καὶ δίδοται ὥσπερ ὁ πέπλος, δύναμιν ἔχων τὴν αὐτήν.
Περικλύμενον — οἱ δὲ σπλήνιον, οἱ δὲ καὶ τοῦτο κλύμενον καλοῦσι· θαμνίσκος δʼ ἐστὶν ἁπλοῦς, ἔχων καυλὸν τετράγωνον καὶ ἐκ διαστήματος φυλλάρια περιειληφότα αὐτὸν ὑπόλευκα, κισσοειδῆ, καὶ παρὰ τὰ φύλλα ἐκβλαστήσεις, ἐφʼ ὧν καρπὸς κισσῷ παραπλήσιος οἱονεὶ ἐπικείμενος τῷ φύλλῳ, σκληρός, δυσαπόσπαστος· ῥίζα μακρά. φύεται ἐν χαράδραις καὶ φραγμοῖς, ἐμπεριειλουμένη τοῖς πλησιάζουσι θάμνοις.
Περιστέριον φύεται ἐν τοῖς ἐνύδροις τόποις· δοκεῖ δʼ ὠνομάσθαι ἐκ τοῦ τὰς περιστερὰς ἡδέως ἐνδιατρίβειν αὐτῇ. ἡ πόα δʼ ἐστὶ σπιθαμῆς ἔχουσα ἢ καὶ μεῖζον ὕψος· πέταλα δʼ ἐντετμημένα, ὑπόλευκα, ἐκπεφυκότα ἐκ τοῦ καυλοῦ· μονόκλαδος δʼ ὡς τὸ πολὺ καὶ μονόρριζος εὑρίσκεται.
Περσαία δένδρον ἐστὶν ἐν Αἰγύπτῳ.
Πετασῖτις· μόσχος μείζων πήχεως, δακτύλου μεγάλου τὸ πάχος, ἐφʼ οὗ φύλλον πετασῶδες, μέγα, προσκείμενον ὥσπερ μύκης.
Πευκέδανον καυλὸν ἀνίησιν ἰσχνόν, μαράθῳ ὅμοιον· κόμην δʼ ἴσχει ἱκανὴν καὶ πυκνήν· ἄνθος μήλινον· ῥίζαν μέλαιναν, βαρύοσμον, ἁδράν, μεστὴν ὀποῦ. φύεται ἐν ὄρεσι συσκίοις. ὀπίζεται δὲ τῆς ῥίζης ἁπαλῆς ἀποτεμνομένης μαχαιρίῳ, καὶ τὸ ἀπορρέον εὐθέως ἐν σκιᾷ τίθεται. ἐν δὲ τῷ συλλέγεσθαι ποιεῖ κεφαλαλγίαν καὶ σκοτώματα, ἐὰν μή τις προδιαχρίσηται τὰς ῥῖνας ῥοδίνῳ καὶ τὴν κεφαλὴν προεμβρέξῃ. ἄχρηστος δὲ γίνεται ἡ ὀπισθεῖσα ῥίζα· ὀπίζονται δὲ καὶ οἱ καυλοὶ καὶ χυλίζονται ὡς μανδραγόρας· ἧττον δʼ ἐνεργεῖ τοῦ ὀποῦ ὁ χυλὸς καὶ τάχιον ἐκπνεῖ. εὑρίσκεται δʼ ἐνίοτε προσπεπηγὸς δάκρυον ὅμοιον τῷ λιβανωτῷ πρὸς τοῖς καυλοῖς καὶ ταῖς ῥίζαις. τοῦ δʼ ὀποῦ διαφέρει ὁ ἐν Σαρδόνι καὶ Σαμοθρᾴκῃ γεννώμενος, βαρύοδμος, ἔγκιρρος, θερμαίνων γεῦσιν.
Πήγανον τὸ ὀρεινὸν τοῦ ἡμέρου δριμύτερον καὶ ἄθετον πρὸς βρῶσιν· τοῦ δὲ κηπευτοῦ ἐδωδιμώτερον τὸ παρὰ ταῖς συκαῖς φυόμενον.
Πήγανον ἄγριον, ὃ μῶλυ καλοῦσί τινες, γινόμενον ἐν Καππαδοκίᾳ καὶ Γαλατίᾳ τῇ κατʼ Ἀσίαν· ἔστι δὲ θάμνος ἀπὸ μιᾶς ῥίζης ῥάβδους πλείονας ἀναφέρων, φύλλα μακρότερα πολλῷ τοῦ ἄλλου πηγάνου ἔχων, τρυφερώτερα, βαρύοσμα· ἄνθος λευκόν, ἐπʼ ἄκρου δὲ κεφάλια μείζονα ὀλίγῳ τοῦ πηγάνου τοῦ ἡμέρου, ἐκ τριῶν μάλιστα συγκείμενα μερῶν, ἐν οἷς σπέρμα ὑπόκιρρον, τρίγωνον, πικρὸν ἱκανῶς πρὸς γεῦσιν, οὗ καὶ ἡ χρῆσις. φθινοπώρου τε ἐκπεπαίνεται τὸ σπέρμα. καλοῦσι δʼ αὐτὸ ἔνιοι ἁρμάλα, Σύροι δὲ βήσσασαν, Καππάδοκες μῶλυ, ἐπειδὴ καὶ κατὰ ποσὸν σῴζει τὴν πρὸς τὸ μῶλυ ἐμφέρειαν, τῇ ῥίζῃ μέλαν, τῷ ἄνθει λευκὸν ὑπάρχον. φύεται ἐν γεωλόφοις καὶ εὐγείοις χωρίοις.
Πίσσα ὑγρὰ συνάγεται ἐκ τῶν λιπαρωτάτων ξύλων, πεύκης καὶ πίτυος· ἔστι δὲ καλὴ ἡ στίλβουσα καὶ λεία καὶ καθαρά. γίνεται καὶ πισσέλαιον ἐκ τῆς πίσσης, χωριζομένου τοῦ ὑδατώδους αὐτῆς· ἐφίσταται δὲ τοῦτο καθάπερ ὀρὸς καὶ ἐκλαμβάνεται ἐν τῇ ἑψήσει τῆς πίσσης ὑπεραιωρουμένου ἐρίου καθαροῦ, ὅπερ, ὅταν ἐκ τοῦ ἀναφερομένου ἀτμοῦ γένηται διάβροχον, ἐκθλίβεται εἰς ἀγγεῖον· καὶ τοῦτο γίνεται, ἐφʼ ὅσον ἂν ἡ πίσσα ἕψηται. συνάγεται δὲ καὶ λιγνὺς ἐκ τῆς ὑγρᾶς πίσσης οὕτως· εἰς λύχνον καινὸν ἐλλελυχνιασμένον ἀποδούς τι τῆς πίσσης ἅψον καὶ πωμάσας κεραμέῳ ἀγγείῳ κριβανώδει, ἄνωθεν μὲν περιφερεῖ καὶ στενῷ, κάτωθεν δὲ τρῆμα ἔχοντι καθάπερ οἱ κλίβανοι, ἔα καίεσθαι· ὅταν δʼ ἀναλωθῇ τὸ πρότερον ὑγρόν, ἄλλο ἐπίχεε, ἕως ἂν αἰθαλώσῃς τὸ πρὸς τὴν λιγνὺν αὔταρκες, καὶ χρῶ. —Ἡ δὲ ξηρὰ πίσσα ἑψομένης τῆς ὑγρᾶς γίνεται· ἔστι δʼ αὐτῆς ἡ μέν τις ἰξώδης, ἡ δὲ ξηρά, καλὴ δʼ ἐστὶν ἡ λιπαρὰ καὶ καθαρὰ καὶ ἰξώδης καὶ ὑπόκιρρος, ῥητινώδης· τοιαύτη δʼ ἐστὶν ἡ Λυκία καὶ Βρυττία ἅτε δύο φύσεων ἐχόμεναι, πίσσης ἅμα καὶ ῥητίνης. —Καλεῖταί τις καὶ πιττάσφαλτος, γεννωμένη ἐν Ἀπολλωνίᾳ τῇ πρὸς Ἐπιδάμνῳ, ἥτις ἐκ τῶν Κεραυνίων ὀρῶν συγκαταφέρεται τῇ τοῦ ποταμοῦ ῥύμῃ καὶ ἐκβράσσεται εἰς τὰς ἠϊόνας βωλοειδῶς πεπηγυῖα, ὄζουσα πίσσης μεμιγμένης ἀσφάλτῳ.
Πολεμώνιον — οἱ δὲ Φιλεταίρειον· κλωνία λεπτά, τεταρσωμένα· φύλλα ὀλίγῳ μείζονα πηγάνου, ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ πολυγόνου ἢ τῆς καλαμίνθης· ἐπʼ ἄκρων δʼ αὐτῶν ὥσπερ κόρυμβοι, ἐν οἷς τὸ σπέρμα μέλαν· ῥίζα πηχυαία, ὑπόλευκος, ἐμφερὴς στρουθίῳ. φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι τόποις.
Πόλιον τὸ μέν ἐστιν ὀρεινόν, ὃ καὶ τεύθρειον καλεῖται, οὗ καὶ ἡ χρῆσις· θαμνίον δʼ ἐστὶ λευκόν, λειπόφυλλον, σπιθαμιαῖον, καρποῦ πλῆρες, ἔχον κεφάλιον ἐξ ἄκρου κορυμβοειδές, μικρὸν ὡς πολιὰν τρίχα, βαρύοδμον, μετὰ ποσῆς εὐωδίας· τὸ δʼ ἕτερον ἀμμωδέστερον, οὐχ οὕτως εὔτονον ἐν ὀσμῇ καὶ ἀδρανέστερον.
Πολύγαλον — οἱ δʼ ὄσιριν — καυλὸν σπιθαμιαῖον ἔχει· φύλλα φακοειδῆ· γευομένῳ ὑπόστρυφνον.
Πολύγονον ἄρρεν — οἱ δὲ καρκίνηθρον, οἱ δὲ τευθρόβανον, οἱ δὲ κλῆμα· ἔστι δὲ πόα κλῶνας ἔχουσα λεπτούς, τρυφερούς, πολλούς, γόνασι διειλημμένους, ἕρποντας ἐπὶ γῆς ὥσπερ ἄγρωστις· φύλλα δὲ πηγάνῳ ὅμοια, ἐπιμηκέστερα καὶ μαλακώτερα· ἔχει δὲ καρπὸν παρʼ ἕκαστον φύλλον, ὅθεν καὶ ἄρρεν καλεῖται· ἄνθος λευκὸν ἢ φοινικοῦν.
Πολύγονον θῆλυ θαμνίον ἐστὶ πολύκλωνον, τρυφερόν, καλαμοειδές, γόνατα συνεχῆ ἔχον ἐγκείμενα ἀλλήλοις ὥσπερ σάλπιγγας, καὶ περὶ τοῖς γόνασι κύκλῳ ἐξοχὰς φυλλαρίοις πίτυος ἐοικυίας· ῥίζα ἀχρεῖος. φύεται παρὰ τοῖς ὕδασιν.
Πολυγόνατον φύεται ἐν ὄρεσι. θάμνος ἐστὶ μείζων πήχεως, φύλλα ἔχων ὅμοια δάφνης, πλατύτερα δὲ καὶ λειότερα· γευσαμένῳ ὅμοιόν τι μήλῳ κυδωνίῳ ἢ ῥοιᾷ μετὰ στύψεως προσβάλλει· καθʼ ἑκάστην δʼ ἔκφυσιν ἄνθη λευκά, τῷ πλήθει ὑπερέχοντα τοῦ ἀριθμοῦ ἀπὸ τῆς ῥίζης ἡνωμένα· ῥίζαν δὲ λευκήν, μακράν, μαλακήν, πολυγόνατον, δασεῖαν, βαρύοσμον, πάχος ἔχουσαν δακτύλου.
Πολύκνημον θαμνίον ἐστὶ φρυγανῶδες· ἔχει φύλλον ὀριγάνῳ ἐμφερές· καρπὸν πολυγόνατον ὥσπερ γλήχων· οὐκ ἔχει μέντοι σκιάδειον, ἐπʼ ἄκρῳ δὲ κορύμβια δριμύ τι μετέχον εὐωδίας ἀποπνέοντα.
Πολυπόδιον φύεται ἐν πέτραις βρύα ἐχούσαις καὶ ἐν ἄντροις ἢ πρέμνοις ἐπὶ τῶν δρυῶν, σπιθαμῆς ἔχον ὕψος ὅμοιον πτέριδι, ὑπόδασυ, ἐντετμημένον, οὐ μὴν οὕτως λεπτοσχιδῶς· ῥίζα δʼ ὕπεστι δασεῖα, πλεκτάνας ὥσπερ πόλυπος ἔχουσα, πάχος μικροῦ δακτύλου, ξυσθεῖσα δʼ ἔνδοθεν χλωρά, στρυφνὴ κατὰ τὴν γεῦσιν καὶ ὑπόγλυκυς.
Ποτίρριον — οἱ δὲ φρύνιον, Ἴωνες δὲ νεῦρα, οἱ δʼ ἀκίδωτον καλοῦσι· θάμνος μέγας κλῶνας ἔχων μαλακούς, μικρούς, ἱμαντώδεις, λεπτούς, ἐμφερὴς τραγακάνθῃ· φύλλα μικρά, περιφερῆ· ὅλος δʼ ὁ θάμνος περίκειται χνοῦν ἐριώδη· ἔστι δʼ ἀκανθώδης· ἄνθη μικρά, χλωρά· καρπὸν γευομένῳ εὐώδη καὶ δριμύν, ἄχρηστον. φύεται ἐν ἀμμώδεσι καὶ γεωλόφοις χωρίοις. ῥίζαι δʼ ὕπεισι πηχῶν δύο ἢ τριῶν, ἰσχυραί, νευρώδεις, αἵτινες πρὸς τῇ γῇ ἀποτμηθεῖσαι ἀνιᾶσι δάκρυον κόμμει ὅμοιον.
Ποταμογείτων φύλλον ἔχει ὅμοιον σεύτλῳ, δασύ, ὑπερκύπτον ὀλίγον τοῦ ὕδατος.
Πρόπολιν παραληπτέον τὴν ξανθὴν καὶ εὐώδη, στύρακος πνέουσαν, μαλακήν τε ἐν τῷ ὑποξήρῳ καὶ μαστίχης τρόπον ἑλκομένην.
Πταρμικὴ θαμνίον ἐστὶ κλῶνας ἔχον πολλούς, λεπτούς, περιφερεῖς, ὁμοίους ἀβροτόνῳ, περὶ οὓς φύλλα ἐπιμήκη, ἐοικότα τοῖς τῆς ἐλαίας· ἐπʼ ἄκρῳ δʼ ὥσπερ ἀνθεμίδος κεφάλιον μικρόν, περιφερές, δριμὺ κατὰ τὴν ὀσμήν, ἐρεθίζον πταρμούς.
Πτέρις — οἱ δὲ βλῆχρον, οἱ δὲ πολύρριζον καλοῦσι· φύλλα ἐστὶν ἄκαυλα καὶ ἀνανθῆ, ἄκαρπα, ἐξ ἑνὸς μόσχου, περὶ πῆχυν τὸ μέγεθος, ἐντετμημένα καὶ ἀνηπλωμένα ὥσπερ πτέρυξ, ὑποδυσώδη· ῥίζαν δʼ ἔχει ἐπιπόλαιον, μέλαιναν, ὑπομήκη καὶ ἐμφύσεις ἔχουσαν πολλάς, ὑποστύφουσαν ἐν τῇ γεύσει. φύεται ἐν ὀρεινοῖς καὶ πετρώδεσι τόποις.
Πυκνόκομον φύλλα ἔχει ὅμοια εὐζώμῳ, τραχέα δὲ καὶ δριμέα καὶ παχύτερα· καυλὸν τετράγωνον· ἄνθος δὲ τῷ τοῦ ὠκίμου ἐμφερές· καρπὸν δʼ ὡς πράσου· ῥίζαν μέλαιναν, στρογγύλην, ὠχρὰν ὡς μικρὸν μῆλον, γεῶδες ὄζουσαν. φύεται ἐν πετρώδεσι τόποις.
Πύρεθρον πόα καυλὸν ἀνιεῖσα καὶ φύλλα ὥσπερ δαῦκον ἄγριον ἢ μάραθον· σκιάδειον δʼ ὡς ἀνήθου, τροχοειδές· ῥίζα δακτύλου τοῦ μεγάλου τὸ πάχος, μακρά, γευσαμένῳ πυρωτικωτάτη καὶ φλέγματος ἐπισπαστική.
Ῥᾶ ἢ ῥῆον· κράτιστον τὸ ἀτερηδόνιστον ἔγγλισχρόν τε κατὰ τὴν γεῦσιν, μάλιστα ἀνειμένης στύψεως, διαμασηθέν τε ἔνωχρον καὶ κροκίζον τῷ χρώματι.
Ῥάμνος θάμνος ἐστὶ περὶ φραγμοῖς φυόμενος, ῥάβδους ἔχων ὀρθὰς ὥσπερ ὀξυάκανθος· φύλλα ἐπιμήκη, ὑπολίπαρα, μαλακά. ἔστι καὶ ἑτέρα παρʼ αὐτὴν λευκοτέρα. ἔστι καὶ τρίτη μελαντέρα, ἔχουσα τὰ φύλλα πλατύτερα σὺν τῷ ἠρέμα καὶ ἐρυθαίνεσθαι, ῥάβδους ἔχουσα μακρὰς ὡς πέντε πηχῶν μᾶλλον, ἀκανθώδεις, ἧττον δὲ στερεὰς καὶ ἐπάκμους τὰς ἀκάνθας· καρπὸς πλατὺς καὶ λεπτὸς ὡς θυλακώδης, ἐοικὼς σπονδυλίῳ.
Ῥητίνη γίνεται ἐκ τῆς σχίνου ἡ καλουμένη σχινίνη, ὑπʼ ἐνίων δὲ μαστίχη· γεννᾶται δὲ καλλίστη καὶ πλείστη ἐν Χίῳ τῇ νήσῳ· διαφέρει δʼ αὐτῆς ἡ λαμπυρίζουσα καὶ Τυρρηνικῷ κηρῷ ὁμοία τῇ λευκότητι, ἁδρὰ καὶ πυρρά, εὐθρυβής, εὐώδης, ἡ δὲ χλωρὰ ἧττον. δολοῦται δὲ λιβάνῳ καὶ ῥητίνῃ στροβιλίνῃ μιγνυμένη.
Ἡ δὲ τερμινθίνη ῥητίνη διαφέρει, διαυγεστέρα λευκή, ὑαλίζουσα τῷ χρώματι, εὐώδης, τερμίνθου δὲ πνέουσα· προάγει δʼ ἁπασῶν ῥητινῶν ἡ τερμινθίνη καὶ μετὰ ταύτην ἡ σχινίνη, εἶθʼ ἡ πιτυΐνη καὶ ἐλατίνη, μεθʼ ἃς ἀριθμοῦνται ἥ τε πευκίνη καὶ ἡ στροβιλίνη.
Γίνεται δὲ ῥητίνη ὑγρὰ πιτυΐνη καὶ πευκίνη, κομιζομένη ἀπὸ Γαλλίας καὶ Τυρρηνίας, καὶ ἀπὸ Κολοφῶνος πάλαι ποτὲ ἐκομίζετο, ἔνθεν καὶ τὴν προσωνυμίαν ἔσχε, Κολοφωνία κληθεῖσα, καὶ ἀπὸ Γαλλίας τῆς πρὸς ταῖς Ἄλπεσιν, ἣν ἐπιχωρίως οἱ τῇδε ἔνοικοι λάρικα ὀνομάζουσιν, ἐξόχως ποιοῦσαν πρὸς τὰς χρονίας βῆχας. διάφοροι δʼ εἰσὶ τοῖς χρώμασι καὶ αὗται· ἡ μὲν γάρ ἐστι λευκή, ἡ δʼ ἐλαιώδης, ἡ δὲ μέλιτι ἔοικεν ὥσπερ ἡ λάριξ. γίνεται καὶ κυπαρισσίνη ὑγρά· τῆς δὲ ξηρᾶς ἡ μέν τίς ἐστι στροβιλίνη, ἡ δὲ πευκίνη, ἡ δὲ πιτυΐνη καὶ ἐλατίνη. ἐκλέγου δʼ ἐκ πασῶν τὴν εὐωδεστάτην καὶ διαυγῆ, μὴ καπυρὰν μηδὲ κάθυγρον, κηροειδῆ καὶ εὔθρυπτον. διαφέρει δʼ αὐτῶν ἡ πιτυΐνη καὶ ἡ ἐλατίνη· εὐώδεις τε γάρ εἰσι καὶ λιβανίζουσι· κομίζονται δὲ διάφοροι ἐκ Πιτυούσης τῆς νήσου, ἥτις κεῖται κατὰ τὴν Σπανίαν· ἡ δὲ πευκίνη καὶ στροβιλίνη καὶ κυπαρισσίνη ἐνδεέστεραί τέ εἰσι καὶ οὐχ ὁμοίᾳ κέχρηνται τῇ δυνάμει, παραλαμβάνονται δὲ πρὸς ὅσα κἀκεῖναι· ἡ μέντοι σχινίνη ἀναλογεῖ τῇ τερμινθίνῃ. καίεται δὲ πᾶσα ῥητίνη ὑγρὰ ἐν τετραπλασίονι ἀγγείῳ κατὰ τὸ τοῦ ἐγχεομένου ὑγροῦ πλῆθος· δεῖ γὰρ χοῦν μὲν τῆς ῥητίνης, δύο δὲ χόας ὕδατος ὀμβρίου βάλλοντας εἰς χαλκίον ἑψεῖν πράως ἐπʼ ἀνθράκων διηνεκῶς κινοῦντας, ἄχρι ἄνοσμος καὶ εὔθρυπτος καὶ καπυρὰ γένηται, ὡς καὶ τοῖς δακτύλοις εἴκειν, λοιπὸν δὲ ψύξαντας εἰς κεραμεοῦν ἀγγεῖον ἀκώνητον ἀποθέσθαι. γίνεται δʼ ἐξόχως λευκή· δεῖ μέντοι προϋλίζειν πᾶσαν ῥητίνην τήκοντας καὶ χωρίζειν τὸ ῥυπῶδες αὐτῆς. καίονται δὲ καὶ δίχα ὕδατος ἐπʼ ἀνθράκων κούφως τὸ πρῶτον, ὅταν δὲ μέλλωσι συντρέχειν, ἀθρόως πολλοὺς τοὺς ἄνθρακας ὑποθετέον ἀδιαλείπτως ἐφʼ ἡμέρας καὶ νύκτας τρεῖς, ἄχρις ἂν τὸ προειρημένον ἰδίωμα ἀπολάβωσιν. ἀποτίθεσο δʼ ὡς εἴρηται· τὰς μέντοι ξηρὰς ἀρκέσει διʼ ὅλης ἡμέρας ἑψήσαντας ἀποτίθεσθαι. λαμβάνεται δὲ καὶ λιγνὺς ἐκ τῆς ῥητίνης ὥσπερ ἐκ τοῦ λιβάνου, ἐπαιωρουμένου κοίλου ἀγγείου.
Ῥόδα ψύχει· τὰ δὲ ξηρὰ μᾶλλον στύφει. χυλίζειν δὲ δεῖ τὰ ἁπαλὰ ἀποψαλίσαντας τὸν ὄνυχα, τὸ δὲ λοιπὸν ἐκθλίβειν καὶ τρίβειν ἐν σκιᾷ καὶ θυείᾳ, ἄχρις οὗ συστραφῇ, οὕτως τε ἀποτίθεσθαι εἰς τὰς ὀφθαλμικὰς περιχρίστους. ξηραίνονται δὲ τὰ φύλλα ἐν σκιᾷ συνεχῶς στρεφόμενα, ἵνα μὴ εὐρωτιάσῃ.
Ῥοδία ῥίζα γίνεται ἐν Μακεδονίᾳ, ἐοικυῖα κόστῳ, κουφοτέρα δὲ καὶ ἀνώμαλος, ῥόδων ἐν τῇ διατρίψει ἐμποιοῦσα ὀσμήν.
Ῥοῦς ὁ ἐπὶ τὰ ὄψα· καρπός ἐστι τῆς καλουμένης βυρσοδεψικῆς ῥοός· ἔστι δὲ δενδρύφιον μικρόν, φυόμενον ἐν πέτραις ὡς δίπηχυ, ἐφʼ οὗ φύλλα ἐπιμήκη, ὑπέρυθρα, τὴν περιφέρειαν ἐντετμημένα πριονοειδῶς· καρπὸς δὲ βοτρυδίοις ἐοικώς, πυκνός, κατὰ μέγεθος τερμίνθου, ὑπόπλατυς, οὗ τὸ περικείμενον φλοιῶδές ἐστιν εὔχρηστον· καὶ τὸ χύλισμα δὲ τῶν φύλλων ξηρῶν ἑψομένων σὺν ὕδατι ὥσπερ τὸ λύκιον ἄχρι συστάσεως ἁρμόζει πρὸς ἃ καὶ τὸ λύκιον.
Σαγαπηνὸν ὀπός ἐστι πόας ναρθηκώδους γεννωμένης ἐν Μηδίᾳ. διαφέρει δʼ αὐτοῦ τὸ διαυγές, ἔξωθεν μὲν κιρρόν, ἐν δὲ τῷ ἐντὸς λευκόν, ὄζον μεταξὺ ὀποῦ σιλφίου καὶ χαλβάνης, δριμὺ ἐν τῇ γεύσει.
Σαλαμάνδρα εἰδός ἐστι σαύρας, νωχελές, ποικίλον, μάτην πιστευθὲν μὴ καίεσθαι· δύναμιν δʼ ἔχει σηπτικήν, ἑλκωτικήν, θερμαντικήν· μίγνυται σηπταῖς καὶ ἑλκωτικαῖς δυνάμεσι καὶ λεπρικαῖς ὡς ἡ κανθαρὶς καὶ ἀποτίθεται ὁμοίως· ψιλοῖ δὲ καὶ τρίχας συντακεῖσα ἐλαίῳ.
Σάμψουχον κράτιστον τὸ Κυζικηνὸν καὶ Κύπριον, δευτερεύει δὲ τὸ ἐν Αἰγύπτῳ· καλεῖται δʼ ὑπὸ Κυζικηνῶν καὶ τῶν ἐν Σικελίᾳ ἀμάρακον. πόα δʼ ἐστὶ πολύκλωνος, ἕρπουσα ἐπὶ γῆς, φύλλα δασέα καὶ περιφερῆ ἔχουσα, ὅμοια τοῖς τῆς λεπτοφύλλου καλαμίνθης, σφόδρα εὐώδη καὶ θερμαντικά, πλεκόμενα καὶ εἰς στεφάνους.
Σαρκοκόλλα ἐστὶ δάκρυον δένδρου γεννωμένου ἐν τῇ Περσίδι, ἐοικὸς λιβανωτῷ λεπτῷ, ὑπόκιρρον, ἔμπικρον τῇ γεύσει. δολοῦται δὲ κόμμεως αὐτῇ μιγνυμένου.
Σατύριον· οἱ δὲ τρίφυλλον καλοῦσιν, ἐπειδὴ ὡς τὸ πολὺ τρία φύλλα φέρει ὡς ἐπὶ τὴν γῆν κεκλασμένα, λαπάθῳ ἢ κρίνῳ ὅμοια, ἐλάττονα μέντοι καὶ ἐνερευθῆ· καυλὸν δὲ μακρόν, ψιλὸν ὡς πήχεως· ἄνθος κρινοειδές, λευκόν· ῥίζαν δὲ βολβοειδῆ, ὅσον μῆλον, πυρράν, τὰ δʼ ἐντὸς λευκὴν ὥσπερ ὠόν, γευομένῳ γλυκεῖαν καὶ εὔστομον. λέγεται δέ τι καὶ Ἐρυθραϊκὸν σατύριον· σπέρμα λινοσπέρμῳ ἐμφερές, μεῖζον δὲ καὶ στίλβον καὶ λεῖον καὶ ῥωμαλέον ὁμοίως· ἔστι δὲ τῆς ῥίζης αὐτοῦ ὁ μὲν φλοιὸς ὕπισχνος καὶ πυκνός, τὸ δʼ ἔνδοθεν λευκόν· γευομένῳ εὔστομον καὶ γλυκύ. φύεται ἐν εὐηλίοις καὶ ὀρεινοῖς τόποις.
Σαντονικὸν ἔοικε τῷ ἀψινθίῳ, οὐ μὴν οὕτως ἔνσπερμον, ὑπόπικρον δὲ καὶ δυνάμενον τὰ αὐτὰ σερίφῳ.
Καὶ τὸ ἐλεοσέλινον γεννώμενον δʼ ἐν τοῖς ἐνύδροις τόποις ὀλίγῳ μεῖζον τοῦ ἡμέρου σελίνου.
Σέρις ἀγρία καὶ ἥμερος· ὧν ἡ μὲν ἀγρία πικρὶς ἢ κιχόριον καλεῖται, ἥτις ἐστὶ καὶ πλατυφυλλοτέρα καὶ εὐστομωτέρα τῆς κηπευτῆς· τῆς δὲ κηπευτῆς διττὸν εἶδος· ἡ μὲν γάρ ἐστι θριδακωδεστέρα καὶ πλατύφυλλος καὶ ἔμπικρος, ἡ δὲ στενόφυλλος καὶ ὑπόπικρος.
Σέριφος πλεῖστον ἐν τῷ Ταύρῳ γεννᾶται. πόα λεπτόκαρπος, ἐοικυῖα ἀβροτόνῳ τῷ μικρῷ, περιπληθὴς σπερματίων, ὑπόπικρος, κακοστόμαχος, βαρύοδμος, στύφουσα μετὰ ποσῆς θερμασίας.
Σέσελι Μασσαλεωτικὸν φύλλα μαράθῳ ὅμοια, παχύτερα δέ, καὶ καυλὸν εὐερνέστερον ἔχει· σκιάδειον ἀνήθῳ ὅμοιον, ἐφʼ οὗ ὁ καρπὸς ἐπιμήκης, γεγωνιωμένος, δριμὺς βιβρωσκόμενος ταχέως· ῥίζα μακρά, εὐώδης.
Τὸ δʼ Αἰθιοπικὸν σέσελι φύλλα μὲν ἔχει κισσοῦ, ἐλάσσω δὲ καὶ ἐπιμήκη πρὸς τὰ τοῦ περικλυμένου· θάμνος μέγας, κλήμασιν ὡς διπήχεσιν, ἀφʼ οὗ καυλοὶ σπιθαμιαῖοι· κεφαλαὶ δʼ ὡς ἀνήθου· σπέρμα δὲ μέλαν, πυκνὸν ὡς πυρὸς καὶ δριμύτερον καὶ εὐωδέστερον τοῦ Μασσαλεωτικοῦ, ἡδὺ ἰσχυρῶς. δύναται δὲ τὰ αὐτά.
Σέσελι Πελοποννησιακὸν φύλλα ἔχει παραπλήσια κωνείῳ, παχύτερα· καυλὸν μείζονα τοῦ Μασσαλεωτικοῦ, ναρθηκοειδῆ· ἐπʼ ἄκρου σκιάδειον πλατύ, ἐν δὲ τούτῳ καρπὸν πλατύτερον καὶ σαρκωδέστερον, εὐώδη. δυνάμεις δὲ τὰς αὐτὰς ἔχει. φύεται δʼ ἐν τόποις τραχέσι καὶ ἐφύδροις καὶ γεωλόφοις· φύεται καὶ ἐν τῇ Ἴδῃ.
Σησαμοειδὲς τὸ μέγα, ὃ Ἀντικυραϊκὸν ἐλλέβορον καλοῦσι διὰ τὸ μίγνυσθαι ἐν ταῖς καθάρσεσι τῷ λευκῷ ἐλλεβόρῳ· ἔοικεν ἡ πόα πηγάνῳ· τὰ φύλλα μακρά· ἄνθος λευκόν· ῥίζα ἰσχνή, ἄπρακτος· σπέρμα ὅμοιον σησάμῳ, πικρὸν ἐν τῇ γεύσει.
Σησαμοειδὲς τὸ λευκὸν καυλία ἔχει σπιθαμιαῖα, ἔχον τὰ φύλλα κορωνόποδι ὅμοια, δασύτερα μέντοι καὶ μακρότερα, ἐπʼ ἄκρων δὲ τῶν καυλῶν κεφάλια ἀνθῶν ὑποπορφύρων, ἐν οἷς τὸ μέσον λευκόν· σπέρμα σησάμῳ ἐοικός, πικρόν, κιρρόν· ῥίζα λεπτή. φύεται ἐν τραχέσι τόποις.
Σιδηρῖτις — οἱ δʼ Ἡρακλείαν — πόα ἐστὶ φύλλα ἔχουσα ὅμοια πράσῳ, ἐπιμηκέστερα δὲ πρὸς τὰ τοῦ ἐλελισφάκου ἢ δρυός, μικρότερα μέντοι καὶ τραχέα· καυλοὺς δʼ ἀνίησι τετραγώνους, σπιθαμιαίους ἢ καὶ μείζονας, οὐκ ἀηδεῖς ἐν τῇ γεύσει καὶ ποσῶς στύφοντας, ἐν οἷς ἐκ διαστημάτων σπόνδυλοι περιφερεῖς ὥσπερ πρασίου καὶ ἐν αὐτοῖς σπέρμα μέλαν. φύεται ἐν ὑποπέτροις χωρίοις.
Σιδηρῖτις ἄλλη κλῶνας ἔχει διπήχεις, λεπτούς· φύλλα ἐπὶ μόσχων μακρῶν, ὅμοια τοῖς τῆς πτέριδος, ἀκροσχιδῆ, πολλὰ ἑκατέρωθεν· ἐκ δὲ τῶν ἀνωτέρω μασχαλῶν ἀποφύσεις λεπτάς, μακράς, ἐπʼ ἄκρου σφαιροειδεῖς· κεφαλὰς ἔχουσα τραχείας, ἐν οἷς σπέρμα ὅμοιον σεύτλῳ, στρογγυλώτερον δὲ καὶ σκληρότερον.
Σιδηρῖτις ἑτέρα, ἣν καὶ αὐτὴν Ἡρακλείαν Κρατεύας καλεῖ, φυομένην ἐν τοῖς τοίχοις καὶ ἀμπελῶσιν, ἔχουσαν φύλλα μικρά, πολλὰ ἀπὸ μιᾶς ῥίζης, ὅμοια κοριάννῳ, περὶ καυλίοις σπιθαμιαίοις τρυφεροῖς, περιλεύκοις, ἐνερευθέσιν· ἄνθη φοινικᾶ, μακρά, γευομένῳ πικρά, γλίσχρα.
Καλοῦσί τινες καὶ τὴν Ἀχίλλειον σιδηρῖτιν· φέρει δὲ ῥαβδία σπιθαμιαῖα καὶ μείζονα, ἀτρακτοειδῆ, καὶ περὶ αὐτὰ φυλλάρια λεπτά, μικρά, ἐντομὰς πολλὰς καὶ πυκνὰς ἐκ πλαγίων ἔχοντας, προσεμφερῆ κορίῳ, ὑπόπικρα, πολύοζα, γλίσχρα, πολύοδμα, οὐκ ἀηδῆ δὲ καὶ φαρμακώδη τὴν ὀσμήν· σκιάδειον ἐπʼ ἄκρου περιφερές· ἄνθη λευκά, εἶτα χρυσίζοντα. φύεται ἐν εὐγείοις τόποις.
Τὸ λεγόμενον ἐλατήριον ἐκ τοῦ καρποῦ τοῦ ἀγρίου σικύου σκευάζεται τὸν τρόπον τοῦτον· λαβὼν τοὺς ἅμα τῷ ἅψασθαι ἀποπηδῶντας σικύους ἀποτίθεσο ἐῶν μίαν ἡμέραν, τῇ δʼ ὑστεραίᾳ ἐπὶ κρατηρίας κόσκινον μὴ πυκνὸν ἐπίθες καὶ μαχαίριον ὕπτιον ἁρμόσας, τὴν ἀκμὴν ἔχον ἄνω, λαμβάνων ἀμφοτέραις ταῖς χερσὶ καθʼ ἕνα τῶν σικύων διαίρει καὶ ἔκθλιβε τὸ ὑγρὸν εἰς τὴν ὑποκειμένην κρατηρίαν προεκθλίβων τὸ ἐν αὐτοῖς σαρκῶδες, ὃ δὴ καὶ τῷ κοσκίνῳ προσπίπτει· προσεκθλίβων δὲ τὰ ἐκτεθλιμμένα τῶν σικύων εἰς παρακειμένην λεκάνην βάλε· σωρεύσας δʼ ἐπὶ τοῦ κοσκίνου τὰ κατατετμημένα ὕδατί τε γλυκεῖ περιχέας καὶ περιπιέσας, αὐτὰ μὲν ῥίπτε, ταράξας δὲ τὸ ἐν τῷ κρατῆρι ὑγρὸν καὶ περικαλύψας ὀθονίῳ τίθει ἐν ἡλίῳ, καὶ ὅταν ὑποστῇ, πᾶν τὸ νηχόμενον ὕδωρ μετὰ τοῦ ἐπιπάγου ἀπόχει, τὸ αὐτό τε ποίει πολλάκις, ἄχρις ἂν οὗ καταστῇ τὸ ἐφιστάμενον ὕδωρ, ὅπερ ἐκσπογγίσας ἐπιμελῶς καὶ τὴν ὑποστάθμην βαλὼν εἰς θυείαν λέαινε καὶ ἀνάπλασσε τροχίσκους. δοκεῖ δὲ κάλλιστον εἶναι τὸ μετὰ τοῦ λευκοῦ ἡσυχῇ ἔνικμον, λεῖον, κοῦφον, πικρότατον τῇ γεύσει καὶ προσαχθὲν λύχνῳ εὐκαές· τὸ μέντοι πρασίζον καὶ τραχὺ καὶ θολερὸν τῇ ὄψει, μεστὸν βορβόρου καὶ τέφρας, βαρύ τέ ἐστι καὶ φαῦλον· ἔνιοι δὲ καὶ τὸν χυλὸν τοῦ σικύου μιγνύουσιν, οἱ δὲ καὶ ἄμυλον πρὸς τὸ μιμήσασθαι αὐτοῦ τὸ λευκὸν καὶ κοῦφον· εἰς μέντοι τὰ καθαρτικὰ τὸ διετὲς ἁρμόδιον μέχρι δέκα ἐτῶν· ἡ δὲ τελεία δόσις ὀβολός, ἐλαχίστη δʼ ἡμιοβόλιον, παιδίοις δίχαλκον· πλεῖον γὰρ δοθὲν κίνδυνον ἐπιφέρει.
Σίλλυβον ἄκανθά ἐστι πλατύτερα φύλλα ἔχουσα, χαμαιλέοντι τῷ λευκῷ παραπλήσια, ἥτις ἀρτιφυὴς ἐσθίεται ἑφθὴ σὺν ἐλαίῳ καὶ ἁλσίν.
Σίλφιον· ῥίζα γεννᾶται ἐν τοῖς κατὰ Συρίαν καὶ Ἀρμενίαν καὶ Λιβύην τόποις, οὗ ὁ καυλὸς μαστίερον καλεῖται, ἐμφερὴς νάρθηκι, φύλλα δʼ ἔχων ὅμοια σελίνῳ· σπέρμα πλατύ, φυλλῶδες, ὃ καλεῖται μαγύδαρις· ῥίζα θερμαντική, φυσώδης, ἐρευγική, ἀναξηραντική, δύσπεπτος, κύστεως κακωτική. συλλέγεται δʼ ὁ ὀπὸς ἐγχαρασσομένης τῆς ῥίζης καὶ τοῦ καυλοῦ· διαφέρει δʼ αὐτοῦ ὁ ὑπέρυθρος καὶ διαυγής, σμυρνίζων καὶ ἐν τῇ ὀσμῇ εὔτονος, εὐώδης, μὴ πρασίζων μηδʼ ἀπηνὴς πρὸς τὴν γεῦσιν εὐχερῶς τε διειμένος ἐπὶ τὸ λευκὸν χρῶμα. ὁ μέντοι Κυρηναϊκός, κἂν ἐπʼ ὀλίγον αὐτοῦ τις γεύσηται, εὐθέως ἰκμάδας κινεῖ διʼ ὅλου τοῦ σώματος τῇ τε ὀσμῇ ἐστι προσηνέστατος ὥστε γευσαμένῳ μηδὲ τὸ στόμα πνεῖν εἰ μὴ πρὸς ὀλίγον· ὁ δὲ Μηδιακὸς καὶ Συριακὸς τῇ δυνάμει εἰσὶν ἀσθενέστεροι καὶ βρωμωδεστέραν ἔχουσι τὴν ὀσμήν. δολοῦται δὲ πᾶς ὀπὸς πρὸ τοῦ ξηρανθῆναι σαγαπηνοῦ μιγνυμένου ἢ ἀλεύρου ἐρεγμίνου, ἅπερ διακρίνεται τῇ γεύσει καὶ τῇ ὀσμῇ καὶ τῇ ὄψει καὶ τῇ διέσει. ἔνιοι δὲ τὸν μὲν χυλὸν σίλφιον ἐκάλεσαν, τὴν δὲ ῥίζαν μαγύδαριν, τὰ δὲ φύλλα μάσπετα. πρακτικώτατος δʼ ἐστὶν ὁ ὀπός, εἶτα τὰ φύλλα, εἶθʼ ὁ καυλός. ἔστι δὲ φυσώδης καὶ δριμύς· διαλύεται δʼ εἰς τὰ ποτήματα ἀμυγδάλοις πικροῖς ἢ πηγάνῳ ἢ ἄρτῳ θερμῷ ἢ μέλιτι ἢ ὕδατι. τὸ δʼ ὀπόφυλλον τὰ αὐτὰ ποιεῖ, παρὰ πολὺ δʼ ἔλαττον. ἐσθίεται δὲ μετʼ ὀξυμέλιτος ἁρμόζον τοῖς περὶ ἀρτηρίαν· χρῶνται δʼ αὐτῷ καὶ μετὰ θριδάκων ἐσθίοντες ἀντὶ εὐζώμου. —Λέγεται καὶ ἑτέρα μαγύδαρις γεννωμένη ἐν Λιβύῃ, ἧς ἡ ῥίζα παρόμοιος τῷ σιλφίῳ, ἧττον δριμεῖα καὶ χαύνη καὶ ὀπὸν μὴ ἔχουσα, ποιοῦσα δὲ τὰ αὐτὰ τῷ σιλφίῳ.
Σίνηπι· ἐκλέγου μὴ τὸ κατάξηρον καὶ κατάπυρον δέ, ὃ δὴ θλασθὲν ἔνδοθεν χλωρὸν καὶ οἱονεὶ ἔγχυλον· πρόσφατον γὰρ καὶ ἀκμαῖον τὸ τοιοῦτον. χυλίζεται δʼ ἔγχλωρον τὸ σπέρμα καὶ ξηραίνεται ἐν ἡλίῳ.
Σίνων σπερμάτιόν ἐστιν ἐν Συρίᾳ γεννώμενον, παρεοικὸς σελίνῳ, πρόμηκες, μέλαν, πυρωτικόν.
Σίον φύεται ἐν τοῖς ὕδασι· θαμνίον ὀρθόν, λιπαρόν· φύλλα ἱπποσελίνῳ ἐοικότα, μικρότερα δὲ καὶ ἀρωματίζοντα. Κρατεύας δὲ περὶ αὐτοῦ ἱστορεῖ οὕτως· πόα θαμνοειδής, ὀλίγα φύλλα ἔχουσα περιφερῆ, μείζονα ἡδυόσμου, μέλανα, λιπαρά, ἐγγίζοντα εὐζώμῳ.
Σισύμβριον — οἱ δὲ καρδαμίνην, οἱ δὲ καὶ τοῦτο σίον καλοῦσιν· ἔνυδρός ἐστιν ἡ πόα κατὰ ταὐτὰ τῷ σίῳ γεννωμένη, ἣν καρδαμίνην ἔνιοι λέγουσι διὰ τὸ ἐοικέναι καρδάμῳ τὴν γεῦσιν. φύλλον δʼ ἔχει τὸ μὲν πρῶτον περιφερές, αὐξόμενον δὲ σχίζεται ὡς τὸ τοῦ εὐζώμου.
Σισύμβριον — οἱ δʼ ἕρπυλλον μέγαν καλοῦσιν — ἐν χέρσοις φύεται, ὅμοιον ἡδυόσμῳ, πλατυφυλλέστερον καὶ εὐῶδες, στεφανωτικόν.
Σκαμμωνία κλῶνας ἀνίησι πολλούς, ἀπὸ μιᾶς ῥίζης τρεῖς ἢ τέσσαρας, τριπήχεις ἢ τετραπήχεις, λιπαρούς, ἐμφαίνοντάς τι τῆς δασύτητος· καὶ τὰ φύλλα δὲ δασέα ὅμοια τῇ ἑλξίνῃ ἢ κιττῷ, μαλακώτερα μέντοι καὶ τριγωνοειδῆ· ἄνθη λευκά, περιφερῆ καὶ κοῖλα ὡς κάλαθοι, βαρύοσμα· ῥίζα ἐπιμήκης, παχεῖα ὅσον βραχίων, λευκή, βαρύοσμος, ὀποῦ μεστή. συλλέγεται δʼ ὁ ὀπὸς τῆς κεφαλῆς ἀπὸ τῆς ῥίζης ἀφαιρουμένης καὶ θολοειδῶς ἐκθρομβιαζομένης εἰς κοιλότητα· συρρεῖ γὰρ ὁ ὀπὸς εἰς αὐτὴν καὶ οὕτως ἀναλαμβάνεται εἰς μύακας. ἔνιοι δὲ τὴν γῆν ὀρύξαντες ὁλμοειδῶς καὶ καρύων φύλλα ὑποτιθέντες καταξύουσι καὶ ἀποτίθενται τὸν ὀπὸν καὶ οὕτως ξηρανθέντα ἀναιροῦνται. ἔστι δὲ καλὸς ὁ διαυγὴς καὶ κοῦφος, ἀραιός, ταυροκολλώδης τὴν χροιάν, σήραγγας ἔχων λεπτάς, σπογγώδεις. τοιοῦτος δʼ ἐστὶν ὁ ἐν Μυσίᾳ τῇ κατὰ τὴν Ἀσίαν γεννώμενος. μὴ προσέχειν δὲ μόνῳ τῷ λευκαίνεσθαι αὐτὸν κατὰ τὴν τῆς γλώττης θίξιν· τοῦτο γὰρ γίνεται καὶ παραμιγέντος αὐτῷ ὀποῦ τιθυμάλλου· μᾶλλον δὲ τοῖς προειρημένοις καὶ τῷ μὴ λίαν πυροῦν τὴν γλῶτταν, ὅπερ γίνεται τιθυμάλλου παραμιγνυμένου αὐτῷ.
Σκίγκος ὁ μέν τίς ἐστιν Αἰγύπτιος, ὁ δʼ Ἰνδικός, ἄλλος δʼ ἐν τῇ Ἐρυθρᾷ γεννώμενος, ἕτερος δʼ ἐν τῇ Ἀπολλωνίᾳ τῆς Μαυρουσιάδος εὑρίσκεται. ἔστι δὲ κροκόδειλος χερσαῖος ἰδιογενής, ταριχευόμενος ἐν καρδάμῳ.
Σκίλλα δύναμιν ἔχει δριμεῖαν, πυρώδη· πολύχρηστος δὲ γίνεται ὀπτηθεῖσα, στέατι δʼ ἢ πηλῷ περιπλάττεται καὶ δίδοται εἰς φοῦρνον ἢ εἰς κάμινον ἢ εἰς ἀνθρακιὰν ἐγκρύβεται, ἄχρις ἂν οὗ ὀπτηθῇ ἱκανῶς ὁ πηλὸς ἢ τὸ σταῖς, οὗ περιαιρεθέντος εἰ μὴ τακερὰ εἴη, περιπλάσαντες πάλιν τὸ αὐτὸ ποιήσομεν· ἡ γὰρ μὴ οὕτως ὀπτηθεῖσα βλαβερὰ μάλιστα πρὸς τὰς ἐντοσθιδίους δόσεις. ὀπτᾶται δὲ καὶ ἐν χύτρᾳ πεπωμασμένῃ πηλῷ καὶ εἰς κλίβανον καθιεμένῃ· λαμβάνεται δʼ αὐτῆς τὸ μεσαίτατον τῶν ἔξω περιαιρουμένων καὶ ἕψεται ἐντμηθεῖσα, ἀποχεομένου τοῦ πρώτου ὕδατος, ἑτέρου δʼ ἐπιχεομένου, μέχρις ἂν μὴ πικρὸν ἢ δριμὺ τὸ ὕδωρ ᾖ. ξηραίνεται δʼ ἐν σκιᾷ τμηθεῖσα, διαβληθέντος λιναρίου, ὡς μὴ ἅπτεσθαι ἀλλήλων τοὺς τόμους.
Σκόλυμος φύλλα ἔχει μεταξὺ χαμαιλέοντος καὶ τῆς λευκῆς ἀκάνθης, μελάντερα δὲ καὶ παχύτερα· καυλὸν δʼ ἀνίησι μακρόν, περίπλεον φύλλων, ἐφʼ οὗ κεφαλὴ ἀκανθώδης· ῥίζα δʼ ὕπεστι μέλαινα, τραχεῖα, ἧς καὶ ἡ δύναμις.
Σκόρδιον φύεται ἐν ὀρεινοῖς τόποις καὶ ἑλώδεσι, φύλλα ἔχον ἐοικότα χαμαίδρυϊ, μείζονα δὲ καὶ οὐχ οὕτως ἐντετμημένα τὴν περιφέρειαν, ποσῶς ἐν τῇ ὀσμῇ σκορδίζοντα, στυπτικὰ δὲ καὶ ἔμπικρα τὴν γεῦσιν· καυλία δὲ τετράγωνα, ἐφʼ ὧν ἄνθος ὑπέρυθρον.
Σκόρδου τὸ μέν ἐστιν ἥμερον, τὸ δὲ κηπευτόν, καὶ τὸ ἐν Αἰγύπτῳ μονοκέφαλον, λευκόν· καλοῦσι δὲ τὰς ἐν αὐτῷ ῥᾶγας ἀγλίθας. ἔστι δὲ καὶ ἄλλο ἄγριον ὀφιόσκορδον καλούμενον.
Σκορδόπρασον φύεται ὡς πράσον μέγα, μετέχον τῆς πράσου καὶ σκόρδου ποιότητος.
Σμῖλαξ κηπαῖος, ἧς ὁ καρπὸς λόβια, ὑπʼ ἐνίων δʼ ἀσπάραγος καλεῖται· φύλλα ἔχει κισσῷ ὅμοια, μαλακώτερα δέ· καυλοὺς λεπτοὺς καὶ ἕλικας περιπλεκομένους τοῖς παρακειμένοις θάμνοις· αὐξανόμενός τε ἱκανῶς ὥστε καὶ σκηνοποιεῖσθαι· καρπὸν δὲ φέρει ὅμοιον τήλιδι, μακρότερον δὲ καὶ ἐπισωματώτερον, ἐν οἷς σπέρματα ὅμοια νεφροῖς, οὐκ ἰσόχροα, ἐκ μέρους δʼ ὑποπόρφυρα.
Σμύρνα δάκρυόν ἐστι δένδρου γεννωμένου ἐν Ἀραβίᾳ, ὅμοιον τῇ Αἰγυπτιακῇ ἀκάνθῃ, οὗ ἐγκοπτομένου ἀπορρεῖ τὸ δάκρυον εἰς ὑπεστρωμένους ψιάθους, τὸ δʼ ἐπὶ τῷ στελέχει περιπηγνύμενον κάλλιον. καλεῖται δʼ αὐτῆς ἡ μέν τις πεδιάσιος λιπαρά, ἧς πιεζουμένης ἡ στακτὴ λαμβάνεται, ἡ δέ τις σάβιρα λιπαρωτάτη ἐν εὐγείοις καὶ λιπαροῖς τόποις γεννωμένη, ἥτις καὶ πολλὴν ἀνίησι τὴν στακτήν. πρωτεύει δʼ ἡ Τρωγλοδυτικὴ καλουμένη ἀπὸ τῆς γεννώσης αὐτὴν χώρας, ὑπόχλωρος καὶ διαυγὴς οὖσα. λέγεταί τις καὶ λεπτή, μετὰ τὴν Τρωγλοδυτικὴν ἀριθμουμένη, ἐνάπαλος ὡς τὸ βδέλλιον, ὑπόβρωμος τῇ ὀδμῇ, ἐν εὐηλίοις τόποις γεννωμένη. ἡ δέ τις καυσαλὶς λέγεται, ὑπέρωρος, μέλαινα, κάτοπτος· ἡ δὲ χειρίστη ἐν ἁπάσαις ἐργασίμη καλεῖται, ψαφαρὰ καὶ ἀλιπής, δριμεῖα, κομμίζουσα καὶ ὄψει καὶ τῇ δυνάμει· καὶ ἡ μινναία δὲ καλουμένη ἀποδόκιμος. καὶ πιέσματα δʼ ἐξ αὐτῶν γίνεται, ἀπὸ μὲν τῶν λιπαρῶν εὐώδη καὶ πικρά, ἀπὸ δὲ τῶν ξηρῶν ἀλιπῆ καὶ οὐκ εὐώδη, ἄτονα δὲ διὰ τὸ προσειληφέναι ἔλαιον εἰς τὴν ἀνάπλασιν. δολίζεται δὲ κόμμει βραχέντι σμύρνης ἀποβρέγματι καὶ μιγνυμένῳ. ἐκλέγου δὲ τὴν νέαν, ψαθυράν, κούφην, ὁμόχρουν πανταχόθεν κἀν τῷ θλασθῆναι ἔνδοθεν λευκὰς ὀνυχοειδεῖς ἔχουσαν διαφύσεις λείας, μικρόβωλόν τε καὶ πικράν, εὐώδη, δριμεῖαν, θερμαντικήν. ἡ δὲ βαρεῖα καὶ τῇ χρόᾳ πισσώδης ἐστὶν ἄχρηστος. γεννᾶται δὲ καὶ λιγνὺς ἐξ αὐτῆς ὁμοίως τῇ ἐκ τοῦ λιβάνου, ὡς ὑπεδείξαμεν, ἁρμόζουσα πρὸς τὰ αὐτά.
Ἡ δὲ Βοιωτιακὴ σμύρνα ἐστὶ δένδρου τινὸς ἐν Βοιωτίᾳ γεννωμένου ῥίζα τετμημένη. ἐκλέγου δὲ τὴν ἐμφερῆ σμύρνῃ κατὰ τὴν εὐωδίαν.
Σόγχου δύο εἴδη, τὸ μὲν ἀγριώτερον καὶ ἀκανθωδέστερον, τὸ δὲ τρυφερώτερον καὶ ἐδώδιμον. καυλὸς γωνιοειδής, ὑπέρυθρος, κενός· φύλλα ἐκ διαστημάτων ἐσχισμένα τὴν περιφέρειαν.
Σπαργάνιον φύλλα ἔχει ἐοικότα ξιφίῳ, στενότερα, ἐπʼ ἄκρων δὲ τοῦ καυλοῦ ὡσεὶ σφαιρία, ἐν οἷς ὁ καρπός.
Σπάρτος· θάμνος φέρων ῥάβδους μακράς, ἀφύλλους, στερεάς, δυσθραύστους· φέρει δὲ λοβοὺς ὥσπερ φασήλου, ἐν οἷς σπερμάτια φακοειδῆ· ἄνθος μήλινον ὥσπερ λευκοΐου.
Σπονδύλιον φύλλα μὲν ἔχει κατὰ ποσὸν ἐοικότα πλατάνῳ πρὸς τὰ τοῦ πάνακος· καυλοὺς δὲ πηχυαίους καὶ μείζονας, ἐοικότας μαράθῳ· σπέρμα δʼ ἐπʼ ἄκρου ὅμοιον σεσέλει, διπλοῦν, παχύτερον δὲ καὶ λευκότερον καὶ ἀχυρωδέστερον, βαρύοσμον· ἄνθη λευκά· ῥίζαν λευκήν, ὁμοίαν ῥαφάνῳ. φύεται ἐν ἑλώδεσι καὶ ἐφύδροις χωρίοις.
Στακτὴ καλεῖται τῆς προσφάτου σμύρνης τὸ λιπαρόν, κεκομμένης μεθʼ ὕδατος ὀλίγου ἀποτεθλιμμένης τε διʼ ὀργάνου· εὐώδης δὲ λίαν καὶ πολυτελής ἐστιν, οὖσα καθʼ αὑτὴν μύρον τὸ καλούμενον στακτή. δόκιμος δʼ ἐστὶν ἡ ἀμιγὴς ἐλαίῳ καὶ ἐν ἐλαχίστῳ πλείστην δύναμιν κεκτημένη θερμαντικήν, ἀναλογοῦσαν τῇ σμύρνῃ καὶ τοῖς θερμαίνουσι τῶν μύρων.
Σταφὶς ἀγρία φύλλα μὲν ἔχει ὥσπερ ἀμπέλου ἀγρίας ἀπεσχισμένα· κλήματα ὀρθά, μέλανα· τὸ ἄνθος ἔχει ἰσάτει ὅμοιον, τὸν δὲ καρπὸν ἐν θυλακίοις χλωροῖς ὥσπερ ἐρεβίνθου, τρίγωνον, τραχύν, ὑπόκιρρον ἐν τῷ μέλανι, τὸ ἔνδον λευκόν, γευσαμένῳ δριμύν.
Σταφυλῖνος ἄγριος — οἱ δὲ κέρας καλοῦσι — φύλλον μὲν ἔχει ὅμοιον γιγγιδίῳ, πλατύτερον δὲ καὶ ὑπόπικρον· καυλὸν δʼ ὄρθιον, τραχύν, σκιάδειον ἔχοντα ἀνήθῳ παραπλήσιον, ἐφʼ οὗ ἄνθη λευκά, ἐν μέσῳ δὲ μικρόν τι πορφυροειδὲς οἱονεὶ κροκύδιον· ῥίζα δὲ δακτύλου πάχος, ὅσον σπιθαμῆς τὸ μῆκος, εὐώδης, ἐδωδίμη ἑφθή.
Στέαρ· πρὸς μὲν τὴν μήτραν ἁρμόζει τὸ νεαρὸν χήνειον ἢ ὀρνίθειον καὶ δίχα ἁλῶν θεραπευόμενον· πολέμιον γὰρ ὑστέρᾳ τὸ ἡλισμένον καὶ τὸ τῷ χρόνῳ μεταβεβληκὸς εἰς δριμύτητα. πρόσφατον δὲ λαβὼν τούτων τι καὶ ἐξυμενίσας ἔμβαλε εἰς λοπάδα κεραμέαν καινήν, δὶς τοσοῦτον χωροῦσαν, ὅσον ἐστὶ τὸ μέλλον θεραπεύεσθαι· εἶτα θεὶς εἰς ὀξύτατον ἥλιον τὸ ἀγγεῖον κεκαλυμμένον ἱκανῶς, ὑπὸ χεῖρα τὸ ἀποτηκόμενον ἀπήθει εἰς ἕτερον ἀγγεῖον ὀστράκινον, ἕως ἂν ἅπαν δαπανήσῃ· τοῦτο δʼ εἰς κατάψυχρον τόπον ἀποτίθεσο καὶ χρῶ. τινὲς δʼ ἀντὶ τοῦ ἡλίου ὑπὲρ ὕδατος ζεστοῦ ἀπερείδονται τὴν λοπάδα ἢ ἐπὶ λεπτῆς καὶ μαλακῆς ἀνθρακιᾶς. ἔστι δὲ καὶ ἄλλος τρόπος θεραπείας τοιοῦτος· μετὰ τὸ ἐξυμενιάσαι τὸ στέαρ λεαίνεται καὶ εἰς λοπάδα ἐμβληθὲν τήκεται, ἁλὸς ὀλίγου καὶ λεπτοῦ προσεμπασθέντος, εἶτα διὰ ῥάκους λινοῦ ὑλισθὲν ἀποτίθεται. ἁρμόζει δὲ τὸ τοιοῦτο εἰς τὰ ἄκοπα. ὕειον δὲ καὶ ἄρνειον θεραπεύεται οὕτως· λαβὼν τὸ πρόσφατον καὶ καταπίμελον, οἷόν ἐστι τὸ νεφρίδιον, ἔμβαλε εἰς δαψιλὲς ὕδωρ ὄμβριον ὡς ὅτι ψυχρότατον καὶ ἐξυμένισον καὶ τρῖβε ταῖς χερσὶν ἐπιμελῶς, ἀνατρίβων αὐτὸ καὶ οἱονεὶ ἀποψύχων· εἶθʼ ἑτέρῳ ὕδατι πολλάκις ἀποκλύσας δὸς εἰς χύτραν κεραμέαν τὸ διπλάσιον χωροῦσαν, ἐπιχέας τε ὕδωρ ὡς ὑπερέχειν τοῦ στέατος, θὲς ἐπὶ κούφης ἀνθρακιᾶς καὶ κίνει σπάθῃ, ὅταν δὲ τακῇ, διηθήσας αὐτὸ διʼ ἠθμοῦ εἰς ὕδωρ καὶ ἐάσας αὐτὸ ψυγῆναι πάλιν ἐστραγγισμένον ἐπιμελῶς ἀπόδος εἰς τὴν χύτραν προπεπλυμένην, ἐπιχέας τε ὕδωρ τῆξον πράως, καὶ καθελὼν μικρόν τε ἐάσας τὴν τρύγα ὑποστῆναι κατάχει εἰς νενοτισμένην σπόγγῳ λοπάδα· ὁπόταν δὲ παγῇ, ἀνελόμενος καὶ τὴν πρὸς τῷ πυθμένι ἀκαθαρσίαν ἀφελὼν τῆξον ἐκ τρίτης χωρὶς ὕδατος καὶ κατεράσας εἰς θυείαν καὶ καθαρίσας τε ἔμβαλε εἰς κεραμεοῦν ἀγγεῖον, καὶ πωμάσας ἀπόθου εἰς κατάψυχρον τόπον. τράγειόν τε καὶ προβάτειον, ἔτι δʼ ἐλάφειον θεραπευτέον οὕτως· λαβὼν οἷόνπερ εἴρηται στέαρ οὗτινος αὐτῶν καὶ πλύνας ἐξυμενίσας τε, ὡς δεδήλωται ἐπὶ τοῦ ὑείου, δὸς εἰς θυείαν καὶ τρῖβε κατʼ ὀλίγον ὕδωρ ἐπιχέων, ἄχρι ἂν μήτε αἱμάλωψ ἐκκρίνηται μήτε λάμπῃ ἐπὶ πλέον λαμπρόν τε γένηται· λοιπὸν δʼ ἐμβαλὼν αὐτὸ εἰς κεραμεοῦν ἀγγεῖον καὶ προσεπιδοὺς ὕδωρ ὥστε ὑπερέχειν, θὲς ἐπὶ κούφης ἀνθρακιᾶς καὶ κίνει· ὅταν δὲ τακῇ ἅπαν, κατεράσας αὐτὸ εἰς ὕδωρ καὶ ψύξας πλύνας τε τὴν χύτραν ἐκ δευτέρου τῆκε καὶ τὰ αὐτὰ τοῖς προειρημένοις ποίει· τὸ δὲ τρίτον χωρὶς ὕδατος τήξας εἰς νενοτισμένην θυείαν ἀπήθησον, καὶ ψυγὲν ἀποτίθεσο, ὡς εἴρηται ἐπὶ τοῦ ὑείου. καὶ τοῦ βοείου δὲ στέατος τὸ νεφρίδιον ἐξυμενιστέον καὶ θαλάσσῃ πελαγίᾳ πλυτέον καὶ κοπτέον ἐπιμελῶς ἐπιρραινομένης τῆς θαλάττης· ὅταν δὲ διαλυθῇ ἅπαν, ἐμβλητέον αὐτὸ εἰς κεραμέαν χύτραν καὶ θάλασσαν ἐπιχυτέον ὡς ὑπερέχειν μὴ ἧττον σπιθαμῆς· ἑψητέον δέ, ἄχρις ἂν τὴν ἰδίαν ὀσμὴν ἀποβάλῃ, εἶτα πρὸς μνᾶν μίαν τοῦ στέατος τὴν Ἀττικὴν κηροῦ Τυρρηνικοῦ 𐅻 δ ἐμβλητέον καὶ διηθητέον, ἀφαιρετέον δὲ τὴν προσκαθημένην τῷ πυθμένι ἀκαθαρσίαν καὶ εἰς λοπάδιον καινὸν ἀποθετέον, εἶτʼ εἰς ἥλιον καθʼ ἡμέραν κομιστέον περιεσκεπασμένον, ὅπως ἀπολευκανθῇ καὶ τὴν δυσωδίαν ἀποβάλῃ. τὸ δὲ ταύρειον θεραπευτέον οὕτως· λαβὼν καὶ τοῦδε τὸ πρόσφατον καὶ νεφρίδιον ἔκπλυνον ποταμίῳ ῥεύματι, ἐξυμενίσας τε δὸς εἰς χύτραν κεραμέαν καινὴν ἁλὸς ὀλίγον προσεμπάσας καὶ τῆκε· ἔπειτʼ εἰς ὕδωρ διαυγὲς ἀπήθησας, ὅταν ἀρχὴν λάβῃ πήξεως, ταῖς χερσὶ πάλιν ἔκπλυνον σφοδρῶς τρίβων, τοῦ μὲν ἀπεζεσμένου ἀποχεομένου ὕδατος, τοῦ δʼ ἐπιχεομένου, ἄχρι ἂν παγηθῆ καλῶς, καὶ πάλιν εἰς χύτραν ἐμβαλὼν ἕψε μετʼ ἴσου οἴνου εὐώδους· ὡς δʼ ἂν ζέσῃ δίς, ἄρας ἀπὸ τοῦ πυρὸς τὴν χύτραν ἔασον ἐννυκτερεῦσαι τὸ στέαρ· τῇ δʼ ἐχομένῃ ἐάν τι τῆς δυσωδίας ὑπολείπηται, ἀνελόμενος τὸ προειρημένον εἰς ἑτέραν χύτραν καινὴν προσεπίχεον οἶνον εὐώδη καὶ τὰ αὐτὰ τοῖς προειρημένοις ποίει, ἕως ἂν ἅπασαν τὴν δυσωδίαν ἀποβάλῃ. τήκεται δὲ καὶ χωρὶς ἁλῶν ἐπʼ ἐνίαις διαθέσεσιν, ἐν αἷς οὗτοι ἐναντιοῦνται· γίνεται μέντοι τὸ οὕτω σκευασθὲν οὐκ ἄγαν λευκόν. εἰ δʼ ἀθεράπευτον στέαρ χήνειον ἢ ὀρνίθειον ἢ μόσχειον θέλοι τις ἄσηπτον διατηρῆσαι, οὕτως ποιητέον αὐτό· λαβὼν πρόσφατον, ὁποῖον ἂν αἱρῇ τε, ἔκπλυνον ἐπιμελῶς καὶ διαψύξας ἐπὶ κοσκίνου ἐν σκιᾷ μετὰ τὸ ξηρανθῆναι ἔμβαλλε εἰς ὀθόνιον καὶ ἐκπίεσον ταῖς χερσὶν ἐρρωμένως, ἔπειτα λίνῳ διείρας κρέμασον ἐν τόπῳ σκιερῷ, μετὰ δʼ ἡμέρας πολλὰς καινῷ ἀποδήσας χάρτῃ ἀποτίθεσο ἐν καταψύχρῳ τόπῳ. ἄσηπτα διαμένει καὶ ἐν μέλιτι ἀποτεθέντα.
Στάχυς θάμνος ἐστὶν ἐμφερὴς πρασίῳ, ὑπομηκέστερα δὲ καὶ πλείω τὰ φύλλα ἔχων, ὑποδάσεα, σκληρά, εὐώδη, λευκά· ῥαβδία δὲ πλείονα ἀπὸ τῆς αὐτῆς ῥίζης, λευκότερα τῶν τοῦ πρασίου. φύεται ἐν ὀρεινοῖς καὶ τραχέσι χωρίοις.
Στοιχὰς γεννᾶται μὲν ἐν ταῖς κατὰ Γαλατίαν νήσοις καταντικρὺ Μασσαλίας, καλουμέναις δὲ Στοιχάσιν, ὅθεν καὶ τὴν προσωνυμίαν εἴληφεν. πόα ἐστὶ λεπτόκαρφος, ὁμοίαν ἔχουσα κόμην θύμῳ, ἀκροφυλλοτέραν δὲ καὶ δριμεῖαν ἐν τῇ γεύσει καὶ ὑπόπικρον ποσῶς.
Στρατιώτης ὁ ἐν τοῖς ὕδασι φυόμενος· ὠνόμασται καὶ οὗτος διὰ τὸ ἐπινήχεσθαι τῷ ὕδατι χωρὶς ῥίζης· φύλλον δʼ ἔχει ἀειζῴῳ ὅμοιον, μεῖζον μέντοι.
Στρατιώτης χιλιόφυλλος· θαμνίσκος μικρός, σπιθαμιαῖος καὶ μείζων, ἔχων τὰ φύλλα ὅμοια πτερῷ νεοττοῦ· εἰσὶ δὲ καὶ ἐκφύσεις τῶν φύλλων σφοδρῶς βραχεῖαι, ἐσχισμέναι· ἔοικε δὲ μάλιστα τὰ φύλλα τῇ βραχύτητι κυμίνῳ ἀγρίῳ, καὶ ἔτι βραχύτερα· καὶ τὸ σκιάδειον δασύ, πυκνότερον δὲ τοῦτο καὶ ἁδρότερον· ἔχει γὰρ ἐπʼ ἄκρου καρφία μικρά, ἐφʼ ὧν τὰ σκιάδειά ἐστιν ἀνήθου τρόπον· ἄνθη λευκά, μικρά. φύεται δὲ μάλιστα ἐν τόποις ὑποτραχέσι καὶ μάλιστα παρὰ τὰς ὁδούς.
Στρύχνον κηπαῖον ἐδώδιμον· θαμνίσκος οὐ μέγας, μασχάλας ἔχων πολλάς· φύλλα μέλανα, ὠκίμου μείζονα καὶ πλατύτερα· καρπὸς περιφερής, χλωρός, μέλας δʼ ἢ κιρρὸς μετὰ τὸ πεπανθῆναι· ἀβλαβὴς δʼ ἡ βοτάνη πρὸς γεῦσιν.
Ἔστι δὲ καὶ ἕτερον στρύχνον — οἱ δʼ ἀλικάκκαβον καλοῦσι —, φύλλοις ὅμοιον τῷ προειρημένῳ, πλατύτερα μέντοι· οἱ καυλοὶ δʼ αὐτοῦ μετὰ τὸ ἐξανθῆσαι χαμαικλινεῖς γίνονται· καρπὸν δʼ ἔχει ἐν θυλακίοις περιφερέσιν ὁμοίοις φύσαις πυρρόν, λεῖον ὡς ῥᾶγας σταφυλῆς, ᾧ καὶ οἱ στεφανηπλόκοι χρῶνται καταπλέκοντες τοῖς στεφάνοις.
Στρύχνον ὑπνωτικόν — οἱ δʼ ἀλικάκκαβον, οἱ δὲ καλλίαν καλοῦσι — θάμνος ἐστὶ καυλοὺς ἔχων πυκνούς, πολλούς, στελεχώδεις, δυσθραύστους, φύλλων πλήρεις λιπαρῶν, ἐμφερῶν μηλέᾳ κυδωνίᾳ· ἄνθος ἐρυθρόν, εὐμέγεθες. φύεται ἐν πετρώδεσιν.
Στρύχνον μανικόν, ὃ ἔνιοι περίσκον, οἱ δὲ πεντόδρυον ἐκάλεσαν· τούτου τὸ μὲν φύλλον ἐστὶν εὐζώμῳ παραπλήσιον, μεῖζον δὲ πρὸς τὸ τῆς ἀκάνθης μᾶλλον, ἥτις καὶ παιδέρως καλεῖται· καυλοὺς δʼ ἀνίησιν ἀπὸ τῆς ῥίζης ὑπερφυεῖς δέκα ἢ δώδεκα, ὕψος ὀργυιᾶς ἔχοντας· κεφαλὴν ὑπερκειμένην ὥσπερ ἐλαίαν, δασυτέραν δʼ ὡς πλατάνου σφαιρία, μείζονα δὲ καὶ παχυτέραν· ἄνθος μέλαν· μετὰ δὲ τοῦτο καρπὸν ἔχει βοτρυοειδῆ, στρογγύλον, μέλανα, ῥᾶγας δέκα ἢ δώδεκα κισσῷ ὁμοίοις κορύμβοις, μαλακὸν ὥσπερ σταφυλή· ῥίζα δʼ ὕπεστι λευκή, παχεῖα, κοίλη, ὡς πήχεως. φύεται ἐν ὀρεινοῖς χωρίοις καὶ προσηνέμοις καὶ πλατανώδεσιν.
Στύραξ δάκρυόν ἐστι δένδρου ὁμοίου κυδωνίᾳ· διαφέρει δʼ αὐτοῦ ὁ ξανθὸς καὶ λιπαρός, ῥητινώδης, θρόμβους ἔχων ὑπολεύκους, ἐπιδιαμένων τῇ εὐωδίᾳ ὡς ὅτι πλεῖστον καὶ ἐν τῷ μαλάσσεσθαι ἀνιεὶς ὑγρασίαν τινὰ μελιτώδη. τοιοῦτος δʼ ἐστὶν ὁ Γαβαλίτης καὶ ὁ Πισιδιακὸς καὶ Λύκιος· φαῦλος δʼ ὁ μέλας καὶ ψαφαρὸς καὶ πιτυρώδης. εὑρίσκεται δὲ καὶ δάκρυ κόμμει ἐοικός, διαυγές, σμυρνίζον· ὀλίγον δὲ τοῦτο γεννᾶται. δολίζουσι δʼ αὐτὸ τοῖς ἐκ τοῦ δένδρου πρίσμασιν, ὅπερ ὑπὸ τῶν σκωλήκων ἀνατίτραται, μιγνυμένοις καὶ μέλιτι καὶ ἴριδος ὑποστάθμῃ καὶ ἄλλοις τισίν. ἔνιοι δὲ κηρὸν ἢ στέαρ ἀρωματίσαντες συνεκμαλάσσουσιν ἐν τοῖς ὀξυτάτοις ἡλίοις τῷ στύρακι καὶ διʼ ἠθμοῦ εὐρυτρήτου ἐκθλίβουσιν εἰς ὕδωρ ψυχρὸν καὶ σκωλήκια ποιοῦσι καὶ πωλοῦσι, σκωληκίτην ὀνομάζοντες. ἐγκρίνουσι δʼ οἱ ἄπειροι τὸν τοιοῦτον ὡς ἀκέραιον, ἀπέχοντες τῇ κατὰ τὴν ὀσμὴν εὐτονίᾳ· δριμὺς γὰρ λίαν ἐστὶν ὁ ἄδολος. καίεται δὲ καὶ φώγνυται καὶ ὀπτᾶται καὶ αἰθαλοῦται ὡς λίβανος.
Συκόμορον· ἔνιοι δὲ καὶ τοῦτο συκάμινον καλοῦσι· καλεῖται δὲ καὶ ὁ ἀπʼ αὐτοῦ καρπὸς συκόμορον διὰ τὸ ἄτονον τῆς γεύσεως. δένδρον δʼ ἐστὶ μέγα, ὅμοιον συκῇ, πολύοπον σφόδρα, τοῖς φύλλοις ἐοικὸς μορέᾳ, φέρον δὲ καρπὸν γ ἢ δ τοῦ ἔτους, οὐκ ἀπὸ τῶν ἀκρεμόνων ὡς ἐπὶ τῆς συκῆς, ἀπὸ δὲ τοῦ στελέχους, ὅμοιον ἐρινεῷ, γλυκύτερον ὀλύνθου, μὴ ἔχοντα δὲ κεγχραμίδας μηδὲ πεπαινόμενον δίχα τοῦ ἐπικνισθῆναι ὄνυχι ἢ σιδήρῳ. φύεται δὲ πλεῖστον ἐν Καρίᾳ καὶ Ῥόδῳ καὶ ἐν τοῖς οὐ πολυπύροις τόποις· βοηθεῖ γὰρ ἐν ταῖς σιτοδείαις διὰ τὸ διηνεκὲς τοῦ καρποῦ· ἔστι δʼ εὐκοίλιος ὁ καρπός, ἄτροφος, κακοστόμαχος. ὀπίζεται δὲ τὸ δένδρον πρὶν καρποφορῆσαι ἔαρος, τοῦ φλοιοῦ ἐξ ἐπιβολῆς λίθῳ θλιβομένου· βαθύτερον γὰρ θλασθεὶς οὐδὲν ἀνίησι. συλλέγεται σπόγγῳ ἢ ἐρίῳ τὸ δάκρυον, καὶ ξηρανθὲν καὶ ἀναπλασθὲν ἐν ὀστρακίνῳ ἀποτίθεται ἀγγείῳ. γεννᾶται δὲ καὶ ἐν Κύπρῳ εἴδει διαφέρον· πτελέᾳ γάρ, οὐ συκαμίνῳ, τὰ φύλλα ἔοικε· τὸν δὲ καρπὸν κατὰ μέγεθος κοκκυμήλῳ καὶ γλυκύτερον· τὰ δʼ ἄλλα πάντα ὅμοια τοῖς προειρημένοις.
Σύμφυτον πετραῖον φύεται ἐν πέτραις· κλωνία δʼ ἔχει ἐμφερῆ ὀριγάνῳ, λεπτά· κεφάλια δʼ ὡς θύμου· τὸ δʼ ὅλον ἐστὶ ξυλῶδες καὶ εὐῶδες, γλυκύτερον πρὸς τὴν γεῦσιν καὶ στυπτικόν· ῥίζαν δʼ ἔχει μακράν, ὑπόπυρρον, πάχος ὅσον δακτύλου.
Σύμφυτον — οἱ δὲ πηκτήν — καυλὸν ἀνίησι παχύν, δίπηχυν καὶ μείζονα, γωνιώδη, κενὸν ὥσπερ σόγχου, περὶ ὃν οὐκ ἐκ μεγάλων διαστημάτων φύλλα δασέα, στενά, ὑπομήκη πρὸς τὰ τοῦ βουγλώσσου· ἔχει δὲ παρὰ τὰς γωνίας ἐξοχάς τινας παρατεταμένας φύλλων προστύπων ἐξ ἑκάστης μασχάλης· ἄνθη δʼ ἔχει μήλινα καὶ καρπὸν περὶ τὸν καυλὸν ὥσπερ φλόμου· ὅλος δʼ ὁ καυλὸς καὶ τὰ φύλλα χνοῦν ὑπότραχυν κατὰ τὴν ἁφὴν κνησμὸν ἐμποιοῦντα· ῥίζαι δʼ ὕπεισι τῇ μὲν ἐπιφανείᾳ μέλαιναι, ἔνδοθεν δὲ λευκαὶ καὶ γλίσχραι.
Σχῖνος δένδρον γνώριμον, στυπτικὸν ὅλον· καὶ γὰρ ὁ καρπὸς αὐτῆς καὶ τὸ φύλλον καὶ ὁ φλοιὸς τῶν κλάδων καὶ τῆς ῥίζης ἰσοδυναμεῖ. γίνεται δὲ καὶ χύλισμα ἐκ τοῦ φλοιοῦ τῆς ῥίζης καὶ τῶν φύλλων ἑψομένων σὺν ὕδατι ἐφʼ ἱκανόν, εἶτα μετὰ τὸ ψυγῆναι τῶν φύλλων ῥιπτουμένων, τοῦ δʼ ὕδατος πάλιν ἑψομένου ἄχρι μελιτώδους συστάσεως.
Σχοίνου λείας τὸ μέν τι καλεῖται ὀξύσχοινος, ἄποξυς ἐπʼ ἄκρῳ. δισσὸν δὲ καὶ ταύτης εἶδος· ἡ μὲν γὰρ ἄκαρπος, ἡ δὲ καρπὸν μέλανα ἔχει, περιφερῆ· τραχύτεροι δὲ καὶ ταύτης οἱ κάλαμοι καὶ σαρκωδέστεροι. ἔστι δὲ καὶ τρίτη σχοῖνος σαρκωδεστέρα τῶν δυεῖν, ἣν ὁλόσχοινον λέγομεν· ἔχει δὲ καρπὸν καὶ αὐτὴ ἐπʼ ἄκρῳ, ὅμοιον τῇ πρὸ αὐτῆς.
Τεύκριος· πόα ῥαβδοειδὴς παρέοικε χαμαίδρυϊ, λεπτόφυλλος, ἔχουσα ἐρεβίνθῳ τὸ πέταλον ὅμοιον. φύεται δὲ πλείστη ἐν Λυκίᾳ τῇ κατὰ τὴν Γετίδα καὶ Κεντιάδα καλουμένην.
Τηλέφειον — οἱ δʼ ἀείζῳον, οἱ δʼ ἀνδράχνην ἀγρίαν, οἱ δὲ βρύον· τοῦτο καὶ τοῖς φύλλοις καὶ τῷ καυλῷ ἔοικεν ἀνδράχνῃ, μασχάλας ἔχον δύο παρʼ ἕκαστον τῶν φύλλων ἐκφυομένας, ἀφʼ ὧν κλωνία ἓξ ἢ ἑπτά, ἀπὸ τῆς ῥίζης πλήρη φύλλων παχέων καὶ σαρκωδῶν καὶ γλίσχρων· ἄνθη λευκά. φύεται ἐν ἀμπελῶσι καὶ τόποις ἐργασίμοις ἔαρος.
Τιθυμάλλου δʼ εἴδη ἑπτά, ὧν ὁ μὲν ἄρρην χαρακίας καλεῖται, ὑπὸ δέ τινων κομήτης, ὁ δʼ ἀμυγδαλοειδὴς ἢ κωβιὸς ὀνομάζεται· ὁ δέ τις θῆλυς μυρσινίτης, ὃν καὶ καρυΐτην προσαγορεύουσιν, ὁ δὲ παράλιος — οἱ δὲ τιθυμαλλίδα ἐκάλεσαν —, ὁ δέ τις ἡλιοσκόπιος, ὁ δὲ κυπαρισσίας, ὁ δὲ δενδρώδης, ὁ δὲ πλατύφυλλος. τοῦ δὲ χαρακίου καλουμένου καυλοὶ μὲν ὑπὲρ πῆχυν ἐνερευθεῖς, ὀποῦ δριμέος καὶ λευκοῦ μεστοί· φύλλα περὶ ταῖς ῥάβδοις ὅμοια ἐλαίᾳ, μικρότερα δὲ καὶ στενότερα, ἁδρά, ξυλώδη, ἐπʼ ἄκρῳ δʼ αὐτῶν κόμη σχοινοειδῶν ῥαβδίων καὶ ἐπʼ αὐτῶν ὑπόκοιλα, ὅμοια πυελίσιν, ἐν οἷς ὁ καρπός. φύεται δʼ ἐν τραχέσι καὶ ὀρεινοῖς τόποις. ὀπίζεται δὲ πᾶς τιθύμαλλος περὶ τὸν πυραμητὸν συναχθεισῶν τῶν ῥάβδων καὶ ἀποτμηθεισῶν· ἐγκεκλεῖσθαι δὲ δεῖ αὐτὰς εἰς ἀγγεῖον. ἔνιοι δʼ ὀρόβινον ἄλευρον μιγνύντες συναναπλάσσουσιν ὀροβιαῖα μεγέθη· τινὲς δʼ εἰς τὰ ξηραινόμενα σῦκα ἀποστάζουσι σταλαγμοὺς τρεῖς ἢ τέσσαρας καὶ ξηράναντες ἀποτίθενται, καθʼ ἑαυτὸν δὲ τριβόμενος ἐν θυείᾳ ἀναπλάσσεται καὶ ἀποτίθεται. ἐν δὲ τῷ ὀπίζειν οὐ δεῖ κατʼ ἄνεμον ἵστασθαι οὐδὲ τὰς χεῖρας προσάγειν τοῖς ὀφθαλμοῖς, ἀλλὰ καὶ πρὸ τοῦ ὀπίζειν τὸ σῶμα δεῖ χρίειν στέατι ἢ ἐλαίῳ μετʼ οἴνου, μάλιστα δὲ τὸ πρόσωπον καὶ ὄσχεον· τραχύνει δὲ καὶ τὴν φάρυγγα. ὁ δὲ θῆλυς, ὃν ἔνιοι μυρσινίτην καλοῦσι καὶ καρυΐτην ἐκάλεσαν, προσεμφερὴς τῷ δαφνοειδεῖ, λευκὸς τῇ φύσει, καὶ τὰ φύλλα ὅμοια ἔχει μυρσίνῃ, μείζω δὲ καὶ στερεά, ἐπʼ ἄκρου δʼ ὀξέα καὶ ἀκανθώδη· κλήματα δʼ ἀπὸ τῆς ῥίζης ὡς σπιθαμῆς ἀφίησι· τὸν δὲ καρπὸν φέρει παρʼ ἐνιαυτὸν καρύῳ ὅμοιον, ἡσυχῇ δάκνοντα τὴν γλῶτταν. ἐν τραχέσι χωρίοις καὶ οὗτος φύεται. δύναμιν δʼ ἔχει καὶ ἀπόθεσιν ὁ ὀπὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ὁμοίαν τῷ πρὸ αὐτοῦ, ἐμετικώτερος μέντοι ἐκεῖνος τούτου. ὁ δὲ παράλιος λεγόμενος τιθύμαλλος, ὃν ἔνιοι τιθυμαλλίδα ἢ μήκωνα ἐκάλεσαν, φύεται μὲν ἐν παραθαλαττίοις· κλῶνας δʼ ἔχει σπιθαμιαίους, ὀρθούς, πέντε ἢ ἕξ, ὑπερύθρους ἀπὸ τῆς ῥίζης, περὶ οὓς τὰ φύλλα στιχηδὸν μικρά, ὑπόστενα, προμήκη, ἐοικότα λίνῳ· κεφαλὴ δʼ ἐπʼ ἄκρῳ πυκνή, περιφερής, ἐν ᾗ ὁ καρπὸς ὥσπερ ὄροβος, ποικίλος· ἄνθη λευκά· ὅλος δʼ ὁ θάμνος καὶ ἡ ῥίζα ὀποῦ λευκοῦ πολλοῦ μεστή. χρῆσις δὲ καὶ ἀπόθεσις τούτου ὁμοία τοῖς προειρημένοις. ὁ δʼ ἡλιοσκόπιος λεγόμενος ἀνδράχνῃ ὅμοια ἔχει τὰ φύλλα, λεπτότερα δὲ καὶ περιφερέστερα· κλῶνας δʼ ἀφίησιν ἀπὸ τῆς ῥίζης σπιθαμιαίους, τέσσαρας ἢ πέντε, λεπτούς, ἐρυθρούς, ὀποῦ λευκοῦ πολλοῦ μεστούς· κεφαλὴν δʼ ἀνηθοειδῆ· καὶ ὁ καρπὸς ὥσπερ ἐν φιαλίοις· συμπεριφέρεται δὲ τούτου ἡ κόμη τῇ τοῦ ἡλίου κλίσει, ὅθεν καὶ ὠνόμασται. ἐν εὐρίποις μάλιστα καὶ περὶ πόλεις φύεται. συλλέγεται δʼ ὁ καρπὸς καὶ ὁ ὀπὸς ὥσπερ καὶ τῶν ἄλλων, δύναμιν ἔχων τὴν αὐτήν, οὐχ οὕτω μέντοι ἐπιτεταμένην. ὁ δὲ κυπαρισσίας καυλὸν μὲν ἀνίησι σπιθαμιαῖον ἢ μείζονα, ὑπέρυθρον, ἐξ οὗ βεβλάστηκε τὰ φύλλα, τοῖς τῆς πίτυος ὅμοια, τρυφερώτερα μέντοι καὶ λεπτότερα· καὶ καθόλου ἔοικε πίτυϊ ἀρτιφυεῖ, ὅθεν καὶ ὠνόμασται· πεπλήρωται δὲ καὶ οὗτος ὀποῦ λευκοῦ. δύναμιν δʼ ἔχει ὁμοίαν τοῖς πρὸ αὐτοῦ. ὁ δʼ ἐν ταῖς πέτραις φυόμενος, δενδροειδὴς δὲ καλούμενος, ἀμφιλαφὴς πάντοθεν καὶ πολύκομος, ὀποῦ μεστός, ὑπέρυθρος τοῖς κλάδοις, περὶ οὓς τὰ φύλλα μυρσίνῃ λεπτῇ προσεοικότα· καρπὸς δʼ ὅμοιος τῷ τοῦ χαρακίου. παραπλησίως δὲ καὶ οὗτος ἀποτίθεται καὶ ἐνεργεῖ τοῖς προειρημένοις. ὁ δὲ πλατύφυλλος φλόμῳ ἔοικεν, οὗ καὶ αὐτοῦ ἡ ῥίζα καὶ ὁ ὀπὸς καὶ τὰ φύλλα ἄγει ὑδατώδη κατὰ κοιλίαν· ἀποκτείνει δὲ καὶ τοὺς ἰχθῦς κοπεὶς καὶ διεθεὶς τῷ ὕδατι· καὶ οἱ προγεγραμμένοι δὲ τὸ αὐτὸ ποιοῦσιν.
Πιτύουσα — οἱ δὲ κλῆμα, οἱ δὲ κράμβιον, οἱ δὲ παράλιον, οἱ δὲ Κανωπικὸν καλοῦσιν· εἴδει δὲ δοκεῖ διαφέρειν τοῦ κυπαρισσίου τιθυμάλλου, ὅθεν καὶ τὸ εἶδος ἐν αὐτοῖς καταριθμεῖται· ἀνίησι δὲ καυλὸν πήχεως μείζονα, πολυγόνατον, φυλλαρίοις ὀξέσι, λεπτοῖς κατειλημμένον, ἐμφερέσι τοῖς τῆς πίτυος· ἄνθη μικρά, ὡς πορφυρᾶ· καρπὸν δὲ πλατὺν ὡς φακόν· ῥίζαν λευκήν, παχεῖαν, ὀποῦ μεστήν. εὑρίσκεται δὲ κατὰ τόπους σφόδρα εὐμεγέθης.
Τόρδιλον, ὃ ἔνιοι σέσελι Κρητικὸν καλοῦσι, φύεται καὶ ἐν τῷ κατὰ Κιλικίαν Ἀμάνῳ· ἔστι δὲ βοτάνιον φρυγανῶδες, ἔχον σπερμάτιον περιφερές, διπλοῦν, ὅμοιον ἀσπιδισκίοις, ὑπόδριμυ, ἀρωματίζον.
Τραγορίγανος θαμνίσκος ἐστὶν ἑρπύλλῳ ἀγρίῳ ἐμφερῆ τὰ φύλλα καὶ τὰ κλωνία. ἤδη μέντοι κατὰ τόπους εὑρίσκεταί τις εὐερνεστέρα καὶ πλατύφυλλος, κολλώδης ἱκανῶς· ἡ δέ τις λεπτόκαρφος καὶ λεπτόφυλλος, ἣν καὶ παρασείαν ἔνιοι καλοῦσιν. ἀρίστη δʼ ἡ Κιλίκιος καὶ Σμυρναία καὶ Κρητική.
Τραγάκανθα· ἔστι ῥίζα πλατεῖα καὶ ξυλώδης, φαινομένη δὲ καὶ ὑπὲρ γῆς, ἀφʼ ἧς κλάδοι ταπεινοί, πυκνοί, ἰσχυροί, χεόμενοι δʼ ἐπὶ πολύ, καὶ ἐπʼ αὐτῶν τὰ φυλλάρια λεπτά, πολλά, μεταξὺ ἀκάνθας ἔχοντα συγκρυπτομένας τοῖς φύλλοις, λευκάς, ἰσχυράς, ὀρθάς. ἔστι δʼ ἡ τραγάκανθα δάκρυον τῆς ῥίζης ἀποτμηθείσης ἐπισυνιστάμενον, ἧς διαφέρει ἡ διαυγὴς καὶ λεία καὶ ἰσχνή, καθαρά, ὑπόγλυκυς.
Τράγος· τὸ σχῆμα παραπλήσιον μὲν χόνδρῳ, ἀτροφώτερος δὲ παρὰ πολὺ ζειᾶς διὰ τὸ πολὺ ἔχειν τὸ ἀχυρῶδες· διὸ καὶ δυσκατέργαστός ἐστι καὶ κοιλίας μαλακτικός.
Τράγιον φύεται ἐν Κρήτῃ μόνῃ· ἔχει δὲ τὰ φύλλα ὅμοια σχοίνῳ καὶ τὰς ῥάβδους καὶ τὸν καρπόν· μικρότερα δὲ πάντα· φέρει δὲ καὶ ὀπὸν ὅμοιον κόμμει.
Ἄλλο τράγιον ἔχει μὲν φύλλα ὅμοια σκολοπενδρίῳ· ῥίζαν δὲ λευκήν, λεπτήν, παραπλησίαν ῥαφάνῳ ἀγρίᾳ.
Τράγιον — οἱ δὲ σκορπίον, οἱ δὲ τραγορίγανον — φύεται παρὰ θάλασσαν· θαμνίσκος ἐστὶν ἐπὶ γῆς οὐ μέγας, μέγεθος ἔχων σπιθαμῆς ἢ μείζων· φύλλα δʼ οὐκ ἔχει· ἐπὶ δὲ τῶν κλάδων πρόσκεινται οἱονεὶ ῥᾶγες μικραί, πυρραί, κατὰ μέγεθος πυροῦ, ὀξεῖαι ἐπʼ ἄκρου, πολλαί, γευομένῳ στυπτικαί.
Τραγοπώγων — οἱ δὲ κόμην καλοῦσι· καυλὸς βραχύς· φύλλα κρόκῳ ὅμοια· ῥίζα μακρά, γλυκεῖα· ἐπὶ δὲ τοῦ καυλοῦ κάλυξ μεγάλη, καὶ ἐξ ἄκρου καρπὸς μέλας, ἀφʼ οὗ καὶ τὸ ὄνομα ἔσχηκεν. ἔστι δʼ ἡ πόα ἐδώδιμος.
Τρίβολος· ὁ μὲν χερσαῖος ἀνδράχνῃ τὰ φύλλα ἔοικε, λεπτότερα δέ· τὰ κλήματα μακρὰ κατὰ γῆς, στρυφνά, καὶ πρὸς αὐτὰ ἄκανθαι σκληραί. φύεται παρὰ ποταμοῖς καὶ οἰκοπέδοις. ὁ δέ τις καὶ ἔνυδρος ἐν ποταμοῖς φυόμενος ὑπερέχων τὴν κόμην, τὴν δʼ ἄκανθαν κρύπτων· φύλλα πλατέα, μόσχον ἔχοντα μακρόν· καυλὸν δʼ ἐξ ἄκρου παχύτερον, μᾶλλον τοῦ ἐν βάθει· πρόσεστι δὲ καὶ τριχώδη τινὰ ἀποπεφυκότα στάχυος εἴδη· ὁ δὲ καρπὸς σκληρὸς ὡς καὶ θατέρου. ἀμφότεροι δὲ στύφουσι καὶ ψύχουσιν. οἱ δὲ περὶ τὸν Στρυμόνα ποταμὸν Θρᾷκες τῇ μὲν πόᾳ χλωρᾷ ἱπποτροφοῦσι, τὸν δὲ καρπὸν γλυκὺν ὄντα καὶ τρόφιμον σιτοποιοῦσι χρώμενοι αὐτῷ ἀντὶ ἄρτου.
Τριπόλιον φύεται ἐν παραθαλασσίοις τόποις, οὓς ὑποκλύζει θάλασσα καὶ ὑποχωρεῖ, οὔτε δʼ ἐν ξηρᾷ οὔτε ἐν θαλάττῃ. φύλλα ἔχει ἰσάτει ὅμοια, παχύτερα δέ· καυλὸν σπιθαμιαῖον, ἄνωθεν ἐσχισμένον. ταύτης ἱστορεῖται τὸ ἄνθος τρὶς τῆς ἡμέρας μεταβάλλειν τὸ χρῶμα, πρωῒ λευκόν, κατὰ μεσημβρίαν πορφυροῦν, ὀψὲ δὲ φοινικοῦν· ῥίζα λευκή, εὐώδης, θερμαντικὴ γευομένῳ.
Τριφύλλιον — οἱ δὲ μινυανθές, οἱ δʼ ἀσφάλτιον, οἱ δὲ κνήκιον, οἱ δʼ ὀξύφυλλον καλοῦσι — θάμνος ἐστὶ πήχεως ἢ καὶ μείζων, ῥάβδους ἔχων λεπτάς, μελαίνας, σχοινώδεις, παραφυάδας ἔχουσα, ἐφʼ ὧν φύλλα ὅμοια λωτῷ τῷ δένδρῳ, τρία καθʼ ἑκάστην βλάστησιν· ὀσμὴ δʼ αὐτῶν ἄρτι μὲν φυομένων πηγάνου, αὐξηθέντων δʼ ἀσφάλτου· ἄνθος δʼ ἀνίησι πορφυροῦν· σπέρμα δὲ δασύ, ὑπόπλατυ, ἐκ τοῦ ἑτέρου πέρατος ὥσπερ κεραίαν ἔχον· ῥίζα λεπτή, μακρά, στερεά.
Ἡ δὲ καλουμένη ἱππιακὴ τυρός ἐστιν ἵππειος, βρωμώδης καὶ πολύτροφος, ἀνάλογον τῷ βοείῳ· ἔνιοι ἱππακὴν ἐκάλεσαν τὴν ἵππειον πιτυΐαν.
Τύφη φύλλον ἀνίησι κυπέρει ὅμοιον· καυλὸν δὲ λεῖον, ὅλον ἐπʼ ἄκρῳ περικείμενον· ἄνθος πυκνόν, ἐκπαππούμενον, ὃ καλοῦσιν ἔνιοι ἀνθήλην.
Ὑάκινθος φύλλα ἔχει ὅμοια βολβῷ· καυλὸν σπιθαμιαῖον, λεῖον, λεπτότερον μικροῦ δακτύλου, χλωρόν· κόμην ἐπικειμένην κυρτήν, ἄνθους περίπλεον πορφυροειδοῦς· ῥίζαν καὶ αὐτὴν ἐμφερῆ βολβῷ.
Ὑδροπέπερι φύεται μάλιστα παρὰ στασίμοις ὕδασιν ἢ ἐπιεικέσι ῥείθροις· καυλὸν ἀνίησι γονατώδη, περὶ ὃν μασχάλαι καὶ φύλλα ἡδυόσμῳ παρεοικότα, μείζονα δὲ καὶ λευκότερα καὶ τρυφερώτερα, δριμύτερα ἐν τῇ γεύσει ὥσπερ τὸ πέπερι, οὐ μὴν ἀρωματίζει· καρπὸν δʼ ἔχει ἐπὶ κλωναρίων μικρῶν, ἐκφυόμενον παρὰ τὰ φύλλα, συνεχῆ, βοτρυώδη, δριμύν.
Ὑοσκύαμος — οἱ δʼ ἀδάμαντα καλοῦσι — θάμνος ἐστὶ καυλοὺς ἀνιεὶς παχεῖς· φύλλα πλατέα, ἐπιμήκη, ἐσχισμένα, μέλανα, δασέα· περὶ δὲ τὸν καυλὸν ἐφεξῆς πεφύκασιν ὥσπερ ῥοιᾶς κύτινοι πεφραγμένοι ἀσπιδίσκοις, μεστοὶ σπέρματος ὥσπερ μήκωνος. εἰσὶ δʼ αὐτοῦ διαφοραὶ τρεῖς· ὁ μὲν γὰρ ἄνθη ὑποπόρφυρα φέρει, φύλλα ὅμοια σμίλακι, σπέρμα μέλαν, καὶ τοὺς κυτίνους σκληροὺς καὶ ἀκανθώδεις· ὁ δέ τις ἄνθη μηλοειδῆ, φύλλα καὶ λοβοὺς ἁπαλωτέρους, σπέρμα δʼ ὑπόξανθον ὥσπερ ἐρύσιμον. ἀμφότεροι δʼ οὗτοι μανιώδεις ὑπάρχουσι καὶ καρωτικοί, δύσχρηστοι δʼ εἰς θεραπείαν. ἠπιώτατος δʼ ὢν ὁ τρίτος λιπαρὸς καὶ ἁπαλὸς καὶ χνοώδης, ἄνθη λευκὰ ἔχων καὶ τὸ σπέρμα λευκόν. φύεται παρὰ θαλάττῃ καὶ εὐρίποις. χρηστέον οὖν ἐστι τῷ λευκῷ· εἰ δὲ μὴ παρείη οὗτος, χρηστέον τῷ ξανθῷ, τὸν δὲ μέλανα ἀποδοκιμάζειν ὡς χείριστον. χυλίζεται δʼ ὁ καρπὸς ἁπαλὸς καὶ τὰ φύλλα καὶ οἱ καυλοὶ κοπτόμενοι ἐν ἡλίῳ ξηραινομένου τοῦ ὑγροῦ· χρῆσις δʼ αὐτοῦ πρὸς ἐνιαυτὸν διὰ τὸ εὔσηπτον εἶναι. χυλίζεται δὲ καὶ τὸ σπέρμα κατʼ ἰδίαν ξηρὸν κοπτόμενον ὕδατος θερμοῦ παραχεομένου καὶ ἐκθλιβομένου· ἔστι δὲ βέλτιον τοῦ ὀπίου τὸ χύλισμα καὶ ἀνωδυνώτερον. ἡ δὲ χλόη κοπεῖσα καὶ μιγεῖσα σιτανίῳ ἀλεύρῳ ἀναπλάσσεται εἰς τροχίσκους καὶ ἀποτίθεται.
Ὑπερικόν — οἱ δʼ ἀνδρόσαιμον, οἱ δὲ κόριον, οἱ δὲ χαμαιπίτυν διὰ τὸ τὴν περὶ τὸ σπέρμα ὀσμὴν ἐοικέναι ῥητίνῃ πιτυΐνῃ — φύλλα ἔχει πηγάνῳ παραπλήσια· θάμνον φρυγανώδη, σπιθαμιαῖον, ὑπέρυθρον· λευκοΐῳ ὅμοιον ἄνθος· λοβὸν δʼ ὑπόδασυν, προμήκη ἐν τῷ περιφερεῖ, μέγεθος κριθῆς, ἐν ᾧ σπέρμα μέλαν, ῥητίνης ὄζον. φύεται ἐν ἐργασίμοις καὶ τραχέσι τόποις.
Ὑποκιστίς· φύεται παρὰ ταῖς ῥίζαις τοῦ κίσθου ἡ λεγομένη ὑποκιστίς, ὑπʼ ἐνίων δʼ ὀρόβηθρον ἢ κύτινος καλουμένη, ὅμοιόν τι κυτίνῳ ῥοιᾶς· τὸ μέν τι αὐτοῦ κιρρόν, τὸ δὲ λευκόν, ὅπερ χυλίζεται ὥσπερ ἡ ἀκακία. ἔνιοι δὲ ξηράναντες αὐτὴν βρέχουσι θλάσαντες καὶ ἕψουσι καὶ τὰ ἄλλα ποιοῦσιν ὡς ἐπὶ τοῦ λυκίου.
Ὑπήκοον φύεται μὲν ἐν σίτῳ καὶ ταῖς ἀρούραις, φύλλον ἔχον πηγάνῳ ὅμοιον, κλῶνας μικρούς. δύναμιν δʼ ἔχει ἀναλογοῦσαν τῷ τῆς μήκωνος ὀπῷ.
Ὕσσωπος πόα γνώριμος δισσή· ἡ μὲν γάρ τίς ἐστιν ὀρεινή, ἡ δὲ κηπευτή· ἀρίστη δʼ ἡ ἐν Κιλικίᾳ γεννωμένη.
Φακὸς ὁ ἐπὶ τῶν τελμάτων εὑρίσκεται ἐπὶ τῶν στασίμων ὑδάτων· φύλλον ὅμοιον φακῷ.
Φαλάγγιον — οἱ δὲ φαλαγγῖτιν, οἱ δὲ καὶ ταύτην λευκάκανθον καλοῦσι· κλῶνές εἰσι δύο ἢ τρεῖς ἢ πλείονες, διέχοντες ἀπʼ ἀλλήλων· ἄνθη λευκά, παραπλήσια κρίνῳ, πολλὰς ἐντομὰς ἔχοντα· σπέρμα δὲ παχύ, μέλαν ὥσπερ φακοῦ ἥμισυ, ἰσχνότερον μέντοι πολλῷ· ῥιζίον λεπτόν, χλωρὸν ἅμα τῷ ἑλκυσθῆναι ἐκ τῆς γῆς· ὕστερον γὰρ συνέρχεται. φύεται ἐν γεωλόφοις.
Φαληρὶς καυλία ἀνίησιν ἐκ ῥιζῶν λεπτῶν καὶ ἀχρήστων, πολλά, γονατώδη, καλαμοειδῆ, ἐοικότα τοῖς τῆς ζειᾶς, ἰσχνότερα μέντοι καὶ γλυκέα ἐν τῇ γεύσει· καὶ τὰ φύλλα ἐοικότα τοῖς τῆς ζειᾶς· σπέρμα δʼ ὕπεστι μέγεθος κέγχρου λευκοῦ, ὑπόμηκες.
Φιλυρὶς δένδρον ἐστὶν ὅμοιον κύπρῳ κατὰ μέγεθος· φύλλα δʼ ὅμοια ἐλαίᾳ, πλατύτερα δὲ καὶ μελάντερα· ἔχει καρπὸν σχίνῳ ἐμφερῆ, μέλανα, ὑπόγλυκυν, ὡς ἐν βότρυσι κείμενον. ἐν τραχέσι τόποις γεννώμενον.
Φλόμος τὴν μὲν ἀνωτάτω διαφορὰν ἔχει δισσήν· ἡ μὲν γὰρ αὐτῆς λευκή, ἡ δὲ μέλαινα, καὶ τῆς λευκῆς ἡ μὲν θήλεια, ἡ δʼ ἄρρην. τῆς μὲν οὖν θηλείας τὰ φύλλα ἐστὶ παραπλήσια κράμβῃ, δασύτερα καὶ λευκότερα· καυλὸς πηχυαῖος καὶ μείζων, λευκός, ὑπόδασυς· ἄνθη λευκά, ὑπόχλωρα· σπέρμα μέλαν· ῥίζα μακρά, στρυφνή, πάχος ἔχουσα δακτύλου. φύεται ἐν πεδίοις. καὶ ἡ ἑτέρα, ἄρρην καλουμένη, λευκόφυλλος, ὑπομήκης καὶ στενοτέρα τοῖς φύλλοις καὶ τῷ καυλῷ λεπτοτέρα. καὶ ἡ μέλαινα ὁμοία τῇ λευκῇ κατὰ πάντα, πλατυφυλλοτέρα μέντοι καὶ μελαντέρα τοῖς φύλλοις ὑπάρχει. γίνεται καὶ ἡ λεγομένη ἀγρία, ῥάβδους ὑψηλὰς φέρουσα καὶ δενδρώδεις· φύλλα δʼ ἐλελισφάκῳ ὅμοια· ἔχει δὲ κύκλῳ περὶ ταῖς ῥάβδοις ὥσπερ τὸ πράσιον ἄνθος χρυσοειδές, μήλινον. εἰσὶ δὲ φλογοειδεῖς διπλαῖ, δασεῖαι, προσφυεῖς τῇ γῇ, στρογγύλα ἔχουσαι τὰ φύλλα. ἔστι δὲ καὶ τρίτη φλόμος ἡ καλουμένη λυχνῖτις, ὑπὸ δʼ ἐνίων θρυαλλίς, φύλλα τρία ἢ τέσσαρα ἢ καὶ πλείονα ἔχουσα, παχέα, λιπαρά, δασέα, εἰς ἐλλύχνια χρησίμη.
Φοίνιξ, ἣν ἔνιοι ἐλάτην ἢ σπάθην καλοῦσι, περικάλλυμά ἐστι τοῦ καρποῦ τῶν φοινίκων ἀκμὴν ἀνθούντων· χρῶνται δʼ αὐτῷ οἱ μυρεψοὶ εἰς τὰς τῶν μύρων στύψεις. ἔστι δʼ αὐτῆς κρατίστη ἡ εὐώδης, στύφουσα, βαρεῖα, μεμυκυῖα, λιπαρὸν ἔχουσα τὸ ἐντός.
Φοίνιξ — οἱ δὲ ῥοῦν, οἱ δʼ ἀγχύνωπα καλοῦσι — τὰ μὲν φύλλα ἔχει ὅμοια κριθῇ, βραχύτερα δὲ καὶ στενότερα· στάχυν δʼ ἐμφερῆ αἴρᾳ· κλῶνας δʼ ἑξαδακτύλους κύκλῳ τῆς ῥίζης καὶ στάχυας ἑπτὰ ἢ ὀκτώ. φύεται ἐν ἀρούραις καὶ ἐπὶ τῶν στεγῶν νεοκαταχρίστων.
Φοῦ — οἱ δʼ ἀγρίαν νάρδον καλοῦσι — γεννᾶται μὲν ἐν Πόντῳ· φύλλα δʼ ἐλαφοβόσκῳ ἢ ἱπποσελίνῳ παραπλήσια ἔχει· καυλὸν πηχυαῖον ἢ μείζω, λεῖον, τρυφερόν, πορφυροῦν, μεσόκοιλον, διειλημμένον γόνασιν· ἄνθη δὲ φέρει πρὸς τὰ τοῦ ναρκίσσου, μείζω δὲ καὶ ἐν τῷ ὑπολεύκῳ διαπόρφυρα· ῥίζα δʼ ἡ μὲν ἀνωτέρω περὶ δακτύλου μικροῦ τὸ πάχος, πλάγια δʼ ὑπορρίζια ἔχει καθάπερ σχοῖνος ἢ μέλας ἐλλέβορος, ἀλλήλοις ἐπιπεπλεγμένα, ὑπόξανθα, εὐώδη, ναρδίζοντα τῇ ὀσμῇ μετά τινος βάρους βρωμώδους.
Φῦκος θαλάσσιον· γίνεται τὸ μέν τι αὐτοῦ πλατύ, τὸ δʼ ἐπίμηκες καὶ φοινίσσον, τὸ δʼ οὖλον· φυόμενον δʼ ἐν τῇ Κρήτῃ πρὸς τῇ γῇ εὐανθὲς σφόδρα καὶ ἄσηπτον. στυπτικὴν δʼ ἔχει πάντα τὴν δύναμιν. Νίκανδρος δέ φησι καὶ θηριακὸν εἶναι τὸ φοινικοῦν, ὅπερ ἔνιοι ἔδοξαν εἶναι, ᾧ αἱ γυναῖκες χρῶνται, ὄντος ἐκείνου ῥιζίου, ὁμωνύμως δὲ καλουμένου φύκους.
Φυλλῖτις φύλλα ἀνίησιν ὅμοια λαπάθῳ, ἐπιμηκέστερα καὶ εὐθαλέστερα, ἓξ ἢ ἑπτά, ὀρθά, λεῖα ἐκ τῶν ἐντός, ἐκ δὲ τῶν ὄπισθεν καθάπερ εἰ σκώληκας ἔχοντα λεπτοὺς ἐπηρτημένους. φύεται ἐν παλισκίοις καὶ παραδείσοις· γευσαμένῳ στρυφνή· οὔτε καυλὸν οὔτε καρπὸν οὔτε ἄνθος φέρει.
Χαλβάνη ὀπός ἐστι νάρθηκος ἐν Συρίᾳ γεννωμένου, ὃν ἔνιοι μέτωπον καλοῦσιν. ἔστι δʼ αὐτῆς ἀρίστη ἡ λιβανοειδής, χονδρώδης καὶ καθαρά, ἄξυλος, ἔχουσα δέ τι καὶ τοῦ σπέρματος καὶ τοῦ νάρθηκος μεμιγμένον· ὀσμὴ βαρεῖα, οὔτε ἄγαν ὑγρὰ οὔτε κατάξηρος. δολίζουσι δʼ αὐτὴν μιγνύντες ῥητίνην καὶ ἐρεγμὸν καὶ ἀμμωνιακόν· καθαίρει δʼ αὐτὴν ὁ βουλόμενος καθιεὶς εἰς ὕδωρ ζεστόν· τακείσης γὰρ αὐτῆς ἐπιπλεύσει τὸ ῥυπαρόν, ὅπερ χωρισθὲν εἰς ὀθόνιον ἀραιὸν δήσας ἀποκρέμασον εἰς χαλκῆν πυξίδα ἢ ὀστράκινον ἄγγος, ὥστε μὴ ἅπτεσθαι τοῦ πυθμένος τὸν ἔνδεσμον, καὶ πωμάσας εἰς ἀνάβραστον ὕδωρ κάθες· οὕτως γὰρ τὸ μὲν νόστιμον εἰς τὸ ἀγγεῖον ἀποτακήσεται ὡς διʼ ἠθμοῦ, τὸ δὲ ξυλῶδες ἐν τῷ ὀθονίῳ μενεῖ.
Χαμαιδάφνη — οἱ δὲ καὶ ταύτην Ἀλεξανδρείαν καλοῦσι — ῥάβδους ἀνίησι πηχυαίους, μονοκλώνους, ὀρθάς, λεπτὰς καὶ λείας· φύλλα δʼ ὅμοια δάφνῃ, λειότερα δὲ πολλῷ καὶ χλωρά· καρπὸν φέρει ἐρυθρόν, τοῖς φύλλοις ἐπιπεφυκότα.
Χελιδόνιον μέγα — οἱ δʼ ὀθόνην καλοῦσι — καυλὸν ἔχει πηχυαῖον καὶ μείζονα, ἰσχνόν, ἔχοντα παραφυάδας φύλλων μεστάς, ὁμοίας βατραχείῳ, τρυφερώτερα μέντοι τὰ τοῦ χελιδονίου καὶ ὑπόγλαυκα τὴν χρόαν· καὶ παρʼ ἕκαστον φύλλον ἄνθος ὥσπερ λευκοΐου· χυλὸς κροκώδης, δριμύς, δηκτικός, ποσῶς ὑπόπικρος καὶ δυσώδης· ῥίζα ἄνωθεν μέν ἐστι μία, κάτωθεν δὲ πλείονες· καρπὸς ὥσπερ κερατίτιδος μήκωνος, λεπτός, μακρός, ἐν ᾧ σπέρματα μείζονα τῶν τῆς μήκωνος. ταύτης ὁ χυλὸς μέλιτι μιγεὶς καὶ ἑψηθεὶς ἐν χαλκῷ ἀγγείῳ ἐπʼ ἀνθράκων ἁρμόζει πρὸς ὀξυωπίαν. χυλίζεται δʼ ἡ ῥίζα καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἀρχομένου θέρους καὶ ξηραίνεται ἐν σκιᾷ καὶ ἀναπλάττεται.
Χελιδόνιον τὸ μικρόν — οἱ δὲ πυρὸν ἄγριον ἐκάλεσαν — βοτάνιόν ἐστιν ἐκ μόσχων ἀνηρτημένον, ἄκαυλον, φύλλοις κισσοειδέσι, περιφερεστέροις, ὑπολιπάροις περιεχόμενον· ῥίζας δʼ ἔχει ἐκ τοῦ αὐτοῦ μικράς, πολλάς, ὥσπερ πυροὺς σεσωρευμένους· τρεῖς δʼ ἢ τέσσαρές εἰσιν αὐτοῦ μακραὶ πεφυκυῖαι. φύεται παρʼ ὕδασι καὶ τέλμασιν.
Χαμαίκισσος φύλλα ἔχει ὅμοια πυροῖς, μακρότερα δὲ καὶ λεπτότερα καὶ πολλά· κλωνία σπιθαμιαῖα, περίπλεα φύλλων ἀπὸ τῆς γῆς, πέντε ἢ ἕξ· ἄνθη λευκοΐοις ὅμοια, μικρότερα δὲ καὶ πικρὰ πρὸς γεῦσιν ἰσχυρῶς· ῥίζα λευκή, ἄχρηστος. φύεται ἐν ἐργασίμοις τόποις.
Χαμελαία κλῶνας μὲν ἔχει σπιθαμιαίους· ὁ δὲ θάμνος φρυγανώδης· φύλλα δʼ ἐλαίᾳ παραπλήσια, λεπτότερα δὲ καὶ πυκνά, δάκνοντα τὴν γεῦσιν καὶ τὴν ἀρτηρίαν χαράττοντα.
Χαμαίδρωψ — οἱ δὲ χαμαίδρυν, οἱ δὲ καὶ ταύτην Τεύκρειον — φύεται ἐν τραχέσι καὶ πετρώδεσι χωρίοις. θαμνίσκος περὶ σπιθαμήν, φύλλα ἔχων μικρά, τῷ σχήματι καὶ τῇ σχίσει δρυῒ ὅμοια, μικρά· ἄνθος ὑπόπυρρον, μικρόν. συλλέγειν δʼ αὐτὴν δεῖ ἐγκύμονα τοῦ καρποῦ.
Χαμαιπίτυς, ἣν ἐν Πόντῳ μὲν ὁλόπυρον καλοῦσιν, ἐν δʼ Εὐβοίᾳ σιδηρῖτιν, Ἀθήνησι δʼ ἰωνίαν· πόα ἐστὶν ἕρπουσα ἐπὶ γῆς, ὑπόκυρτος, φύλλα δʼ ἔχει ὅμοια ἀειζῴῳ μικρῷ, λεπτότερα δὲ καὶ δασέα, πυκνὰ καὶ λιπαρώτερα περὶ τοὺς κλάδους, ὀσμὴν ἔχοντα πίτυος· ἄνθη δὲ λευκόλινα· ῥίζα δʼ ὡς κιχόριον. —Ἔστι δὲ καὶ ἑτέρα χαμαιπίτυς, κλάδους ἔχουσα πηχυαίους, ἀγκυροειδεῖς, λεπτόκαρφος· κόμην δʼ ἐοικυῖαν τῇ πρὸ αὐτῆς καὶ ἄνθος· σπέρμα μέλαν. ὄζει δὲ καὶ αὐτὴ πίτυος. —Τρίτη ἐστὶν ἄρρην καλουμένη, βοτάνιον ἔχον φυλλάρια λευκά, λεπτά, δασέα· καυλὸν λευκόν, δασύν· ἀνθύλλια μήλινα· σπερμάτια περὶ τὰς μασχάλας· ὄζει καὶ τοῦτο πίτυος.
Χαμαιλέων λευκός, ὃν ἔνιοι ἰξίαν ἐκάλεσαν διὰ τὸ ἔν τισι τόποις ἰξὸν εὑρίσκεσθαι πρὸς ταῖς ῥίζαις αὐτοῦ, ᾧ καὶ ἀντὶ μαστίχης χρῶνται αἱ γυναῖκες· ἔχει δʼ ὅμοια τὰ φύλλα σιλλύβῳ ἢ σκολύμῳ, τραχύτερα δὲ καὶ ὀξύτερα τοῦ μέλανος· καυλὸν δʼ οὐκ ἔχει, ἀλλʼ ἀφίησιν ἐκ τοῦ μέσου ἄκανθαν ὁμοίαν ἐχίνῳ θαλασσίῳ ἢ κινάρᾳ· ἄνθη δὲ πορφυροειδῆ ὥσπερ τρίχας ἐκπαππούμενα· καρπὸν δὲ κνήκῳ παραπλήσιον· ῥίζαν ἐν μὲν τοῖς εὐγείοις παχεῖαν, ἐν δὲ τοῖς ὀρεινοῖς ἰσχνοτέραν, λευκὴν διὰ πάχους, ὑπαρωματίζουσαν, βαρύοσμον, γλυκεῖαν.
Χαμαιλέων μέλας, ὃν ἔνιοι οὔλοφον ἢ ἰξίαν ἢ κυνόμαχον ἢ ὠκιμοειδὲς ἐκάλεσαν, καὶ αὐτὸς τοῖς φύλλοις σκολύμῳ ἔοικεν, ἐλάττονα μέντοι καὶ λεπτότερα καὶ διέρυθρα ἔχει ταῦτα· καυλὸν δʼ ἀνίησι δακτύλου πάχος, σπιθαμιαῖον, ὑπέρυθρον, ἐφʼ οὗ σκιάδειον καὶ ἄνθη ἀκανθώδη, λεπτὰ καὶ ὑακινθοειδῆ, ποικίλα· ῥίζα δὲ παχεῖα, μέλαινα, πυκνή, ἐνίοτε καὶ βεβρωμένη, σχισθεῖσα δʼ ὑπόξανθος, διαμασηθεῖσα δὲ δηκτική. φύεται ἐν πεδίοις ξηροῖς καὶ βουνώδεσι τόποις καὶ παραθαλαττίοις. ὠνόμασται δὲ χαμαιλέων διὰ τὸ ποικίλον τῶν φύλλων· εὑρίσκεται γὰρ ἢ λίαν χλωρὰ ἢ πυρρὰ ἢ ὑπόλευκα ἢ κυανοειδῆ ἢ ὑπέρυθρα κατὰ τὰς τῶν τόπων διαφοράς.
Χαμαισύκη ἢ συκῆ κλῶνας ἀνίησι τετραδακτύλους, ἐπὶ γῆς ἐρριμμένους, περιφερεῖς, ὀποῦ μεστούς· φύλλα φακοειδῆ, τῷ πέπλῳ ὅμοια, μικρά, λεπτά, πρὸς τῇ γῇ· καρπὸς δʼ ὑπὸ τοῖς φύλλοις στρογγύλος ὡς πεπλίου· οὔτε δʼ ἄνθος οὔτε καυλὸν φέρει· ῥίζαν δʼ ἔχει λεπτήν, ἄχρηστον. φύεται ἐν πετρώδεσι καὶ αὐχμηροῖς τόποις.
Χολὴ πᾶσα ἀποτίθεται τρόπῳ τούτῳ· λαβὼν τὴν πρόσφατον καὶ ἀποδήσας τὸ στόμα αὐτῆς λίνῳ κάθες εἰς ζέον ὕδωρ διαλιπὼν χρόνον τοσοῦτον ὅσον ἄν τις τριῶν σταδίων δρόμον ἀναλώσειεν, εἶτʼ ἐξελὼν ξήραινε ἐν τόπῳ σκιερῷ καὶ ἀνοτίστῳ, τὰς δʼ εἰς τὰ ὀφθαλμικὰ λίνῳ ἀποδήσας βάλλε εἰς βίκον ὑαλοῦν, ἔχοντα μέλι καὶ τὴν ἀρχὴν τοῦ λίνου περιδήσας τῷ στόματι τοῦ βίκου πωμάσας ἀποτίθεσο.
Χόνδρος γίνεται μὲν ἐκ τῆς καλουμένης δικόκκου ζείας, τροφιμώτερος δʼ ὀρύζης καὶ στατικὸς κοιλίας, εὐστόμαχος δὲ μᾶλλον.
Χονδρίλη τὰ μὲν φύλλα καὶ τὸν καυλὸν καὶ τὰ ἄνθη ἔχει κιχορίῳ ὅμοια, ὅθεν καὶ εἶδός τινες αὐτὸ σέριδος ἀγρίας εἶπον· λεπτότερον δὲ τὸ ὅλον· περὶ δὲ τῷ κλωναρίῳ αὐτῆς εὑρίσκεται κόμμι ὅμοιον μαστίχῃ, μεγέθει κυαμιαίᾳ. —Ἔστι δὲ καὶ ἕτερον εἶδος χονδρίλης φύλλον ἔχον περιβεβρωμένον, πρόμηκες, ἐπὶ γῆς ἐστρωμένον· καυλὸν δʼ ὀποῦ μεστόν· ῥίζαν λεπτήν, ἐπʼ ἄκρου κορυφὴν ἔχουσα στρογγύλην, ὑπόξανθον, ὀποῦ μεστήν.
Χρυσοκόμη — οἱ δὲ χρυσῖτιν· ῥαβδίον σπιθαμιαῖον, ἔχον κόμην κορυμβοειδῆ, ὁμοίαν ὑσσώπῳ· ῥίζαν λίαν δασεῖαν, λεπτήν, ὡς ἐλλεβόρου μέλανος, γευσαμένῳ οὐκ ἀπηνῆ ὡς κυπαρίσσου, ποιοῦσαν ἐν τῷ γλυκεῖ ὑπαύστηρον. φύεται ἐν παλισκίοις καὶ πετρώδεσι τόποις.
Ψύλλιον — οἱ δὲ κυνοκέφαλον, οἱ δὲ κρυστάλλειον, οἱ δὲ κυνομυίαν καλοῦσι — φύλλον ἔχει κορωνόποδι ὅμοιον, δασύ· κλῶνας σπιθαμιαίους· καὶ τὸ ὅλον βοτάνιον χορτῶδες· ἄρχεται δʼ αὐτοῦ ἡ κόμη ἀπὸ μέσου τοῦ καυλοῦ· κεφάλια δύο ἢ τρία, ἐπʼ ἄκρου συνεστραμμένα, ἐν οἷς σπέρμα ψύλλοις ἐοικός, μέλαν. φύεται ἐν ἀρούραις.
Ψευδοβούνιον θάμνος ἐστὶ παλαιστιαῖος, φυόμενος ἐν Κρήτῃ καὶ ἔχων φύλλα βουνίῳ ὅμοια.