eul_wid: jwy-aa

Ἀποσπάσματα
On the Customs of Phigalia

Harmodius of Lepreum On the Customs of Phigalia PDF

t1a-3a [5] ΠΕΡΙ ΤΩΝ ΚΑΤΑ ΦΙΓΑΛΕΙΑΝ ΝΟΜΙΜΩΝ. Athenaeus IV: Ἁρμόδιος δ’ ὁ Λεπρεάτης ἐν τῷ Περὶ τῶν κατὰ Φιγάλειαν νομίμων· «Ὁ κατασταθεὶς (φησί) παρὰ Φιγαλεῦσι σίταρχος ἔφερε τῆς ἡμέρας οἴνου τρεῖς χόας καὶ ἀλφίτων μέδιμνον καὶ τυροῦ πεντάμνουν, καὶ τἄλλα πρὸς τὴν ἄρτυσιν τῶν ἱερείων ἁρμόττοντα.
1a [30] Ἡ δὲ πόλις παρεῖχεν ἑκατέρῳ τῶν χορῶν τρία πρόβατα καὶ μάγειρον ὑδριαφόρον τε καὶ τραπέζας καὶ βάθρα πρὸς τὴν καθέδραν, καὶ τὴν τοιαύτην ἅπασαν παρασκευὴν, πλὴν τῶν περὶ τὸν μάγειρον σκευῶν, ἃ ὁ χορηγός. Τὸ δὲ δεῖπνον ἦν τοιοῦτον· τυρὸς καὶ φυστὴ μᾶζα νόμου χάριν ἐπὶ χαλκῶν κανῶν, τῶν παρά τισι καλουμένων μαζονόμων, ἀπὸ τῆς χρείας εἰληφότων τὴν ἐπωνυμίαν· ὁμοῦ δὲ τῇ μάζῃ καὶ τῷ τυρῷ σπλάγχνον καὶ ἅλες προσφαγεῖν. Καθαγισάντων δὲ ταῦτα ἐν κεραμέᾳ κοτταβίδι πιεῖν ἑκάστῳ μικρὸν, καὶ ὁ προσφέρων ἀνεῖπεν Εὖ δείπνειας· εἶτα δ’ εἰς τὸ κοινὸν ζωμὸς καὶ περίκομμα, πρόσχερα δ’ ἑκάστῳ δύο κρέα. Ἐνόμιζον δ’ ἐν ἅπασι τοῖς δείπνοις, μάλιστα δὲ τοῖς λεγομένοις μαζῶσι, τοῦτο γὰρ ἔτι καὶ νῦν ἡ Διονυσιακὴ σύνοδος ἔχει τοὔνομα, τοῖς ἐσθίουσι τῶν νέων ἀνδρικώτερον ζωμόν τ’ ἐγχεῖν πλείω καὶ μάζας καὶ ἄρτους παραβάλλειν. Γενναῖος γὰρ ὁ τοιοῦτος ἐκρίνετο καὶ ἀνδρώδης ὑπάρχειν· θαυμαστὸν γὰρ ἦν καὶ περιβόητον παρ’ αὐτοῖς ἡ πολυφαγία. Μετὰ δὲ τὸ δεῖπνον σπονδὰς ἐποιοῦντο, οὐκ ἀπονιψάμενοι τὰς χεῖρας, ἀλλ’ ἀποματτόμενοι τοῖς ψωμοῖς, καὶ τὴν ἀπομαγδαλίαν ἕκαστος ἀπέφερε, τοῦτο ποιοῦντες ἕνεκα τῶν ἐν ταῖς ἀμφόδοις γινομένων νυκτερινῶν φόβων. Ἀπὸ δὲ τῶν σπονδῶν παιὰν ᾄδεται. Ὅταν δὲ τοῖς ἥρωσι θύωσι, βουθυσία μεγάλη γίνεται καὶ ἑστιῶνται πάντες μετὰ τῶν δούλων. Οἱ δὲ παῖδες ἐν ταῖς ἑστιάσεσι μετὰ τῶν πατέρων ἐπὶ λίθων καθήμενοι γυμνοὶ συνδειπνοῦσιν.» Idem XI: Κοτταβίς.
1b [5] Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ Περὶ τῶν κατὰ Φιγάλειαν νομίμων, διεξιὼν περὶ τῶν ἐπιχωρίων δείπνων, γράφει καὶ ταῦτα· «Καθαγισάντων ταῦτα ἐν κεραμέᾳ κοτταβίδι πιεῖν ἑκάστῳ μικρὸν, καὶ ὁ προσφέρων ἀνεῖπεν· εὖ δείπνειας.» Idem X: Ἁρμόδιος δὲ ὁ Λεπρεάτης ἐν τῷ Περὶ τῶν παρὰ Φιγαλεῦσι νομίμων, φιλοπότας φησὶ γενέσθαι Φιγαλεῖς, Μεσσηνίοις ἀστυγείτονας ὄντας, καὶ ἀποδημεῖν ἐθισθέντας.
3a [10] Idem XI: Οἶδα δέ τινας, ἄνδρες θιασῶται, καὶ μέγα φρονήσαντας οὐχ οὕτως ἐπὶ πλούτῳ, ὡς ἐπὶ τῷ κεκτῆσθαι πολλὰ ἐκπώματα ἀργυρᾶ καὶ χρυσᾶ. Ὧν εἷς ἐστι καὶ Πυθέας ὁ Ἀρκὰς ἐκ Φιγαλείας, ὃς καὶ ἀποθνήσκων οὐκ ὤκνησεν ἐπιθέσθαι τοῖς οἰκείοις ἐπιγράψαι αὐτοῦ τῷ μνήματι τάδε· Πυθέα μνῆμα τόδ’ ἔστ’, ἀγαθοῦ καὶ σώφρονος ἀνδρὸς, ὃς κυλίκων ἔσχεν πλῆθος ἀπειρέσιον, ἀργυρέων, χρυσοῦ τε καὶ ἠλέκτροιο φαεινοῦ, τῶν προτέρων πάντων πλείονα πασάμενος. Τοῦτο δ’ ἱστορεῖ Ἁρμόδιος ὁ Λεπρεάτης ἐν τῷ Περὶ τῶν κατὰ Φιγάλειαν νομίμων. (ΚΩΜῼΔΟΥΜΕΝΑ.
3b (t) [5] ) Schol. Aristoph. Vesp. 1239, ad verba [Ἀδμήτου λόγον]: Καὶ τοῦτο ἀρχὴ σκολίου ... Ἁρμόδιος δὲ ἐν τοῖς Κωμῳδουμένοις καὶ τὸν Ἄδμητον ἀναγέγραφε, παραθεὶς τὰ τοῦ Κρατίνου ἐκ Χειρώνων· «Κλειταγόρας ᾄδειν, ὅταν Ἀδμήτου μέλος αὐλῇ.»