eul_wid: epq-aa

Ἀποσπάσματα περὶ Κυζίκου
Fragments on Cyzicus

Deiochus the Historian Fragments on Cyzicus PDF

t1-9 ΠΕΡΙ ΚΥΖΙΚΟΥ. EX LIBRO PRIMO. Schol.
1 Apoll. Rh. I, 139: Ἄλλοι φασὶ καὶ Θέστορα συμπλεῦσαι τοῖς Ἀργοναύταις· Δηίοχος δὲ καὶ Ἀμφιάραον. Idem I, 961: Argonautas Cyzicum appellentes Cyzicus rex et Doliones [φιλότητι ἀντήσαντες .
2 [5] .. εὐξείνως ἀρέσαντο. Ita Apollonius.] Δηίλοχος τοὺς μὲν Δολίονας οὐκ ὀνομάζει, τὸν δὲ Κύζικον φησὶ πυθόμενον τὴν τῶν ἀριστέων γενεὰν ξενίσαι. Idem I, 966: [Ἔνθ’ οἵ γ’ Ἐκβασίῳ βωμὸν θέσαν Ἀπόλλωνι, Εἱσάμενοι παρὰ θῖνα] Ἀπὸ τῆς ἐκβάσεως τῆς νεὼς ἐπὶ τὴν Δολιονίαν.
3 [5] Δηίλοχος δὲ τὸ ἱερὸν οὐκ Ἐκβασίου Ἀπόλλωνος φησὶν εἶναι, ἀλλ’ Ἰασονίου Ἀπόλλωνος. Σωκράτης δὲ ἐν ταῖς Ἐπικλήσεσι Κυζικηνοῦ Ἀπόλλωνος φησὶ καλεῖσθαι. Idem I, 976: Κλείτη, θυγάτηρ Μέροπος, Περκωσίου τὸ γένος, μάντεως, ἣν Κύζικος ἔγημεν, ὡς ἱστορεῖ Δηίλοχος καὶ Ἔφορος.
5a [5] Idem I, 987: Χυτὸς λιμὴν ἐν Κυζίκῳ οὕτω καλούμενος. Ἐπεχείρησαν γὰρ οἱ Πελασγοὶ χῶσαι αὐτὸν, ὥς φησι Δηίλοχο ς, κατὰ ἔχθος τὸ πρὸς τοὺς Θεσσαλοὺς, ὑφ’ ὧν ἐξεβέβληντο. Οὗτος δὲ (sc. Ἀπολλώνιος) ὑπὸ τῶν Γηγενῶν φησι κεχῶσθαι αὐτὸν, ποιητικῶς. Id.
5b 989: Γηγενέε ς · Δηίλοχος Θετταλοὺς εἶναι φησὶν ἐγχειρογάστορας. Τοὺς δὲ γηγενεῖς (sc. Ἀπολλώνιος) φησὶ τοῖς Ἀργοναύταις ἐπιβουλεῦσαι, δοκοῦντας λῃστὰς εἶναι. Schol.
6 [5] Apoll. Rh. I, 1037: Περὶ τῆς μάχης καὶ Δηίλοχος ἱστορεῖ. Περὶ δὲ τῆς τοῦ Κυζίκου ἀναιρέσεως καὶ τῆς ὅλης μάχης οὐ συμφωνεῖται. Ἔφορος (fr. 104) μὲν γὰρ τοὺς Δολίονας, Πελασγοὺς ὄντας, καὶ ἐχθρωδῶς διακειμένους πρὸς τοὺς τὴν Θεσσαλίαν καὶ Μαγνησίαν κατοικοῦντας, διὰ τὸ ἀπελασθῆναι ὑπ’ αὐτῶν, ἐπιθέσθαι αὐτοῖς νύκτωρ, γράφει ἐν τῇ ἐνάτῃ. Ἠκολούθηκε δὲ Ἀπολλώνιος Δηιλόχ ῳ . Idem I, 1061: Τοῦ δὲ Λειμωνίου πεδίου (in quo Cyzici sepulcrum) μέμνηται Δηιόλοχος, περί τε τοῦ τάφου Κυζίκου ὁ αὐτός.
8 [5] Idem I, 1063: Περὶ δὲ Κλείτης φησὶ Δηιόλοχος ὑπὸ λύπης τελευτῆσαι. Idem I, 1065: Εὐάνθης (Νεάνθης?) δὲ καὶ Δηΐλοχος ἱστοροῦσιν ὅτι ἀπήγξατο ἡ Κλείτη, καὶ ὅτι ἡ ἐκ τῶν δακρύων ταύτης κρήνη ἐν Κυζίκῳ ἐγένετο κληθεῖσα ἐπὶ τῷ ὀνόματι αὐτῆς Κλείτη. Idem II, 98: Ἀπολλώνιος μὲν ἐμφαίνει ὡς ἀνῃρημένον τὸν Ἄμυκον· Ἐπίχαρμος δὲ καὶ Πείσανδρος (fr.
9 [5] 13) φασὶν ὅτι ἔδησεν αὐτὸν ὁ Πολυδεύκης. Δηίλοχος δὲ ἐν πρώτῳ περὶ Κυζίκου καταπυκτευθῆναι φησὶν αὐτὸν ὑπὸ Πολυδεύκους. EX LIBRO INCERTO.
10 Stephan. B.: Λάμψακος, πόλις κατὰ τὴν Προποντίδα, ἀπὸ Λαμψάκης ἐπιχωρίας τινὸς κόρης· ἔστι δὲ Φωκαέων κτίσμα, πάλαι Πιτύουσα (Πιτυοῦσσα) λεγομένη, ὡς Δηίλοχος ὁ Κυζικηνός.