eul_wid: roy-aa

Σταδιασμὸς τοῦ Μεγάλου Πελάγους
Stadiasmus of the Great Sea

Stadiasmus of the Great Sea Stadiasmus of the Great Sea PDF

T ΑΝΩΝΥΜΟΥ ΣΤΑΔΙΑΣΜΟΣ ΗΤΟΙ ΠΕΡΙΠΛΟΥΣ ΤΗΣ ΜΕΓΑΛΗΣ ΘΑΛΑΣΣΗΣ. ΠΡΟΟΙΜΙΟΝ.
P [15] Δεδειγμένων οὖν τούτων, τὸ φιλομαθὲς καὶ σπουδαῖον ἀγαμένῳ τῆς σῆς ἀγάπης, ἀδελφὲ τιμιώτατε, ἔδοξέ μοι καὶ τὸν τῆς μεγάλης θαλάσσης σταδιασμὸν ἤτοι περίπλουν δηλῶσαί σοι ἀκριβέστατα, ὅπως καὶ τούτων ἀναγνοὺς ἔμπειρος ἔσῃ. Ἀρξάμενος [οὖν] ἀπὸ Ἀλεξανδρείας τῆς Φαρίτιδος [τὰ τῆς Λιβύης διηγήσομαι ἕως τῶν Ἡρακλεωτικῶν Στηλῶν, εἶτα τὰ τῆς Ἀσίας, πάλιν ἀρξάμενος ἀπὸ Ἀλεξανδρείας τῆς Φαρίτιδος] ἕως Διοσκουρίδος, τῆς ἐν τῷ Πόντῳ κειμένης, καὶ [τὰ] τῆς Εὐρώπης ἀπὸ Ἱεροῦ, τῆς πρὸς τῇ Χαλκηδονίῃ κειμένης, μέχρι Ἡρακλεωτικῶν Στηλῶν καὶ Γαδείρων, θέλων πάντας ἀνθρώπους ὠφελεῖν. Ἐμφανιῶ δὲ καὶ τὰς διαιρέσεις ἀπὸ τῆς Ἀσίας πρὸς τὴν Εὐρώπην, γράψω δὲ καὶ τῶν νήσων τὰ ἀπ’ ἀλλήλων διαστήματα, πόσαι τέ εἰσι, καὶ τίνες φαίνονται ἐν τῷ πλέειν αὐτὰς, καὶ ὁπηλίκαι εἰσὶ, καὶ τίσιν ἀνέμοις χρῶνται, καὶ ποῖος ὁ πλοῦς δείξω σοὶ κατὰ ἀλήθειαν. ΣΤΑΔΙΑΣΜΟΣ ΤΗΣ ΘΑΛΑΣΣΗΣ.
1 Ἀπὸ Ἀλεξανδρείας εἰς Χερσόνησον—λιμήν ἐστι —στάδιοι βʹ. Ἀπὸ Χερσονήσου εἰς Δυσμὰς—(λιμήν ἐστι [φορτηγοῖς] ἀγωγῆς χιλίων οὐ μείζονοσ)—[στάδιοι] ζʹ.
3 Ἀπὸ Δυσμῶν εἰς Πλινθίνην—σάλος ἐστίν· ὁ τόπος ἀλίμενος—στάδιοι ϙʹ. Ἀπὸ Πλινθίνης ἐπὶ Ταπόσιριν—πόλις ἐστὶν ἀλίμενος· ἱερὸν τοῦ Ὀσίριδος—στάδιοι ζʹ.
5 Ἀπὸ Ταποσίρεως ἐπὶ τὸ Χιμὼ—κώμη ἐστί· βράχη ἐπιφαινόμενα—στάδιοι ζʹ. Ἀπὸ τοῦ Χιμὼ ἐπὶ τὸν Γλαῦκον στάδιοι πʹ.
7 Ἀπὸ τοῦ Γλαύκου εἰς Ἀντίφρας—σάλος ἐστὶν ὁ τόπος—στάδιοι πʹ. Ἀπὸ τῶν Ἀντιφρῶν ἐπὶ τὴν Δέρραν—ὕφορμός ἐστι θερινὸς, καὶ ὕδωρ ἔχει—στάδιοι ζʹ.
9 Ἀπὸ τῆς Δέρρας ἐπὶ τὸ Ζεφύριον—λιμήν ἐστι καὶ σάλον ἔχει—στάδιοι υʹ. Ἀπὸ τοῦ Ζεφυρίου εἰς Πεζώνην στάδιοι ριʹ.
10 Ἀπὸ * σταδίων ταύτης σκόπελός ἐστι, καὶ καλεῖται Μύρμηξ· καὶ ἀκρωτήριον, καὶ καλεῖται Τραχεῖα. Ἀπὸ Πεζώνης εἰς Πνιγέα στάδιοι ζʹ· ἀκρωτήριόν ἐστι ταπεινόν· εἰσάγου δεξιῶς εἰς τὸν πλαταμῶνα.
12 Ἀπὸ τοῦ Πνιγέως εἰς τὸν Φοινικοῦντα στάδιοι ρμʹ· νησία εἰσὶ Δίδυμα· ὕφορμος ὑπ’ αὐτά· βάθος φορτηγοῖς· ὕδωρ ἔχει λακκαῖον ἐν τῇ φάραγγι. Ἀπὸ Φοινικοῦντος ἐπὶ τὰ Ἑρμαῖα στάδιοι ζʹ· ἐκ δεξιῶν τὴν ἄκραν ἔχων ὁρμίζου· ὕδωρ ἔχει ἐπὶ τοῦ πύργου.
14 [5] Ἀπὸ Ἑρμαίων ἐπὶ Λευκὴν ἀκτὴν στάδιοι κʹ· νησίον παράκειται ἐκεῖ ταπεινὸν, ἀπέχον ἀπὸ τῆς γῆς σταδίους βʹ· ὕφορμός ἐστι φορτηγοῖς, τοῖς ἀφ’ ἑσπέρας ἀνέμοις· ἐν δὲ τῇ γῇ ὑπὸ τὸ ἀκρωτήριον ὅρμος ἐστὶ μακρὸς παντοίαις ναυσίν· ἱερὸν Ἀπόλλωνος, ἐπίσημον χρηστήριον· καὶ ὕδωρ ἔχει παρὰ τὸ ἱερόν. Ἀπὸ Λευκῆς Ἀκτῆς ἐπὶ Ζύγριν στάδιοι ζʹ· νησίον ἐστί· [τοῦτο ἔχων] εὐώνυμον προσορμίζου· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ.
16 Ἀπὸ Ζύγρεως εἰς Λαδαμαντίαν στάδιοι κʹ· νῆσος ἱκανὴ παράκειται (μεγάλη)· αὐτὴν ἔχων δεξιὰν, κατάγου· λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει. Ἀπὸ Λαδαμαντίας ἐπὶ τὰ Καλαμαίου στάδιοι μʹ· ἀκρωτήριόν ἐστιν ἔχον σκόπελον ἐκ δεξιῶν αὐτοῦ ὕφορμον.
18 Ἀπὸ τῶν Καλαμαίου ἐπὶ Γραίας γόνυ στάδιοι θʹ· ἄκρα ἐστὶ τραχεῖα, ἔχουσα ἐπὶ τοῦ ὑψηλοῦ σκόπελον· ἐπὶ δὲ τῆς γῆς δένδρον· ὅρμος ἐστὶ, καὶ ὕδωρ ἔχει ὑπὸ [τὸ] δένδρον· φυλάσσου νότον. Ἀπὸ Γραίας γόνατος ἐπὶ τὸν Ἄρτον στάδιοι ρκʹ· ἀκρωτήριόν ἐστι τραχὺ, οὐκ ἔχον ὕφορμον, καὶ ἐπὶ τοῦ ἀκρωτηρίου ταῦροι δύο ὡς νῆσοι ἀνατείνοντες εἰς τὸ πέλαγος· ταύτην κάμψας, ὄψει τὴν πόλιν Παραιτόνιον.
19 [5] Γίνονται ὁμοῦ οἱ πάντες ἀπὸ Ἀλεξανδρείας εἰς Παραιτόνιον στάδιοι ͵ αφνʹ. Ἀπὸ Παραιτονίου εἰς Δελφῖνας [καὶ] ἐπὶ τὸ Ζεφύριον στάδιοι ζʹ· νῆσοί εἰσι δύο καὶ ἀκρωτήριον· λιμήν ἐστι παντὶ ἀνέμῳ· καὶ ὕδωρ ἔχει.
21 Ἀπὸ τοῦ Ζεφυρίου καὶ τῶν Δελφίνων ἐπὶ τὸν Ἆπιν στάδιοι λʹ· κώμη ἐστί· ταύτην πλέεις σταδ. κʹ· ὅρμος ἐστίν· ὕδωρ ἔχει ἐν τῇ κώμῃ. Ἀπὸ τοῦ Ἄπιος εἰς Νήσους στάδιοι ζʹ.
23 Ἀπὸ τῶν Νήσων εἰς Σεληνίδα στάδιοι οʹ· ἄκρα ἐστὶν, ἔχουσα ὕφορμον· ἔχει δὲ ἐκ δεξιῶν βράχη· καθορῶν τὸ βράχος κατάγου. Ἀπὸ Σεληνίδος ἐπὶ Ἀζὺ στάδιοι ηʹ.
25 Ἀπὸ τῆς Ἀζὺ ἐπὶ Τυνδαρείους στάδιοι ρκʹ· σκόπελοί εἰσιν· ὑπὸ τούτους ἐστὶ φορτηγοῖς ἀγκυροβολία. Ἀπὸ [τῶν Τυνδαρείων] σκοπέλων ἐπὶ τὸ Χαυταῖον στάδιοι ρμʹ· ὕφορμός ἐστι πλοίοις μικροῖς· ὕδωρ ἔχει πηγαῖον ἀνακτὸν ἐν τοῖς ἀγροῖς.
27 Ἀπὸ τοῦ Χαυταίου ἐπὶ Ζυγρὰς στάδιοι ρμʹ. Ἀπὸ Ζυγρῶν εἰς Ἐννησύφοραν στάδιοι cʹ· ὕφορμός ἐστι θερινός· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ, καὶ ἐπὶ θαλάσσης σκόπελον.
29 Ἀπὸ Ἐννησυφόρας εἰς Καταβαθμὸν στάδιοι ρκʹ· χώρα ἐστὶν ὑψηλή· λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει ἐν [τῇ] πρώτῃ νάπῃ εἰς τὸ πρὸς νότον μέρος, ἐν τῷ φρουρίῳ, ὄμβριον. Ἀπὸ Καταβαθμοῦ εἰς Πετράντα στάδιοι ρνʹ.
30 [5] Παραπλεύσας ὡς σταδίους λʹ ὄψει παρεμφαίνουσαν ἄκραν ὑψηλὴν καὶ μεγάλην· κατ’ αὐτὴν ὄψει εἰς σάλον καὶ λίμνην μεγάλην· ἐκ δὲ τῶν εὐωνύμων χειροποίητος ὅρμος ἐστίν· ἔχει δὲ ὕδωρ ὑπὸ τὴν συκῆν· διὸ καὶ ὁ τόπος Συκῆ καλεῖται. Ἀπὸ Συκῆς εἰς Πάνορμον στάδιοι λʹ· νάπη ἐστὶ βαθεῖα· ὕδωρ ἔχει ὑπὸ τὰς συκᾶς πάνυ καλόν.
32 Ἀπὸ Πανόρμου ἐπὶ τὴν Εὐρεῖαν στάδιοι ρνʹ· φάραγξ ἐστὶν, ἔσω δὲ αἰγιαλὸς καὶ ἐπ’ αὐτοῦ συκαῖ· ὅρμος ἐστὶ καλός· ὕδωρ ἔχει γλυκύ. Ἀπὸ Εὐρείας ἐπὶ τὸν Πετράντα [στάδιοι * ]· ὕδωρ ἔχει πολὺ ἐν ἑκατέροις τοῖς μέρεσιν.
33 Γίνονται ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Πετράντος στάδιοι ͵ αϛʹ. ΛΟΙΠΟΝ ΜΑΡΜΑΡΙΚΗ.
34 Ἀπὸ Πετράντος ἐπὶ τὴν Κάρδαμιν στάδιοι ρνʹ· ὅρμος ἐστίν· ἄκρα ἀπολήγουσα, σκοπὰς ἔχουσα· ὁρμίζου ἐπ’ αὐτὴν τοῖς ἄνωθεν ἀνέμοις· ὕδωρ ἔχει ἐν ταῖς ἠπείροις. Ἀπὸ τῆς Καρδάμεως ἕως εἰς Μενέλαον στάδιοι ρʹ· λιμήν ἐστιν· ὕδωρ ἔχει πλατὺ ἐν τῇ ἄμμῳ.
36 [Ἀπὸ Μενελάου εἰς Κατανεῖς στάδιοι * ] Ἀπὸ Κατανέων εἰς Κυρθάνιον στάδιοι ρνʹ· ἀπὸ σταδίων ὀκτὼ παράπλεε (ἔχει γὰρ βράχη ὑψηλά)· ἔχει ὕδωρ.
38 Ἀπὸ Κυρθανίου εἰς Ἀντίπυργον στάδιοι σκʹ· ὅρμος ἐστὶ θερινός· νῆσος δέ ἐστι, καὶ κατ’ αὐτὴν πύργος· ἱερὸν τοῦ Ἄμμωνος· ὕδωρ ἔχει ἐν τῷ αἰγιαλῷ τῷ ἐξ ἐναντίας. [Ἀπὸ Ἀντιπύργου εἰς τὸν Μικρὸν Πετράντα στάδιοι * .
39 ] Ἀπὸ τοῦ Μικροῦ Πετράντος εἰς τὸν Βάτραχον στάδιοι λʹ· ὕφορμός ἐστι θερινός· ἄκρα ἐστὶ σκοπὰς ἔχουσα· ἔχει ὕδωρ πολὺ ἐν τῇ νάπῃ.
41 Ἀπὸ τοῦ Βατράχου εἰς Πλατεῖαν στάδιοι σνʹ· πρὸς τῷ πελάγει κεῖται νῆσος καλουμένη Σιδωνία (ἔχει ὕφορμον θερινὸν φορτηγοῖς) ἀπὸ σταδίων λʹ· ἔχει δὲ ὕδωρ πρὸς τῇ γῇ ἐν τῷ πύργῳ. Ἀπὸ Πλατείας εἰς τὸν Παλίουρον [στάδιοι * ]· ὕδωρ ἔχει πλατύ.
43 Ἀπὸ τοῦ Παλιούρου εἰς τὴν Φαίαν στάδιοι ϙʹ· ὕδωρ ἔχει συνακτὸν ἀπὸ σταδίων ιεʹ. Ἀπὸ τῆς Φαίας εἰς τὸν Διόνυσον στάδιοι ϙʹ· ἐντεῦθεν [ἐν] ἀριστερᾷ κατάγου.
45 Ἀπὸ τοῦ Διονύσου εἰς Χερρόνησον στάδιοι ϙʹ. Ἀπὸ Χερρονήσου ἐπὶ τὴν Ἄζαριν στάδιοι ρʹ· ἐντεῦθεν ἀναχθεὶς παράπλεε· πέτραι εἰσὶν ὑψηλαί· ὕδωρ ἔχει καὶ ποταμὸν μέγαν.
47 Ἀπὸ τῆς Ἀζάριδος παραπλεύσαντι τὰ παράγαια εἰς Δάρνην στάδιοι ρνʹ. Ἀπὸ Δάρνης ἐπὶ τὸ Ζεφύριον στάδιοι ρνʹ· ἄκρα ἐστὶ δασεῖα· ὕφορμός ἐστι θερινός.
49 Ἀπὸ τοῦ Ζεφυρίου εἰς Χέρσιν στάδιοι οʹ· ἀναμέσον τοῦ Ζεφυρίου καὶ τῆς Χέρσιος, ἀπέχων σταδίους ιʹ, ἔστιν ὅρμος Ἀφροδισιὰς καλούμενος· ἔστι δ’ ἐπ’ αὐτῷ ἱερὸν Ἀφροδίτης. Ἀπὸ τῆς Χέρσιος ἐπὶ τὸ Ἐρυθρὸν στάδιοι ϙʹ· κώμη ἐστίν.
51 Ἀπὸ τοῦ Ἐρυθροῦ εἰς Ναύσταθμον στάδιοι οʹ· σάλος ἐστὶν ἀνατείνων· ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ. Ἀπὸ Ναυστάθμου εἰς Ἀπολλωνίαν στάδιοι ρκʹ.
52 Πάντες ὁμοῦ ἀπὸ Παραιτονίου εἰς Ἀπολλωνιάδα στάδιοι ͵ γφνʹ. ΛΟΙΠΟΝ [ΠΕΝΤΑΠΟΛΙΣ] ΚΥΡΗΝΗΣ.
53 Ἀπὸ Ἀπολλωνιάδος εἰς Φυκοῦντα στάδιοι ρʹ· κώμην ἔχει· ὁρμίζοιο ἂν ὑπ’ αὐτὸν τοῖς ἀφ’ ἑσπέρας ἀνέμοις· ὅρμος ἐστὶ θερινός· ἔχει ὕδωρ. Ἀπὸ Φυκοῦντος εἰς Ναυσίδα στάδιοι ρϙʹ· κώμη ἐστίν· ἔχει ὕδωρ ἐν τῷ αἰγιαλῷ.
55 Ἀπὸ Ναυσίδος εἰς Πτολεμαΐδα στάδιοι σνʹ· πόλις ἐστὶ μεγίστη· ἐπίσαλός ἐστιν ὁ τόπος, καὶ νῆσον ἔχει· Ἶλος καλεῖται· ἀσφαλίζου. Ἀπὸ Πτολεμαΐδος εἰς Τεύχειρα στάδιοι σνʹ· πόλις ἐστὶ Πενταπόλεως ἀρχαία.
56 Αὕτη καλεῖται Ἀρσινόη. Ἀπὸ Τευχείρων εἰς Βερνικίδα στάδιοι τνʹ.
57 [5] Ὁ πλοῦς κάμπτεται· πλεύσας ἐς σταδίους ϛʹ ὄψει ἀκρωτήριον προτεῖνον πρὸς ἑσπέραν· παράκειται δὲ βράχη μετέωρα· φυλάσσου παραπλέων· ὄψει δὲ νησίον ταπεινὸν μελανόν· Βραχέα καλεῖται τὸ ἀκρωτήριον· εἰς τὰ εὐώνυμα ἔχει ὅρμον πλοιαρίοις μικροῖς. Οἱ πάντες ὁμοῦ ἐξ Ἀπολλωνιάδος εἰς Βερνικίδα στάδιοι ͵ αρνʹ. ΛΟΙΠΟΝ ΣΥΡΤΙΣ ΚΥΡΠΝΑΙΩΝ.
58 Ἀπὸ Βερνικίδος εἰς τὰ Ῥίνια στάδιοι ξʹ. Ἀπὸ Ῥίνων ἐπὶ τὸν Πίθον στάδιοι ιʹ.
60 Ἀπὸ τοῦ Πίθου ἐπὶ Θεοτιμαῖον στάδ. αʹ· ὅρμος ἐστὶ θερινός· αἰγιαλὸς βαθύς. Ἀπὸ Θεοτιμαίου ἐπὶ τὰς Ἁλὰς στάδιοι ψιʹ· αἰγιαλός ἐστιν.
62 Ἀπὸ τῶν Ἁλῶν ἐπὶ τὸ Βόρειον στάδιοι νʹ· ἀκρωτήριόν ἐστιν ἔχον ὕφορμον. (Σύρτις Κυρήνης.
63T ) Ἀπὸ τοῦ Βορείου εἰς Χέρσιν στάδιοι ρμʹ· ὅρμος ἐστὶ τοῖς ἐτησίοις· ὕδωρ ἔχει ἐπὶ τοῦ φρουρίου.
64 Ἀπὸ τοῦ Χέρσιος ἐπὶ τὴν Ἀμάστορος στάδιοι ριʹ. Ἀπὸ τῆς Ἀμάστορος ἐπὶ τὸ Ἡράκλειον στάδιοι πʹ.
66 Ἀπὸ τοῦ Ἡρακλείου εἰς τὸ Δρέπανον στάδιοι ζʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν τοῦ Ἡρακλείου, ἔχον θῖνα ἄμμου λευκῆς· ὕδωρ ἔχει. Ἀπὸ τοῦ Δρεπάνου ἐπὶ τὸ Σεραπεῖον στάδιοι ρʹ.
67 παράδρομον ὄψει θῖνα λευκὴν μεγίστην, ἀφ’ ἧς, ἂν ὀρύξῃς, ἕξεις ὕδωρ γλυκύ. Ἀπὸ τοῦ Σεραπείου εἰς Διαρροιάδα στάδιοι νʹ.
69 Ἀπὸ Διαρροιάδος ἐπὶ τὸν Ἆπιν στάδ. αʹ· ὕφορμός ἐστιν. Ἀπὸ δὲ τοῦ Σεραπείου ἐπὶ τὸν Καινὸν στάδιοι ρνʹ· φρούριόν ἐστιν ἔρημον· ὕδωρ ἔχει· ἔστι δὲ ἀλίμενος.
71 Ἀπὸ τοῦ Καινοῦ ἐπὶ τὸν Εὔσχοινον στάδιοι οʹ· (ὁ) αἰγιαλός ἐστι βαθύς· βουνὸς δέ ἐστιν ἐν τῇ χώρᾳ περιφερής· ὕδωρ ἔχει. Ἀπὸ τοῦ Εὐσχοίνου ἐπὶ τοὺς Ὑφάλους στάδιοι οʹ· νησίον ἐστὶν ὑπόσαλον· ἔχει δὲ καὶ αἰγιαλὸν βαθύν.
73 Ἀπὸ τῶν Ὑφάλων ἐπὶ τὸν Σκοπελίτην στάδιοι πʹ· σκόπελός ἐστιν, ἀπὸ τῆς γῆς σταδίοις ιεʹ, ὑψηλὸς, ὅμοιος ἐλέφαντι. Ἀπὸ τοῦ σκοπέλου πρὸς λίβα [ἐν] σταδίοις βʹ νῆσός ἐστιν ὑψηλή· Ποντία καλεῖται.
75 Ἀπὸ Ποντίας πρὸς μεσημβρίαν [ἐν] σταδίοις ζʹ νῆσός ἐστι καλουμένη Μαία, καὶ ὑπ’ αὐτὴν ὕφορμος· ὕδωρ ἔχει ἀνακτόν. Ἀπὸ τῆς Μαίας ἐπὶ τὸν Ἀστρόχονδα στάδιοι νʹ.
77 Ἀπὸ τοῦ Ἀστρόχονδα ἐπὶ τὸν Κροκόδειλον στάδιοι πʹ· ὅρμος ἐστὶ θερινὸς καὶ ὕδωρ ἔχει ῥεύματα ἔχον. Ἀπὸ τοῦ Κροκοδείλου ἐπὶ τὸ Βόρειον στάδιοι πδʹ· κώμη ἐστί· φρούριον ἔρημον· ὅρμος καλὸς ἀπὸ λιβός· ὕδωρ ἔχει.
79 Ἀπὸ τοῦ Βορείου εἰς τὸ Ἀντιδρέπανον στάδιοι κʹ· ἀκρωτήριόν ἐστιν ὕδωρ ἔχον. Ἀπὸ τοῦ Ἀντιδρεπάνου ἐπὶ τὸ Μένδριον στάδιοι νʹ· ἄνυδρος * Ἀπὸ τοῦ Μενδρίου ἐπὶ τὸ Κοζύνθιον στάδιοι ρκʹ· ἄκρα ἐστὶ τραχεῖα· ὅρμος καλὸς, ἄνυδρος δέ.
82 Ἀπὸ τοῦ Κοζυνθίου ἐπὶ Ἀμμωνίου Πηγὰς στάδιοι ριʹ· αἰγιαλός ἐστιν. Ἀπὸ Ἀμμωνίου Πηγῶν εἰς Αὐτομάλακα στάδιοι ρπʹ.
84 [5] Ἀπὸ Αὐτομαλάκων ἐπὶ Φιλαίνων βωμοὺς στάδιοι ρπεʹ· ὅρμος ἐστὶ θερινὸς καλὸς, καὶ ὕδωρ ἔχει. Ἕως τούτου τοῦ ἀκρωτηρίου εἰσὶ Κυρηναίων ὄρη καὶ χώρα. Οἱ πάντες ὁμοῦ ἀπὸ Βερνικίδος ἕως Φιλαίνων βωμῶν στάδιοι ͵ β. ΛΟΙΠΟΝ ΣΥΡΤΙΣ ΜΕΓΑΛΗ.
85 Ἀπὸ Φιλαίνων βωμῶν ἕως Ἵππου ἄκρας στάδιοι υʹ· ἀκρωτήριόν ἐστι τραχύ· ἔχει ὕφορμον καὶ ὕδωρ. Ἀπὸ Ἵππου ἄκρας ἐπὶ τὸν Ἔπηρον στάδιοι τνʹ· λιμήν ἐστι πλοίοις μικροῖς· ἔχει ὕδωρ· τοῦτό ἐστι φρούριον βαρβάρων.
87 Ἀπὸ Ἐπήρου ἐπὶ Κόρακα στάδιοι ρνʹ. Ἀπὸ Κόρακος εἰς Εὐφραντὰς στάδιοι σʹ· λιμήν ἐστι, καὶ ὕδωρ ἔχει.
89 Ἀπὸ Εὐφραντῶν ἐπὶ τὸν Δυσωπὸν στάδιοι ρνʹ. Ἀπὸ Δυσωποῦ ἐπὶ Ἀσπίδα στάδιοι τνʹ.
91 Ἀπὸ Ἀσπίδος εἰς Ταριχείας στάδιοι τνʹ Ἀπὸ Ταριχειῶν ἐπὶ Κεφαλὰς στάδιοι υʹ· [ἀκρωτήριόν ἐστιν.
92 ] [Ἀπὸ Κεφαλῶν εἰς Νεάπολιν στάδιοι φνʹ.
93 [5] ] Προσφερόμενος ἐκ τοῦ πελάγους ὄψει χώραν ταπεινὴν, νησία ἔχουσαν· ὅταν δὲ αὐτοῖς ἐγγίσῃς, ὄψει τὴν πόλιν παραθαλάσσιον καὶ θῖνα λευκὸν καὶ αἰγιαλόν· ἡ δὲ πόλις ἐστὶ λευκὴ ὅλη· λιμένα δὲ οὐκ ἔχει· ἀσφαλῶς ὁρμίζου ἐπὶ τοῦ Ἑρμαίου. Αὕτη καλεῖται Λέπτις. Οἱ πάντες ὁμοῦ ἀπὸ Φιλαίνων βωμῶν εἰς Λέπτιν τὴν Μεγάλην στάδιοι ͵ δϛʹ. Ἀπὸ Λέπτεως ἐπὶ Ἑρμαῖον στάδιοι εʹ· ὅρμος ἐστὶ πλοίοις μικροῖς.
95 Ἀπὸ Ἑρμαίου ἐπὶ Γάφαρα στάδιοι τʹ· ἄκρα ἐστὶν ἔχουσα ὅρμον ἐξ ἑκατέρων τῶν μερῶν· ἔχει ὕδωρ· καλεῖται [Αἰ]νεόσπορα· ἔστι γὰρ ὁμοία νήσῳ. Ἀπὸ τῶν Γαφάρων ἐπὶ τὸν Ἀμαραίαν στάδιοι μʹ· πύργος ἐστὶ ὕφορμος· ὕδωρ ἔχει ποτάμιον· ἔστι δὲ γεώργιον πλησίον τοῦ ποταμοῦ.
96 Οἰνολάδων ὁ ποταμὸς καλεῖται. Ἀπὸ τοῦ Ἀμαραία ἐπὶ Μεγέρθιν στάδιοι μʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.
98 Ἀπὸ Μεγέρθεως εἰς Μακαραίαν στάδιοι υʹ. Ἀπὸ Μακαραίας εἰς Σαβράθαν στάδιοι υʹ· πόλις ἐστὶν ἀλίμενος· σάλον ἔχει.
100T ΛΟΙΠΟΝ ΣΥΡΤΙΣ ΜΙΚΡΑ. Ἀπὸ Σαβράθης ἐπὶ Λοκροὺς στάδιοι τʹ· κώμη ἐστὶ, καὶ ὑπεράνω τῆς κώμης πύργος ὑψηλός.
101 Ἀπὸ Λοκρῶν ἐπὶ Ζεύχαριν στάδιοι τʹ· φρούριον ἔχον πύργον· (ὁ δὲ πύργος) λιμήν ἐστι ἐπίσημος. Ἀπὸ Ζευχάριος ἐπὶ Γέργιν στάδιοι τνʹ· πύργος ἐστὶ, καὶ φρούριον ἔχει καὶ λιμένα καὶ ὕδωρ.
103 [5] Ἀπὸ Γέργεως εἰς Μήνιγγα στάδιοι ρνʹ· πόλις ἐστὶν ἐπὶ νήσῳ· ἡ δὲ νῆσος ἀπέχει τῆς γῆς σταδίους ηʹ· ἔχει δὲ πόλεις ἱκανὰς, μητρόπολις δέ ἐστιν [αὕτη]. Αὕτη οὖν ἐστιν ἡ τῶν Λωτοφάγων νῆσος. Ἔστιν ἐν αὐτῇ βωμὸς Ἡρακλέους· μέγιστος καλεῖται. Ἔστι δὲ λιμὴν καὶ ὕδωρ ἔχει. Οἱ πάντες ὁμοῦ ἀπὸ Λέπτεως εἰς Μήνιγγα στάδιοι βτʹ. Ἀπὸ Μήνιγγος εἰς τὴν ἤπειρον * στάδιοι σʹ· πόλις ἐστὶ, ἔχει δὲ καλὸν λιμένα καὶ ὕδωρ.
105 Ἀπὸ δὲ τῆς Γέργεως εἰς Κιδιφθὰν στάδιοι ρπʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει. [Ἀπὸ Κιδιφθῆς εἰς Τακάπην στάδιοι σʹ].
107 Ἀπὸ Τακάπης εἰς Νεάπολιν στάδιοι ρʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει. [Ἀπὸ Νεαπόλεως εἰς Θέναν στάδιοι σκʹ].
109 [Ἀπὸ Θένης εἰς Ἄχολλαν στάδιοι φʹ]. Ἀπὸ Ἀχόλλης εἰς Ἀλιπόταν στάδιοι ρκʹ.
111 [Ἀπὸ Ἀλιπότης εἰς Θάψον στάδιοι ρκʹ]. Αὗται αἱ πόλεις λιμένας ἔχουσι, διὰ [δὲ] τὸ ἐπικεῖσθαι αὐταῖς βράχη εἰς ταύτας πλέουσι σύμμετρα πλοῖα.
112 [10] Τῇ δὲ Ἀχόλλῃ καὶ τῇ Ἀλιπότῃ καὶ τῇ Κιδιφθῇ ἐπίκειται Κέρκινα ἡ νῆσος, ἀπέχουσα σταδίους ρκʹ. Ἀπὸ δὲ τῆς Λωτοφάγων, ἥπερ ἐστὶ Μῆνιγξ, ἐπὶ τὴν Κέρκιναν νῆσον διὰ πόρου στάδιοι ψνʹ. Ἀπὸ Θένης εἰς Κέρκιναν ** κατὰ [τὴν] πόλιν βράχη ἐστὶ φερόμενα πρὸς τὴν πόλιν. Ἀπὸ Κερκίνης εἰς Θάψον στάδιοι ψʹ· ἔχει δὲ νῆσον καλὴν, πελαγίαν, κειμένην κατὰ Θάψον πρὸς βορρᾶν, ἀπέχουσαν σταδίους πʹ· ἔχει δὲ λιμένα καὶ ὕδωρ. Αὗται αἱ νῆσοι περιέχουσι τὸ Ἰκάριον πέλαγος. ΛΟΙΠΟΝ ΦΟΙΝΙΚΗ.
113 Ἀπὸ Θάψου εἰς Λέπτιν τὴν μικρὰν στάδιοι ροʹ· πόλις μικρά ἐστι· καταφανῆ ἔχει βράχη· καὶ ἡ καταγωγή ἐστιν ἐπὶ τῇ πόλει δύσκολος πάνυ. Ἀπὸ Λέπτεως εἰς Θερμὰς στάδιοι ξʹ· κώμη ἐστί· τὸν δ’ αὐτὸν τρόπον καὶ ὧδε βράχη ἐστὶ δυσκατάγωγα.
115 Ἀπὸ Θερμῶν πλεύσας σταδίους μʹ ὄψει ἀκρωτήριον ἐπ’ αὑτῷ ἔχον δύο νησία ἐσκολοπισμένα· ὕφορμός ἐστιν. Ἀπὸ τοῦ ἀκρωτηρίου ὄψει Ἀδραμύτην τὴν πόλιν ἀπὸ σταδίων μʹ· ἀλίμενος.
117 [5] Ἀπὸ Ἀδραμύτου ἐπὶ τὴν Ἀσπίδα στάδιοι φʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν καὶ περιφανὲς, οἷον ἀσπίς. Ἐπ’ αὐτὴν πλέε τὴν ἄρκτον [ὡς] παραφαίνειν ἐξ εὐωνύμων· εἰσὶ γὰρ εἰς τὸ πέλαγος ἐκεῖνο βράχη πολλὰ καὶ τραχέα· εἶτα ἐκφανήσεταί σοι (ἡ Ἀσπὶς καὶ ἐπ’ αὐτῇ) Νεάπολις. Ἀπὸ τοῦ κόλπου Νεαπόλεως ἐπὶ τὴν Ἀσπίδα στάδιοι σʹ· ὑψηλός ἐστιν ὁ τόπος, καὶ ἐπ’ αὐτῷ ἡ πόλις· ἔχει λιμένα πρὸς ζέφυρον ἀπὸ σταδίων ιʹ ἀνώτερον τῆς πόλεως. Ἀπὸ Ἀσπίδος [ἐπὶ τὴν Ἑρμαίαν ἄκραν στάδιοι σʹ].
119 [Ἀπὸ τῆς Ἑρμαίας ἄκρας ἐπὶ Μισούαν λιμένα στάδιοι ρκʹ]. [Ἀπὸ Μισούας λιμένος] ἐπὶ Θερμὰ στάδιοι ξʹ· κώμη ἐστὶ καὶ ἐπάνω τὰ θερμά.
121 Ἀπὸ τῶν Θερμῶν εἰς Κάρπην στάδιοι ρξʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει. Ἀπὸ Κάρπης εἰς Μάξυλαν στάδιοι κʹ· πόλις ἐστὶ καὶ λιμένα ἔχει.
123 Ἀπὸ Μαξύλων ἐπὶ τὸν Γαλάβραντα στάδιοι νʹ· ὅρμος ἐστὶν ἕως [τῆς τῶν] ἀμμώδων ἀγωγῆς. Ἀπὸ τοῦ Γαλάβραντος εἰς Καρχηδόνα στάδιοι ρκʹ· πόλις ἐστὶ μεγίστη καὶ λιμένα ἔχει, ἐν δὲ τῇ πόλει πύργος ἐστίν· [ἐπὶ] δεξιὰν ὁρμίζου ὑπὸ τὸ χῶμα.
124 [5] Οἱ πάντες ὁμοῦ ἀπὸ Μήνιγγος τῆς τῶν Λωτοφάγων νήσου ἕως εἰς Καρχηδόνα στάδιοι φνʹ. Ἀπὸ δὲ Καρχηδόνος εἰς Κάστρα Κορνηλίου στάδιοι τγʹ· λιμήν ἐστι παραχειμαστικός· ἐν τούτῳ παραχειμάζει μεγάλα πλοῖα.
126 Ἀπὸ Κάστρων Κορνηλίου εἰς Οὔτικα στάδιοι κδʹ· πόλις ἐστί· λιμένα οὐκ ἔχει, ἀλλὰ σάλον ἔχει· ἀσφαλίζου. Ἀπὸ Οὐτίκων *** .
127 [Λείπει τὰ ἀπὸ Οὐτίκων ἕως τῶν Ἡρακλείων στηλῶν καὶ τὰ ἀπ’ Ἀλεξανδρείας ἕως Καρνῶν.] [Ἀπὸ ** ] εἰς Κάρνας στάδιοι κδʹ· σάλος ἐστί· κοιτῶνας δὲ ἔχει πλοίοις μικροῖς· ἀσφαλῶς κατάγου.
129 Ἀπὸ Καρνῶν (ἐπὶ χωρίον) ἐπ’ ἀκρωτήριον καλούμενον Βαλανέας στάδιοι σʹ. Ἀπὸ ἀκρωτηρίου Βαλανεῶν ἐπ’ ἀκρωτήριον Πάλτον στάδιοι ϙʹ.
131 Ἀπὸ ἀκρωτηρίου Πάλτου κάμψαντος ἐπ’ ἀκρωτήριον Βραχίων σταδ. ιʹ. Ἀπὸ δὲ Βαλανεῶν ἄκρας ἐπ’ εὐθείας εἰς Πάλτον στάδιοι σʹ.
132 Οἱ πάντες ἐκ Πτολεμαΐδος, παρὰ γῆν παραπλέοντος, (εἰσελθεῖν) εἰς Πάλτον στάδιοι ͵ β. ΚΑΙ ΛΟΙΠΟΝ ΚΟΙΛΗ ΣΥΡΙΑ.
133 Ἀπὸ Πάλτου ἐπὶ χωρίον Παλτηνῶν στάδιοι λʹ. Ἀπὸ Παλτηνῶν ἐπὶ λιμένα κείμενον ἐπ’ αἰγιαλῷ, ἔχοντα καθ’ αὑτὸν φάραγγα, στάδιοι κʹ.
135 Ἀπὸ Παλτηνῶν εἰς Γάβαλα στάδιοι λʹ. Ἀπὸ Γαβάλων εἰς ποταμὸν πλωτὸν καλούμενον * , στάδιοι μʹ.
137 [5] Ἀπὸ * πλωτοῦ ποταμοῦ εἰς ἄκραν, ἐφ’ ἧς κεῖται πόλις Λαοδίκεια, στάδιοι σʹ ἀπὸ δὲ τοῦ ποταμοῦ εἰς Βαλανέας στάδιοι οʹ· ἀπὸ Βαλανεῶν εἰς Λαοδίκειαν εὐθυδρομοῦντι λευκονότῳ ἐπὶ τὰ πρὸς ἠῶ [μέρη] τῆς ἄρκτου, στάδιοι σʹ. Ἀπὸ Λαοδικείας εἰς Ἡράκλειαν στάδιοι κʹ.
139 Κάμψαντι δὲ τὸ ἀκρωτήριον λιμήν ἐστι καλούμενος Λευκός· στάδιοι λʹ. Ἀπὸ Λευκοῦ λιμένος ἐπὶ κώμην καλουμένην Πασιερίαν στάδιοι λʹ.
141 Ἀπὸ τῆς κώμης ἐπ’ ἄκραν Πολιὰν καλουμένην στάδιοι ρκʹ. Ἀπὸ Ἡρακλείας ἐπὶ Ποσείδιον τὸν ἐπίτομον στάδιοι ρʹ.
143 Ἀπὸ δὲ τῆς ἄκρας τοῦ ἐπὶ Ποσειδίου εἰς πόλιν Σιδῶνα στάδιοι τʹ· ὑπὲρ ἧς ἐστιν ὄρος ὑψηλὸν, καλούμενον Θρόνος. Ἀπὸ Σιδωνίας πόλεως εἰς τόπον ὁρίζοντα τὸ Κάσιον, καλούμενον δὲ Χαλαδρόπολιν στάδιοι ξʹ.
145 Ἀπὸ Χαλάδρου ἐπὶ νῆσον καλουμένην Μακρὰν στάδιοι ιʹ. Ἀπὸ Μακρᾶς νήσου ἐπὶ τὸ Νυμφαῖον στάδιοι νʹ.
146 Ὁ δὲ ὅλος περίπλους τραχύς ἐστιν ἀπὸ τοῦ Κασίου. Τοῦτον τὸν τόπον παράπλεε ἀπὸ τῆς γῆς σταδίοις κʹ. Ἀπὸ Νυμφαίου ἐπὶ πόλιν Ἀντιόχειαν, ἔχουσαν ἐμπόριον καὶ παρ’ αὑτὴν ποταμὸν Ὀρόντην καλούμενον, στάδιοι υʹ· ἔστι δὲ ὁ ποταμὸς ἀπὸ σταδίων ιεʹ.
148 Ἀπὸ τοῦ ποταμοῦ εἰς Σελεύκειαν στάδιοι μʹ. ἀπὸ δὲ τοῦ Ποσειδίου τὸν ἐπίτομον εἰς Σελεύκειαν πεσόντι * ζεφύρῳ στάδιοι ριʹ. Ἀπὸ Σελευκείας ἐπὶ τὰ Γεώργια στάδιοι ρμβʹ.
150 Ἀπὸ τῶν Γεωργίων ἐπὶ τὸν Ῥωσαῖον κόλπον στάδιοι τʹ· ἀπὸ δὲ τοῦ Ποσειδίου ἀκρωτηρίου ἐπὶ τὸν κόλπον οὐριώτατα στάδιοι σʹ. Ἀπὸ Ῥωσοῦ Τερδνίας εἰς πόλιν Μυρίανδρον στάδιοι ϙʹ.
152 Ἀπὸ τοῦ Μυριάνδρου εἰς Ἀλεξάνδρειαν κατ’ Ἰσσὸν στάδιοι ρκʹ. Ἀπὸ Ἀλεξανδρείας εἰς τὰς Κιλικίας πύλας στάδιοι σʹ.
153 Ὁμοῦ οἱ πάντες ἀπὸ Πάλτου ἕως τῶν Κιλικίων πυλῶν στάδιοι ͵ βφʹ. ΛΟΙΠΟΝ ΚΙΛΙΚΙΑ.
154 Ἀπὸ τῶν Κιλικίων πυλῶν εἰς τὸ Ἱερὸν στάδιοι ρκʹ· [ἀπὸ] τούτου ἐστὶν ὑπερβῆναι εἰς (τὸν τόπον) εἰς [Νικό]πολιν. Ἀπὸ τοῦ Ἱεροῦ εἰς πόλιν Ἰσσὸν στάδιοι ψʹ.
156 Ἀπὸ Ἰσσοῦ εἰς τὰς Ἀμανικὰς πύλας ἐν τῷ κοιλοτάτῳ τοῦ κόλπου στάδιοι ϛʹ. Ἀπὸ τῶν Πυλῶν εἰς κώμην Ἀλὰς στάδιοι νʹ· ἀπὸ τοῦ Μυριάνδρου, οὐριοδρομοῦντος, στάδιοι ρʹ.
158 Ἀπὸ τῶν Ἀλῶν εἰς πόλιν Αἰγαίας στάδιοι ρʹ· ἀπὸ δὲ τοῦ Μυριάνδρου εἰς Αἰγαίας εὐθυδρομοῦντος ἐπὶ τὸν πόλον νότῳ στάδιοι ρʹ. Ἀπὸ Αἰγαιῶν ὁ παράπλους κρημνώδης ἐπὶ κώμην Σερρέτιλλιν σταδίων ρνʹ.
159 [5] Ἀπὸ δὲ Ῥωσοῦ εὐθυδρομοῦντι ἐπὶ τὴν Σερρέτιλλιν ἐπὶ τὸν πόλον νότῳ στάδιοι σνʹ. Κατὰ δὲ τὴν Σερρέτιλλιν κώμη ἐπάνω Πύραμος καλεῖται, καὶ ὑπεράνω αὐτοῦ ὄρος καλούμενον Πάριον ἀπὸ σταδίων ξʹ. Ἀπὸ τῆς Σερρετίλλεως κώμης ἐπ’ ἄκραν Ἰανουαρίαν στάδ.
160 αʹ. Ἀπὸ τῆς Ἰανουαρίας ἄκρας ἐπὶ τὰς Διδύμους νήσους στάδιοι λʹ.
162 Ἀπὸ τῶν Διδύμων νήσων εἰς πόλιν καλουμένην Μαλλὸν στάδιοι ρʹ. Ἀπὸ Μαλλοῦ εἰς Ἀντιόχειαν ἐπὶ Πυράμου ποταμοῦ στάδιοι ρνʹ.
164 [5] Ἀπὸ τῆς Ἀντιοχείας ἐπὶ τὴν Ἰωνίαν, ἣν νῦν Κεφαλὴν καλοῦσι, στάδιοι οʹ. Παρὰ τὸ ἀκρωτήριον ποταμός ἐστι πλωτὸς, [ὃς] Πύραμος καλεῖται. Ἀπὸ τοῦ [Ῥωσαίου] σκοπέλου δὲ μὴ κατακολπίζοντι, ἀλλ’ ἐπ’ εὐθείας πλέοντι εἰς Ἀντιόχειαν ἐπὶ τὰ πρὸς ἑσπέραν [τῆς ἄρκτου μέρη] νότῳ, [κατὰ] τὰ εὐώνυμα τῆς ἠπείρου μακρὸν διαφαλλομένῳ, στάδιοι τνʹ. Ἀπὸ τοῦ Πυράμου ποταμοῦ εὐθυδρομοῦντι εἰς Σόλους ἐπὶ τὰ πρὸς ἑσπέραν μέρη τῆς ἄρκτου [ἀπηλιώτῃ] νότου μικρόν[τι] παρέλκοντι στάδιοι φʹ.
166 Ἀπὸ τῆς κεφαλῆς τοῦ Πυράμου ἐπὶ τὸν ποταμὸν Σάρον στάδιοι ρκʹ. Ἀπὸ Σάρου ποταμοῦ ἐπὶ [τὸ] στόμα τῆς λίμνης, ὃ καλεῖται Ῥηγμοὶ, στάδιοι οʹ.
168 Ἀπὸ Ῥηγμῶν εἰς Ταρσὸν στάδιοι οʹ. Ῥέει διὰ μέσης τῆς πόλεως ποταμὸς Κύδνος. Ἀπὸ Ῥηγμῶν ἐπὶ χωρίον Ζεφύριον στάδιοι ρκ.
170 [Ἀπὸ Ζεφυρίου εἰς Σόλους στάδιοι νʹ]. Ἀπὸ δὲ Σόλων ἐπὶ κώμην Καλανθίαν στάδιοι νʹ.
172 Ἀπὸ Καλανθίας κώμης εἰς Ἐλαιοῦντα στάδιοι ρʹ. Ἀπὸ Ἐλαιούσσης εἰς κώμην καλουμένην Κώρυκον στάδιοι κʹ· ἀπὸ δὲ Σόλων εἰς Κώρυκον στάδιοι σπʹ· ὑπὲρ ὧν ἀπέχον ἐστὶν ἄντρον Κωρύκιον καλούμενον σταδίους ρʹ.
174 Ἀπὸ τοῦ Κωρύκου ἐπὶ λιμένα καλούμενον Καλὸν Κορακήσιον στάδιοι ρκεʹ. Ἀπὸ τοῦ Κορακησίου ἐστὶν ἡ Ποικίλη πέτρα, ἥτις ἔχει κλίμακα, δι’ ἧς ἐστιν ὁδὸς εἰς Σελεύκειαν τὴν ἐπὶ Καλυκάδνου σταδίων οʹ.
176 Ἀπὸ τοῦ Κορακησίου ἐπὶ τὸν ποταμὸν Καλυδνὸν στάδιοι μʹ. Ἀπὸ τοῦ ποταμοῦ ἐπὶ ἄκραν ἀμμώδη, στενὴν, Σαρπηδονίαν καλουμένην, στάδιοι πʹ.
177 Ἀπ’ αὐτῆς ἀνατείνοντα βράχεα ὡς σταδίους κʹ. Ἀπὸ τῆς ἄκρας τῆς Σαρπηδονίας, ἔγγιστα [κειμένης] πρὸς τὴν Κύπρον, εἰς πόλιν Καρπάσειαν οὐριώτατα στάδιοι υʹ.
179 Ἀπὸ Σαρπηδονίας ἄκρας εἰς Σελεύκειαν στάδιοι ρκʹ. Ὁμοίως καὶ εἰς Ὅλμους στάδιοι ρκʹ.
181 Ἀπὸ δὲ τῶν Ὅλμων ἐπ’ ἄκραν καὶ κώμην καλουμένην Μύλας στάδιοι μʹ. Ἀπὸ τῆς ἄκρας εἰς λιμένα Νησούλιον καὶ ἄκραν ἐπινησίαν στάδιοι ξʹ.
183 Ἀπὸ τῆς ἄκρας ἐπὶ χωρίον Φιλαίαν στάδιοι κʹ. Οἱ πάντες ἀπὸ Μυλαίων εἰς Φιλαίαν τὸν ἐπίτομον στάδιοι φʹ. Ἀπὸ τῆς Φιλαίας ἐπὶ νῆσον Πιτυοῦσσαν στάδιοι ρλʹ.
184 Ἀπέχει ἡ Πιτυοῦσσα ἀπὸ χερρονήσου τῆς πρὸς τῇ Μύλῃ σταδίους κʹ. Ἀπὸ τῶν ἀκρῶν τῆς Πιτυούσσης πρὸς τὴν Ἀφροδισιάδα στάδιοι μεʹ. Ἀπὸ Ἀφροδισιάδος, ἐκ τῶν εὐωνύμων ἔχοντι τὴν Πιτυοῦσσαν, ἐπὶ πύργον κείμενον πρὸς ἄκραν, ἣ προσονομάζεται Ζεφύριον, στάδιοι μʹ· ἀπὸ δὲ τῆς Σαρπηδονίας ἄκρας εἰς Ἀφροδισιάδα ὁ πλοῦς σταδίων ρκʹ.
186 Ἡ δὲ Ἀφροδισιὰς κεῖται ἔγγιστα τῆς Κύπρου πρὸς Ἀχαιῶν ἀκτὴν, [ἐφ’ ἣν] κατὰ πρύμναν ἔχοντι τὰ μέρη τῆς ἄρκτου στάδιοι φʹ. Ἀπὸ Ἀφροδισιάδος ἐπὶ χωρίον καλούμενον Κίφισον στάδιοι λεʹ.
188 Ἀπὸ Μέλανος ποταμοῦ ἐπὶ ἄκραν Κραυνοὺς στάδιοι μʹ. Ἀπὸ τῶν Κραυνῶν ἐπὶ τὰ Πισούργια, εὐώνυμον ἔχοντι τὴν Κράμβουσαν, στάδιοι μεʹ.
189 Ἀπὸ τῆς Ἀφροδισιάδος ἐπὶ τὰ Πισούργια στάδιοι ρκʹ. Ἀπὸ τῶν Πισουργίων εἰς κόλπον Βερνίκην στάδιοι νʹ.
191 [Ἀπὸ Βερνίκης ἐπὶ Κελένδεριν στάδιοι νʹ]. Ἀπὸ Κελενδέρεως εἰς Μανδάνην στάδιοι ρʹ.
193 Ἀπὸ Μανδάνης ἐπ’ ἀκρωτήριον Ποσείδιον καλούμενον στάδιοι ξʹ. Ἀπὸ Μανδάνης ἐπὶ τὰ Διονυσοφάνους στάδιοι λʹ.
195 Ἀπὸ [τῶν] Διονυσοφάνους εἰς Ῥυγμανοὺς στάδιοι νʹ. Ἀπὸ Ῥυγμανῶν εἰς Ἀνεμούριον στάδιοι νʹ.
197 Ἀπὸ Ἀνεμουρίου ἐπὶ τὰ τῆς Κύπρου ἔγγιστα, ἐπὶ Κρομμύου ἄκραν, στάδιοι τʹ. Ἀπὸ δὲ Ἀνεμουρίου εἰς Πλατανοῦντα στάδιοι τνʹ.
199 Ἀπὸ Πλατανοῦντος ἐπὶ χωρίον Χάραδρον στάδιοι τνʹ. Ὑπὲρ δὲ Χαράδρου κεῖται ὄρος μέγα, Ἄνδροκος καλούμενον, ἀπὸ σταδίων λʹ. Ἀπὸ τοῦ Χαράδρου ἐπὶ χωρίον Κράγον καλούμενον στάδιοι ρʹ.
201 Ἀπὸ τοῦ Κράγου ἐπὶ χωρίον ἐπὶ θαλάσσης Νεφέλιον στάδιοι κεʹ. Ἀπὸ τοῦ Νεφελίου ἐπὶ ἄκραν νησιάζουσαν στάδιοι πʹ.
203 Ἀπὸ νησιαζούσης ἄκρας εἰς Σελινοῦντα στάδιοι ρʹ. Ἀπὸ Σελινοῦντος ἐπὶ τὸν Ἀκάμαντα τῆς Κύπρου στάδιοι ͵ αϛʹ.
205 Ἀπὸ δὲ Σελινοῦντος εἰς Ναύλους στάδιοι ρκʹ. Ἀπὸ τῶν Ναύλων ἐπὶ χωρίον λεγόμενον Λαέρτην ἐπὶ θαλάσσης στάδιοι τκʹ.
207 Ἀπὸ Λαέρτου εἰς Κορακήσιον στάδιοι ρʹ. Ἀπὸ Κορακησίου εἰς Αὔνησιν ( * ἐπὶ χωρίον Ἁμαξίαν) στάδιοι πʹ.
209 Ἀπὸ Αὐνήσεως εἰς χωρίον καλούμενον Αὐγὰς στάδιοι οʹ. Ἀπὸ Αὐγῶν ἐπ’ ἀκρωτήριον Λευκόθειον στάδιοι νʹ.
211 Ἀπὸ Λευκοθείου εἰς Κίβυραν στάδιοι νʹ. Ἀπὸ Κιβύρας ἐπὶ Ἀρτέμιδος ναὸν στάδιοι νʹ.
213 Ἀπὸ Ἀρτέμιδος ναοῦ ἐπὶ ποταμὸν πλωτὸν Μέλανα στάδιοι θʹ. Γίνονται οὖν οἱ πάντες ὁμοῦ ἀπὸ Κιλικίων πυλῶν ἕως τοῦ Μέλανος ποταμοῦ στάδιοι ͵ δνʹ. ΛΟΙΠΟΝ ΠΑΜΦΥΛΙΑ.
214 Ἀπὸ τοῦ Μέλανος ποταμοῦ εἰς Σίδην στάδιοι νʹ. Ἀπὸ Σίδης εἰς Ἀττάλειαν στάδιοι τνʹ· ἀπὸ Ἀτταλείας εἰς τὸ [Κωρύκιον] ἐμπόριον στάδιοι τʹ, ἀπὸ δὲ [τοῦ] Κωρυκίου [ἐμπορίου] εἰς Σίδην στάδιοι νʹ.
215 Ἀπὸ Σίδης εἰς τὸν Ἀκάμαντα στάδιοι ͵ αϛʹ. Ἀπὸ Σίδης εἰς Σελεύκειαν στάδιοι πʹ.
217 Ἀπὸ Σελευκείας εἰς ποταμὸν πλωτὸν καλούμενον Εὐρυμέδοντα στάδιοι ρʹ. [Ἀπ’ Εὐρυμέδοντος εἰς Κυνοσάριον στάδιοι * ] Ἀπὸ Κυνοσαρίου ἐπὶ ποταμὸν καλούμενον Κέστρον στάδιοι ξʹ.
219 Ἀναπλεύσαντι τὸν ποταμὸν πόλις ἐστὶ Πέργη. [ἀπὸ] τοῦ Κέστρου ἐπὶ Ῥουσκόποδα [στάδιοι * ].
221 Ἀπὸ Ῥουσκόποδος ἐπὶ Μάσουραν καὶ τοὺς Καταράκτας στάδιοι νʹ. Ἀπὸ Μασούρας εἰς Μυγδάλην στάδιοι οʹ.
223 Ἀπὸ Μυγδάλων εἰς Ἀττάλειαν στάδιοι ιʹ. Ἀπὸ Ἀτταλείας ἐπὶ χωρίον Τένεδον στάδιοι κʹ.
225 Ἀπὸ Τενέδου εἰς Λύρναντα χωρίον στάδιοι ξʹ. [Ἀπὸ Λύρναντος εἰς Φάσηλιν στάδιοι ροʹ·] ὑπὲρ τῆς πόλεως ὄρος μέγα ὑπέρκειται (Φάσηλις).
227 Ἐκ δὲ Φασήλιδος εἰς Κώρυκον στάδιοι * . Ἀπὸ Κωρύκου ἐπὶ τὸν Φοινικοῦντα στάδιοι λʹ.
228 ὑπὲρ [αὐτοῦ] μέγα ὄρος ὑψηλὸν κεῖται Ὄλυμπος καλούμενον. [Ἀπὸ Φοινικοῦντος εἰς Κράμβουσαν στάδιοι νʹ·] ἐκ δὲ Φασήλιδος ἐπ’ εὐθείας εἰς Κράμβουσαν στάδιοι ρʹ.
230 Ἀπὸ Κραμβούσης ἐπὶ χώραν Ποσιδαρισοῦντα στάδιοι λʹ. Ἀπὸ Ποσιδαρισοῦντος ἐπὶ Μωρὸν ὕδωρ καλούμενον στάδιοι λʹ.
232 [5] Ἀπὸ Μωροῦ ὕδατος ἐπὶ ἄκραν Ἱερὰν καὶ νῆσον Χελιδονίαν στάδιοι νʹ. Ὁμοῦ οἱ πάντες ἀπὸ τοῦ Μέλανος ποταμοῦ ἕως Χελιδονίων τῷ παρὰ γῆν πλέοντι στάδιοι φʹ· τὸν δὲ ἐπίτομον διὰ πόρου εἰς τὰς Χελιδονίας στάδιοι χʹ. Ἔστι δὲ ἀπὸ τῶν Χελιδονίων [ἐπὶ] Μάριον καὶ τὸ τῆς Κύπρου ἀκρωτήριον, τὸν Ἀκάμαντα, ἐπ’ ἀνατολὰς τοῦ ἡλίου οὐριώτατα ζεφύρῳ στάδιοι ͵ αωʹ· ἀπὸ δὲ τοῦ Ἀνεμουρίου ἐπὶ τὰς Χελιδονίας νήσους στάδιοι ͵ αϛʹ.
234T ΛΟΙΠΟΝ ΛΥΚΙΑ. Ἀπὸ δὲ τῆς Ἱερᾶς ἄκρας ἐπὶ Μελανίππην στάδιοι λʹ.
235 Ἀπὸ δὲ Μελανίππης εἰς Γάγας στάδιοι ξʹ. Ἀπὸ δὲ Γαγῶν ἐπὶ ποταμὸν Λάμυρον στάδιοι ξʹ· ὑπὲρ σταδίους ξʹ κεῖται πόλις Λάμυρα καλουμένη.
237 Ἀπὸ Λαμύρου ποταμοῦ εἰς πύργον τὸ Ἴσιον καλούμενον στάδιοι ξʹ. Ἀπὸ τοῦ Ἰσίου πύργου εἰς Ἀνδριακὴν στάδιοι ξʹ.
239 Ἀπὸ Ἀνδριακῆς εἰς Σόμηνα στάδιοι δʹ. Ἀπὸ Σομήνων εἰς Ἀπέρλας στάδιοι ξʹ.
241 [Ἀπὸ Ἀπερλῶν ἐπὶ * ἀκρωτήριον στάδιον νʹ.] Ἀπὸ * ἀκρωτηρίου εἰς Ἀντίφελλον στάδιοι νʹ.
243 Ἀπὸ Ἀντιφέλλου εἰς νῆσον Μεγίστην στάδιοι νʹ. Ἀπὸ Μεγίστης εἰς νῆσον Ῥώγην στάδιοι νʹ.
245 Ἀπὸ Ῥώγης ἐπὶ τὰς Ξεναγόρου νήσους στάδιοι τʹ. Ἀπὸ τῶν Ξεναγόρου νήσων εἰς Πάταρα στάδιοι ξʹ.
247 Ἀπὸ Πατάρων ἐπὶ ποταμὸν πλωτὸν [Ξάνθον] (ὑπέρκειται πόλις Ξάνθος) στάδιοι ξʹ. Ἀπὸ τοῦ ποταμοῦ Ξάνθου εἰς Πύδνας ἐπ’ εὐθείας στάδιοι ξʹ.
249 Ἀπὸ Πυδνῶν ἕως τῆς Ἱερᾶς ἄκρας στάδιοι πʹ. Ἀπὸ Ἱερᾶς ἄκρας εἰς Καλαβαντίαν στάδιοι λʹ.
251 Ἀπὸ Καλαβαντίων εἰς Περδικίας στάδιοι νʹ. Ἀπὸ Περδικιῶν εἰς Κισσίδας στάδιοι νʹ.
253 Ἀπὸ Κισσίδων ἐπὶ νῆσον Λάγουσαν στάδιοι πʹ. Ἀπὸ Λαγούσης ἐπὶ Τελμησσὸν στάδιοι εʹ.
254 Γίνονται ὁμοῦ οἱ πάντες [ἀπὸ τῆς Ἱερᾶς ἄκρας] ἕως Τελμησσοῦ στάδιοι ͵ αφʹ. ΛΟΙΠΟΝ ΚΑΡΙΑ.
255 Ἀπὸ Τελμησσοῦ ἐπὶ Πηδάλιον κατὰ τὴν Ῥόπισαν στάδιοι σʹ. Ἐκ Τελμησσοῦ εἰς Δαίδαλα στάδιοι νʹ.
257 Ἐκ Δαιδάλων εἰς Καλλιμάχην στάδιοι νʹ. Ἐκ Καλλιμάχης εἰς Κρύα στάδιοι ξʹ.
259 Ἐκ Κρύων εἰς τὰς Κλύδας, στάδιοι νʹ. Ἐκ Κλυδῶν ἐπὶ τὸ Πηδάλιον ἀκρωτήριον στάδιοι λʹ.
261 Ἀπὸ τοῦ Πηδαλίου ἐπὶ τὸν Ἀγκῶνα τὸν ἐπὶ τοῦ Γλαύκου στάδιοι πʹ. Ἀπὸ τοῦ ἄγκωνος ἐπὶ τὸν Καυνίων Πάνορμον στάδιοι ρκʹ.
263 Ἀπὸ τοῦ Πανόρμου ἐπὶ τὴν Κυμαρίαν καλουμένην στάδιοι νʹ. Ἀπὸ Κυμαρίας εἰς Πασάδαν στάδιοι ξʹ.
265 Ἀπὸ Πασάδης εἰς Καῦνον στάδιοι λʹ. Ἀπὸ Καύνου εἰς τὴν Ῥόπουσαν στάδιοι ιεʹ.
267 Ἀπὸ τῆς Ῥοπούσης εἰς τὸ ἀπέναντι, εἰς Λευκόπαγον, στάδιοι μʹ· ἀπὸ δὲ τῆς Ῥοπούσης εἰς Σάμον στάδιοι ρʹ. Ἀπὸ τῆς Σάμου ἐπὶ [τὸ] Ποσείδιον στάδιοι ξʹ.
269 Ἀπὸ τοῦ Ποσειδίου ἐπὶ τὸν Φάλαρον στάδιοι νʹ. Ἀπὸ τοῦ Φαλάρου εἰς νῆσον Ἐλαιοῦσσαν καλουμένην στάδιοι νʹ.
271 Ἀπὸ τῆς Ἐλαιούσσης εἰς Ῥόδον στάδιοι ρνʹ· ἥτις ποιεῖ ἐπὶ Μαλλὸν μὲν σταδ. χʹ, καὶ ἐπὶ τὸ Ἱερὸν τῶν Βυζαντίων σταδ. χʹ. Ἐκ Ῥόδου εἰς Ἀλεξάνδρειαν στάδιοι ͵ δφʹ.
272 [10] Ἐκ Ῥόδου εἰς Ἀσκάλωνα στάδιοι ͵ γχʹ. Ἐκ Ῥόδου εἰς Καισάρειαν στάδιοι ͵ γχʹ. Ἐκ Ῥόδου εἰς Βηρυτὸν στάδιοι ͵ γχʹ. Ἐκ Ῥόδου εἰς Σιδόνα στάδιοι ͵ γχʹ. Ἐκ Ῥόδου εἰς Βύβλον στάδιοι ͵ γχʹ. Ἐκ Ῥόδου εἰς Τρίπολιν στάδιοι ͵ γχʹ. Ἐκ Ῥόδου εἰς Σελεύκειαν στάδιοι ͵ γχʹ. Ἐκ Ῥόδου εἰς Κιλικίαν στάδιοι ͵ αφʹ. Ἐκ Ῥόδου εἰς Κώρυκον στάδιοι ͵ α. Ἐκ Ῥόδου δὲ ἐπὶ τὴν Κύπρον τὴν ἑσπερίαν ἐπ’ ἀνατολὰς τοῦ ἡλίου οὐριώτατα ζεφύρῳ στάδιοι ͵ βωʹ. Ἐκ Ῥόδου εἰς Πάταρα στάδιοι ψʹ. Ἐκ Ῥόδου εἰς Καῦνον στάδιοι υνʹ. Ἐκ Ῥόδου εἰς νῆσον Ῥόπουσαν στάδιοι τνʹ. Ἐκ Ῥόδου εἰς Φύσκον στάδιοι υνʹ. Ἐκ Ῥόδου εἰς Ἄγνην στάδιοι τνʹ. Ἐκ Ῥόδου εἰς Κνίδον στάδιοι ψνʹ. Ἐκ Ῥόδου εἰς Νίσυρον στάδιοι ωκʹ. Ἐκ Ῥόδου εἰς Τῆλον στάδιοι φνʹ. Ἀπὸ Λεπαταλέων ἐπὶ τὸ Ποσείδιον τὸ Καρπάθου στάδιοι υκʹ. Ἐκ Ῥόδου εἰς τὴν Κῶ στάδιοι ωνʹ. Ἐκ Ῥόδου εἰς τὴν Χίον στάδιοι ͵ γʹ. Ἐκ Ῥόδου εἰς Μύνδον στάδιοι ͵ α. Ἐκ Ῥόδου εἰς Σάμον στάδιοι ͵ αωʹ. Ἐκ Ῥόδου εἰς Τένεδον στάδιοι ͵ γψʹ. [Ἔστι δὲ ἀπὸ Ῥόδου εἰς τὸ Σκύλλαιον τῆς Ἀργολίδος πλέειν ἐπὶ τὴν δύσιν τοῦ ἡλίου οὐριώτατα ἀπηλιώτῃ σταδίοις * ]· πλεύσεις δὲ ἔχων ἐκ τῶν εὐωνύμων νήσους [τὴν] Νίσυρον καὶ τὴν Ἀστυπάλειαν, ἐκ δὲ τῶν δεξιῶν τὴν Κῶ καὶ τὴν Λέρον [καὶ τὴν Κίναραν καὶ τὴν Ἀμοργὸν, καὶ πλεύσεις ἐπὶ τὴν Δόνουσαν σταδίους ν * ]· τὸ λοιπὸν ἀπὸ τῆς Δονούσης λαβὲ εὐωνύμους καὶ Ἰὸν καὶ Σίκινον καὶ τὴν Σίφνον (καὶ τὴν Θήραν) καὶ τὴν Σέριφον καὶ τὴν Κύθνον, ὅθεν ὁρᾶται τὸ Σκύλλαιον.
274 Ἀπὸ Κνίδου εἰς τὴν Κῶ στάδιοι ρπʹ. Ἀπὸ Κῶ εἰς Ἁλικαρνασὸν στάδιοι ρπʹ.
276 Ἀπὸ Ἁλικαρνασοῦ εἰς Μύνδον στάδιοι σκʹ. Ἀπὸ Μύνδου εἰς Λέρον στάδιοι τνʹ.
278 Ἀπὸ Μύνδου εἰς τὴν Κῶ στάδιοι ρμʹ. Ἀπὸ δὲ Κῶ εἰς Λέρον στάδιοι τνʹ.
279 Ἀπὸ Κῶ εἰς Δῆλον στάδιοι ͵ ατʹ. Ἀπὸ Κῶ εἰς Σάμον στάδιοι ͵ α. Ἔστι δὲ ἀπὸ Κῶ εἰς τὴν Δῆλον πλέειν [ἐπὶ τὴν δύσιν] τοῦ ἡλίου οὐριώτατα ἀπηλιώτῃ σταδίοις ͵ ατʹ.
280 [5] Πλεύσεις δὲ εἰς Κάλυδναν· καταπλεύσεις δὲ ἐκ δεξιῶν ἔχων τὸ Ὑψίρισμᾳ· καὶ τὰς Καλύδνας καὶ (τὴν Κέλεριν καὶ) τὴν Λέρον καὶ τὴν Πάτμον δεξιὰς λαβὼν, τοὺς δὲ Μελαντείους καὶ τὴν Μύκονον ἐκ τῶν εὐωνύμων καὶ Τῆνον [ἐκ δεξιῶν ἔχων] καταχθῇς εἰς Δῆλον. Ἀπὸ Μύνδου * ἥτις ἐστὶ διὰ τῆς Ἀττικῆς * στάδ.
281 [5] ͵ αφʹ. πλεύσεις δὲ διὰ τῶν Κορσικῶν καὶ τῆς τε Λέρου καὶ τῆς Καλύδνης· καὶ τὴν Ὀροβίδα λαβὼν [δεξιὰν] πλέε ἐπὶ τὰς Ἀμοργίας· τήν τε Δόνουσαν καὶ τὴν Νάξον καὶ τὴν Κύθνον ἔχε δεξιάν. Ἐὰν δὲ θέλῃς διὰ νήσων πλέειν, οὕτως πλέεις· Ἀπὸ Κῶ εἰς Λέρον σταδίους ονʹ.
282 [10] Ἐκ Λέρου εἰς Λέβινθον σταδίους σνʹ. Ἐκ Λεβίνθου εἰς Κίναρον σταδίους φʹ. Ἐκ Κινάρου ἐπὶ τὰ ἔγγιστα τῆς Ἀμοργίας (ἐπὶ τὰ πέρατα) σταδίους πεʹ. Καὶ ὁ παράπλους τῆς Ἀμοργίας εἰς Μινώαν σταδίων πεʹ. [Ἀπὸ Μινώας ἐπὶ τὴν Κέρειαν πλεύσεις σταδίους πεʹ]. Ἐκ τῆς Κερείας, εὐώνυμον ἔχων τὴν Κέρειαν, εἰς τὸν Ναξίων Πάνορμον σταδίους ξεʹ. Ἀπὸ τοῦ Πανόρμου εἰς Δῆλον σταδίους υκʹ. Ἀπὸ Κῶ εἰς Λέρον σταδίους τκʹ.
283 [15] Ἀπὸ Λέρου ἐπὶ τὸ Παρθένιον σταδίους ξʹ. Ἀπὸ [τοῦ Παρθενίου τῆς] Λέρου ἐπὶ τὸ τῆς Πάτμου Ἀμαζόνιον σταδίους σʹ. Ἀπὸ τοῦ Ἀμαζονίου ἐπὶ τὴν Κορσίαν σταδίους υʹ. Ἀπὸ τῆς ἄψης * Ἀμαζονίου εἰς Δῆλον σταδίους ψνʹ. Ἀπὸ Δήλου εἰς Σῦρον σταδίους ρνʹ. [Ἀπὸ Σύρου εἰς Ἄνδρον σταδίους ρνʹ]. Ἀπὸ Ἄνδρου εἰς λιμένα Γαυρίου σταδίους πʹ. Ἀπὸ Γαυρίου ἐπὶ [τὸ Παιώνιον] ἀκρωτήριον σταδίους νʹ. Ἀπὸ τοῦ ἀκρωτηρίου εἰς [Γεραιστὸν] ἔγγιστα ἄκρας σταδίους υνʹ. Ἀπὸ τῆς Γεραιστοῦ εἰς Κάρυστον σταδίους ρκʹ. Ἐκ Καρύστου εἰς Πεταλίας σταδίους ρʹ. Ἐπάνειμι πάλιν ἐπὶ τὰ ἐκ Δήλου διαστήματα πρὸς νήσους τάσδε· Ἐκ Δήλου εἰς Θήραν στάδιοι τνʹ.
284 [15] Ἐκ Δήλου ἐπὶ τὴν Ἀμοργίαν (εἰς τὴν Μινώαν) στάδιοι χνʹ. Ἐκ Δήλου εἰς Ἀνάφην στάδιοι ρʹ. Ἐκ Δήλου εἰς Ἰὸν στάδιοι χνʹ. Ἐκ Δήλου εἰς τὰς Κορσίας στάδιοι χνʹ. Ἐκ Δήλου εἰς Κίμωλον στάδιοι ωʹ. Ἐκ Δήλου εἰς Σίφνον στάδιοι χμʹ. Ἐκ Δήλου εἰς Κύθνον στάδιοι τνʹ. Ἐκ Δήλου εἰς Τῆνον στάδιοι τνʹ. Ἐκ Δήλου εἰς Νάξον στάδιοι τνʹ. Ἐκ Δήλου ἐπὶ τὴν Δόνουσαν στάδιοι τκʹ. Ἐκ Δήλου εἰς Πάτμον στάδιοι ωνʹ. Ἐκ Δήλου ἐπὶ τὸν Μελάντειον σκόπελον στάδιοι ρπʹ. Ἐκ Δήλου εἰς Κέων στάδιοι τʹ. Ἐκ Δήλου εἰς Ἄνδρον στάδιοι ωʹ. Ἐκ Δήλου εἰς Πάρον στάδιοι υʹ. Ἐπάνειμι πάλιν εἰς Μύνδον, ἀφ’ ἧς κατέλιπον.
285 Ἐκ Μύνδου εἰς Πάνορμον στάδιοι πʹ Ἐκ Μύνδου εἰς Βαργύλια στάδιοι σνʹ.
287 Ἀπὸ Πανόρμου εἰς Ποσείδιον [τὸ] καὶ Ἄγκιστρον στάδιοι σνʹ. Ἀπὸ Βαργυλίων εἰς Ἴασον στάδιοι σκʹ.
289 Ἀπὸ Ἰάσου ἐπ’ ἀκρωτήριον Ποσείδιον στάδιοι ρκʹ. Ἀπὸ Ποσειδίου εἰς τὴν Ἀκρίταν στάδιοι σμʹ.
291 Κεῖται κατέναντι [Ἰάσου] Πάσσαλα πηγή· ἔνθεν ἐστὶν ἀποβῆναι εἰς Μύλασα σταδ. κʹ. Ἀπὸ δὲ τοῦ Ποσειδίου εἰς Πάνορμον στάδιοι μʹ.
293 Ἀπὸ Πανόρμου εἰς Μίλητον στάδιοι πʹ. Ἐπάνειμι πάλιν διὰ πόρου εἰς Μύνδον.
294 Ἀπὸ Πανόρμου εἰς Μίλητον στάδιοι τʹ. Ἀπὸ δὲ τῆς Φαρμακούσσης εἰς Μίλητον στάδιοι ρκʹ.
296 Ἀπὸ Μιλήτου εἰς Σάμον στάδιοι τʹ. Οἱ πάντες ἀπὸ Τελμησσοῦ ἕως Μιλήτου στάδιοι βφʹ. [ΚΥΠΡΟΥ ΠΕΡΙΠΛΟΥΣ.
297T ] Ἀπὸ τοῦ Ἀκάμαντος, τὴν Κύπρον εὐώνυμον ἔχοντι εἰς Πάφον στάδιοι τʹ· πόλις ἐστὶ κειμένη πρὸς μεσημβρίαν· ἔχει δὲ λιμένα τριπλοῦν παντὶ ἀνέμῳ, καὶ ἱερὸν Ἀφροδίτης.
298 Ἀπὸ Πάφου εἰς Νουμήνιον (νῆσός ἐστιν ἔχουσα πηγήν· ὁ δὲ πλοῦς βραχύς· ὅταν δὲ ἐγγίσῃς τῷ νησίῳ, τὴν γῆν θλῖβε δεξιᾷ) στάδιοι ρκεʹ. Ἀπὸ Νουμηνίου εἰς Παλαίπαφον στάδιοι ρκεʹ.
300 Ἀπὸ Παλαιπάφου εἰς Τρήτους (ἀκρωτήριόν ἐστι) στάδιοι νʹ. [Ἀπὸ Τρήτων εἰς τὸ Κουριακὸν στάδιοι * ].
302 Ἀπὸ τοῦ Κουριακοῦ εἰς Ἀμαθοῦντα στάδιοι ρνʹ· πόλις ἐστὶν ἀλίμενος· ἀσφαλίζου τὸν τόπον. Ἀπὸ δὲ τοῦ Κουριακοῦ ἐπὶ Καργαίας στάδιοι μʹ· ἀκρωτήριόν ἐστιν ἔχον λιμένα, ὕφορμον καὶ ὕδωρ.
303 ***** Ἀπὸ δὲ τοῦ Πηδαλίου ἐπὶ νήσους στάδιοι πʹ· πόλις ἐστὶν ἔρημος, λεγομένη Ἀμμόχωστος· ἔχει δὲ λιμένα παντὶ ἀνέμῳ· ἔχει δὲ ἐν τῇ καταγωγῇ χοιράδας· διαφυλάττου.
305 Ἀπὸ τῶν νήσων εἰς Σαλαμῖνα στάδιοι νʹ· πόλις ἐστὶ, λιμένα ἔχει. Ἀπὸ Σαλαμῖνος εἰς Παλαιὰν στάδιοι ρκʹ· κώμη ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.
306 Ἀπὸ Παλαιᾶς ἐπὶ τὸν Φιλεοῦντα στάδιοι τʹ. Ἀπὸ Φιλεοῦντος ἐπὶ τὰ Ἄκρα .
307 [5] ...... στάδιοι ξʹ· ὅρμοι εἰσὶ δύο, ὁ μέν ἐστι χαροπὸς, ὁ δὲ λευκὸς, ἔχοντες ἑκάτεροι ὕδωρ. Ἐπίκειται δὲ ἐπάνω ἱερὸν Ἀφροδίτης· ἐπίκεινται δὲ καὶ νῆσοι δύο, ἔχουσαι ἀμφότεραι ἀνάπλους. Ἀπὸ τοῦ Ἀνεμουρίου τῆς Κιλικίας ἐπὶ τὸν Ἀκάμαντα τῆς Κύπρου στάδιοι ψʹ.
309 Ἀπὸ Ἀκάμαντος ἔχων δεξιὰν τὴν Κύπρον εἰς Ἀρσινόην τῆς Κύπρου στάδιοι σοʹ· πόλις ἐστί· λιμένα ἔχει ἔρημον· χειμάζει βορέου. Ἀπὸ δὲ τοῦ Κρομμυακοῦ ἐπὶ τὸ Μελαβρὸν στάδιοι νʹ· ὅρμος ἐστὶ θερινός.
311 Ἀπὸ Μελαβροῦ εἰς Σόλους στάδιοι τʹ· πόλις ἐστὶν ἀλίμενος. Ἀπὸ Σόλων εἰς Κερύνειαν στάδιοι τνʹ· πόλις ἐστίν· ἔχει ὕφορμον.
313 Ἀπὸ Κερυνείας εἰς Λάπαθον στάδιοι υνʹ. πόλις ἐστὶν ἔχουσα ὅρμον. Ἀπὸ Λαπάθου εἰς Καρπάσειαν στάδιοι τνʹ· πόλις ἐστίν· ἔχει λιμένα μικροῖς πλοίοις· χειμάζει βορέου.
315 Ἀπὸ Καρπασείας ἐπὶ τὰ Ἄκρα στάδιοι ρʹ· ἐντεῦθεν μετέβημεν εἰς τὸ Ἀνεμούριον. Ὁ πᾶς περίπλους τῆς Κύπρου στάδιοι ͵ ασνʹ. Ἀπὸ τοῦ αὐτοῦ Κουριακοῦ εἰς τὸ Πηλούσιον στάδιοι ͵ ατʹ.
317 Ἀπὸ δὲ τοῦ Κιτίου τῆς Κύπρου εἰς Ἀσκάλωνα στάδιοι ͵ γτʹ. ΚΡΗΤΗΣ ΠΕΡΙΠΛΟΥΣ.
318 Ἀπὸ τοῦ Κάσου ἐπὶ τὸ Σαμώνιον τῆς Κρήτης, στάδιοι φʹ· ἀκρωτήριόν ἐστι τῆς Κρήτης ἀνέχον πρὸς βορρᾶν ἐπιπολύ· ἔστι δὲ ἱερὸν Ἀθηνᾶς· ἔχει ὕφορμον καὶ ὕδωρ· τὰ δὲ ἄλλα ἠφανισμένα. Ἀπὸ Σαμωνίου εἰς Ἱερὰν Πύδναν στάδιοι πʹ· πόλις ἐστίν· ἔχει ὅρμον· ἔχει δὲ καὶ νῆσον [ἣ] καλεῖται Χρύσεα· ἔχει λιμένα καὶ ὕδωρ.
320 Ἀπὸ Ἱερᾶς Πύδνης εἰς Βίενον στάδιοι οʹ· πολίδριόν ἐστιν ἀπέχον τῆς θαλάσσης. Ἀπὸ Βιένου εἰς Λέβηναν στάδιοι οʹ· ἐκεῖ παράκειται νησίον, ὃ καλεῖται Ὀξεῖα· ὕδωρ ἔχει.
322 Ἀπὸ Λεβήνας εἰς Ἁλὰς στάδιοι κʹ. Ἀπὸ Ἁλῶν εἰς Μάταλαν στάδιοι τʹ· πόλις ἐστὶ, καὶ λιμένα ἔχει.
324 Ἀπὸ Ματάλης εἰς Σουλίαν στάδιοι ξεʹ· ἀκρωτήριόν ἐστιν ἀνέχον πρὸς μεσημβρίαν· λιμήν ἐστι· καλὸν ὕδωρ ἔχει. Ἀπὸ Σουλήνας εἰς Ψυχέα στάδιοι ιβʹ· ἀπὸ δὲ Πύδνης ἐπὶ τὸν Ψυχέα στάδιοι τνʹ· λιμὴν θερινός· καὶ ὕδωρ ἔχει.
326 Ἀπὸ Ψυχέως ἐπὶ τὸν Λάμωνα στάδιοι ρνʹ· λιμήν ἐστι· καὶ πόλιν ἔχει καὶ ὕδωρ. Ἀπὸ Λάμωνος ἐπὶ Ἀπολλωνιάδα στάδιοι λʹ.
328 Ἀπὸ Ἀπολλωνίας εἰς Φοίνικα στάδιοι ρʹ· πόλις ἐστίν· ἔχει λιμένα καὶ νῆσον. Ἀπὸ δὲ Κλαυδίας εἰς Φοίνικα στάδιοι τʹ. Ἔχει πόλιν καὶ λιμένα. Ἀπὸ Φοίνικος εἰς Τάρρον στάδιοι ξʹ· πόλις μικρά ἐστιν· ἔχει ὅρμον.
330 Ἀπὸ Τάρρου εἰς Ποικιλασσὸν στάδιοι ξʹ· πόλις ἐστὶ καὶ ὅρμον ἔχει καὶ ὕδωρ. Ἀπὸ Ποικιλασσοῦ εἰς Σύβαν στάδιοι νʹ· πόλις ἐστὶ καὶ λιμένα καλὸν ἔχει.
332 [Ἀπὸ Σύβης εἰς Λισσὸν στάδιοι λʹ.] Ἀπὸ Λισσοῦ εἰς Καλαμύδην στάδιοι σνʹ.
334 Ἀπὸ Καλαμύδης εἰς Κριοῦ Μέτωπον στάδιοι λʹ. ἀκρωτήριόν ἐστιν ὑψηλόν· ἔχει ὕδωρ καὶ ὕφορμον. Ἀπὸ Κριοῦ Μετώπου περίπλους εἰς Βίεννον στάδιοι ιβʹ· λιμένα ἔχει καὶ ὕδωρ.
336 [5] Ἀπὸ Βιέννου εἰς Φαλάσαρναν στάδιοι σξʹ· ὅρμος ἐστὶν, ἐμπόριον, πόλις παλαιά· νῆσος δὲ ἀπὸ σταδίων ξʹ Ἰουσάγουρα, βλέπουσα πρὸς ἀνατολάς· ἔχει λιμένα· ἔχει δὲ ἱερὸν Ἀπόλλωνος ἐν τῷ λιμένι· ἔστι δὲ καὶ ἄλλη νῆσος ἀπὸ σταδίων γʹ· καλεῖται Μέση, καὶ ὅρμον ἔχει· ἡ δὲ τρίτη καλεῖται Μύλη· ὁ δὲ πλοῦς βαθύς· ἀγορὰν ἔχει. Ἀπὸ Μύλης ἐπὶ τὸν Τρητὸν στάδιοι νʹ· ἀκρωτήριόν ἐστι τετρημένον, κατάκρημνον τῆς Κρήτης.
338 Ἀπὸ τοῦ Τρητοῦ εἰς Ἀγνεῖον στάδιοι νʹ· λιμήν ἐστιν ἔχων ἱερὸν Ἀπόλλωνος· ἔστι δὲ ἐσώτερος κόλπος, καὶ καλεῖται Μυρτῖλος· καὶ ὕδωρ ἔχει. Ἀπὸ Ἀγνείου εἰς Κίσαμον στάδιοι πʹ· πόλις ἐστὶν ἐν κόλπῳ κειμένη.
339 ἐστὶ δὲ λιμήν· ἔχει καὶ ὕδωρ. Ἀπὸ Κισάμου ἐπὶ Τίτυρον στάδιοι κεʹ· ἀκρωτήριόν ἐστιν ὑψηλὸν, κατάδενδρον· βλέπει πρὸς ἄρκτον.
341 Ἀπὸ Τιτύρου ἐπὶ τὸ Δικτυνναῖον στάδιοι πʹ· ὅρμος ἐστὶν ἐν αἰγιαλῷ. Ἀπὸ τοῦ Δικτυνναίου ἐπὶ τὴν Κοίτην στάδιοι ροʹ· νῆσός ἐστιν· ἔχει ὅρμον καὶ ὕδωρ· βλέπει πρὸς τὴν Κρήτην [καὶ] πρὸς ἄρκτον.
343 Ἀπὸ τοῦ Ἀκοιτίου εἰς Κυδωνίαν στάδιοι ξʹ· πόλις ἐστίν· ἔχει λιμένα, καὶ εἰς τὴν εἴσοδον βράχη ἔχει. Ἀπὸ Κυδωνίας εἰς Ἀπτέραν περιπλέεται σταδίοις ρνʹ· πεζῇ δὲ στάδιοι ρκʹ· ὁ τόπος Μίνως καλεῖται, εἰς ὃν κεῖνται νῆσοι τρεῖς, αἳ καλοῦνται Λευκαί.
345 Ἀπὸ τῆς Μίνωος εἰς Ἀμφιμάτριον στάδιοι ρνʹ· ποταμός ἐστι καὶ λιμὴν περὶ αὐτὸν παραχειμαστικὸς, καὶ πύργον ἔχει. Ἀπὸ Ἀμφιματρίου εἰς Ὕδραμον στάδιοι ρʹ· πόλις ἐστίν· ἔχει αἰγιαλόν· καλεῖται δὲ ἡ πόλις Ἐλευθέρα· πεζῇ δὲ ἀναβῆναι ἀπὸ τοῦ Ἀμφιματρίου στάδιοι νʹ.
347 Ἀπὸ Ἀμφιματρίου εἰς Ἀστάλην στάδιοι λʹ. λιμήν ἐστιν εὐωνύμως· ἔχει ὕδωρ. [Ἐντεῦθεν Ἐλευθέρα ἀπὸ σταδίων νʹ.] Ἀπὸ Ἀστάλης εἰς Ἡράκλειον στάδιοι ρʹ· πόλις ἐστίν· ἔχει λιμένα καὶ ὕδωρ· ἀπὸ σταδίων κʹ πόλις κεῖται Κνωσός· ἀπόκειται δὲ καὶ νῆσος ἀπὸ σταδίων μʹ πρὸς δύσιν· καλεῖται Δῖος.
349 Ἀπὸ τοῦ Ἡρακλείου εἰς Χερρόνησον πόλιν στάδιοι λʹ· ὕδωρ ἔχει καὶ νῆσον ἔχουσαν πύργον καὶ λιμένα. Ἀπὸ Χερρονήσου εἰς Ὀλοῦντα στάδιοι ξʹ· ἄκρα ἐστίν· ὕφορμον ἔχει καὶ ὕδωρ καλόν· ἀπέχει δὲ ἀπὸ τῆς γῆς σταδίους κʹ * .
351 Ἀπὸ Ὀλοῦντος εἰς Καμάραν στάδιοι ιεʹ. Ἀπὸ Καμάρας εἰς Ἴστρον στάδιοι κεʹ.
353 Ἀπὸ τῆς Ἴστρου ἐπὶ τὴν Κητίαν ἄκραν στάδιοι ιεʹ· ὕφορμός ἐστιν, ἄνυδρος δέ. Ἀπὸ τῆς Κητίας ἄκρας εἰς Διονυσιάδας στάδιοι τʹ· νῆσοι εἰσὶ δύο, ἔχουσαι λιμένα καὶ ὕδωρ.
355 Ἀπὸ Διονυσιάδων εἰς τὸ Σαμώνιον, ὅθεν ἠρξάμεθα περιάγειν τὴν Κρήτην, στάδιοι ρκʹ.