eul_wid: oyw-ae
DOI 10.5281/zenodo.20335422

Pseudo-Hippocrates Letter to King Ptolemy in Greek

The Letter to King Ptolemy is a brief Greek epistle falsely ascribed to the physician Hippocrates of Cos. Presented as a personal missive, it is directed to a King Ptolemy, generally identified as Ptolemy I Soter, the founder of Egypt's Ptolemaic dynasty. Scholarly consensus regards it as a pseudepigraphic work, composed by an anonymous author in the Hellenistic or later period to invoke the authority of the famed doctor. Structured in seven sections, the text serves as a compact synopsis and justification of fundamental medical tenets.

Its core aim appears to have been the professional legitimization of medicine, framing it as a rational and noble discipline suitable for royal consideration. The fabricated correspondence between the iconic founder of Greek medicine and a celebrated Hellenistic patron of scholarship was designed to enhance the prestige of contemporary medical practice. The intended readership was likely medical students, practitioners, or educated laypersons interested in Hippocratic tradition. Preserved within the broader Hippocratic Corpus through medieval manuscripts, the letter did not substantially impact medical theory like the core Hippocratic works. Instead, it contributed to the legendary biography of Hippocrates, reinforcing his iconic status in later historical reception. Modern scholarship examines it principally as an artifact of ancient pseudepigraphy and a testament to the enduring legacy of the Hippocratic name.

ΙΠΠΟΚΡΑΤΗΣ ΚΩΟΣ ΠΤΟΛΕΜΑΙῼ ΒΑΣΙΛΕΙ ΧΑΙΡΕΙΝ. Ἐπιμελούμενοι τῆς σῆς ὑγιείας, ὦ βασιλεῦ, καὶ ταύτης φροντίδα τιθέμενοι, τὸ κράτιστον τῶν τῇ διαίτῃ καὶ τῷ σώματι καθηκόντων ὑποθέσθαι σοι ἀκριβῶς κατανοήσαντες, τὰ ἀποβαίνοντα τῷ ἀνθρωπίνῳ σώματι ἐξ ἑκατέρων, ἄστρων τε καὶ ὡρῶν καὶ κέντρων, ὑποτετάχαμέν σοι, ἀναγράψαντες ἐν κεφαλαίοις καὶ πεπομφότες σοι, ὥστε προγινώσκειν τὰ μέλλοντα, κὶ βοηθεῖν τῇ τῆς διαίτης ὕλῃ, ἵν’, οὕτως ποιῶν, ἐῤῥωμένος διατελέσῃς τὸν ἅπαντα χρόνον.
423 Γνωστέον οὖν τὴν τῆς ὑγείας δύναμιν ἀκριβῶς, ὁποία δὴ εἰς ὠφέλειαν ὑπάρχει τῷ ἀνθρωπίνῳ γένει. Ἔστι δὲ ὁ λόγος πρῶτον μὲν περὶ τῆς ἐγκυκλίου σφαίρας κοσμικῆς τε καὶ τροπικῆς. Ἀπὸ πλειάδος δύσεως μέχρι τροπῶν χειμερινῶν, ἡμέραι μθʹ, τουτέστιν ἀπὸ μηνὸς νοεμβρίου ιβʹ, ἕως δεκεμβρίου πληρουμένου. Αὗται αἱ ἡμέραι αὔξουσι φλέγμα πολὺ σφόδρα· διὸ χρῶ τοῖς λουτροῖς, καὶ πλείοσι ξηροτριβίαις καὶ τροφαῖς, καὶ ἀφροδισίοις. Ἀπὸ δὲ τροπῶν χειμερινῶν ἕως ἰσημερίας ἐαρινῆς, ἡμέραι πδʹ, τουτέστιν ἀπὸ μηνὸς ἰανουαρίου πρώτης μέχρι μηνὸς μαρτίου κεʹ. Αὗται αἱ ἡμέραι αὔξουσιν ὑγρασίας κὶ ἐμέτων πλῆθος· διὸ χρῶ τοῖς περιπάτοις καὶ ἐμέτοις καὶ λουτροῖς πυκνοῖς, καὶ τροφαῖς, καὶ ἀφροδισίοις. Ἀπὸ δὲ ἰσημερίας ἐαρινῆς ἕως πλειάδος ἀνατολῆς, ἡμέραι μθʹ, τουτέστιν ἀπὸ μηνὸς μαρτίου κϛʹ ἕως μηνὸς μαΐου ιγʹ. Αὗται αἱ ἡμέραι εἰσὶν ἐαριναὶ, καὶ αὔξουσιν αἷμα πλέον· διὸ χρῶ τοῖς εὐώδεσιν οἴνοις κὶ ἀκράτοις καὶ θερμοῖς, κὶ πυκνοῖς ἐμέτοις, κὶ πόνοις, καὶ ἀφροδισίοις.
424 Ἀπὸ δὲ πλειάδος ἀνατολῆς ἕως τροπῶν θερινῶν, ἡμέραι μβʹ, τουτέστιν ἀπὸ μηνὸς μαΐου ιδʹ ἕως μηνὸς ἰουνίου κδʹ. Αὗται αἱ ἡμέραι εἰσὶ τροπαὶ θεριναί. Αὔξουσι δὲ χολὴν πυῤῥάν· διὸ χρῶ τοῖς γλυκέσι καὶ ὑδαρέσι, κὶ λυτικοῖς κοιλίας, καὶ μὴ πονεῖν, μήτε κάμνειν, μήτε ἀφροδισιάζειν, ἀλλ’ ἡσύχως διαμένειν. Ἀπὸ δὲ τροπῶν θερινῶν ἕως ἰσημερίας μετοπωρινῆς ἡμέραι ϟγʹ, τουτέστιν ἀπὸ μηνὸς ἰουνίου κδʹ ἕως σεπτεμβρίου κεʹ. Αὗται αἱ ἡμέραι γεννῶσι μέλαιναν χολήν· διὸ χρῶ τοῖς ψυχροῖς καὶ ὑδαρέσι καὶ εὐώδεσιν οἴνοις, καὶ δεῖ μήτε πονεῖν, μήτε ἀφροδισιάζειν. Ἀπὸ δὲ ἰσημερίας μετοπωρινῆς ἕως πλειάδος δύσεως ἡμέραι μηʹ, τουτέστιν ἀπὸ σεπτεμβρίου κεʹ ἕως μηνὸς νοεμβρίου ιβʹ.
425 Αὗται αἱ ἡμέραι αὔξουσιν ἰχῶρας καὶ χολάς· χρῶ τοίνυν τοῖς δι’ ὄξους ἐδέσμασι καὶ δριμέσι, καὶ πόνοις καὶ καμάτοις, καὶ ἀφροδισίοις. Διαιροῦμεν δὲ τὸν ἄνθρωπον εἰς μέρη δʹ, κεφαλὴν, θώρακα, κοιλίαν, κὶ κύστιν. Ἐὰν οὖν τι μέλλῃ περὶ τὴν κεφαλὴν συνίστασθαι πάθος, τάδε προγίνεται τὰ σημεῖα· σκοτοδινίαι, ἀλγηδόνες κεφαλῆς, βάρος ἐν ταῖς ὀφρύσι, σφυγμοὶ κροτάφων, ὀφθαλμῶν δάκρυα, ἀμβλυωπίαι, ῥῖνες ἐμπεφραγμέναι, ἦχος ὤτων. Τούτων οὖν τῶν σημείων γενομένων, δεῖ καθαίρειν τὴν κεφαλὴν, φαρμάκῳ μὲν οὐδενί· λαβὼν δὲ ὑσσώπου καὶ ὀριγάνου τὰς ῥίζας, ἀνάζεσον ἐν γλυκείᾳ ἡμικοτύλῃ, καὶ τοῦτο νῆστις ἀποφλεγματίζου.
426 Τοῖς δὲ ἀμελοῦσι τῶν σημείων τούτων, τάδε ἐπιγίνεται πάθη· ὑπογλαύκωσις ὀφθαλμῶν, ἔμφραξις ἐγκεφάλου, χοιράδες, τριχῶν μάδισις, ἕλκωσις κεφαλῆς, ὀδόντων πόνος. Ὅταν δὲ μέλλῃ περὶ τὸν θώρακα συνίστασθαι πάθος, τάδε προγίνεται τὰ σημεῖα· ἱδρῶτες στήθους καὶ θώρακος, τραχύτης γλώττης, πτύελοι ἁλυκοὶ ἢ πικροὶ, πλευρῶν κὶ ὠμοπλατῶν ἀλγηδόνες, οὐδεμιᾶς προφάσεως προεπικειμένης, κνησμονή τε στήθους καὶ βραχιόνων, χειρῶν τε θρόμβοι, καὶ βῆχες ξηραί. Τούτων δὲ οὕτως γενομένων τῶν σημείων, βοηθεῖν δεῖ τῷδε τῷ τρόπῳ· ἁρμόζουσι μὲν γὰρ οἱ ἀπὸ δείπνου ἔμετοι καὶ ἐκ πλησμονῆς γινόμενοι διὰ πάσης φαρμακείας· ὁμοίως δὲ καὶ νῆστις λάμβανε τοὺς καλουμένους συρμίους. Γίνονται δὲ οὕτως· λαβὼν ῥαφάνεως καὶ καρδάμου καὶ σινήπεως καὶ εὐζώμου σπέρματα, ἑκάστου κοχλιάριον, καὶ διαμασσησάμενος, καὶ ἐκροφῶν κοχλιάριον ὕδατος χλιαροῦ, οὕτως ἔμει. Τοῖς δὲ ἀμελοῦσι τῶν σημείων τούτων, τάδε ἐπιγίνεται τὰ πάθη· πλευρίτιδες, περιπνευμονίαι, φρενίτιδες, μελαγχολίαι, πυρετοὶ ὀξεῖς, ληθαργίαι, λοιμοί.
427 Ὅταν δὲ μέλλῃ περὶ τὴν κοιλίαν πάθη τινὰ συνίστασθαι, τάδε προγίνεται τὰ σημεῖα· κοιλία συστρέφεται, καὶ ταράσσονται ἐν αὐτῇ τὰ σιτία, καὶ τὰ ποτὰ πικρὰ φαίνεται, γονάτων βάρος καὶ ὅλου τοῦ σώματος, νάρκη σκελῶν, πυρετοὶ λάβροι. Τούτων δὲ τῶν σημείων οὕτω γενομένων, δεῖ τὴν κοιλίαν τοῖς ἁπαλοῖς κατευνάζειν, ἄνευ φαρμακείας. Λαβὼν οὖν λαπάθου καὶ λινοζώστου, ἔσθιε μετὰ γάρου καὶ ἐλαίου, καὶ σεῦτλα μετὰ μελικράτου καὶ κνίκου καὶ μελιτώματος ἑψηθέντα σφόδρα· καὶ κάτω λύοντα κοιλίας ὠφέλιμα. Ἐὰν δέ τι ἐπὶ πλεῖον τῶν προειρημένων σημείων ἐνοχλῇ, πρόσμισγε τούτοις τοῖς προειρημένοις ἑψήμασι καὶ κνίκον· κόψας δὲ καὶ χυλοποιήσας τὴν κνίκον ὕδατι, πῖνε. Ποιεῖ δὲ καὶ τῆς κράμβης τὸ ὕδωρ ἑψημένον πολὺ μετὰ μέλιτος, καὶ προπινόμενον. Τοῖς δὲ ἀμελοῦσι τούτων τῶν σημείων τάδε προσγίνεται τὰ πάθη· διάῤῥοιαι καὶ δυσεντερίαι, ἰσχιάδες καὶ ἀποπληξίαι, καὶ κοιλιακαὶ διαθέσεις, οἷον εἰπεῖν κώλικες καὶ κοιλοστόμαχοι, καὶ τὰ τούτοις ὅμοια.
428 Ὅταν δὲ μέλλῃ τι περὶ τὴν κύστιν συνίστασθαι πάθος, τάδε γίνεται τὰ σημεῖα· σιτίων δοθέντων ὁ στόμαχος πληροῦται, καὶ γίνονται φύσαι, ἐρυγαὶ, οἰδήματα περὶ τὰ αἰδοῖα. Τούτων οὖν τῶν σημείων γενομένων, βοηθεῖν δεῖ τῷδε τῷ τρόπῳ· λαβὼν μάραθρον καὶ σέλινον, ἑκάστου δεσμίδιον χειρόπληθες, προβρέξας αὐτὰ εἰς οἶνον εὐώδη ἡμέραν μίαν, πρόπιε κυάθους βʹ, καὶ κίρνα μετὰ ὕδατος τοῦ ἴσου. Τοῖς δὲ ἀμελοῦσι τῶν σημείων τούτων, τάδε συνίσταται τὰ πάθη· ὕδρωπες, ἥπατος πόνοι, σπληνὸς ὄγκος, φρενίτιδες, στραγγουρίαι, ἐμπρησμοὶ κοιλίας, στρόφοι τε καὶ πόνοι βαρύτατοι. Τούτοις οὖν χρώμενος, εὑρήσεις τὴν τοῦ σώματος ὑγείαν καὶ ἡμῶν τὴν ἔκθεσιν ἀληθῆ.