ΜΕΝΑΝΔΡΟΥ ΚΑΙ ΦΙΛΙΣΤΙΩΝΟΣ
ΓΝΩΜΑΙ ΚΑΙ ΔΙΑΛΕΚΤΟΙ
Φιλιστίωνα τὸν καλόν τε κἀγαθὸν
ἐγὼ Μένανδρος πολλὰ χαίρειν βούλομαι.
Κἀγὼ τάδʼ αὐτὰ βούλομαι Φιλιστίων
προσεννέπειν, Μένανδρε, τὴν ἴσην χάριν.
Ἀπαρενόχλητος ὁ τόπος ἡμῖν τυγχάνει,
καὶ τοῦ λέγειν ἄρξασθʼ ἐγὼ δὴ βούλομαι.
Ἕτοιμον εὑρήσεις με. καὶ γὰρ τῆς σχολῆς
εὐκαιρία προτρέψεται λέγειν σοφῶς.
Ὁρᾷς ἐπὶ γῆς ἄνθρωπον τεθνηκότα;
ἄμεινον ἡμᾶς μὴ γενέσθαι μηδʼ ὅλως.
Ἆρʼ οὗτος οὐ κατεῖδε τὸν ἑαυτοῦ χρόνον
ἢ τὸν διʼ ἄστρων ἀριθμὸν οὐκ ἐγνώρισεν;
Εἰ γὰρ μαθὼν ἦν καὶ χρόνους ἠπίστατο,
ἔδει τότʼ αὐτὸν θνητὸν ὄντα μὴ θανεῖν;
Ἐν δειλίᾳ γὰρ ζῶντες ἡμεῖς τοῦ βίου
ὄντως γὰρ ἡμῖν νῦν πλάνη παρίσταται.
Ὅταν θέλῃ τις τἀτρεκῆ προμανθάνειν,
μάτην πλανᾶται τὸ σαφὲς σοφῶς μαθεῖν.
Ἐὰν θελήσῃς βίον ἄλυπον ἐκτελεῖν,
μὴ προσδόκα τὸ μέλλον ἢ λυπῇ μάτην.
Ὅστις κάτοιδε τοῦ βίου τὴν ἔκβασιν,
μαθὼν ὀδυνᾶται προσδοκῶν καθʼ ἡμέραν.
Οὐδὲν πέφυκε κρεῖττον τῆς εὐκαιρίας·
καιροῦ γὰρ ἰσχύοντος οὐδὲ εἷς κριτής.
Ὅστις τὸν εὐτυχοῦντα βασκαίνειν θέλει,
λυπεῖν ἑαυτὸν βούλετʼ εἰς ὃν ζῇ χρόνον.
Τὸ ἐξαίφνης ἀόρατον
ἀπροσδοκήτως ἐλθὸν ἰδίαν χάριν ἔχει.
Οὔτʼ εὐτυχεῖν δεῖ πάμπαν οὔτε δυστυχεῖν.
ῥοπαῖς δὲ καιρῶν καὶ μεταβολαῖς πάντα ἀλλάσσεται.
Ἐκ τοῦ τυχεῖν ἄνθρωπον ἀβεβαίου βίου
τύχην καλοῦμεν ἣν ὅλως οὐκ οἴδαμεν.
Κἂν αἰτιᾷ, μέτρησον αὑτοῦ τὴν τύχην.
ποῖον πέφυκε κέρδος ἐκ τούτου, φράσον.
Κακοὶ γὰρ εὐτυχοῦντες ἐκπλήττουσί με.
ἀδίκως πονηροῖς πλοῦτον δωρεῖται θεός.
Ὡς θνητὸς ὢν ἄνθρωπος καὶ λιπὼν φάος,
χαλιναγωγεῖν δεῖ τὸν τεταγμένον χρόνον.
Πενίας περ οὐδέν ἐστιν ἀθλιώτερον.
ἄμεινόν ἐστιν ἀποθανεῖν ἢ δυστυχεῖν.
Ἄνθρωπον ὄντα πάντα προσδοκᾶν σε δεῖ.
ὁ δʼ ἐκκακήσας ὤλεσεν τὰς ἐλπίδας.
Ἢ μὴ ποίει τὸ κρυπτὸν ἢ μόνος ποίει,
ἵνα σὺ σεαυτὸν μόνος ἔχῃς συνίστορα.
Μυστήριόν σου μήποτʼ εἴπῃς τῷ φίλῳ,
κοὐ μὴ φοβηθῇς αὐτὸν ἐχθρὸν γενόμενον.
Ὀργῆς χάριν τὰ κρυπτὰ μὴ ἐκφάνῃς φίλου.
ἔλπιζε γὰρ αὐτὸν πάλιν γενέσθαι φίλον.
Ὁ θυμὸς οὔτε ῥῶσιν οὔτε νοῦν ἔχει·
ὀργὴ δὲ δεινὰ δρᾶν ἀναγκάζει βροτούς.
Ὅστις γυναικὸς ἀποθανούσης ἐπιγαμεῖ,
ὁ τοιοῦτος ὄντως οὐκ ἐπίστατʼ εὐτυχεῖν.
Ἅπαντας ἡμᾶς δεῖ φέρειν τὰς διαβολὰς
ὑπὸ τοῦ λέγοντος, κἂν θέλῃς κἂν μὴ θέλῃς.
Πενίαν φέρειν οὐ παντός, ἀλλʼ ἀνδρὸς σοφοῦ.
πολλοὶ γὰρ εὐτυχοῦντες οὐ φρονοῦσιν εὖ.
Ἀνὴρ ὁ πλουτῶν εἰ μέγα κομπάζων βιοῖ,
ἅπασι δʼ ἀνθρώποις ἔχει μῖσος μέγα.
Πολλῶν μὲν ὁ λόγος χρηστός, ὁ δὲ τρόπος κακός.
οὐ τῷ λόγῳ δὲ δεῖ χρῆσθαι, ἀλλὰ τῷ τρόπῳ.
Πενία δʼ ἄτιμον καὶ τὸν εὐγενῆ ποιεῖ.
τῷ δυστυχοῦντι θάνατος αἱρετώτερος.
Δοκίμαζε πρῶτον τὸν τρόπον κοὐ τὸν λόγον.
σεμνὸς τρόπος γὰρ διαφέρει καλῶν λόγων.
Εἰ χρήμασιν τὸν θάνατον ἐξωνούμεθα,
τῶν πλουσίων ἂν ὁ κόσμος ὅλος ἐτύγχανε.
Ἅπασιν ἀνθρώποισιν ἀπόκειται θανεῖν,
ζωῆς γὰρ ἡμῖν ὀλίγος ἐμετρήθη χρόνος.
Μηδεὶς ἑαυτὸν μακάριον νομιζέτω,
πρὶν ἢ μάθῃ τὸ τέρμα τῆς εἱμαρμένης.
Ψευδηγόροις γελῶσι καὶ μύθοις κενοῖς,
θεραπεύεται τὰ κακὰ ταῖς συμβουλίαις.
Τί τῷ θανόντι δῶρα λαμπρὰ προσφέρεις
ἃ μεθʼ ἡδονῆς ἀφῆκε κοὐκ ἐχρήσατο.
Τί τὸν θανόντα κωφὸν ὠφελεῖς καλῶν;
τὸν ζῶντα λυπεῖς, τῷ θανόντι δʼ οὐ μέλει.
Ὁ τάφος στεφανωθεὶς πλουσίως καὶ κοσμίως
τὸ ζῆν ἑαυτοῦ διὰ πλάνης κατηγορεῖ.
Ἐν ἀδειλίᾳ γὰρ ζῶντες ὃν ζῶμεν χρόνον
φρόνιμοι δοκοῦμεν μηδὲ ἓν καθιόντες.
Κούφως φέρειν δεῖ τὰς ἐνεστώσας τύχας.
βουλόμεθα πλουτεῖν πάντες, ἀλλʼ οὐ δυνάμεθα.
Ὁ καιρὸς ἀνθρώποισιν, οἷσπερ ἂν θέλῃ,
ἐλθὼν δίδωσιν χρημάτων ἐξουσίαν.
Εἰ πᾶσιν ἡμῖν ἦν φρενῶν κοινωνία,
καὶ χρημάτων ἦν καὶ φρενῶν κοινωνία.
Εἰ τὴν φρόνησιν πάντες εἶχον τὴν ἴσην,
οὐδεὶς ἐγίγνετʼ ἂν πενόμενος πώποτε.
Οὐδεὶς γενόμενος εὐθέως ἔστιν σοφός,
τύχη δὲ καὶ τὸν μὴ σοφὸν ποιεῖ σοφόν.
Ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη,
οὐδεὶς δὲ νικᾷ μὴ θελούσης τῆς τύχης.
Οὐδὲν μετατιθεῖ τῶν πεπρωμένων τύχη,
ἃ γὰρ πέπρωται ταῦθʼ ὅλως οὐ μετατιθεῖ.
Ἃ δεῖ παθεῖν σε μηδαμοῦ σκέψῃ φυγεῖν,
οὐ γὰρ δυνήσῃ διαφυγεῖν ὅ σε δεῖ παθεῖν.
Τὸν δοῦλον οὕτως ἔχε λαβὼν ὡς …
τύχην.
Δούλους ποιοῦσι πάντας τοὺς ἐλευθέρους
γάμοι, τεκνώσεις, ἡδοναί, φόβοι, νόμοι.
Ἐλευθέρους ἅπαντας ἡ φύσις ποιεῖ,
δούλους δὲ μετεποίησεν ἡ πλεονεξία.
Δούλευε, δοῦλε, μᾶλλον ἐκ προθυμίας·
βάρος γὰρ ἕξεις μᾶλλον ἐκ κελεύσεως.
Ἢ φιλόσοφον δεῖ τὸν πένητα τυγχάνειν
ἢ δοῦλον εἶναι πᾶσιν ὧν χρείαν ἔχει.
Ἐκ δουλίας εἰ δεσπότην τύχοις ἔχων,
ψεύσῃ μηδέποτʼ· οἶδε γάρ σου τὰ ψεύσματα.
Δούλῳ γενομένῳ, δοῦλε, δουλεύειν φοβοῦ.
ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ.
Τὰ δάνεια δούλους τοὺς ἐλευθέρους ποιεῖ.
φύλασσε σαυτὸν ἐγκρατῶς ἐλεύθερον.
Ἡ γῆ τόκους δίδωσι μὴ λυπουμένη·
ἀπὸ γῆς ἔφυ τὰ πάντα κεἰς γῆν οἴχεται.
Ἐὰν δανείσῃ καὶ μακρῷ χρόνῳ κρατῇς,
ἅπαξ λαβὼν τὸ χρῆμα δώσεις πολλάκις.
Βλέπε τὸν δανειστὴν ὡς θάλασσαν ἢ βυθόν·
ἂν γὰρ βραδύνῃς, λαμβάνεις τρικυμίαν.
Ὡς τὰς γυναῖκας τοκετὸς ὀλολύξαι ποιεῖ,
καὶ τοὺς πένητας ὁ τόκος ὀλολύξαι ποιεῖ.
Ἄμεινόν ἐστι καταλιπεῖν ἄλγος τισίν
ἢ μηδὲν ἔχοντα ....
Πράξας κακῶς τι κἂν δοκῇς θεὸν λαθεῖν,
πίστευσον ὅτι σεαυτὸν οὐ δύνῃ λαθεῖν.
Ἐὰν φονεύῃς λανθάνων, εὔχου θεῷ.
ὃ λανθάνεις ἄνθρωπον, ὁμολόγει θεῷ.
Ἔστιν Δίκης ὀφθαλμὸς ὃς τὰ πάνθʼ ὁρᾷ.
καὶ πρὸς ὃ ποιεῖ τις, οὕτως καὶ κομίζεται.
Ἡ γλῶσσα πολλῶν ἐστιν αἰτία κακῶν.
κρεῖττον σιωπᾶν ἢ λαλεῖν ἃ μὴ θέμις.
Ἄκουε πάντα μανθάνειν καὶ μὴ λαλεῖν·
πολλὴν γὰρ ἀβλάβειαν ἡ σιγὴ φέρει.
Εὖ ἔχειν σπούδαζε μὴ τῷ σχήματι·
τὸ σῶμα μᾶλλον κόσμει ἢ τὸ φρόνημα.
τὸ σχῆμα γὰρ κρίνουσιν οὐχὶ τὸν λόγον.
Εὐκαταφρόνητός ἐστι πανταχοῦ πένης.
ὁ πονηρὰ ποιῶν εὐθέως οὐκ αἴσθεται.
Ὁ δυσσεβῶν τι καὶ δοκῶν λαθεῖν θεὸν
κολάζεθʼ οὗτος ὑπὸ συνειδότος θεοῦ.
Ὁ μὴ κολασθεὶς τῷ νόμῳ πράξας κακῶς,
αὐτὸς ὑφʼ ἑαυτοῦ τῷ φόβῳ κολάζεται.
Ὁ μὴ μαθητὴς τοῦ διδάσκοντος λόγου,
οὗτος μαθητὴς τοῦ κολάζοντος νόμου.
Μὴ πάσχε πρῶτον τὸν νόμον καὶ μάνθανε·
πρὸ τοῦ παθεῖν σε τῷ φόβῳ προλαμβάνου.
Ὥσπερ λέγουσι πάντες οἱ σοφώτατοι,
οὐδεὶς ποιῶν πονηρὰ λανθάνει Δίκην.
Πράσσων καλῶς μέμνησο τῆς δυσπραξίας,
ὡς γὰρ τὸ πράσσειν καὶ τὸ μὴ πράσσειν σκόπει.
Ἐὰν θελήσῃς χρημάτων σωροὺς ἔχειν,
σωροὺς ἔχειν δεῖ καὶ καλῶν φρονημάτων.
Ἔστι πρῶτον τῶν καλῶν δικαιοκρισία·
ὅρα τὸ κέρδος μὴ τέκῃ σοι ζημίαν.
Βίον πορίζου πάντοθεν πλὴν ἐκ κακῶν.
οὐκ ἔστιν οὐδὲν χεῖρον αἰσχροκερδίας.
Ὅταν πονηροῦ πράγματος κέρδος λάβῃς,
τοῦ δυστυχεῖν νόμιζε σʼ ἀρραβῶνʼ ἔχειν.
Πρόκρινε κέρδους τοῦ πονηροῦ ζημίαν·
λυπεῖ γὰρ ἡμῖν ζημία βραχὺν χρόνον,
κακὸν δὲ κέρδος ὅλον ἀναιρεῖ τὸν βίον.
Τοῖς μὲν καλῶς πράττουσι προστατεῖ θεός,
χαίρει δʼ ὁρῶν πάσχοντας τοὺς ἀναξίους.
Τὸ συνειδὸς ἡμῶν ἔνδον ἐγκεκρυμμένον
ἐπὶ τῷ μετώπῳ τὴν ἀλήθειαν φέρει.
Μηδέποτε πειρῶ δύο φίλων εἶναι κριτής·
ἑνὸς γὰρ αὐτῶν εὐθέως ἐχθρὸς γίνῃ.
Κρίνει φίλους ὁ καιρὸς ὡς χρυσὸν τὸ πῦρ.
ἐν ἀπορίαις γὰρ οὐδὲ εἷς ἔσται φίλος.
Ὁ τῷ φίλῳ πεσόντι παραμένων φίλος
ἀδελφὸς οὗτος καὶ φίλος καὶ συγγενής.
Δοκιμάζεται πᾶς οὐ πεπλασμένος φίλος
φιλίαν φίλου στέργοντος, οὐ τὰ χρήματα.
Πένητα ὁ συλῶν οὔ τινα ἔχων ἀπέρχεται
πολλὰ καταλείψας δάκρυα καὶ στενάγματα.
Ἰδίας νόμιζε τῶν φίλων τὰς συμφοράς·
φίλος με λυπῶν οὐδὲν ἐχθροῦ διαφέρει.
Ὅταν φίλος σου κατὰ φίλου μέλλῃ λέγειν,
μὴ τῷ λόγῳ πίστευε, ἀλλʼ αὐτὸν σκόπει.
ὁ γὰρ προχείρως πρὸς σὲ διαβάλλων φίλον
ταὐτὸν ποιήσει καὶ κατὰ σοῦ πρὸς τὸν φίλον.
Ὅταν μάλιστα ζῆν ἀκινδύνως θέλῃς,
ἐχθροὺς ἀπίστει τοὺς λέγοντας ἐν δόλῳ.
Εὐχαὶ γὰρ ἐχθρῶν εἰσιν αἱ φίλων μάχαι.
χαίρουσι γὰρ βλέποντες εἰς ἁψιμαχίας.
Οὔθʼ οἱ φίλοι μένουσιν ἐν βίῳ φίλοι,
οὔθʼ αἱ γυναῖκες διαμένουσι σώφρονες.
Τίς δʼ οὐχὶ θνητῶν ἐστι γινώσκων τάδε,
ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ;
Ἅπαντές ἐσμεν εἰς τὸ νουθετεῖν σοφοί,
αὐτοὶ δʼ ἁμαρτάνοντες οὐ γινώσκομεν.
Ἀδύνατόν ἐστι καταμαθεῖν παντὸς νόον
φέροντα κρυπτὴν ἔνδοθεν πονηρίαν.
Κρεῖττον σιωπᾶν ἐστιν ἢ μάτην λαλεῖν.
πολλὴν γὰρ ἀβλάβειαν ἡ σιγὴ φέρει.
Φέρʼ ἐγκρατῶς ἔνδειαν ὡς εἰδὼς ὅτι
ἀπόντος ἔργου τὸ ἐγκρατεύεσθαί σε δεῖ.
Μισῶ πένητα πλουσίῳ δωρούμενον·
ἢ μωρός ἐστιν ἢ πλανᾶσθαι βούλεται.
Αἰσχύνομαι πλουτοῦντι δωρεῖσθαι φίλῳ,
μή μʼ ἄφρονα κρίνῃ καὶ διδοὺς αἰτεῖν δοκῶ.
Ὅταν φίλον σου δοκιμάσαι θέλῃς ποτέ,
μυστήριόν σου ψευδὲς αὐτῷ προσανάθου.
Πένης ὑπάρχων ἂν γένῃ ποτὲ πλούσιος,
μέμνησʼ ἐκείνης τῆς τύχης, ὅτʼ ἦς πένης.
Ἂν δυστυχῇς, ἄνθρωπε, μὴ λυποῦ μέγα.
τῆς γὰρ τύχης τὸ μέλλον οὐκ ἐπίστασαι.
Γνώμην πονηρὰν εὐκόλως τρέφει γυνή.
ὁ τρόπος γὰρ αὐτῆς ἐγγυμνάζεται κακοῖς.
Πιθανὴν γυναῖκα δʼ ὁ τρόπος εὔμορφον ποιεῖ.
πολὺ γὰρ διαφέρει σεμνότης εὐμορφίας.
Γυναῖκα ὁ διδάσκων γράμματα γινωσκέτω
ὅτι ἀσπίδι προσπορίζει φάρμακα.
Γένος τὸ θηρῶν ἡμεροῦτʼ ὀλίγον ποτέ,
ὁ δὲ τῆς γυναικὸς τρόπος οὐκ ἀλλάσσεταί ποτε.
Μηδέποτε πειρῶ σκαμβὸν ὀρθῶσαι κλάδον·
ἐκεῖ νένευκεν οὗ φύσις βιάζεται.
Ἐὰν γυνὴ γυναικὶ κατʼ ἰδίαν λαλῇ,
μεγάλων κακῶν θησαυρὸς ἐξορύττεται.
Γνώμην μεγίστην τῷ φιλοῦντι μὴ λέγε·
γνώμῃ γὰρ ἰδίᾳ τὸ κακὸν ἡδέως ποιεῖ.
Κἂν μέχρι νεφέων τὴν ὀφρὺν ἀνασπάσῃς,
ὁ θάνατος αὐτὴν πᾶσαν ἑλκύσει κάτω.
Κἂν μυρίων γῆς κύριος πηχῶν ἔσῃ,
θανὼν γενήσῃ τάχα μόλις πηχῶν τριῶν.
Ὁ πλέων τὸ πέλαγος ἠγριωμένον μιᾶς
ἀπὸ πήχεώς γε τῷ θανάτῳ παρίσταται.
Ἐὰν πένητα γυμνὸν ἐνδύσῃς ποτέ,
οὐδὲν ἐποίησας, ἂν λόγοις ὀνειδίσῃς.
Καλῶς ποιήσας καὶ κακῶς ὀνειδίσας
ἀψινθίῳ ʼπέμιξας Ἀττικὸν μέλι.
Ἐχθρὸς παρʼ ἐχθροῦ λαβάνων ἐπεπτώκει.
Ἀνὴρ ὁπόταν γυναῖκα καταβλάψαι θέλῃ,
θησαυρὸν ἐχέτω πλούσιον φρονημάτων.
Χρυσὸς δόλος πέφυκε καὶ γυνὴ δόλος.
ἀμφότερα ταῦτα τοὺς φίλους ἐχθροὺς ποιεῖ.
Προπετοῦς παρʼ ἀνδρὸς μὴ φοβοῦ λάβρον στόμα·
ὁ γὰρ σιωπῶν ἔνδον ἐγκρύπτει δόλον.
Γέρων γενόμενος μὴ γάμει νεωτέραν·
ἄλλον γὰρ ἕξει· παιδαγωγήσῃ δὲ σύ·
Οὐκ ἔστιν εὑρεῖν τὴν τροφὴν ἄνευ κόπου.
κάμνουσι πάντες τῆς ζόης ταύτης χάριν.
Οἱ τῶν πενήτων ἐργατῶν ἀεὶ κόποι·
εἰς τὰς τροφὰς χωροῦσι τὰς τῶν πλουσίων.
Ὁ πλούσιος πένητας οὐκ ἀσπάζεται·
ἀλλὰ παραπέμπει μηδὲν ἠδικηκότας.
Ὁ φίλου βεβαίου θυμὸν ἐγκρατῶς φέρων
οὗτος πέφυκε μέχρι τέλους τούτου φίλος.
Μακάριος, ὅστις ἔτυχε γενναίου φίλου·
φιλίας γὰρ οὐδέν ἐστι τιμιώτερον.
Γαμῶν γυναῖκα κλαῖε καὶ θάπτων γέλα·
γυναῖκας οἱ θάπτοντες εὐτυχοῦσι γάρ.
Καλὸν τὸ θνῄσκειν, οἷς ὕβριν τὸ ζῆν φέρει·
ζῇ γὰρ πονηρῶς καὶ τὸ φῶς βλέπει σκότος.
Ἄνθρωπον ὄντα πάντα προσδοκᾶν σε δεῖ.
ἀλλάσσεται γὰρ πάντα κοὐδὲν παραμένει.
Μηδέποτε σαυτὸν δυστυχῶν ἀπελπίσῃς·
καιρῶν γάρ εἰσι μεταβολαὶ καὶ τῆς τύχης.
Ἂν εὐτυχῇς, ἄνθρωπε, μὴ φρόνει μέγα·
πάλιν γὰρ ὄψει τῆς τύχης μετατροπήν.
Ὅτʼ εὐτυχεῖς, μέμνησο τῆς προτέρας τύχης.
μὴ λέγε τίς ἦσθα πρότερον, ἀλλὰ νῦν τίς εἶ.
πρὸς τὴν παροῦσαν πάντοθʼ ἁρμόζου τύχην.
Ἀνὴρ γυναικὸς λαμβάνων συμβουλίαν
πεσεῖν δεδοικὼς βούλεται πάλιν πεσεῖν.
Τὸν δοῦλον ὦ τᾶν προσλαβὼν ὃν ὠνήσω
τύχην ἔχοντα δούλην, γνώμην δʼ ἐλευθέραν.
Ἐλευθέρους δούλευε κοὐχ ἕξεις δούλους·
δυσὶ δούλευε καὶ νόμοις καὶ δεσπόταις.
Δούλευε, δοῦλε, μᾶλλον ἐκ βουλήσεως·
βάρος γὰρ ἕξεις μᾶλλον ἐκ κελεύσεως.
Μίαν πρόνοιαν τῶν ἄνω καὶ τῶν κάτω
θεὸν νόμιζε καὶ σέβου παντὶ σθένει·
ὡς ὄντα τοῦτον καὶ παρόντʼ ἀεὶ σέβου,
καὶ μήτʼ ἐρώτα μήτε μανθάνειν θέλε·
οὐ γὰρ θέλω σε μανθάνειν, τί δὴ θεός.
Πόντου, γυναικός, καύματος, πυρός, θηρὸς
χειρότερός ἐστιν ὁ προδότης ὁ τῶν φίλων.
Πενία καθʼ αὑτήν ἐστιν ἰσχυρὰ νόσος·
ἔρωτα προσλαβοῦσα δύο νόσους νοσεῖ.
Δεινὸν πενία· κακὸν δυστυχία·
σοφοῦ δὲ ἀνδρὸς πάντα γενναίως φέρειν.
Ὅσον διαφέρει τοῦ θανεῖν τὸ ζῆν καλῶς,
τοσοῦθʼ ὁ θάνατος διαφέρει τοῦ ζῆν κακῶς.
Ἄνθρωπος ὢν μηδέποτε τὴν ἀλυπίαν
αἰτοῦ παρὰ θεῶν, ἀλλὰ τὴν μακροθυμίαν.
Ὅταν δʼ ἄλυπος διὰ τέλους εἶναι θέλῃς,
ἢ θεὸν εἶναί σε δεῖ, ἢ νεκρόν.
Πρόσεστιν αἰεὶ τῷ πένητʼ ἀπιστία·
κἂν σοφὸς ὑπάρχῃ, κἂν λέγῃ τὸ συμφέρον.
Οὐδέποτε πένης ἐπὶ δίκαιος δίκαιος εὑρέθη.
ἀεὶ δʼ ὁ πλοῦτος τὴν πενίαν καταισχυνεῖ.
Μισῶ πένητα πλουσίῳ δωρούμενον·
αὐτὸς γὰρ αὑτοῦ τὸν βίον λυμαίνεται.
Μισῶ πένητα πλουσίῳ δωρούμενον·
ἔλεγχός ἐστι τῆς ἀχορτάστου τύχης.
Ὅταν δʼ ἴδῃς εἰς ὕψος ἠρμένον τινά,
κακῶς τε πλούτῳ καὶ τύχῃ γαυρούμενον,
τούτου ταχεῖαν νέμεσιν εὐθὺς προσδόκα·
ἐπαίρεταί τις μεῖζον, ἵνα μεῖζον πέσῃ.
Ἕως μὲν καθῆσο τὰς ὀφρῦς ἀνεσπακώς,
ᾤμην σε τῶν σοφῶν σοφόν τινα·
ὅποτε δʼ ἐγερθεὶς εἰς λόγους ἐλήλυθας,
ἐφάνης χελώνης δέρμʼ ἔχων, φρένας δʼ ὄνου.
ἀνδρὸς χαρακτὴρ ἐκ λόγου γνωρίζεται.
Ὁ περιφέρων μοι τὴν λεοντείαν δορὰν
πήραν τε καὶ πώγωνα καὶ βάκτρον μέγα
σιγῶν δοκεῖς μοι φρόνιμος εἶναι καὶ σοφός.
τύπους γὰρ ὡς ἔοικε τῶν σοφῶν ἔχεις
ὄνος πεφυκώς περ καὶ σάγμʼ ἔχων μέγα.
λάλησον, ἵνα μάθωμεν ὡς ἄνθρωπος εἶ.
εἰ δʼ ἔτι σιωπᾶς, γέγονας ἀνθρώπου σκιά.
ἔνιοι γὰρ ὡς δοκοῦντες εὖ φρονεῖν μάλα
πώγωνα περιφέρουσιν ἐξησκημένον
φορτίον ἄχρηστον κοὐ χρήσιμον.
εἰ γάρ τινʼ εἶχον δύναμιν αἱ πολλαὶ τρίχες,
οὐκ ἄν ποθʼ ὁ λύκος τὸν τράγον κατήσθιε.
ΜΕΝΑΝΔΡΟΥ ΚΑΙ ΦΙΛΙΣΤΙΩΝΟΣ
ΣΥΓΚΡΙΣΙΣ
Ὁ πᾶσιν ἀρέσας ἐν σοφοῖς ποιήμασιν,
ὁ τοῦ βίου τὴν πρᾶξιν ἐπιδείξας σοφοῖς,
Μένανδρος ὁ σοφὸς νῦν πάλιν παραινέσω,
χαίρειν προτάξας τοῖς ἀκούουσιν νέοις,
ὅπως ἕκαστος ἀκούων μου μανθάνῃ
τὴν τοῦ βίου εὐθεῖαν, ἣν ὑμῖν φράσω,
παρηγορῶν ἕκαστον ἐς τὸ συμφέρον,
ἔχων ἀγῶνα πρὸς Φιλιστίωνα νῦν,
τὸν τερπνὸν καὶ φιλητὸν καὶ βιωφελῆ,
ἐκ τῶν κατὰ μέρος ἐκλεγέντων πραγμάτων.
Ἀρξόμεθα λοιπὸν περὶ τύχης λέγειν σοφῶς.
Μένανδρος. περὶ τύχης.
Ὅταν τις ἡμῶν ἀμέριμνον ἔχῃ τὸν βίον,
οὐκ ἐπικαλεῖται τὴν τύχην εὐδαιμονῶν·
ὅταν δὲ λύπαις περιπέσῃ καὶ πράγμασιν,
εὐθὺς προσάπτει τῇ τύχῃ τὴν αἰτίαν.
Μηδέποτε μέμφου τὴν τύχην εἰδὼς ὅτι
καιρῷ πονηρῷ καὶ τὰ θεῖα δυστυχεῖ.
.............................. μή
λύπει σεαυτὸν τοῦτο γιγνώσκων ὅτι,
ὅταν ποτʼ ἀνθρώποισιν ἡ τύχη γελᾷ,
πάντων ἀφορμὴ τῶν καλῶν εὑρίσκεται·
ὅταν δὲ δυστυχῇ τις, οὐδʼ εὐφραίνεται.
ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη.
περὶ πενίας.
Πένης λέγων τἀληθὲς οὐ πιστεύεται.
πένητος οὐδέν ἐστι δυστυχέστερον·
ἅπαντα μοχθεῖ κἀγρυπνεῖ κἀργάζεται,
ἵνʼ ἄλλος ἐλθὼν μεταλάβῃ κεκτημένος·
τῶν γὰρ πενήτων ἐργατῶν ἀεὶ πόνοι
εἰς τὰς τροφὰς χωροῦσι τὰς τῶν πλουσίων.
Πρόσεστιν αἰεὶ τῷ πένητʼ ἀπιστία·
κἂν σοφὸς ὑπάρχῃ, κἂν λέγῃ τὸ συμφέρον,
δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν κακῶς.
τῶν γὰρ πενήτων πίστιν οὐκ ἔχει λόγος·
ἀνὴρ δὲ πλουτῶν, κἂν ἄγαν ψευδηγορῇ,
δοκεῖ τι φράζειν τοῖς ἀκούουσιν σαφές.
περὶ γήρους.
Ὦ γῆρας ἐχθρὸν σωμάτων ἀνθρωπίνων,
ἅπαντα συλῶν τὰ καλὰ τῆς εὐμορφίας
καὶ μεταχαράσσον τὴν μὲν ἀνδρίαν μελῶν
εἰς τἀπρεπές, τὸ δὲ τάχος εἰς ὄκνον πολύν,
φεύγει δὲ πάντα καὶ τὸ λαμπρὸν ὀμμάτων.
Ἐὰν γένηται πλούσιος γεγὼς γέρων,
καλὸν τὸ γῆράς ἐστιν ἐπὶ τούτῳ μόνον·
ἔχει γὰρ χειραγωγὸν τὸν πλοῦτον ὁ γέρων.
ἐπὰν ἴδῃς γέροντα πενιχρὸν καὶ μόνον,
μηδὲν ἐπερώτα· πάντα γὰρ κακῶς ἔχει.
καλὸν τὸ θνῄσκειν ἔστιν ἐπὶ τούτῳ λέγειν.
μὴ νουθέτει γέρονθʼ ἁμαρτάνοντά τι·
δένδρον παλαιὸν μεταφυτεύειν δύσκολον.
περὶ πλούτου.
Αἰσχύνομαι πλουτοῦντι δωρεῖσθαι φίλῳ,
μή μʼ ἄφρονα κρίνῃ καὶ διδοὺς αἰτεῖν δοκῶ.
μισῶ πένητα πλουσίῳ δωρούμενον·
ἔλεγχός ἐστι τῆς ἀχορτάστου τύχης.
μὴ τὴν ὀφρὺν ἔπαιρε …
μὴ οὐ χρυσὸς περίσημος ᾖ, ἀλλὰ πηλὸς ᾖ.
κἂν μέχρι νεφέων τὴν ὀφρὺν ἀνασπάσῃς,
ὁ θάνατος αὐτὴν πᾶσαν ἑλκύσει κάτω.
κἂν μυρίων γῆς κύριος πηχῶν ἔσῃ,
θανὼν γενήσῃ τάχα τριῶν ἢ τεσσάρων.
Ἀεὶ τὸ πλουτεῖν συμφορὰς πολλὰς ἔχει,
φθόνον τʼ ἐπήρειάν τε καὶ μῖσος πολύ,
πράγματά τε πολλὰ κἀνοχλήσεις μυρίας,
πράξεις τε πολλὰς συλλογάς τε τοῦ βίου.
ἔπειτα μετὰ ταῦτʼ εὐθὺς εὑρέθη θανών,
ἄλλοις καταλιπὼν εἰς τρυφὴν τὴν οὐσίαν.
ὅθεν πένεσθαι μᾶλλον ἡδέως ἔχω
ἔχειν τε μέτρια κἀμέριμνον ζῆν βίον,
καὶ μήτʼ ἔχειν πλοῦτόν με μήτε πράγματα·
πᾶς γὰρ πένης ὢν μεγάλα κερδαίνει κακά.
περὶ θεῶν.
Ὁ μὲν Ἐπίχαρμος τοὺς θεοὺς εἶναι λέγει
ἀνέμους, ὕδωρ, γῆν, ἥλιον, πῦρ, ἀστέρας.
ἐγὼ δʼ ὑπέλαβον χρησίμους εἶναι θεοὺς
τἀργύριον ἡμῖν καὶ τὸ χρυσίον μόνους.
ἱδρυσάμενος τούτους γὰρ εἰς τὴν οἰκίαν,
εὖξαι τί βούλει, πάντα σοι γενήσεται,
ἀγρός, οἰκίαι, θεράποντες, ἀργυρώματα,
φίλοι, δικασταί, μάρτυρες. μόνον δίδου·
αὐτοὺς γὰρ ἕξεις τοὺς θεοὺς ὑπηρέτας.
Θεὸν νόμιζε καὶ σέβου, ζήτει δὲ μή·
πλεῖον γὰρ οὐδὲν ἄλλο τοῦ ζητεῖν ἔχεις.
εἴτʼ ἔστιν εἴτʼ οὐκ ἔστι, μὴ βούλου μαθεῖν.
ὡς ὄντα τοῦτον καὶ παρόντʼ ἀεὶ σέβου.
τίς ἐστιν, ὁ θεὸς οὐ θέλει σε μανθάνειν·
ἀσεβεῖς τὸν οὐ θέλοντα μανθάνειν θέλων.
περὶ φίλου.
Χρυσὸς μὲν οἶδεν ἐξελέγχεσθαι πυρί,
ἡ δʼ ἐν φίλοις εὔνοια καιρῷ κρίνεται.
καιρῷ τὸν εὐτυχοῦντα κολακεύων φίλος
καιροῦ φίλος πέφυκεν, οὐχὶ τοῦ φίλου.
ἀπόντι μᾶλλον εὐχαριστίαν ποίει·
τῷ γὰρ παρόντι γίνετʼ εὐτονώτερον.
μυστήριόν σου μὴ κατείπῃς τῷ φίλῳ.
φρόνησιν ἀσκῶν ἄφροσιν μὴ χρῶ φίλοις.
Ἅπαν διδόμενον δῶρον, ἂν καὶ μικρὸν ᾖ,
μέγιστόν ἐστιν, ἂν μετʼ εὐνοίας δοθῇ.
κρίσει δικαίᾳ καὶ δίδου καὶ λάμβανε,
ἐπεὶ βλαβήσῃ καὶ διδῶν καὶ λαμβάνων.
μὴ λέγʼ, ὅτι δώσεις, μὴ διδούς· ὁ γὰρ λέγων
καὶ τὴν ἀπʼ ἄλλων ἐμποδίζεται δόσιν.
καλῶς ποιήσας κοὐ καλῶς ὀνειδίσας
ἔργον καθεῖλες πλούσιον πτωχῶν λόγῳ.
καυχώμενος τὸ δῶρον, ὃ δέδωκας φίλῳ,
ἔργῳ στρατηγὸς γέγονας, ἐν λόγῳ φονεύς.
ἂν γυμνὸν εὑρὼν πενιχρὸν ἐνδύσῃς ποτέ,
μᾶλλον ἀπέδυσας αὐτόν, ἂν ὀνειδίσῃς.
ἐὰν τροφὴν δοὺς τὸν λαβόντʼ ὀνειδίσῃς,
ἀψινθίῳ κατέπασας Ἀττικὸν μέλι.
περὶ πονηρίας.
Οὐ παντελῶς δεῖ τοῖς πονηροῖς ἐπιτρέπειν,
ἀλλʼ ἀντιτάσσου, μὴ τἄνω κάτω γένητʼ.
ὁ γὰρ ἀδίκως τι καθʼ ἑτέρου ζητῶν κακὸν
αὐτὸς προπάσχει τοῦ κακοῦ τὴν ἔκβασιν.
ὅταν πονηροῦ πράγματος κέρδος λάβῃς,
τοῦ δυστυχεῖν νόμιζε σʼ ἀρραβῶνʼ ἔχειν.
Ὅταν δʼ ἴδῃς πρὸς ὕψος ἠρμένον τινὰ
κακῶς τε πλούτῳ καὶ τύχῃ γαυρούμενον
ὀφρύν τε μείζω τῆς τύχης ἐπηρκότα,
τούτου ταχεῖαν νέμεσιν εὐθὺς προσδόκα.
περὶ δούλου.
Δούλῳ γενομένῳ, δοῦλε, δουλεύειν φοβοῦ.
ἀμνημονεῖ γὰρ ταῦρος ἀργήσας ζυγοῦ.
ἐλευθέρως δούλευε· δοῦλος οὐκ ἔσῃ.
ἐλεύθερος πᾶς ἑνὶ δεδούλωται, νόμῳ,
δυσὶν δὲ δοῦλος, καὶ νόμῳ καὶ δεσπότῃ.
Πονηρὸς ἂν ᾖ δοῦλος, εὑρήσει δίκην·
σὺ μὴ γενηθῇς τῆς δίκης προηγέτης.
εἰς χεῖρα δοῦλον δεσπότῃ μὴ συμβάλῃς.
κἂν δοῦλος ᾖ τις, σάρκα τὴν αὐτὴν ἔχει·
φύσει γὰρ οὐδεὶς δοῦλος ἐγενήθη ποτὲ
ἀπὸ τοῦ πάλαι πλάσαντος ἀνθρώπων γένος.
ἴσην δὲ πάντων διάθεσιν τοῦ σώματος
ἐποίησεν οὗτος ὡς ἐλευθέρου γένους.
ἐλευθέρους ἐποίησε πάντας τῇ φύσει,
δοῦλον δὲ μετεποίησεν ἡ πλεονεξία.
ἡ ἐξ ἀρχόντων, νόμος, φίλοι.
ἡ δʼ αὖ τύχη τὸ σῶμα κατεδουλώσατο.
ἐλεύθερον τὸ γένος ὑπάρχει τῇ φύσει.
περὶ γειτονίας.
Ἐὰν πονηροῦ γείτονος γείτων τύχῃς,
πάντως παθεῖν πονηρὸν ἢ μαθεῖν σε δεῖ.
ἐὰν ποτʼ ἀγαθοῦ γείτονος γείτων τύχῃς,
ὡς προσδιδάσκεις ἀγαθὰ καὶ προσμανθάνεις.
Ὡς εὐφυὲς ζῷον ὁ κοχλίας, νὴ τὸν θεόν.
ὅταν πονηρῷ περιπέσῃ τῷ γείτονι,
τὸν οἶκον ἄρας εἰς ἕτερον τόπον πορεύεται.
καὶ τέρπεται δρόσοισιν· ἀλλʼ ὅταν ποτὲ
δοκῇ τις αὐτῷ παρενοχλεῖν τῶν γειτόνων,
ἀπέρχεθʼ οὕτως περιφέρων τὴν οἰκίαν
νέμετʼ ἀμέριμνος τοὺς κακοὺς φεύγων ἀεί.
περὶ νόμου.
Λόγος φυλαχθεὶς οὐδέν ἐστιν ἢ νόμος,
ὁ μὴ φυλαχθεὶς καὶ νόμος καὶ δήμιος.
Νόμον φοβηθεὶς οὐ ταραχθήσει νόμῳ.
μὴ πάσχε πρῶτον τὸν νόμον καὶ μάνθανε·
πρὸ τοῦ παθεῖν σε τῷ φόβῳ προλαμβάνου.
Ὃ δεῖ παθεῖν σε μηδαμοῦ σκέψῃ φυγεῖν·
οὐ γὰρ δυνήσῃ διαφυγεῖν ὅ σε δεῖ παθεῖν·
τὸ πεπρωμένον γὰρ οὐ μόνον πᾶσιν βροτοῖς
ἄφευκτόν ἐστιν, ἀλλὰ καὶ τοῖς οὐρανὸν ἔχουσι
Μενάνδρου παραινέσεις περὶ τοῦ τὸν πατέρα τιμᾶν καὶ τὴν μητέρα.
Ὁ λοιδορῶν τὸν πατέρα δυσφημεῖ λόγῳ
τὴν εἰς τὸ θεῖον δὲ μελετᾷ βλασφημίαν.
ὁ μὴ τρέφων τεκοῦσαν ἐκ τέχνης νέος
ἄκαρπός ἐστιν οὗτος ἀπὸ ῥίζης κλάδος.
περὶ γέλωτος.
Ὁ μὴ γέλωτος ἄξιος ὢν ἂν ᾖ γέλως,
αὐτὸς πέφυκε τοῦ γέλωτος κατάγελως.
ἂν ἀγνοῶν τι παρά τινος θέλῃς μαθεῖν,
τὸ τοῦ μαθητοῦ πρῶτα τὴν σιγὴν ἔχειν.
ἅπαντα μεταμέλειαν ἀνθρώποις φέρει,
μόνη σιωπὴ μεταμέλειαν οὐ φέρει.
μέλλων τι πράττειν μὴ προείπῃς μηδενί·
τὰ γάρ τισιν λεχθέντα καὶ μὴ γενόμενα
εἴωθε πλεῖστον καταγέλωτα προσφέρειν.
περὶ θανάτου.
Ὅταν εἰδέναι θέλῃς σεαυτὸν ὅστις εἶ,
ἔμβλεψον εἰς τὰ μνήμαθʼ, ὡς ὁδοιπορεῖς.
ἐνταῦθʼ ἔνεστʼ ὀστᾶ τε καὶ κούφη κόνις
ἀνδρῶν βασιλέων καὶ τυράννων καὶ σοφῶν
καὶ μέγα φρονούντων ἐπὶ γένει καὶ χρήμασιν
αὑτῶν τε δόξῃ κἀπὶ κάλλει σωμάτων.
κᾆτʼ οὐδὲν αὐτοῖς τῶνδʼ ἐπήρκεσεν χρόνος·
κοινὸν τὸν Ἅιδην ἔσχον οἱ πάντες βροτοί.
πρὸς ταῦθʼ ὁρῶν γίνωσκε σαυτὸν ὅστις εἶ.
Εἴ ποτέ τις ἡμῶν εἰς τὸν ἀγρὸν ἐξιὼν
μνήματα παρέλθοι καὶ τάφους ἀνθρωπίνους,
τούτων ἕκαστος ἔλεγεν· «εἰς ὥρας ἐγὼ
πλεύσω, φυτεύσω, κτήσομαι πολλοὺς ἀγρούς,
τὸν τοῖχον ἄρας πύργον ὑψηλὸν βαλῶ,
προσοικοδομήσω τὰ παρακείμενʼ ἀγοράσων.»
λογιζόμενος ταῦτʼ ἀπέθανεν μηδὲν τελῶν.
περὶ λόγου.
Λύπης ἰατρός ἐστιν ἀνθρώποις λόγος·
ψυχῆς γὰρ οὗτος μόνος ἔχει κουφίσματα·
λέγουσι δʼ αὐτὸν οἱ πάλαι σοφώτατοι
ἀστεῖον εἶναι φάρμακον λυπουμένῳ.
ἀλλʼ ὅταν κἀγὼ παραλημφθῶ εἰς λύπας ποτέ,
ὅταν δέ τις λόγοις με παραμυθήσεται,
λόγοις με πείσας ἔσβεσεν λύπην ἐμήν.
Ἆρʼ ἔστι τοῖς νοσοῦσι χρήσιμος λόγος.
ὡς σπληνίον πρὸς ἕλκος οἰκείως τεθὲν
τὴν φλεγμονὴν ἔπαυσεν, οὕτω καὶ λόγος
εὔκαιρος εἰς τὰ σπλάγχνα κολληθεὶς φίλων
εὐψυχίαν παρέσχε τῷ λυπουμένῳ.
ψυχῆς πόνος γὰρ ὑπὸ λόγου κουφίζεται.
περὶ λύπης.
Ἄνθρωπε, μὴ στέναζε, μὴ λυποῦ μάτην.
μηδέποτε λύπῃ τεῖρε σὴν ψυχὴν κακῶς
καταμεμφόμενος τὰ τῆς τύχης, φάσκων τάδε·
«ἀπώλεσα πάνθʼ ὅσον ἐκεκτήμην βίον,
χρήματα, γυναῖκα καὶ τέκνων πολλῶν σποράν.»
ἅ σοι τύχη κέχρηκε, ταῦτʼ ἀφείλετο.
ἄνθρωπος ὢν μηδέποτε τὴν ἀλυπίαν
αἰτοῦ παρὰ θεῶν, ἀλλὰ τὴν μακροθυμίαν.
ὅταν δʼ ἄλυπος διὰ τέλους εἶναι θέλῃς,
ἢ δεῖ θεόν σʼ εἶναί τινʼ ἢ τάχα δὴ νεκρόν.
παρηγόρει δὲ τὰ κακὰ διʼ ἑτέρων κακῶν.
Ὅταν ξενισθῇς ἐν πόλει πρὸς τῶν φίλων
ἐν ταῖς περισσαῖς καὶ πυκναῖς ὁμιλίαις,
ἐὰν μεγίστην ὁ φίλος ἣν λέγῃ πόλιν,
σὺ τὴν ἑαυτοῦ μηδὲ συγκρίνῃς ποτέ·
ἐχθροὺς ποιοῦσι τοὺς φίλους αἱ συγκρίσεις.
Γυναῖχʼ ὁ διδάσκων γράμματα καλῶς
ἀσπίδι φοβερᾷ προσπορίζει φάρμακον.
Ἐὰν γυνὴ γυναικὶ κατʼ ἰδίαν λαλῇ,
μεγάλων κακῶν θησαυρὸς ἐξορύσσεται.
Καλὴν γυναῖκʼ ἐὰν ἴδῃς, μὴ θαυμάσῃς·
τὸ γὰρ πολὺ κάλλος καὶ ψόγων πολλῶν γέμει.
Πιθανὴν γυναῖκα δʼ ὁ τρόπος εὔμορφον ποιεῖ,
πολὺ γὰρ διαφέρει σεμνότης εὐμορφίας.
Γνώμην κακίστην τῇ γυναικὶ μὴ λέγε·
γνώμῃ γὰρ ἰδίᾳ τὸ κακὸν ἡδέως ποιεῖ.
Γνώμην πονηρὰν τῇ γυναικὶ μὴ δίδου·
ἐλαφρὸν γένος γάρ ἐστι καὶ λίαν κακόν.
Μὴ κλαῖε τοὺς θανόντας· οὐ γὰρ ὠφελεῖ
τὰ δάκρυʼ ἀναισθήτῳ γεγονότι καὶ νεκρῷ.
Ὅταν τάφον στεφανοῖς κόσμῳ ποικίλῳ,
τὸ ζῆν τὸ σαυτοῦ στεφάνοις παρηγορεῖ.
Τί τῷ θανόντι δῶρα λαμπρὰ προσφέρεις,
ἃ μετʼ ὀδύνης εἴασε κοὐκ ἐχρήσατο;
Ζῶν γὰρ σεαυτῷ στέφανον ἀσκοῦ καὶ μύρα·
χρήσῃ γὰρ αὐτοῖς αἰσθόμενος μεθʼ ἡδονῆς.
Κἂν μυρίων γῆς κυριεύσῃς πήχεων,
θανὼν γενήσῃ τάχα τριῶν ἢ τεσσάρων.
Κἂν μέχρι νεφέων τὴν ὀφρὺν ἀνασπάσῃς,
ὁ θάνατος αὐτὴν πᾶσαν ἑλκύσει κάτω.
Πράττων καλῶς μέμνησο τῆς δυσπραξίας·
ὡς γὰρ τὸ πράττειν καὶ τὸ δυσπράττειν σκόπει.
Μὴ λέγε φυγὼν τὸν θάνατον ὅτι φεύξει πάλιν.
ὡς γὰρ πέφευγας, προσδόκα καὶ μὴ φυγεῖν.
Εἰ γάμος ἦν ὁ σῴζων τὴν ἄλλου νόσον,
νοσοῦντα σῴζων αὐτὸς ἀποθνῄσκει νοσῶν.
Ἐπὰν ἐγγὺς θάνατος ἔλθῃ, οὐδεὶς ἑαυτῷ ὃ θέλει βουλεύεται.
θνῄσκει ὁ θνῄσκων κατʼ ἰδίαν εἱμαρμένην.
Ἐὰν τροφὴν δοὺς τὸν λαβόντʼ ὀνειδίσῃς,
ἀψινθίῳ κατέπασας Ἀττικὸν μέλι.
Ἐὰν ὁρῶν πένητα γυμνὸν ἐνδύσῃς,
μᾶλλον ἀπέδυσας αὐτόν, ἂν ὀνειδίσῃς.
Ἐὰν ἐκ μεταβολῆς ἐπὶ κρεῖττον γένῃ,
ὅτʼ εὐτυχεῖς, μέμνησο τῆς προτέρας τύχης.
Μὴ λέγε τίς ἦσθα πρότερον, ἀλλὰ νῦν τίς εἶ.
πρὸς τὴν παροῦσαν πάντοθʼ ἁρμόζου τύχην.
Ὅταν τι μέλλῃς τὸν πέλας κατηγορεῖν,
αὐτὸς τὰ σαυτοῦ πρῶτʼ ἐπισκέπτου κακά.
Ἀνὴρ γυναικὸς λαμβάνων συμβουλίαν
πεσεῖν δεδοικὼς βούλεται πάλιν πεσεῖν.
Μηδέποτε πειρῶ στρεβλὸν ὀρθῶσαι κλάδον,
ἐκεῖ νένευκεν οὗ φύσις βιάζεται.
Ὁ γῆρας αἰτῶν παρὰ θεῶν ἁμαρτάνει·
τὸ γὰρ πολὺ γῆρας ἐσχάτων πόνων γέμει.
Μάτην ἄρʼ οἱ γέροντες εὔχονται θανεῖν,
γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου.
Γέρων γενόμενος μὴ φρόνει νεώτερα,
μηδʼ εἰς ὄνειδος ἕλκε τὴν σεμνὴν πολιάν.
Ὅταν γέρων γέροντι γνώμην μεταδιδοῖ,
θησαυρὸς ἐπὶ θησαυρὸν ἐκπορίζεται.
Οὐχ ἡ πόλις σου τὸ γένος εὐγενὲς ποιεῖ,
σὺ δʼ εὐγενίζεις τὴν πόλιν πράσσων καλῶς.
Ἂν καλὸν ἔχῃ τις σῶμα καὶ ψυχὴν κακήν,
καλὴν ἔχει ναῦν καὶ κυβερνήτην κακόν.
Χρυσὸς μὲν διελέγχεται πυρί,
αἱ τῶν φίλων γνῶμαι χρόνῳ γινώσκονται.
Σαίνει κύων τὸν δόντα, κἂν ἅπαξ λάβῃ·
ἄνθρωπος ἀδικεῖ καὶ λαβὼν καὶ μὴ λαβών.
ΓΝΩΜΑΙ
ΜΕΝΑΝΔΡΟΥ ΚΑΙ ΦΙΛΙΣΤΙΩΝΟΣ
Πολλῶν ὁ καιρὸς γίνεται παραίτιος·
ἂν γὰρ μέγιστα κομπάσῃς φρονῶν μέγα,
οὐκ οἶδας ὡς τὰς μεταβολὰς πολλὰς ἔχει·
ὃ νῦν δίδωσιν, οὐ δίδωσιν αὔριον.
χρόνος γὰρ οὐκ ἔσθʼ αὑτὸς ἀνθρώποις ἀεί.
τὸν οὖν παρόντα καιρὸν ἂν ἅπαξ ἀφῇς,
οὐκ ἔστιν αὐτὸν προσλαβεῖν πάλιν ταχύ.
Ἐπάν σʼ ὁ καιρὸς ἐμβάλῃ πολλοῖς κακοῖς,
μὴ ἐκκακίσῃς πάντα εὐθύμως φέρειν·
πάλιν γὰρ ὄψει τῶν κακῶν περιτροπήν.
ἀεὶ γὰρ ὁ χρόνος ὡς τροχὸς κυλίεται.
ὁ καιρὸς ὁ τυχών ἐστιν ἀνθρώποις ἀεί,
πᾶσιν γὰρ οὐ πέφυκεν ἀνθρώποις ἴσος.
κέρδη γὰρ ἄλλοις χἠδονὰς θηρεύεται,
ἄλλοις δὲ λύπας προσπορίζει καὶ βλάβας.
Μίαν πρόνοιαν τῶν ἄνω καὶ τῶν κάτω
θεὸν νόμιζε καὶ σέβου παντὶ σθένει·
ὡς ὄντα τοῦτον καὶ παρόντʼ ἀεὶ σέβου.
καὶ μήτʼ ἐρώτα μήτε μανθάνειν θέλε·
οὐ γὰρ θέλω σε μανθάνειν, τί δὴ θεός.
Λόγος κατάγει μὲν Ταρτάρου κατώτερον,
λόγος δὲ αὖθις εἰς ὕψος ψυχὴν ἄγει.
Ὁ πονηρὰ ποιῶν εὐθέως οὐκ αἴσθεται·
τότʼ οἶδεν ὃ πεποίηκεν, ὅτε κολάζεται.
Ὁ δυσσεβῶν τι καὶ δοκῶν λαθεῖν θεόν,
κολάζεθʼ οὗτος ὑπὸ συνειδότος θεοῦ.
Ὁ μὴ κολασθεὶς τῷ νόμῳ πράξας κακῶς,
αὐτὸς ὑφʼ ἑαυτοῦ τῷ φόβῳ κολάζεται.
Εὐσχημονεῖν φρόντιζε, μὴ τῷ σχήματι
τὸ σῶμα κοσμῶν, ἀλλὰ τῷ φρονήματι.
Μὴ πάσχε πρῶτον τὸν νόμον καὶ μάνθανε·
πρὸ τοῦ παθεῖν σε τῷ φόβῳ προλαμβάνου.
Λόγος φυλαχθεὶς οὐδέν ἐστιν ἢ νόμος,
ὁ μὴ φυλαχθεὶς καὶ νόμος καὶ δήμιος.
Πόντου, γυναικός, καύματος, θηρός, πυρὸς
χειρότερός ἐστιν ὁ προδότης τῶν φίλων.
Ἂν μὴ δυνάμενος ἔθελον δὲ βλάψῃς φίλον,
καὶ μὴ δυνάμενος καὶ θέλων πείσῃ κακά.
Ὁ μὴ δικαίως κατὰ φίλων ζητῶν κακὸν
αὐτὸς προπάσχει τοῦ κακοῦ τὴν ἔκβασιν.
Ἄνθρωπος ὢν μηδέποτε καθʼ ἑτέρου κακὸν
ἀδίκως φρονήσῃς· ἡ Δίκη γὰρ πάνθʼ ὁρᾷ.
Ἐὰν πονηροῦ γείτονος γείτων τύχῃς,
πάντως παθεῖν πονηρὸν ἢ μαθεῖν σε δεῖ.
Ἐάν ποτʼ ἀγαθοῦ γείτονος γείτων τύχῃς,
ὡς προσδιδάσκεις ἀγαθὰ καὶ προσμανθάνεις.
Αὐτὸς ἀδικεῖσθαι μᾶλλον ἢ ἀδικεῖν θέλε·
μέμψῃ γὰρ ἄλλους, οὐχὶ μεμφθήσῃ δὲ σύ.
Δίκην φυλάσσου, κἂν δικαίως ἐγκαλῇ·
μετέρχεται τὸ δίκαιον ἐς πλεονεξίαν.
Ἐὰν πένης ᾖς, εἶ δίκαιος κἀγαθός·
εἰ μὴ γὰρ ἦς δίκαιος, οὐκ ἂν ἦς πένης.
Πενία καθʼ αὑτήν ἐστιν ἰσχυρὰ νόσος·
ἔρωτα προσλαβοῦσα δύο νόσους νοσεῖ.