eul_wid: nzm-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Medical Works by Londoner on Medicine Anonymous

The Iatrika (Medical Works) attributed to a "Londoner on Medicine" is an anonymous Greek medical treatise preserved solely in a single late Byzantine manuscript, British Library MS Burney 86. The epithet "Londoner" derives from the manuscript's modern provenance and does not refer to a known author. The text comprises 55 short, eclectic passages offering definitions, explanations of the body's workings, and advice on treatment, compiled from earlier authorities such as Galen and Orthasius. Its content includes definitions of medicine and disease, explanations of the bodily chymoi and the origins of disease, discussions on the causes of disease including fever, and practical treatments for ailments like gout and kidney stones. The work survives in full within a manuscript that also contains texts by later Byzantine medical figures like John Aktouarios, indicating its scholarly context. While it remains unpublished in a modern critical edition and its direct influence is undocumented, the treatise is a significant specimen of Byzantine medical compilation, illustrating the practical transmission and condensation of Galenic and post-Galenic knowledge for use as a handbook or reference.

… νοντας ἐν τῶι τοῦ π …

… ν πρὸς τῶν ἀρχαίων κ … με … σιν καὶ ἐπίτασιν καὶ ἄνεσιν ἀνα

… ένην. μάλιστα γὰρ συμφερόμεθα καὶ αὐτοὶ τοῖς ἀρχαίοις. καὶ τί μέν — ἐστιν — διάθεσις καὶ ποίαν κομίζομεν ἐν τῶι ὅρωι,

ἀπεδείξαμεν· διάθεσις δυνάμεως ἡσδήποτε, εἴτε τῆς ζωτικῆς εἴτε τῆς σωματικῆς εἴτε τῆς ἐν τοῖς σώμασι

ἐνούσης ψυχικῆς, κατὰ κείνησιν

ἢ σχέσιν, κατὰ κείνησιν μὲν πάντα τὰ

ἐν ἡμῖν κεινήματα πάθη κατὰ

κείνησίν — ἐστιν —, κατὰ σχέσιν δὲ παράλυσις, λήθαργος, κάρος, τὰ τούτοις ἐγγύς.

τούτων δὲ κειμένων δεῖ γινώσκειν ὡς τῶν παθῶν τὰ

μέν φασιν εἶναι ψυχικά, τὰ δὲ σωματικά, σωματικὰ λαμβάνοντες τὰ περὶ τὴν

ζωτικὴν δύναμιν λαμβανόμενα,

τάς τε ἄλλας δυνάμεις ἀντιδιαστέλλοντες καὶ τὴν ζωτικὴν δύναμιν

τῆι ψυχῆι. ψυχὴ δὲ λέγεται τριχῶς·

ἥ τε τῶι ὅλωι σώματι παρεσπαρμένη καὶ τὸ μόριον τὸ λογιστικὸν

καὶ ἔτι ἡ ἐντρέχεια. καὶ τῆς μὲν ἐντρεχείας ἐπὶ τοῦ παρόντος οὐ χρῄζομεν,

τῶν δὲ ἄλλων δύο σημαινομένων,

καὶ μᾶλλον τοῦ λογιστικοῦ. περὶ γὰρ τοῦτο τὰ προηγούμενα πάθη συνίσταται καὶ τὰ κατʼ ἐπακολούθημα. πάθη δέ — ἐστιν —

τάδε προηγούμενα κατὰ κείνησιν·

δεισιδαιμονία, λύπη, φόβος, φιλαργυρία·

ταῦτα γὰρ ἐν κεινήσει· κάρος δὲ καὶ λήθαργος ἐν σχέσει. σωματικὰ δὲ

πυρετός—προηγούμενον μὲν πάθος — ἐστὶν —

τοῦ σώματος, κατʼ ἐπακολούθημα δὲ

τῆς ψυχῆς—, μανία ὁμοίως· καὶ ταῦτα ἐν κινήσει τὰ πάθη. ἐν σχέσει

δὲ παράλυσις, κάρος, τὰ παραπλήσια·

οὕτω μὲν δὴ χρηστέον τῶι ὅρωι ἐπὶ

ἁπάντων. τῶν δὲ παθῶν τὰ μὲν ψυ-

χικά, τὰ δὲ σωματικά. χρὴ δὲ εἰδέναι

ὅτι τὰ μὲν σωματικὰ πάθη ἀ …

… να καὶ περὶ τὴν ζωτικὴν

… ασται. ὡς ὁμοίως δὲ …

… περι … τοῖς σώμασιν, ὥστε

… ἰδίας … άσθαι ταῦτα τήν τε

ζωτικὴν καὶ τὴν ἐν τοῖς σώμασιν

οὖσαν ψυχικήν. ψυχικὸν δʼ — εἶναι — πάθος τὸ

τοιοῦτο· διάθεσιν ψυχῆς κατὰ κείνησιν ἢ σχέσιν· καὶ γὰρ ἡ ψυχὴ δύναμίς — ἐστιν.

λέγεται δὲ ψυχὴ τριχῶς· ἥ τε ὅλη

καὶ τὸ μέρος τὸ λογιστικὸν καὶ αὐτὴ ἡ

ἐντρέχεια. ἀλλʼ ἐπὶ ἐκεῖνα ἴωμεν νῦν· ὅταν γὰρ

λέγωμεν συνίστασθαι κατὰ τὴν ψυχὴν

πάθη, περὶ τὴν ὅλην λέγομεν καὶ περὶ

τὸ μέρος αὐτῆς τὸ λογιστικόν. τῶν τε ψυχικῶν παθῶν ἃ μέν — ἐστιν — κατὰ φύσιν, ἃ δὲ

παρὰ φύσιν. παρὰ φύσιν μὲν διαθετικὸν

ψυχῆς κατὰ κείνησιν ἢ σχέσιν παρὰ

φύσιν, κατὰ φύσιν δὲ διαθετικὸν ψυχῆς κατὰ κείνησιν ἢ σχέσιν κατὰ φύσιν.

αὕτη μὲν ἡ τεχνολογία τῶν ἀρχαίων — ἐστίν —,

οἷς καὶ ἡμεῖς ἑπόμεθα. κατα … ουσιν — γὰρ —

καὶ μετριοπαθείας περὶ τὸν σοφόν. καί φασιν

τὰς μετριοπαθείας νεῦρα — εἶναι — τῶν πράξεων. οἱ δὲ νεώτεροι, τοῦτʼ — ἔστιν — οἱ Στωικοί, κατὰ φύσιν πάθος οὐδὲν καταλείπουσιν

ψυχῆς. ταύτηι γάρ φασιν ἐνφέρεσθαι τὸ

παρὰ φύσιν ἐκ τῆς πάθους φωνῆς· ἧι

καὶ τὸ πάθος ἀπέδοσαν· πάθος — ἐστὶν — ὁρμὴ πλεονάζουσα, τῆς ὁρμῆς αὐτοῖς

ἐξακουομένης οὐχὶ ἀντὶ τῆς ὑπερτάσεως, ἀλλὰ ἀντὶ τοῦ ἀπειθὲς εἶναι τῶι αἱροῦντι λόγωι. ἀλλὰ τοῦτο τοῖς νεωτέροις μελήσει. ἡμῖν δὲ λεκτέον κατὰ φύσιν πάθη περὶ

τὴν ψυχὴν μνήμην, διαλογισμόν,

τὰ ὅμοια. παρὰ φύσιν δὲ ἀμνημοσύνην, ἀλογίαν, τὰ ἐοικότα. τῶν τε παθῶν τῶν περὶ τὴν ψυχὴν δύο — ἐστὶν — τὰ

γενικώτατα κατὰ τοὺς ἀρχαίους· ἡδονή τε γὰρ καὶ ὄχλησις, τὰ δὲ μεταξὺ κατʼ ἐπίμειξιν γίνεται τῶν εἰρημένων. κατὰ δὲ τοὺς Στωικοὺς τέσσαρά — ἐστιν — τὰ

γενικώτατα τῆς ψυχῆς πάθη· ἡδονὴ γὰρ καὶ ἐπιθυμία, φόβος τε καὶ λύπη.

καὶ ἡδονὴ μὲν καὶ ἐπιθυμία καθʼ ὡς ἂν

ἀγαθοῦ φαντασίαν γίνονται, ὧν ἡ μὲν ἡδονὴ

γίνεται καθʼ ὡς ἂν ἀγαθοῦ παρουσίαν, ἐφʼ ὧι οἷόν τε ἥδεσθαι· εἴδη δὲ αὐτῆς τέρ-

ψις, χάρις, τὰ παραπλήσια· ἡ δὲ ἐπιθυ-

μία καθʼ ὡς ἂν ἀγαθοῦ γίνεται προσδοκίαν·

ἐπιθυμοῦμεν γὰρ πάντες προσδοκῶντες

τἀγαθόν. ἥ τε λύπη καὶ ὁ φόβος καθʼ ὡς ἂν

κακοῦ φαντασίαν γίνονται, ὧν ὁ μὲν φόβος καθʼ ὡς

ἂν κακοῦ προσδοκίαν γίνεται· φοβούμεθα

γὰρ προσδοκῶντες τὸ κακόν. ἡ δὲ λύπη καθʼ ὡς ἂν κακοῦ παρουσίαν· λυπούμεθα γὰρ ἐπὶ τοῖς παροῦσι κακοῖς. καὶ ταῦτα μὲν οὕτως. πάθος δὲ λεκτέον — εἶναι — σωματικὸν διάθεσιν σώματος κατὰ κείνησιν ἢ σχέσιν. τῶν δὲ σωματικῶν παθῶν ἃ μέν — ἐστιν — τεταγμένα, ἃ δὲ ἄτακτα.

καὶ ἄτακτα μέν — ἐστιν — πάθη τὰ ἄλλοτε ἄλλως λυόμενα,

οἷον ποτὲ μὲν κατʼ ὀλίγον, ποτὲ δὲ ἁθρόως. τῶν δὲ τεταγμένων παθῶν ἃ μὲν ἰδίως λέγεται

πάθη, ἃ δὲ νοσήματα. καὶ ἰδίως πάθη

ἐστὶν τεταγμένα τὰ κατʼ ὀλίγον λυόμενα. τῶν δὲ νοσημάτων ἃ μέν — ἐστιν — ἰδίως νοσήματα,

ἃ δὲ ἀρρωστήματα. καὶ νοσήματα μέν — ἐστιν —

τὰ ἐμμόνους τὰς κατασκευὰς ἔχοντα

περὶ τὰ σώματα ὑποληπτούς τε χρόνους

φερόμενα τῆς λύσεως κατʼ ἐλάχιστον.

καὶ γὰρ νοσήματα εἴρηται ἀπὸ τοῦ

ἐννενεοσσευκέναι περὶ τὰ σώματα, ᾗ καὶ

διοίσει τὸ τεταγμένον πάθος τοῦ νοσήματος,

καθὸ τὸ μὲν πάθος κατʼ ὀλίγον τὴν λύσιν

λαμβάνει, τὸ δὲ νόσημα κατʼ ἐλάχιστον.

τὸ μὲν γὰρ ὀλίγον ἐκ πολλῶν ἐλαχίστων

συνέστηκεν· τὸ δὲ ἐλάχιστον μέρος

οὐκ ἔχει, ὥστε νόσημα οὐ τεταγμένον.

ἀρρώστημα δὲ τὸ σὺν τῶι κατασκευὴν ἔχειν

περὶ τὰ σώματα ἔτι καὶ παρειρῆσθαι τὴν

ῥῶσιν τῶν σωμάτων· ἀπὸ τούτου γὰρ καὶ εἴρηται

ἀρρώστημα. διαφέρει δὲ νόσημα νόσου καὶ ἀρρώστημα ἀρρωστίας. νόσημα μὲν γάρ — ἐστιν — ἔμμονος κατασκευὴ περὶ μέρος

τι τοῦ σώματος χρόνους ὑποληπτοὺς

τῆς λύσεως ἔχουσα. νόσος δὲ ἔμμονος

κατασκευὴ περὶ ὅλον τὸ σῶμα τῆς λύσεως

ὑποληπτοὺς ἔχουσα χρόνους. λέγεταί τε νόσος διχῶς, κοινῶς τε καὶ ἰδίως·

κοινῶς μὲν πᾶν παρὰ φύσιν πάθος,

καθʼ ὃ σημαινόμενον καὶ ὁ πυρετὸς λέγοιτʼ ἂν νόσος. ἰδίως δὲ ἔμμονος κατασκευὴ περὶ τὰ σώματα τῆς λύσεως ὑποληπτοὺς ἔχουσα χρόνους. ἀρ-

ρώστημά τε ὡς ὁμοίως λέγεται

κοινῶς τε καὶ ἰδίως· κοινῶς μὲν πάλιν

πᾶν παρὰ φύσιν πάθος, καθʼ ὃ σημαινόμενον ὁ πυρεταίνων ἀρρωστεῖν κληθήσεται. ἰδίως δὲ κατασκευὴ περὶ τὰ σώματα,

ἥτις τῆς λύσεως ὑποληπτοὺς ἔχει

χρόνους σὺν τῶι παρῃρῆσθαι τὴν ῥῶσιν τῶν σωμάτων. εἰρῆσθαι δὲ τὸ πάθος

συμβέβηκεν ἀπὸ τοῦ παρακολουθοῦντος

ἢ ἀπὸ τόπου. ἀπὸ μὲν γὰρ παρακολουθοῦντος

πάθους εἰρῆσθαι τὸν πυρετὸν ἀπὸ τοῦ

πυρῶδες — εἶναι — τὸ ἑπόμενον καὶ παράλυσιν

τὸ ἑπόμενον ἐν παραλύσει· ἀπὸ γὰρ τοῦ λελύσθαι τὸν τόνον. ἀπὸ τόπου δὲ τὴν

ὀνομασίαν ἔσχεν φρενεῖτις· τὸ γὰρ πάθος περὶ τὰς φρένας συνίσταται, οὐχὶ

τὸ διάφραγμα, τοῦτʼ — ἔστιν — τὸ λογιστικὸν μέρος

τῆς ψυχῆς. … λο … ος νόσοι. Περὶ τοῦ προκειμένου δεῖ προλαβεῖν,

ὡς κοινότερον τοῖς ὀνόμασι προσχρώμεθα νόσους ἢ πάθη λέγοντες· τὰς

γὰρ τούτων διαφορὰς γινώσκομέν τε

καὶ ὑπεμνήσαμεν ἐν τοῖς προγεγραμμένοις· στάσις δὲ περὶ τοῦ ἐκκειμένου. οἱ μὲν γὰρ εἶπον γίνεσθαι νόσους παρὰ τὰ περισσώματα τὰ γινόμενα ἀπὸ τῆς τροφῆς,

οἱ δὲ παρὰ τὰ στοιχεῖα. καὶ οἱ μὲν ἀρχὴν καὶ ὕλην ὑποθέμενοι τὰ περισσώματα τῶν νόσων λόγους κομίζουσι τοιούτους. Εὐρυφῶν γάρτοι ὁ Κνίδιος οἴεται τὰς νόσους ἀποτελεῖσθαι τρόπωι τοιούτωι·

«ὅταν ἡ κοιλία, φησίν, τὴν ληφθεῖσαν

τροφὴν μὴ ἐκπέμπῃ, ἀπογεννᾶται

περισσώματα, ἃ δὴ ἀνενεχθέντα

ὡς τοὺς κατὰ τὴν κεφαλὴν τόπους

ἀποτελεῖ τὰς νόσους· ὅταν μέντοι γε

λεπτὴ καὶ καθαρὰ ὑπάρχῃ ἡ κοιλία, δεόντως

γίνεται ἡ πέψις· ὅταν δὲ μὴ ᾖ τοιαύτη,

συμβαίνει τὰ προκείμενα γίνεσθαι». Ἡρόδικος δὲ ὁ Κνίδιος λέγων περὶ τῆς τῶν νόσων αἰτίας

καὶ αὐτὸς κατὰ μέν τι συναγορεύει

τῶι Εὐρυφῶντι, κατὰ δέ τι διαφέρει· καθʼ ὃ μὲν γὰρ

καὶ αὐτὸς τὰ περισσώματα αἴτια λέγει

τῆς νόσου — εἶναι —, συμφέρεται· καθʼ ὃ δέ φησιν

μὴ διὰ τὸ τὴν κοιλίαν καθαρὰν εἶναι ἢ λεπτήν,

διαλλάσσει χρώμενος αἰτίᾳ τοιαύτῃ·

ὅταν γὰρ ἀκεινητήσαντες οἱ ἄνθρωποι

προσενέγκωνται τροφήν, συμβαίνει

ταύτην μὴ διοικεῖσθαι, ἀλλὰ λιτὴν καὶ

ἀκατέργαστον παρακειμένην εἰς περισσώματα ἀναλύεσθαι. ἐγ μέντοι γε

τῶν περισσωμάτων ἀποτελεῖσθαι δισσὰς ὑγρότητας, μίαν μὲν ὀξεῖαν, τὴν δὲ

ἑτέραν πικράν, καὶ παρὰ τὴν ἑκατέρας

ἐπικράτειαν διάφορα γίνεσθαι τὰ πάθη. λέγει

δὲ ὡς παρὰ τὴν τούτων ἐπίτασιν ἢ ἄνεσιν διάφορα ἀπογεννᾶσθαι τὰ πάθη, οἷόν

τι λέγω, ἐὰν ἀνειμένη μᾶλλον ᾖ ἡ ὀξεῖα

καὶ μὴ ἄκρατος, ἀναλόγως δὲ καὶ ἡ πικρὰ μὴ ἄγαν ᾖ πικρά, ἀλλὰ ἐλασσόνως ἔχῃ,

ἢ ἐπιτεταμέναι ὦσιν, διάφορα γενήσεσθαι

καὶ τὰ πάθη κατὰ τὰς τῶν ὑγροτήτων κράσεις.

καὶ παρὰ τοὺς τόπους δὲ διάφορα

ἔσται τὰ πάθη· ἐὰν μὲν λόγου εἵνεκα

ἐπὶ κεφαλὴν οἰσθῇ ἡ πικρὰ ὑγρότης,

τἀτὸ γενήσεται πάθος, ἐὰν δὲ

νῦν μὲν ἡ πικρὰ εἰς τὴν κεφαλὴν

ἐνεχθῇ, νῦν δὲ ἡ ὀξεῖα, γενήσεται

διαλλάσσοντα τὰ πάθη. ἀλλὰ γὰρ καὶ παρʼ αὐτοὺς τοὺς τόπους γενήσεται διαλλάσσοντα

τὰ πάθη, ὅταν διάφοροι ὦσιν, ἐφʼ οὓς ἡ ἐπιφορά· παρὰ γὰρ τὸ ἐπὶ κεφαλὴν ἢ ἐπὶ ἧπαρ

ἢ σπλῆνα φέρεσθαι τὰς ὑγρότητας

διαφέροντα ἀποτελεσθήσεται τὰ πάθη.

καὶ ἐν τούτοις ἡ τοῦ Ἡροδίκου δόξα. Ἱπποκράτης δέ φησιν αἰτίας — εἶναι — τῆς νόσου τὰς

φύσας, καθὼς διείληφεν περὶ αὐτοῦ

Ἀριστοτέλης. ὁ γὰρ Ἱπποκράτης λέγει

τὰς νόσους ἀποτελεῖσθαι κατὰ λόγον

τοιοῦτον· ἢ παρὰ τὸ πλῆθος τῶν

προσφερομένων ἢ παρὰ τὴν ποικιλίαν

ἢ παρὰ τὸ ἰσχυρὰ καὶ δυσκατέργαστα — εἶναι —

τὰ προσφερόμενα συμβαίνει περισσώματα ἀπογεννᾶσθαι, καὶ ὅταν

μὲν πλείονα ᾖ τὰ προσενεχθέντα,

κατακρατουμένη ἡ ἐνεργοῦσα

τὴν πέψιν θερμότης πρὸς πολλῶν ὄντων

προσαρμάτων οὐκ ἐνεργεῖ τὴν πέψιν·

ἀπὸ δὲ τοῦ ταύτην παραποδίζεσθαι

περισσώματα γίνεται. ὅταν δὲ ποικίλα

ᾖ τὰ προσενεχθέντα, στασιάζει ἐν τῆι

κοιλίᾳ πρὸς ἑαυτά, καὶ κατὰ τὸν στασιασμὸν μεταβολὴ εἰς περισσώματα. ὅταν

μέντοι γε ἐλάχιστα καὶ δυσκατέργαστα

ᾖ, οὕτως παραποδισμὸς γίνεται τῆς πέψεως

διὰ τὴν δυσκατεργασίαν καὶ οὕτως

μεταβολὴ εἰς περισσώματα· ἐγ δὲ τῶν

περισσωμάτων ἀναφέρονται φῦσαι· αἱ δὲ

ἀνενεχθεῖσαι ἐπιφέρουσι τὰς νόσους. ταῦτα δὲ ἔφησεν ἁνὴρ

κεινηθεὶς δόγματι τοιούτῳ· τὸ γὰρ πνεῦμα ἀναγκαιότατον καὶ κυριώτατον ἀπολείπει τῶν ἐν ἡμῖν, ἐπειδή γε παρὰ τὴν τούτου εὔροιαν ὑγίεια γίνεται, παρὰ δὲ τὴν δύσροιαν

νόσοι. δίκην τε ἐπέχειν ἡμᾶς φυτῶν·

ὡς γὰρ ἐκεῖνα προσερρίζωται τῆι γῆι, οὕτως

καὶ αὐτοὶ προσερριζώμεθα πρὸς τὸν ἀέρα

κατά τε τὰς ῥῖνας καὶ κατὰ τὰ ὅλα σώματα.

ἐοικέναι μέν γε φυτοῖς ἐκείνοις, οἳ στρατιῶται

καλοῦνται. ὥσπερ γὰρ ἐκεῖνοι προσερριζωμένοι τῶι ὑγρῶι μεταφέρονται

νῦν μὲν ἐπὶ τοῦτο τὸ ὑγρόν, νῦν δὲ ἐπὶ τοῦτο, οὕτως καὶ αὐτοὶ οἱονεὶ φυτὰ ὄντες

προσερριζώμεθα πρὸς τὸν ἀέρα καὶ ἐν

κεινήσει ἐσμὲν μεταχωροῦντες νῦν

μὲν ἐπὶ τάδε, αὖθις δὲ ἐπʼ ἄλλην.

εἰ δὲ ταῦτα, φανερὸν ὡς κυριώτατόν — ἐστιν —

τὸ πνεῦμα. τούτων ἐκκειμένων, ὅταν γένηται

περισσώματα, ἀπὸ τούτων γίνονται φῦσαι, αἳ δὴ ἀναθυμιαθεῖσαι

τὰς νόσους ἀποτελοῦσι· παρά τε τὴν

διαφορὰν τῶν φυσῶν ἀποτελοῦνται αἱ νόσοι

ἐὰν μὲν γὰρ πολλαὶ ὦσι, νοσάζουσιν,

ἐὰν δὲ ἐλάχισται, πάλι νόσους ἐπιφέρουσι· παρά τε τὴν μεταβολὴν τῶν φυσῶν

γίνονται αἱ νόσοι· διχῶς δὲ μεταβάλλουσιν ἢ ἐπὶ τὸ ὑπέρμετρον θερμὸν

ἢ ἐπὶ τὸ ὑπέρμετρον ψυχρόν. καὶ ὁποίως ἂν

γένηται ἡ μεταβολή, νόσους ἀποτελεῖ. καὶ ὡς μὲν ὁ Ἀριστοτέλης οἴεται

περὶ Ἱπποκράτους, ταῦτα. ὡς δὲ αὐτὸς Ἱπποκράτης λέγει, γίνεσθαι τὰς νόσους

παρὰ τὰς διαφορὰς τῶν ἐν τῇ συστάσει φύσεων

ἀνθρωπ … λέ-

γει δι …

ἢ ὑπ …

χολῆς καὶ φλέγματος …

ταῦτα ἐπὶ δὴ γινομένοις …

καὶ οὖσι συνίστασθαι … τοῦ

παρόντος φλέγματος … ων

εἶναι ἐν ἡμῖν κατὰ φύσιν τὸ αἷμα …

τῶν ἰατρῶν· παρὰ φύσιν τε τὴν εἰς …

ὅτι αὗται μὲν ἐν ἡμῖν γίνονται αἱ νόσοι διὰ τῆς

φλεγμασίας. τάδε γὰρ ἐκτὸς …

πόνων ὑπερμέτρων, καταψύξεως, θερμότητος.

παρά τε τὴν τῆς χολῆς καὶ τοῦ φλέγματος

κατάψυξιν ἢ θερμότητα περιγίνεσθαι τὰς νό-

σους. ἀλλὰ γὰρ ἔτι φησὶν Ἱπποκράτης γίνεσθαι τὰς νόσους ἢ ἀπὸ τοῦ πνεύματος ἢ ἀπὸ τῶν διαι-

τημάτων, καὶ τούτων τὴν ὑποτύπωσιν δοκεῖ οὕτως

ἐκτίθεσθαι· ὅταν μὲν γάρ, φησίν, ὑπὸ τῆς αὐτῆς νόσου πολλοὶ ἁλίσκωνται ἅμα, τὰς

αἰτίας ἀναθέσθαι δεῖ τῶι ἀέρι· παρὰ γὰρ

τοῦτον γίνεται ἡ αὐτὴ νόσος. ὅταν μέντοι πολλὰ εἴδη καὶ ποικίλα γίνηται νόσων, αἴτια, φησίν, λεκ-

τέον τὰ διαιτήματα, οὐχ ὑγιῶς ποι-

ούμενος τὴν ἐπιχείρησιν. ἐνίοτε γὰρ

τὸ αὐτὸ αἴτιον πολλῶν καὶ ποικίλων

νοσημάτων γίνεται· κατασκευαστικὸν γάρ-

τοι πλῆθος καὶ πυρετοῦ καὶ πλευρίτι-

δος καὶ ἐπιληψίας — ἐστίν —, ὅπερ κατὰ σύστασιν

τῶν σωμάτων ἀναδεχομένων τίκτει

καὶ τὰς νόσους. οὐ γὰρ δὴ πάντων σωμάτων,

ἐπεὶ ἕν — ἐστιν — αἴτιον, ἤδη μία καὶ νόσος φέρεται,

ἀλλʼ, ὥσπερ εἴπομεν, πολλὰ καὶ ποικίλα εἴδη.

καὶ τἄμπαλιν — ἔστιν — ὅτε ὑπὸ διαφερόντων αἰτίων

τἀτὰ γίνεται πάθη. καὶ γὰρ διὰ πλῆθος ἡ κοιλία

ῥεῖ, ἔτι καὶ διὰ δριμύτητα, εἰ χολὴ παραρρεῖ.

ἐξ ὧν φανερόν, ὡς ψεύδεται περὶ τούτων ἁνήρ,

ὡς προϊόντος ἐπιδείξομεν τοῦ λόγου. ἐκεῖνο

μέντοι γε ῥητέον, διότι ἄλλως Ἀριστο-

τέλης περὶ τοῦ Ἱπποκράτους λέγει καὶ

ἄλλως αὐτός φησιν γίνεσθαι τὰς νόσους. οἷς ἑπόμενος ὁ Ἀβυδηνὸς Ἀλκαμένης

λέγει γίνεσθαι τὰς νόσους, ὥς φησιν περὶ

αὐτοῦ Ἀριστοτέλης, διὰ τὰ περισσώ-

ματα τὰ ἀπὸ τῆς τροφῆς κατασκευα-

ζόμενα· αἴτια γὰρ ταῦτα τῶν νόσων εἶναι. κατὰ

τοῦτο μέντοι γε διάφορος φαίνεται π-

ρὸς τὸν Εὐρυφῶντα, καθʼ ὅσον κατά τι

μὲν τὴν κεφαλὴν εἶπεν ἐπικου-

ρικὴν γίνεσθαι τῶν περιττωμάτων, ἁπλῶς

δὲ ὁ Ἀλκαμένης εἶπεν· «ἀνατρέχοντα

μὲν ὡς τὴν κεφαλὴν τὰ περισσώμα-

τα γίνεται ἐπιχορηγούμενα πρὸς τῆς κε-

φαλῆς καὶ ἐπιπεμπόμενα τῶι ὅλῳ

σώματι τὰς νόσους ἐμποιεῖ.» ὁ δὲ Μεταποντῖνος Τιμόθεος, καθώς

φησιν περὶ αὐτοῦ ὁ αὐτὸς φιλόσοφος,

λέγει ἀποτελεῖσθαι τὰς νόσους τρόπωι τούτωι· ὅταν μὲν γὰρ ἡ κεφαλὴ ὑγιὴς

ᾖ καὶ καθαρά, καὶ ἡ τροφὴ ἀπʼ αὐτῆς προστίθεται τῶι ὅλωι σώματι

ὑγιαίνει τὸ ζῶιον· ὅταν δὲ μὴ ὑγιὴς

ᾖ, νόσους ἐπιφέρει τῶι τὰς διεξόδους

ἀποφράσσεσθαι· «ὅταν γάρ, φησίν, αὗται ἀποφραγῶσιν, ἀνατρέχον τὸ περίσσωμα

ὡς τοὺς κατὰ τὴν κεφαλὴν τόπους

τέως τῶι μὴ ἔχειν διέξοδον ἐνμένει, ἐνμεῖναν δὲ μεταβάλλει

εἰς ἁλμυρὸν καὶ δριμὺ ὑγρόν, καὶ εἶτα

πλείονα ἐνμεῖναν χρόνον καὶ ῥῆξιν

ἐργασάμενον φέρεται εἰς ὁτιοῦν μέρος

καὶ παρὰ τὰς τούτου διαφορὰς διαφόρους

τὰς νόσους ἐπιφέρει. — ἔστι — δʼ ὅτε, φησίν, καὶ

ἁθρόως οἰσθὲν ἐπὶ τὴν τραχεῖαν

ἀρτηρίαν—λάρυγξ δὲ αὕτη—πνιγμοὺς

ἐπιφέρει καὶ συντόμους ἐξαγωγὰς

… νην.» νοσεῖν δέ φησιν τὴν κεφαλὴν ἢ διʼ ὑπερβολὴν καταψύξεως ἢ διʼ ὑπερβολὴν θερμότητος ἢ διὰ πληγήν. Ἀ … ας δὲ ἰδίως οἴεται γίνεσθαι τὰς νόσους

διὰ τὰς τοῦ ἐνκεφάλου καθάρσεις.

καθαίρεσθαι δὲ τὸν ἐγκέφαλον διὰ

μυκτήρων, ὤτων, ὀφθαλμῶν,

στόματος, κατά τε τὰς διαφορὰς τοῦ πλήθους τῶν καθάρσεων ὑγίειαν γίνεσθαι ἢ νόσον. ὅταν μὲν γὰρ

κατʼ ἐλάχιστον γένηται ἡ κάθαρσις,

ὑγιαίνει τὸ ζῶιον, ὅταν δὲ ὑπερκόρως, νοσεῖ. λέγει δὲ διὰ ταύτας

τὰς καθάρσεις γίνεσθαι πέντε κατάρρους

…

… ιτωι μη …

κατάρρους. …

Ἡρακλεόδωρος …

… ενομεν …

τὴν αὐτὴν …

… δύο εἰπον …

… ς παρα …

… εν ὅταν …

τὸ σῶμα ὑγιαίνει …

τως νόσοι …

ται τὰ σώματα …

ρα … προσενεχθέντα …

πλήθη, ἀλλὰ αἷσπερ …

καὶ τὰς νόσους … δυσ-

κρότως ἐχ …

μετρίαν νόσον …

καὶ κατάψυξιν … Ἡρόδικος δὲ ὁ Σηλυμβριανὸς οἴεται

τὰς νόσους γίνεσθαι ἀπὸ τῆς διαίτης· ταύ-

την δὲ — εἶναι — κατὰ φύσιν, ὅταν πόνοι προσῶσιν

καὶ ἄλγη δʼ ὅσα δεῖ, καὶ οὕτως πέψιν μὲν

ἔχῃ ἡ τροφή, ἐπίδοσιν δὲ ἀεὶ λαμβάνῃ

τὰ σώματα ἀναδιδομένης τῆς τροφῆς κατὰ

φύσιν. οἴεται γὰρ τὴν μὲν ὑγίειαν γίνεσθαι κατὰ

φύσιν ἐχόντων τῶν σωμάτων περὶ τὴν δίαιταν, τὴν δὲ

νόσον παρὰ φύσιν ἐχόντων αὐτῶν. τοῖς μέντοι

παρὰ φύσιν διατεθεῖσιν πονεῖν προστάσσει

ἡ ἰατρικὴ παραγομένη καὶ οὕτως εἰς τὸ κατὰ

φύσιν ἄγει ταῦτα, ὡς αὐτός φησιν. λέγουσιν

δὲ τὸν ἄνδρα τὴν ἰατρικὴν ἔντεχνον

ἀγωγὴν εἰς τὸ κατὰ φύσιν καλέσαι. καὶ ταῦτα μὲν

οὕτως, ἐκεῖνο δὲ ὅτι ἀπʼ ἐναντίων τῆς τε θερμότητος καὶ ὑγρότητος τῶν σωμάτων

συνίστανται νόσοι, διατεθρύληται. ὁ δὲ Αἰγύπτιος Νινύας ἰδίως λέγει τὰ μὲν

συνγενικὰ γίνεσθαι πάθη, τὰ δὲ ἀλλότρια

καὶ τὰ μὲν συνγενικὰ ἔμφυτα τοῖς σώμασιν

εἶναι. ὑπὸ δὲ ἄλλης αἰτίας συνίστασθαι

τὰς νόσους τρόπωι τοιούτωι· ὅταν γὰρ

ἡ τροφὴ ληφθεῖσα μὴ ἀναδοθῇ τῷ σώματι,

ἀλλʼ ἐνμείνῃ, ἡ θερμότης ἡ ἐν ἡμῖν οὖσα περισσώματα

ἐξ αὐτῆς ἀπογεννᾶι …

…

[..........................]ινος

[..........................]νόσους

[..........................] μ̣(ὲ̣ν̣) εἶναι

[..........................]επι[.]ν̣

[..........................]μ̣ιον

[..........................]αμ̣α

[..........................]ενον

[..........................]απαρα

[..........................]μὴ διὰ

[..........................]ἀ̣λγηδόν

[.........................]μενος

[.............................]

[....................... δύνα]μ̣ιν

[..........................]ε

[..........................]ιο̣ν

[..........................]σκευ[..........................]αμεν δὲ

[..........................] ψυχ̣[..]

…

… ν καὶ ὑγίειαν

… ἁλμυρὰν δὲ

… εμενος …

… καὶ …

… φις

… τοὺς νεφροὺς

… τὴν θερμὴν

… ιον μέγα

… ἡ δὲ πυρρὰ

… καὶ πρασοειδὴς … ατος τὸ αἷμα

… αίτατον

… μα τ … ο … ον ἡ δὲ μέλαινα … ντων … μένων ὑποστάσεων … αἷμα … τόπον ἔχει

… ε … ς Ἵππων δὲ ὁ Κροτωνιάτης οἴεται ἐν ἡμῖν οἰκείαν — εἶναι — ὑγρότητα, καθʼ ἣν καὶ αἰσθανόμεθα καὶ ἧι ζῶμεν· ὅταν μὲν οὖν οἰκείως ἔχῃ

ἡ τοιαύτη ὑγρότης, ὑγιαίνει τὸ ζῶιον,

ὅταν δὲ ἀναξηρανθῇ, ἀναισθητεῖ τε

τὸ ζῶιον καὶ ἀποθνήσκει. διὰ δὴ τοῦτο

οἱ γέροντες ξηροὶ καὶ ἀναίσθητοι, ὅτι

χωρὶς ὑγρότητος· ἀναλόγως δὴ τὰ πέλματα ἀναίσθητα, ὅτι ἄμοιρα ὑγρότητος.

καὶ ταῦτα μὲν ἄχρι τούτου φησίν. ἐν ἄλλωι

δὲ βυβλίῳ αὑτὸς ἀνὴρ λέγει τὴν κατωνομασμένην ὑγρότητα μεταβάλλειν διʼ ὑπερβολὴν θερμότητος καὶ

διʼ ὑπερβολὴν ψυχρότητος καὶ οὕτως νόσους

ἐπιφέρειν. μεταβάλλειν δέ φησιν αὐτὴν

ἢ ἐπὶ τὸ πλεῖον ὑγρὸν ἢ ἐπὶ τὸ ξηρότερον ἢ ἐπὶ τὸ παχυμερέστερον

ἢ ἐπὶ τὸ λεπτομερέστερον ἢ εἰς ἕτερα. καὶ τὸ αἴτιον οὕτως νοσολογεῖ,

τὰς δὲ νόσους τὰς γινομένας

οὐχ ὑπαγορεύει. Θρασύμαχος δὲ ὁ Σαρδιανὸς αἰτίαν ἀπολείπει τῶν νόσων

τὸ αἷμα· κατὰ δὲ τὴν τούτου μεταβολὴν

ἀποτελεῖσθαι τὰς νόσους. μεταβάλλειν δὲ ἢ διʼ ὑπερβολὴν

καταψύξεως ἢ διʼ ὑπερβολὴν θερμότητος. τὴν δὲ μεταβολὴν τοῦ αἵματος γίνεσθαι

ἢ εἰς φλέγμα ἢ χολὴν ἢ σεσηπός. καὶ

τὸ μὲν αἷμα ἁπλοῦν, τὴν δὲ χολὴν καὶ

τὸ φλέγμα καὶ τὸ σεσηπὸς ποικίλα

ὄντα ποικίλας καὶ διαφόρους ἐπιφέρειν

νόσους. πάντα δὲ ὁμοίως φησὶν Δέξιππος ὁ Κῶιος, ὃς οἴεται συνίστασθαι τὰς νόσους

ἀπὸ τῶν τῆς τροφῆς περιττωμάτων,

τοῦτʼ — ἔστιν — ἀπό τε χολῆς καὶ φλέγματος δυνάμεων γινομένων περὶ μέρος καὶ περὶ ὅλον,

κεινουμένων τούτων μὴ ἐξ ἑαυτῶν, ἀλλὰ

παρὰ τὰς πολλὰς καὶ ἀκαίρους τῆς τροφῆς δόσεις.

νοσοποιεῖν δὲ ταῦτα καὶ παρὰ τὸ πλῆθος καὶ παρὰ τὸν τόπον καὶ εἶδος, μεταβάλλειν δὲ οἴεται καὶ διʼ ὑπερβολὴν

πάντων· καὶ γὰρ θερμότητος καὶ ψύξεως

ἢ τοιούτων παραπλησίων· καὶ περὶ μὲν

τούτου φαίνεται παραπλησίως τοῖς

πρότερον αἰτιολογῶν. περιττότερος δὲ αὐτῶν φαίνεται κατὰ τοῦτο·

λέγει γὰρ τηκομένης τῆς χολῆς καὶ

τοῦ φλέγματος καὶ ὑγροτέρων γινομένων

ἀποτελεῖσθαι ἰχῶρας καὶ ἱδρῶτας·

σηπομένων δὲ αὐτῶν καὶ παχυνομένων

ἐπιφέρειν ἦχον, μύξας, λήμας· ἀναξηράνσει δὲ στερεῶν ἀποτελεσθέντων

πιμελὴν καὶ σάρκας γίνεσθαι ἐξ αὐτῶν

λέγει … καὶ αἷμα

π … λεγόμενα χολὴν … φλέγματος ἐπιμειχθέντος

τῶι αἵματι … μα … τὸ φλέγμα

… νθέντος δὲ αὐτοῦ λευκὸν

φλέγμα γίνεται, μελανθέντος δὲ καὶ μεταβληθέντος μέλαινα χολή. καὶ ἡ μὲν

τοῦ Κώιου δόξα τοιαύτη. Φασίλας δὲ ὁ Τενέδιος λέγει συνίστασθαι

τὰς νόσους ἢ παρὰ τὴν ἀποφορὰν

τῶν ἐν ἡμῖν ὑγροτήτων καὶ προστιθεμένων ἀνοικείοις τόποις ἢ ἀπὸ τῶν

ἀποχωρημάτων αὐτῶν· εἶναι γάρ φησιν ἐν ἡμῖν

κατὰ φύσιν ὑγρότητας καὶ τὰς μὲν

ὑγρότητας οὐ κατονομάζει

τ …

ο …

αἷμα …

κατὰ τὰ …

ἀποχωρημα …

τόπ …

η …

ται ἢ ὅταν …

ἅπασαι. …

φησὶ συνίστασθαι τὰς νόσους ἐκ τοῦ

φλέγματος …

λαμβάνει …

ἐξ ἑαυτῶν· εἰ δὲ ἐπὶ …

αὕτη γὰρ ἐπιμείνασα … ται διατιθεισῶν τὸ ὅλον σῶμα

λέγει ηγετοι … τόποις …

προειρημένα μὴ καθʼ ἑαυτά, μετὰ δὲ

καὶ τῆς τοῦ σώματος διαθέσεως· ὡς … ε

ἐὰν γὰρ ἔχηι ὑπὸ νόσου τὸ ζῶιον ηε … λ … ν

εὐκρότως μὲν γὰρ αὐτοῦ διακειμένου

ὑγίεια γίνεται, δυσκρότως δὲ νόσος. Αἰγίμιος δὲ ὁ Ἠλεῖος οἴεται γίνεσθαι τὰς νόσους

ἢ διὰ πλῆθος τῶν περισσωμάτων ἢ διὰ τροφήν.

γινόμενον δὲ τὸ πλῆθος … νοσοποιεῖν

μὴ ἅπαξ, ἀλλὰ καὶ πλεονάκις. συνίστασθαι

δέ φησιν τὸ πλῆθος τῶν περισσωμάτων τρόπωι

τοιούτωι· σύντηξις γίνεται ἀπὸ τῶν σωμάτων, ἥτις ἀποκρίνεται τῇ μὲν κατὰ τὸ λόγῳ

θεωρητόν, τῆι δὲ καὶ κατὰ τὸ αἰσθητόν, —

διὰ δὲ κοιλίας, οὔρων, ὤτων, μυκτήρων,

στόματος—, τῶν ἄλλων ἀποκρίσεων γινομένων

κατὰ λόγον. εἰ μὴ γὰρ αὖ σύντηξις ἐγίνετο

ἀπὸ τῶν σωμάτων, εἰς ἄπειρον ἂν μετʼ ὀλίγον

εὔξετο τὰ ἡμέτερα σώματα· καὶ δεόν-

τως· προσθέσεως γὰρ γινομένης,

μηκέτι δὲ ἀποφορᾶς, εὔλογον ἦν αὔξησιν

γίνεσθαι ἐπὶ πλεῖον. ἐπεὶ δὲ οὐ μόνον πρόσθεσις

γίνεται τοῖς σώμασιν, ἀλλὰ πρὸς λόγον τῆς προσθέσεως καὶ ἀποφορὰ διὰ τῶν κατωνομασμένων ἀποκρίσεων, ταύτῃ ἐπʼ ἐλάχιστον

ἡ αὔξησις τῶν σωμάτων. φησὶν δὲ τρέφεσθαι

τὰ σώματα ὑπὸ τῆς νεαρᾶς καὶ ἀπέπτου τροφῆς, γενηθείσης δὲ τῆς πέ-

ψεως καὶ ἀναδόσεως κενοῦσθαι τὰ ἀγγεῖα καὶ τὰς διεξόδους. τὸ δὲ

πλῆθος συνίστασθαι εἰσφερομένης

ἑτέρας τροφῆς, πρὶν τὴν πρώτην

πέψεως τυχεῖν. ὅταν γὰρ πρότερον

… τὴν τροφὴν π …

…

καὶ ὅσοι μὲν οὖν τὰς νόσους γίνεσθαι λέγουσιν

διὰ τὸ πλῆθος, μάλιστα ἀπὸ τῶν

περισσωμάτων αἰτιολογοῦντες,

σχεδὸν εἴρηνται. ἴδωμεν δὲ καὶ

τοὺς ἀπὸ τῶν περισσωμάτων καὶ

διακρίσεων αἰτιολογοῦντας τὰς

νόσους καὶ τοὺς ἀπὸ τῆς τῶν στοιχείων

συστάσεως οἰομένους συνεστάναι τὰ

ἡμέτερα σώματα. καὶ πρῶτον ἀπὸ

Πλάτωνος. οὗτος γάρ φησιν τὰ ἡμέτερα σώματα συνίστασθαι ἐκ τῶν

τεσσάρων στοιχείων, ὅτι καὶ τὰ ἐν κόσμωι γίνεται ἀνὰ λόγον. διαφέρειν δὲ ταῦτα·

σύνφθαρσιν, μῖξιν, διάκρασιν. καὶ σύνφθαρσιν μὲν καὶ σύνχυσιν, ὅταν σώματα

διὰ ἑαυτῶν ὅλων ἥκοντα μίαν ὑπεράνω

ἀποτελέσῃ ποιότητα, ὡς ἐπὶ τῆς τετραφαρμάκου. μῖξις δέ — ἐστιν —, ὅταν σώματά τινα ἑαυτοῖς κατὰ παράθεσιν παρακέηται

καὶ μὴ διʼ ἑαυτῶν ἥκῃ, ὡς σωρὸς πυροῦ,

κριθῆς. διάκρασις δέ — ἐστιν —, ὅταν σώματά

τινα ἐπὶ ἓν συνελθόντα ἀλλήλοις

παρακέηται, ὡς ἐπὶ τοῦ οἰνομέλιτος

βλέπομεν. ἀπὸ τοιγάρτοι τῆς τούτων διαφορᾶς

φησιν ὁ Πλάτων τὰ ἡμέτερα σώματα

ἐκ τῶν τεσσάρων στοιχείων συνεστάναι

κατὰ σύνφθαρσιν. ταύτῃ δὲ μὴ φαίνεσθαι καθʼ ἓν

ἐν ἡμῖν πῦρ ἢ ἀέρα ἢ γῆν ἢ ὑγρὸν τῶι

κατὰ σύνφθαρσιν αὐτῶν τὰ ζῶια ἀπο-

τελεῖσθαι … ἀλλὰ γὰρ λέγει ἁνὴρ καί

τινα τῶν ἐν ἡμῖν μερῶν διαφόρου τετευχέναι κράσεως ἐκ τῶν στοιχείων.

οὐ γὰρ ὡσαύτως κέκραται κεφαλὴ

ἢ χείρ, ἀλλὰ ἄλλως μὲν κεφαλή, ἄλλως

δὲ θώραξ, ἐπεὶ κοινῶς ἕκαστον τῶν

ἡμετέρων σωμάτων διαφόρου κράσεως

τετύχηκεν, ὅθεν καὶ αὐτὰ διάφορα ἑαυτῶν. ἔτι γε μήν φησιν ὡς ὁ μυελὸς συνέστηκεν ἐκ τῶν τεσσάρων στοιχείων καὶ κύριος εὐθύς — ἐστι — τῶν ἐν ἡμῖν

ἁπάντων, χρώμενος πιθανότητι λόγων

τοιαύτῃ· ἀνῆφθαι γὰρ ἐκ τοῦ μυελοῦ

τὴν ψυχὴν τὴν τὸ ὅλον σῶμα διοικοῦσαν

κυριώτατ … καὶ μὴν τ …

καὶ …

ὑστ …

καὶ ἀνι …

χοις … να …

καὶ ἅμα …

δ … ν τοῖς …

… το …

…

ἀεὶ τὰ βόεια …

λέγει δευτερ …

χει … αι …

στοιχείων ἐχ …

συνεστηκ …

κοιλιῶν κα …

ἐκκειμένων. διαιρῶν δὲ τὸν μυελὸν εἰς

μέρη τινὰ κατὰ ἕκαστον μέρος διάφορον σχῆμα ἀποδίδωσιν· τὸ γὰρ ἐνκεφάλου σχῆμα λεγόμενόν φησιν — εἶναι — καὶ περιφερὲς καὶ κεκυκλωμένον, τοῦ δὲ λοιποῦ μυελοῦ ὁ νωτιαῖος περιέχουσι

ὀστέοις καταλείπεται στέγειν. αὐτῆς τε

της τε τῆς ψυχῆς γ μέρη — εἶναι — λέγων

τὸ μὲν λογιστικὸν ὡς ὀχυρωτάτωι τῶι ἐνκε-

φάλωι ἀπολείπει, τὸ μέντοι ἄλογον μέρος

αὐτῆς ἐν τῶι … νωτιαίωι μυελῶι. συν-

εστάναι δέ φησιν τὰ ὀστέα μίξει γῆς τε καθαρᾶς

καὶ μυελοῦ, ἐναλλαγῆναι δὲ τοῦ πυρός

τε αὐτὰ ἐνπήξει καὶ τετηκότος. τὴν δὲ σάρκα συνεστάναι ἔκ τε γῆς καὶ ὕδατος

καὶ πυρὸς καὶ ζύμης τινὸς ἐχούσης ὑγρότητα ἁλμυράν τε καὶ δριμεῖαν. παρεσπάρθαι δʼ ἐν τῆι σαρκὶ καὶ ὑγροτέραν τινὰ

θερμότητα πεποιημένην. τὸ ὑγρὸν

δὲ ἐν ταῖς ὑπερβαλλούσαις ἐν καύσεσι

τηκόμενον ψύχειν τὴν θερμασίαν, ἐν

ταῖς δὲ ὑπερβαλλούσαις ψύξεσιν ἐναντιοῦσθαι καὶ θερμὸν παρέχεσθαι τὸ

σῶμα. τὰς δὲ πλείστας σάρκας — εἶναι —

περὶ τὰ ἀψυχότερα τῶν ὀστῶν· περὶ μηροὺς

γὰρ καὶ κνήμας καὶ γλουτοὺς πολλὰς

σάρκας ὑπάρχειν, ἐπειδήπερ αὐτῶν τὰ

ὀστέα ἀψυχότερά — ἐστιν —, περὶ δὲ τήν κεφαλὴν ὀλίγας, περὶ δὲ γλῶσσαν ποιεῖται αὐτῆς ὀστέα τἀψυχότερα μεστά. ἀμέλει ἀργεῖν φησιν τὰ παχέα· λέγεσθαι γάρ· «παχεῖα γαστὴρ

λεπτὸν οὐ τίκτει νόον.» τά τε ὀστέα φησὶν

πεπηγέναι ἀποστηρίγματος χάριν.

ἄρθρα δὲ αὐτοῖς πεποιῆσθαι πρὸς τὰς συστολὰς καὶ κάμψεις. νεῦρα δὲ τούτοις

ἔξωθεν … τὴν σκληρότητα τῶν ὀστῶν

διὰ τὰς κατὰ προαίρεσιν κεινήσεις. σάρκας

δὲ διὰ προβολὴν ψύχους τε καὶ θάλπους. τά τε νεῦρα συνεστάναι ἐξ

σαρκὸς ἀζύμου καὶ ὀστέων κατά τινα

ἰδίαν κρᾶσιν. ὧδε καὶ φλέβας· παρασκευάζει δύο, τὴν μὲν εἰς δεξιὰ τὴν

δὲ εἰς εὐώνυμα, ὧν τῆς μὲν δεξιᾶς

τὰς ἀποσχίδας καταπλέκειν τὰ εὐώνυμα μέρη, τῆς δὲ εὐωνύμου τὰ δεξιά.

κοιλίας τε δύο ὑπάρχειν, ὧν τὴν μὲν ἄνω,

τὴν δὲ κάτω· καὶ τὴν κάτω ὑποκεῖσθαι

πρὸς ὑποδοχὴν τῶν περιττωμάτων.

περὶ ταύτηι δὲ γενέσθαι μακρόν τε

καὶ εἱλιγμένον ἔντερον, ἵνα μὴ ἡ λαμβανομένη

τροφὴ ῥαιδίως καταφέρηται, ἀλλὰ ὑπομένῃ

ποσοὺς χρόνους. ὡς γὰρ τῶν κατʼ εὐθυωρίαν κειμένων ποταμῶν τὰ ῥεύματά — ἐστιν —

οὐκ ἀνάσχετα, τῶν δὲ σκολιῶν ἠπιώτερα διὰ τὸ ἐνκόπτεσθαι, οὕτως εἰ μὲν βραχὺ ἐγένετο τὸ ἔντερον τὸ πρὸς τὴν κάτω

κοιλίαν καὶ εὐθύ, κἂν ἐφέρετο ῥᾳδίως

ἡ τροφή. ἐπεὶ δὲ σκολιόν τέ — ἐστιν — καὶ πολύμηκες, ταύτηι ἐπιμένει πολλοὺς χρόνους.

καὶ περὶ μὲν τοῦ σώματος τοσαῦτα.

λέγει δὲ καὶ περὶ τῆς ψυχῆς, ὡς τριμερής — ἐστιν —, καὶ τὸ μέν τι αὐτῆς — ἐστιν — λογικόν,

τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικόν. καὶ τὸ μὲν λογικὸν ἀπολείπει περὶ

τοὺς κατὰ τὴν κεφαλὴν τόπους· εὐφυὴς γὰρ

αὕτη γίνεται πρὸς παραδοχὴν τοῦ ἡγεμονικοῦ·

τὸ δὲ θυμικὸν ἔταξεν περὶ τὴν καρδίαν,

οὐ πόρρω μὲν τεταγμένον τοῦ λογικοῦ,

ὑποτεταγμένον δὲ τῶι λογικῶι,

ἵνα δὴ καὶ ὑπήκοον αὐτῶι γίνηται. τὸ μέντοι

γ τὸ ἐπιθυμητικὸν ἔταξεν μεταξὺ διαφράγματος καὶ ὀμφαλοῦ. ἐπέστησεν

δὲ τὸ ἧπαρ τῆι ἐπιθυμίαι κάτοχον, ἵνα

τὰς ἐπιθυμίας ταπεινοῖ τοῖς εἰδώλοις,

τόν τε πνεύμονα πρὸς τῆι καρδίαι, ἧς ὀξεῖα

ἡ φύσις, μαλακὸν τάσσει σπόγγον, ἵνα

ἡ καρδία, φησίν, πυκινοκείνητος οὖσα ἁλ-

λομένη μὴ ῥηγνύηται. τὸν δὲ σπλῆνα

λέγει ἐγμαγεῖον εἶναι ἕτοιμον ἀεὶ παρακείμενον,

ἐπειδήπερ νοσοῦντι μὲν τῶι ἥπατι καὶ

αὐτὸς συννοσεῖ καὶ συναύξεται, τῶι δὲ

ὑγιαίνοντι συνυγιαίνει, ἀεὶ ἄγων αὐτὸ

εἰς τὸ κατὰ φύσιν. καὶ περὶ τῆς ψυχῆς

δὲ ταῦτα. λέγει δὲ γίνεσθαι τὰς νόσους τριχῶς, ἢ παρὰ τὰ στοιχεῖα ἢ παρὰ τὴν

γένεσιν τῶν σωμάτων ἢ παρὰ τὰ τούτων

περισσώματα. καὶ παρὰ μὲν τὰ στοιχεῖα

γίνονται νόσοι, ὅταν ἢ πλείονα γένη τὸ

εἶδος μεταβάλῃ ἢ ἐν ἀνοικείωι καθί-

σῃ· καὶ γὰρ πλείονα γενόμενα ταῦτα

τὰ στοιχεῖα νόσους κατασκευάζει διὰ

τὸ πλῆθος· καὶ μὴν καὶ ἐγβάντα τοῦ

οἰκείου εἴδους πάλι ἐνποιεῖται ἑτέροις.

ἀλλὰ γὰρ ὡς ὁμοίως καὶ ἐν ἀνοικείοις τό-

ποις ταχθέντα νόσους ἐπιφέρει πολλὰς

τοῦτο τὸ δὴ ἐν ἀνοικείῳ τόπωι γινόμενον εἶδος. καὶ παρὰ μὲν τὴν τῶν στοιχείων διάθεσιν

οὕτως συνίστανται αἱ νόσοι. παρὰ δὲ αὖ

τὴν γένεσιν τῶν σωμάτων γίνονται νόσοι τινὲς τοιούτων,

οἷον ἡ σὰρξ λαμβάνει τὴν γένεσιν

ἐξ αἵματος πεπηγότος καὶ συνεστα-

μένου, τὰ δὲ νεῦρα ἀποτελεῖται ἐκ τῶν

ἰνῶν τοῦ αἵματος. ταύτῃ δὲ ἀναιρε-

θεισῶν τῶν τοῦ αἵματος ἰνῶν ἄπηκτον

διαμένει λοιπὸν τὸ αἷμα, ὃ γίνεται ἐν ἐκείνηι,

ὅτι ἡ μὲν σὰρξ ἐξ αἵματος λαμβάνει

τὴν γένεσιν, τὰ δὲ νεῦρα ἐκ τῶν τοῦ

αἵματος ἰνῶν. «ταύτηι δὴ συνέχεται,

φησίν, καὶ τρέφεται τὰ σώματα ταῦτα

πρὸς τῆς πειμελῆς, τηκομένης

αὐτῆς καὶ διὰ τῶν ἀραιοτήτων τῶν ὀστέων

ἐπιχορηγουμένης καὶ τρεφούσης

τὰ ὀστέα. ὅταν μὲν οὖν οὕτως γίνηται ἡ τῶν σω-

μάτων γένεσις, κατὰ φύσιν ἔχει τὸ ζῶιον·

ὅταν δὲ μὴ οὕτως γίνηται, ἀλλʼ ἐνηλλαγμένως

ἡ γένεσις, νόσους ἐπιφέρει.» καὶ περὶ τὴν

γένεσιν δὲ τῶν σωμάτων οὕτως. παρὰ δὲ

τὰ περιττώματα συνίστανται τριχῶς

αἱ νόσοι, ἢ παρὰ τὰς φύσας τὰς ἐκ τῶν περιττωμάτων ἢ παρὰ χολὴν ἢ φλέγμα· διὰ

γὰρ ταῦτα τὰ τρία καὶ κοινῇ καὶ ἰδίᾳ γίνονται

νόσοι. καὶ γὰρ ἓν μόνον αὐτῶν νόσους ἐπιφέρει

καὶ δύο συνάμφω συνελθόντα πάλι νόσους κατασκευάζει. ὡς ὁμοίως δὲ καὶ διὰ

τὰ τρία συγκατοισθέντα αἱ νόσοι ἀποτελοῦνται. καὶ ἡ μὲν τοῦ Πλάτωνος

δόξα περὶ νόσων ἐν τούτοις. Φιλόλαος δὲ ὁ Κροτωνιάτης συνεστάναι φησὶν τὰ ἡμέτερα σώματα ἐκ θερμοῦ. ἀμέτοχα γὰρ αὐτὰ — εἶναι —

ψυχροῦ, ὑπομιμνήσκων ἀπό τινων τοιούτων·

τὸ σπέρμα εἶναι θερμόν, κατασκευαστικὸν δὲ

τοῦτο τοῦ ζώιου· καὶ ὁ τόπος δέ, εἰς ὃν

ἡ καταβολή—μήτρα δὲ αὕτη—ἐστὶν — θερμοτέρα

καὶ ἐοικυιᾶ ἐκείνωι· τὸ δὲ ἐοικός τινι τἀτὸ δύναται, ὧι ἔοικεν· ἐπεὶ δὲ τὸ κατασκευάζον ἀμέτοχόν — ἐστιν — ψυχροῦ καὶ ὁ τόπος

δέ, ἐν ὧι ἡ καταβολή, ἀμέτοχός — ἐστιν — ψυχροῦ,

δῆλον ὅτι καὶ τὸ κατασκευαζόμενον ζῶιον

τοιοῦτον γίνεται. εἰς δὲ τούτου τὴν

κατασκευὴν ὑπομνήσει προσχρῆται τοιαύτῃ· μετὰ γὰρ τὴν ἔκτεξιν εὐθέως

τὸ ζῶιον ἐπισπᾶται τὸ ἐκτὸς πνεῦμα

ψυχρὸν ὄν· εἶτα πάλιν καθαπερεὶ χρέος

ἐκπέμπει αὐτό. διὰ τοῦτο δὴ καὶ ὄρεξις

τοῦ ἐκτὸς πνεύματος, ἵνα τῆι

ἐπεισάκτωι τοῦ πνεύματος ὁλκῇ θερμότερα ὑπάρχοντα τὰ ἡμέτερα σώματα πρὸς αὐτοῦ

καταψύχηται. καὶ τὴν μὲν σύστασιν

τῶν ἡμετέρων σωμάτων ἐν τούτοις φησίν. λέγει δὲ γίνεσθαι τὰς νόσους διά τε χολὴν

καὶ αἷμα καὶ φλέγμα, ἀρχὴν δὲ γίνεσθαι

τῶν νόσων ταῦτα· ἀποτελεῖσθαι

δέ φησιν τὸ μὲν αἷμα παχὺ μὲν ἔσω παραθλιβομένης τῆς σαρκός, λεπτὸν

δὲ γίνεσθαι διαιρουμένων τῶν ἐν τῆι σαρκὶ ἀγγείων·

τὸ δὲ φλέγμα συνίστασθαι ἀπὸ τῶν ὄμβρων φησίν. λέγει δὲ τὴν χολὴν ἰχῶρα

εἶναι τῆς σαρκός. παράδοξόν τε αὑτὸς

ἀνὴρ ἐπὶ τούτου κεινεῖ· λέγει γὰρ μηδὲ τετάχθαι ἐπὶ τῶι ἥπατι χολήν, ἰχῶρα μέντοι τῆς σαρκὸς — εἶναι — τὴν χολήν. τό τʼ αὖ

φλέγμα τῶν πλείστων ψυχρὸν — εἶναι — λεγόντων αὐτὸς θερμὸν τῆι φύσει ὑποτίθεται· ἀπὸ γὰρ τοῦ φλέγειν φλέγμα εἰρῆσθαι·

ταύτηι δὲ καὶ τὰ φλεγμαίνοντα

μετοχῇ τοῦ φλέγματος φλεγμαίνει. καὶ ταῦτα μὲν δὴ ἀρχὰς τῶν νόσων

ὑποτίθεται, συνεργὰ δὲ ὑπερβολάς

τε θερμασίας, τροφῆς, καταψύξεως καὶ

ἐνδείας τούτων ἢ τῶν τούτοις παραπλησίων. ὁ δὲ Πόλυβος ἐξ ἑνὸς μὲν στοιχείου οὐ λέγει

τὰ ἡμέτερα σώματα συνεστάναι, τὴν δὲ

αὐτὴν φύσιν ὁμοίως πᾶσιν εἶναι, ἥπερ ἐκ

ψυχροῦ τε καὶ θερμοῦ, οὐ χωρὶς ὄντων τούτων,

ἀλλὰ κεκραμένων αὐτῶν, συνέστηκεν· μετα-

βαλὸν δὲ θάτερον θατέρῳ νόσον ἀπο-

τελεῖν. δευτέραν δὲ ἀποτελεῖσθαι

τῶν σωμάτων μεταβολὴν ἀπὸ αἵματός τε

καὶ φλέγματος καὶ χολῆς ξανθῆς τε

καὶ μελαίνης. ἀπὸ δυνάμεως γὰρ πάντων

τούτων ἢ ἑνὸς αὐτῶν γίνεσθαι ταύτην τὴν

μεταβολήν, ἣ κατὰ τὸν αὐτὸν τόπον γινομένης τῆς

συμμίξεως κατὰ φύσιν γίνεται· ἐὰν δʼ ἐν τῶι

σώματι χωρισθῇ τι ἀπὸ τῶν ἄλλων,

νόσους γίνεσθαι. νοσεῖν δὲ καὶ ἀφʼ ὧνπερ ἐχω-

ρίσθη τόπων καὶ εἰς οὕσπερ ἐχώ-

ρησεν. Μενεκράτης δὲ ὁ Ζεὺς ἐπικληθεὶς ἐν Ἰατρικῆι δεῖξίν τινα τῶν

σωμάτων ἐκτιθέμενος καὶ μέλλων αἰτιολογεῖν

τὰ πάθη, πρότερον περὶ τῶν ποιοτήτων

πολυπραγμονῶν τῶν σωμάτων, συνεστάναι

λέγει τὰ σώματα ἐκ τῶν τεσσάρων

στοιχείων, β μὲν θερμῶν, β δὲ ψυχρῶν· καὶ

θερμῶν μὲν αἵματος καὶ χολῆς, ψυχρῶν

δὲ πνεύματος καὶ φλέγματος. καὶ

τούτων μὲν δὴ μὴ στασιαζόντων, ἀλλʼ εὐκρό-

τως διακειμένων ὑγιαίνειν τὸ σῶμα,

δυσκρότως δὲ ἐχόντων νοσεῖν. τότε

γὰρ ἐκθεῖν ἐκ τῶν ἡμετέρων σωμάτων φλέ-

γματα, δοθίονας καὶ τὰ τούτοις ὅμοια.

καὶ κατάρρους δὲ ἐκ τῆς ὑπερβολῆς τοῦ

φλέγματος διαφόρους γίνεσθαι. …

ούμενον γάρ, φησίν, ἐν τῶι σώματι … εἰ-

σιόντι δὲ φλέγματι τὸ κ … ε … ι … θ … α …

νομενεισ … αιπο … την κ …

ἐμμεῖναν δὲ τοῦτο πυρρὰν χολὴν

ἀπογεννᾶι. ἐμμείνασα δὲ αὕτη

καὶ παλαιωθεῖσα μέλαιναν ἀπογεννᾶι

χολήν. ἢν δὲ καὶ παλαιωθεῖσαν

καὶ ὑπέρχολον γενομένην δέχηταί τι,

ὅπου ἂν τύχῃ, μέρος καὶ κυῇ, οὐδέν φησιν

ἀγαθὸν ἐργάζεσθαι· οἰσθεῖσα μὲν γὰρ

ἐπὶ ἰσχία ἰσχιαδικὴν ἐμποιεῖ,

ἐπὶ δὲ τὸν πνεύμονα περιπνευμονίαν,

ἐπὶ δὲ τὰς πλευρὰς πλευρεῖτιν,

ἐπὶ δὲ τὰ σπλάγχνα οἰσθεῖσα

καῦσον ἀπεργάζεται· τοιαῦτα δὲ πολλὰ

καὶ διάφορα γίνεται πάθη. ὁ δὲ Αἰγινήτης

Πέτρων συνεστάναι φησὶν τὰ ἡμέτερα

σώματα ἐκ δισσῶν στοιχείων, ψυχροῦ

τε καὶ θερμοῦ, ἐφʼ ἑτέρωι δὲ τούτων

ἀπολείπει τι ἀντίστοιχον, τῶι μὲν

θερμῶι τὸ ξηρόν, τῶι δὲ ψυχρῶι τὸ ὑγρόν.

καὶ ἐγ μὲν δὴ τούτων συνεστάναι τὰ σώματα.

φησὶν δὲ γίνεσθαι τὰς νόσους ἁπλῶς

μὲν διὰ τὰς περιττώσεις τῆς τροφῆς·

ὅταν, ἃ σύμμετρα, ἡ κοιλία μὴ λα-

βοῦσα, πλείω δέ, μὴ κατεργάσηται

αὐτά, συμβαίνει νόσους γίνεσθαι. ἢ ἀπὸ τῶν

στοιχείων τῶν προειρημένων, ὅταν ἀνώμαλα ἦι, νόσους ἀπεργάζεται. περὶ

δὲ τῆς διαφορᾶς τῆς κατὰ τὰς νόσους οὐδὲν διακριβοῖ. περὶ δὲ τῆς

χολῆς ἰδιώτερον παθολογεῖ. φησὶν γὰρ αὐτὴν ὑπὸ τῶν νόσων κατασκευάζεσθαι.

οἱ μὲν γὰρ ἄλλοι ἀπὸ τῆς χολῆς λέγουσι

γίνεσθαι τὰς νόσους, οὗτος δὲ ἀπὸ τῶν

νόσων τὴν χολήν. καὶ σχεδὸν οὗτος ὡς

ὁ Φιλόλαος οἴεται μὴ — εἶναι — ἐν ἡμῖν χολὴν ἢ

ἀχρείαν. καὶ κατὰ μὲν ταῦτα συνηγόρευσεν τῶι Φιλολάωι, κατὰ δὲ τἆλλα αυτονει. Φιλιστίων δʼ οἴεται ἐκ δ ἰδεῶν συνεστάναι ἡμᾶς, τοῦτʼ — ἔστιν — ἐκ δ στοιχείων· πυρός,

ἀέρος, ὕδατος, γῆς. — εἶναι — δὲ καὶ ἑκάστου δυνάμεις,

τοῦ μὲν πυρὸς τὸ θερμόν, τοῦ δὲ ἀέρος

τὸ ψυχρόν, τοῦ δὲ ὕδατος τὸ ὑγρόν,

τῆς δὲ γῆς τὸ ξηρόν. τὰς δὲ νόσους γίνεσθαι

πολυτρόπως κατʼ αὐτόν, ὡς δὲ τύπωι

καὶ γενικώτερον εἰπεῖν τριχῶς· ἢ γὰρ παρὰ

τὰ στοιχεῖα ἢ παρὰ τὴν τῶν σωμάτων διάθεσιν ἢ παρὰ τὰ ἐκτός. παρὰ μὲν οὖν τὰ

στοιχεῖα, ἐπειδὰν πλεονάσῃ τὸ θερμὸν

καὶ τὸ ὑγρόν, ἢ ἐπειδὰν μεῖον γένηται

καὶ ἀμαυρὸν τὸ θερμόν. παρὰ δὲ τὰ

ἐκτὸς γ· ἢ γὰρ ὑπὸ τραυμάτων καὶ ἑλκῶν

ἢ ὑπὸ ὑπερβολῆς θάλπους, ψύχους, τῶν ὁμοίων,

ἢ ὑπὸ μεταβολῆς θερμοῦ εἰς ψυχρὸν

ἢ ψυχροῦ εἰς θερμὸν ἢ τροφῆς εἰς τὸ

ἀνοίκειον καὶ διεφθορός. παρὰ δὲ τὴν

τῶν σωμάτων διάθεσιν οὕτως· «ὅταν γάρ, φησίν, εὐπνοῇ ὅλον τὸ σῶμα καὶ διεξίῃ ἀκωλύτως τὸ πνεῦμα, ὑγίεια γίνεται· οὐ γὰρ μόνον κατὰ

τὸ στόμα καὶ τοὺς μυκτῆρας ἡ ἀναπνοὴ γίνεται, ἀλλὰ καὶ καθʼ ὅλον τὸ σῶμα. ὅταν

δὲ μὴ εὐπνοῇ τὸ σῶμα, νόσοι γίνονται, καὶ

διαφόρως· καθʼ ὅλον μὲν γὰρ τὸ σῶμα

τῆς ἀναπνοῆς ἐπεχομένης, νόσος

… αθ …

… σα … τὰς γινομένας

… λλ … κεινεῖσθαι

… μὴ … εν τὰ ἠρεμοῦντα … τοντα

… ντ … η ἐν τοῖς

… ας … ειλοντα

… εν ς … ως νόσοι γίνονται

… εν ταῦτα … ἡμῖν δὲ

… δηκαιαν … ἀνθρώπου α καὶ

… οι … ασεως ταυτη … δια … ηναπ … παθῶν αἰτιολογίας συνέστηκεν δὲ ὁ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος. ὡς δʼ εἰς τοῦτο ὑποτυπώσεως οὐ χρεία ἐστίν, περὶ μὲν ψυχῆς

ἄλλοις ἀναβάλλομαι· ἡμῖν δὲ τοῦ σώματος μελητέον, ἐπεὶ μάλιστα περὶ τοῦτο

σπουδάζει ἡ ἰατρική. τοῦ σώματος μὲν οὖν τὰ μέν — ἐστιν — ἁπλᾶ μέρη, τὰ δὲ σύνθετα.

ἁπλᾶ δὲ καὶ σύνθετα λαμβάνομεν πρὸς αἴσθησιν, καθὼς καὶ Ἡρόφιλος ἐπισημειοῦται λέγων οὕτως· «λεγέσθω δὲ τὰ φαινόμενα

πρῶτα, καὶ εἰ μὴ — ἔστιν — πρῶτα.» ὁ μὲν γὰρ Ἐρασίστρατος καὶ πόρρω τοῦ ἰατρικοῦ κανόνος προῆλθε· ὑπέλαβεν γὰρ τὰ πρῶτα

σώματα λόγωι θεωρητὰ — εἶναι —, ὥστε τὴν

αἰσθητὴν φλέβα συνεστάναι ἐγ λόγωι

θεωρητῶν σωμάτων, φλεβός, ἀρτηρίας, νεύρου.

ἀλλὰ τοῦτον παραιτητέον. ἡμῖν δὲ

λεκτέον, ὡς τῶν σωμάτων τὰ μὲν — εἶναι — ἁπλᾶ

τὰ δὲ σύνθετα, πρὸς αἴσθησιν τούτων λαμβανομένων. ἁπλᾶ μὲν οὖν — ἐστιν — τὰ ὁμοιομερῆ τὰ κατὰ τὰς τομὰς διαιρούμενα

εἰς ὅμοια μέρη ὡς ἐγκέφαλός τε καὶ νεῦρον καὶ ἀρτηρία καὶ φλὲψ καὶ τὰ ὑγρά.

ἕκαστον γὰρ τούτων καὶ ὁμοιομερές — ἐστιν —

καὶ τεμνόμενον εἰς ὅμοια χωρίζεται

μέρη. σύνθετα δʼ — ἐστὶν — τὰ ἀνομοιομερῆ ἢ τὰ κατὰ τὰς τομὰς εἰς ἀνόμοια χωριζόμενα μέρη ὡς χείρ, σκέλος, κεφαλή,

ἧπαρ, πνεύμων, ἕκαστον τῶν τοιούτων·

καὶ γὰρ ἀνομοιομερῆ — ἐστιν — καὶ κατὰ τὰς τομὰς

εἰς ἀνόμοια χωρίζεται μέρη. τῶν δʼ ἁπλῶν τὰ μέν ἐστιν κεκερματισμένα, τὰ δὲ ἡνωμένα.

κεκερματισμένα μὲν οὖν — ἐστιν — αἷμα, χολή, φλέγμα καὶ ὅλως πάντα τὰ ἐν ἡμῖν ὑγρά,

ὁμοίως φῦσα, πνεῦμα, τὰ τούτοις ἐοικότα,

ἡνωμένα δὲ τὰ μὴ τοιαῦτα. τῶν δὲ

ἡνωμένων αὐτῶν τὰ μέν — ἐστιν — διατεταμένα, τὰ δὲ παχέα τε καὶ διεστηριχότα,

τὰ δὲ οὔτε διεστηριχότα οὔτε

διατεταμένα. διατεταμένα μὲν οὖν νεῦρον, ἀδήν, ἀρτηρία, φλέψ, τὰ τούτοις

ἐγγύς. διεστηριχότα δὲ ὀστέα, χόνδροι, τὰ ὅμοια. τὰ μεταξὺ δὲ τούτων ἐνκέφαλος, μυελός, τὰ ἐοικότα· καὶ ἡ μὲν τοῦ

ζώιου σύστασις ὡς ἐν κεφαλαίοις

τοιαύτη — ἐστίν. ἰδίαι δὲ περὶ τῆς οἰκονομίας αὐτῆς νῦν ἀναγκαῖον δοκεῖ

εἰπεῖν· οὕτως γὰρ ἂν εἴη σύμμετρον τῶι λόγῳ· ἀπὸ πάσης δὴ τοίνυν τῆς συστάσεως τῶν

σωμάτων συνεχεῖς μὲν ἀποφοραὶ γίνονται,

καὶ ἀπὸ τῆς ἐμψύχου μᾶλλον ἢ ἀπὸ τῆς

ἀψύχου διά τε τὴν θερμασίαν καὶ

διὰ τὴν κείνησιν, ὅτι κατὰ τὴν διαφορὰν

τῶν εἰρημένων ἀπὸ τῆς ἐν ἡμῖν θερμασίας

μᾶλλον ἀποφοραὶ τῶν σωμάτων γίνονται ἢ ἀπὸ

τῶν ἐκτός· τὰ γὰρ ἑψόμενα καὶ ἁπλῶς θερ-

μαινόμενα τῶν ὑδάτων μικρότερα γίνεται παρὰ

τὴν θερμασίαν. … τῶι ἄνω πνέουσαν αὐτὴν φύσει συναποφέρειν ἑαυτῆι

ἀτμοειδῶς πολλὴν ὑγρότητα καὶ ἅμα

λεπτυνόμενον ὑπʼ αὐτῆς τὸ ὑγρὸν

ἀτμοειδῶς ἀποφέρεσθαι. καὶ οὕτως μὲν

ἐπὶ τῶν ἐκτός. διὰ ταὐτὰ δὲ δοκεῖ γίνεσθαι ἡ

ἀποφορὰ πρὸς τῆς θερμασίας ἐπὶ τῶν

ἡμετέρων σωμάτων. ἠτμισμένα γὰρ …

δύναται ἀποφέρειν ταυτ … των. καὶ τὰ μὲν βαρέα

καὶ παχέα δυσκόλως διαφορεῖται, τὰ δὲ

κοῦφα καὶ ἐλαφρὰ εὐχερῶς, ὡς ἂν δὴ

τῆς κεινήσεως αἰτίας ὑπαρχούσης τῆς ἀποφορᾶς.

καὶ γὰρ τὸ μὲν κατεραμμένον ἔδαφος

οὐ πάνυ πολλὴν ἀποφορὰν ποιεῖται

διὰ τὸ βάρος, τὸ δὲ κατάξηρον πλείστην

διὰ τὴν κουφότητα, ἧι καὶ κονιορτὸς

ἀποφέρεται πολύς, ἅτε δὴ τῆς κεινήσεως

παραιτίας τούτων ὑπαρχούσης. διὰ τὴν κείνησιν

οὖν ὡς ὁμοίως ἀποφορὰ ἀπὸ τῶν σωμάτων

γίνεται συνεχής. τούτων δὴ οὕτως ἐχόντων

καὶ ἀποφορᾶς συνεχοῦς γινομένης

ἀπὸ τῶν ἡμετέρων σωμάτων, εἴπερ ἀντὶ τῶν ἀποφερομένων μὴ ἐγείνετο εἰς τὰ

σώματα πρόσθεσις, κἂν διεφθείρετο ῥαιδίως

τὰ σώματα. ὅθεν ἡ φύσις ἐμηχανήσατο

ὀρέξεις τε τοῖς ζώιοις καὶ ὅλην καὶ δυνάμεις, ὀρέξεις μὲν εἰς τὸ τὴν ὕλην αἱ-

ρεῖσθαι, ὕλην δὲ εἰς ἀναπλήρωσιν τῶν ἀποφερομένων, δυνάμεις μέντοι γε εἰς διοίκησιν τῆς ὕλης· καὶ γὰρ οὐδὲν ὄφελος ἦν

ὀρέξεως, εἰ μὴ ὕλη παρῆν. οὐδὲ μὴν

ὕλης ὄφελος ἦν, εἰ μὴ δυνάμεις παρῆσαν αἱ διοικονομοῦσαι. ἀλλὰ γὰρ ὕλην ὑπεβάλετο τροφήν τε καὶ πνεῦμα·

δύο γὰρ πρῶτα καὶ κυριώτατά — ἐστιν —, οἷς διοι-

κεῖται τὸ ζῶιον, ὥς φησιν ὁ Ἐρασίστρατος.

ἔνιοι δὲ ἐνκαλοῦσιν αὐτῶι καὶ λέ-

γουσιν ἐκεῖνο α· οὐ μόνον δύο εἶναι

…

… κυριώτατα· ὑπερβολὴν γὰρ οὐδετέρου ἡμῖν εἶναι ἀναγκαίαν. γ· οὐδὲ τούτοις πρώτοις διοικονομεῖται τὸ ζῶιον, ἀλλὰ αὐτά — ἐστιν —

διοικονομούμενα ὑπὸ τῶν δυνάμεων.

καὶ ταῦτα μὲν λέγουσι πρὸς τὸν Ἐρασίστρατον,

ἃ ὕστερον ἐν οἰκείωι τόπωι πρὸς ἡμῶν διαπορηθήσεται. ἐπεὶ δὲ ὕλην ὑποβέβληται τοιαύτην αἴτια τιθεὶς τροφήν τε καὶ πνεῦμα

ἁπάντων, περὶ τῆς ἑκατέρου διοικήσεως

λαλήσομεν, καὶ πρότερον περὶ τῆς τοῦ πνεύματος· ἕλκεται τοιγάρτοι τὸ πνεῦμα ἔξωθεν

ὑπὸ τοῦ στόματος καὶ τῶν μυκτήρων

καὶ διὰ τῆς τραχείας ἀρτηρίας φέρεται εἰς

πνεύμονα καὶ καρδίαν, ἔτι δὲ θώρακα·

διηθεῖται δὲ καὶ εἰς κοιλίαν ὀλίγον διὰ τοῦ

στομάχου καθʼ ἡμᾶς, οὐ μὴν δὲ κατὰ

τὸν Ἐρασίστρατον. ἀπὸ τούτων δὴ τῶν τόπων

φέρεται εἰς τὰς κατὰ μέρος ἀρτηρίας. φέρεται

δὲ καὶ εἰς τὰ κοιλώματα· ὡς ὁμοίως δὲ

καὶ εἰς τὰ καθʼ ὅλον τὸ σῶμα ἀραιώματα,

εἶτα διεκθεῖ διὰ τῶν ἐν τὴν σαρκὶ φυσικῶν ἀραιωμάτων εἰς τὸ ἐκτός. τὸ δὲ πλεῖον ἐκπνεῖται διά τε τοῦ στόματος καὶ τῶν μυκτήρων. καὶ δὴ τοῦ εἰσπνεομένου πλεῖον ἐκπνεῖται διὰ τούτων τῶν τόπων, λέγω δὲ διὰ

στόματος καὶ μυκτήρων, ὅπερ — ἐστὶν — ἴσως παράδοξον. πῶς γὰρ οἷόν τʼ — ἐστὶν — πλεῖον ἐκπνεῖσθαι,

καίτοι γε ἀπὸ τοῦ εἰσπνεομένου ἀναλουμένου τινὸς εἰς τὰ σώματα; ἀλλʼ οὐκ — ἔστιν — παράδοξον· ὃν γὰρ τρόπον κατατάσσεταί τι εἰς

τὰ σώματα ἀπὸ τοῦ εἰσπνεομένου, τὸν

αὐτὸν τρόπον καὶ τῶι πνεύματί τινα προστίθεται ἀπὸ τῶν σωμάτων καὶ πλείονά γε, ἅτινα

καὶ πλεῖον ἀποτελεῖ τὸ ἐκπεμπόμενον

πνεῦμα. ψυχρόν τε ὑπάρχον τὸ πνεῦμα θερμὸν ἐκπέμπεται, ἅτε δὴ φερόμενον

διὰ σωμάτων θερμῶν. ἀμέλει γὰρ τὴν

εἰσπνοὴν γίνεσθαί φησιν εἰς τὸ τὸ πλεῖον θερμὸν

τὸ περὶ τὴν καρδίαν καταζβέννυσθαι καὶ

μὴ σωματούμενον καταφλέγειν τὰ σώματα. τούς τε ὕπνους, ὥς φησιν ὁ Ἀριστοτέλης, ἀποτελεῖσθαι τοῦτον τὸν τρόπον· τῆς

γὰρ καρδίας φύσει θερμῆς ὑπαρχούσης

καὶ ἐξ αὐτῆς ἀνηρτημένου τοῦ θερμοῦ,

τοῦ δʼ ἐνκεφάλου ψυχροῦ, συμβέβηκεν

περὶ τῶι ἐνκεφάλωι συνίστασθαι

ὑγρότητα τὴν ἀναφερομένην ὑπὸ

τῆς θερμότητος ἀπὸ καρδίας,

ἣν δὴ συνισταμένην καταψύχεσθαι

καὶ ἐκ τοῦ … πάλιν καταφέρεσθαι,

μὴ δυναμένην διὰ τὸ ψῦχος διαμέ-

νειν ἐν τοῖς τόποις, ἐπὶ τὴν καρδίαν

…

καὶ τῆι μίξει τὸ θερμόν. ὧδε τὸν ὕπνον γίνεσθαι, τὴν δὲ ἐγρήγορσιν ἀποτελεῖσθαι ἀναλουμένης

τῆς ὑγρότητος ἁπάσης τῆς περὶ τῶι ἐγκεφάλωι,

ἔπειτα τοῦ θερμοῦ πάνυ πλεονάζοντος. καί-

τοι γε ἑαυτὸν ἐπαινεῖ ὁ Ἀριστοτέλης, ὅτι παρὰ τοὺς

ἄλλους καὶ τὸν ὕπνον καὶ τὴν ἐγρήγορσιν αἰτιο-

λογεῖ ἐκείνων αὐτὸν μόνον τὸν ὕπνον αἰτιο-

λογούντων, μηκέτι δὲ καὶ τὴν ἐγρήγορσιν.

πλὴν περὶ οὗ ὁ λόγος, τὸ πνεῦμα ψυχρὸν εἰσπνεῖται,

θερμὸν μέντοι γε ἐκπνεῖται, ὡς δὴ διὰ θερμῶν

χωρίων φερόμενον. καὶ μὴν ξηρὸν μὲν εἰσπνεῖται, ὑγρὸν δὲ ἐκπνεῖται· καὶ δῆλον·

εἰ γάρ τις περὶ τοῦ στόματος καὶ τοῦ μυκτῆρος

τὴν χεῖρα ἢ μέρος τοῦ ἱματίου προθείη,

συνόψεται ἔνικμον τοῦτο, ὡς δὴ σὺν

τῶι πνεύματι καὶ ὑγρότητος συνεκπεμπομένης. καὶ περὶ μὲν τῆς τοῦ πνεύματος διοικήσεως ταῦτα. περὶ δὲ τῆς τροφῆς ἀναγκαῖον ὑπομιμνήσκειν μετὰ ταῦτα· αὕτη προσενεχθεῖσα

πρώτης κατεργασίας τυγχάνει ἐν στόματι

τεμνομένη μὲν πρὸς τῶν προσθίων ὀδόντων—τομεῖς καλοῦνται—, καταλεαινομένη δὲ πρὸς τῶν μυλῶν, λοιπὸν καταπείνεται

διὰ στομάχου καὶ φέρεται εἰς κοιλίαν.

κἂν ταύτηι δὲ μεταβάλλει τε καὶ ἀποικειοῦται

χυλουμένη ἐπὶ τὸ οἰκεῖον. καὶ γὰρ ἀρέσκει

ἡμεῖν τὴν τροφὴν ἐν κοιλίαι μεταβάλλειν

τε ἐπὶ τὸ οἰκεῖον κἀν ταύτηι δευτέρας κατερ-

γασίας τυγχάνειν καὶ οὐχ ὥσπερ ὁ Ἀσκληπιάδης ὁ οἰνοδώτης καὶ Ἀλέξανδρος

ὁ Φιλαλήθειος διέλαβον, ὡς τέμνεται μόνον

καὶ χυλοῦται ἡ τροφὴ ἐν κοιλίᾳ καὶ προδιάθεσίς τις αὐτῆι γίνεται, οὐ μὴν ἀποικείωσις

ἐπὶ τὸ οἰκεῖον. ἡμεῖς γὰρ λέγομεν καὶ χυλοῦσθαι

τὴν τροφὴν ἐν κοιλίᾳ καὶ κατεργασίας τυγχάνειν καὶ μεταβολῆς τῆς

ἐπὶ τὸ οἰκεῖον, ὡς ἂν δὴ διὰ τούτων καὶ θερμοτέρων παραφερομένην χωρίων· καὶ

δεόντως ὥσπερ κἀπὶ τῶν ὑδάτων· ταῦτα

γὰρ ῥέοντα διά τινων τόπων μεταλαμβάνει τῆς ἀπʼ ἐκείνων δυνάμεως

καὶ τὴν αὐτὴν κείνοις ἴσχει δύναμιν.

ἐὰν γὰρ ὦσιν οἱ τόποι ἀσφαλτώδεις, καὶ

τὸ ὕδωρ ἀσφαλτῶδες γίνεται κατὰ τὴν δύναμιν,

ἐὰν δὲ θειώδεις, θειώδη μεταβάλλοντα γίνεται καὶ τὰ ὕδατα. ὡς οὖν ταῦτα μεταβάλλει τὰς δυνάμεις παρὰ τὰς τῶν τόπων

διαφοράς, οὕτως κἀπὶ τῆς τροφῆς· αὕτη γὰρ … θερμοτέρων τόπων … νην

ἐν κοιλίαι καὶ … χυς τόποι μὲν ἢ τ … εται

τῶι … ροι πο

λωνον και … κατεργασίας τυγχάνει. ἀναλαμβανομένη δὲ

πρὸς τῶν ἀγγείων τῶν ἀπὸ τοῦ μεσεντερίου μὲν

ἐκφυόντων, ἐνφυόντων δὲ εἰς τὴν κοιλίαν

προστίθεται τῶι ὅλωι σώματι καὶ μὴν

καὶ ἀτμοειδῶς διὰ τῶν ἀραιωμάτων

τῶν ἐν τῆι κοιλίᾳ ἀναλαμβάνεται ἡ τροφὴ

καὶ ἐξ ὠμῶν γίνεται ἡ πρόσθεσις τῶι ὅλωι σώματι,

ὡς ἂν δὴ καὶ ἐξ ὠμῶν γινομένης τῆς

ἀναδόσεως. καὶ ἐν τῶι στόματι δὲ ληφθείσης τῆς τροφῆς παρὰ ταῦτα ἀνάδοσις γίνεται ἀπʼ αὐτῆς, ὡς ἂν δὴ πάλιν καὶ ἐξ ὠμῶν γινομένης

τῆς ἀναδόσεως. ταύτῃ δὴ καὶ οἱ κατάξηρα

ἴσχοντες τὰ στόματα διακλυσάμενοι

μαλακώτερα φέρονται, ὡς ἂν δὴ ἀναδόσεως

παραυτὰ γινομένης. ἀμέλει δὲ τούτῳ

τῶι λόγῳ καὶ δυσώδη προσφερόμενοι διωθούμεθα

αὐτὰ κατὰ τὴν παραυτὰ γενομένην

γεῦσιν, καὶ ἐκδ ὧν ἀντιλαμβανόμεθα καὶ αὐτὰ δῆλα.

ἐξ ὧν φανερόν, ὡς καὶ ἐξ ὠμῶν γίνεται ἡ ἀνάδοσις.

ἀλλὰ γὰρ καὶ κατὰ τὴν κατάποσιν τὴν διὰ στομάχου

τῆς τροφῆς ἀνάδοσις γίνεται καὶ πρόσθεσις τῶι ὅλῳ.

ἐξ ὧν φανερόν, ὡς καὶ πέψις γίνεται καὶ ἐν κοιλίαι,

καὶ ἐξ ὠμῶν δὲ ἡ ἀνάδοσις. ταύτῃ δὴ

καὶ τοῦ Ἀσκληπιάδου διοίσομεν· οὗτος γὰρ

ἐξ ὠμῶν αὐτὸ μόνον λέγει γίνεσθαι τὴν ἀνάδοσιν,

ἡμεῖς δὲ καὶ ἐξ ὠμῶν μὲν καὶ ἐκ πέψεως

τῆς ἐν κοιλίᾳ γινομένης. καὶ τοῦ Ἐρασιστράτου δὲ

διοίσομεν, καθʼ ὅσον κεῖνος μὲν τὸ αἷμα εἶπεν

μόνον — εἶναι — τροφήν, ἡμεῖς δὲ καὶ τὸ αἷμα μὲν

εἶναι τροφήν, μὴ μόνον δέ, ἀλλὰ καὶ τὴν ὠμὴν

δὲ τροφήν. εἶτα τῆς τροφῆς ἡ μὲν εὔχυμος

καὶ λεπτομερεστέρα αὐτόθεν ἀναδίδοται τῶι

ὅλωι σώματι διαχωροῦσα, ἡ δὲ στερεὰ καὶ τραχεῖα πέσσεται

ἐν κοιλίαι· πέψις γάρ — ἐστιν — μεταβολὴ κ … ις ἐπὶ τοι … ι

σαι· διαίρεσις γάρ. καὶ οὐ μόνον ἐν κοιλίαι

γίνεται ἀνάδοσις, ἀλλὰ πάσης τῆς τροφῆς ἄπεπτόν τι λείπεται καὶ φέρεται εἰς τὰ ἔντερα καὶ ἐν τούτοις ἀναδίδοται, καὶ ἐν τοῖς ἐντέροις οὐκ αὐτοῖς—

ἡ γὰρ μερισθεῖσα εἰς ταῦτα τροφὴ ἀναδίδοται

ἢ διὰ τῶν περὶ αὐτὰ ἀραιωμάτων ἢ διὰ τῶν ἀγγείων

τῶν ἐμφυόντων εἰς αὐτά—καὶ οὐ πᾶσα, ἐλάχιστον

δὲ ταύτης ἀπολείπεται, ὃ δὴ πρὸς τῆς ἐν τῷ

κόλωι ἰδιότητος ἀποκοπροῦται. γίνεται δὲ καί τι τοῦ

σπέρματος. καὶ γὰρ τοῦτο κατασκευάζεται

πρὸς τῆς ἰδιότητος τῆς ἐν τοῖς σπερματικοῖς

πόροις μεταβαλλούσης τὴν φερομένην

ὡς αὐτοὺς τροφήν. οὕτως δὴ καὶ τὸ διαλλάττον

πρὸς τῆς ἐν ἑκάστῳ ἰδιότητος γίνεται … τροφή — ἐστιν — ἐν τοῖς ἐντέροις ἐξω μεγίστων οὕτως ἐχόντων ἕτερον κατ … νθ

καὶ ἀπὸ τῶν ἐντέρων ἀνάληψις γίνεται

τῆς τροφῆς. τὸ μὲν γὰρ ἐν τῶι λεπτῶι ἐντέρῳ

παρακείμενον λεπτότερόν τʼ ἐστὶν καὶ

ὑγρότερον, τὸ δὲ ἐν τῶι ἀπευθυσμένωι

ξηρότερον καὶ παχύτερον, ὡς ἂν δὴ

πρὸς τούτων ἀναδόσεως γεγενημένης. αὐτὰ δὲ τὰ ἀποκρινόμενα περισσώματα τροφὴ

ἄλλων γίνεται, τροφὴ δὲ τῶν ἀλόγων ζῴων. πρὸς τοῦτο τὰ μὲν περισσώματα τροφή — ἐστιν — τῶν ἀλόγων

ζώιων, αὕτη δὲ πρὸς αὐτῶν λαμβανομένη

μεταβάλλει εἰς τὴν σάρκα. οὕτω καὶ αὐτῶν

γίνεται τροφή, εἰς μέντοι γε τὰς τῶν ἀλόγων ζώιων

σάρκας προσφερόμενα οἷον ὀρνείθων καὶ τῶν

παραπλησίων, καὶ πρὸς τούτων τρεφόμεθά τε

καὶ αὐξανόμεθα. τῶι δὲ αὐτῶι λόγωι τροφή

ἐστιν αὖ τῶν ἀνθρώπων τὰ περισσώματα. εἰ δεῖ οὖν τροφὴν — εἶναι — τῶν ἀνθρώπων τὰ περισσώματα,

ἐπειδὴ τὰ ἄλογα τῶν ζώιων τρέφεται πρὸς

τῶν περισσωμάτων καὶ αὔξεται, ἡμεῖς δὲ

πρὸς τῶν ἀλόγων ζώιων, τούτωι τῶι λόγωι

φησὶν καὶ τὸ ξύλον καὶ τὸν λίθον καὶ

τὰ παραπλήσια τροφὴν — εἶναι —, ἐπειδὴ πάντα εἰς πάντα μεταβάλλει. ἄλογον δὲ τοῦτο. διὰ τί γὰρ τὰ θανάσιμα

τῶν … ν κα … ευου … επι … τροφή, εἴπερ οἱ οἴσυπος … ουν … οι τὸ κώνειον τρέφουσι

τοὺς ἀνθρώπους; πλὴν ταῦτα μὲν οὕτως. ἐκεῖνο δὲ ῥητέον, ὅτι γίνεται καὶ ἐν κοιλίᾳ πέψις

καὶ εὐχύμων δὲ ἀνάδοσις, … ἡ πλείων

δὲ ἀνάδοσις ἀπό τε κοιλίας καὶ στομάχου

καὶ ἀπὸ τῶν ἐντέρων καὶ τοῦ κόλου—καὶ

γίνεται ἡ ἀνάδοσις διὰ τῶν ἀραιωμάτων τῶν ἀμφʼ αὐτά—

καὶ ἀπὸ τοῦ στόματος. καὶ οὐ μόνον ἀπὸ

τούτων ἀνάδοσις γίνεται καὶ πρόσθεσις, ἀλλὰ καὶ

ἀπὸ τῶν ἐν τοῖς ἀγγείοις παρακειμένων

καὶ ἀπὸ τῆς ἐν ταῖς φλεψὶν παρακειμένης τροφῆς· καὶ ἀπὸ τῆς ἐν ταῖς ἀρτηρίαις ἀνάδοσις γίνεται καὶ πρόσθεσις τῷ ὅλῳ

σώματι καὶ ἀτμοειδῶς. ὁ μέντοι γε Ἐρασίστρατος οὐκ οἴεται ἀνάδοσιν γίνεσθαι ἀπὸ τῶν ἀρτηριῶν.

μὴ γὰρ εἶναι κατὰ φύσιν ἐν αὐταῖς αἷμα—τοῦτό — ἐστιν —

τροφή—, ἀλλὰ πνεῦμα, οὐχ ὑγιῶς ἱστάμενος λόγον,

ὡς ἀποδείξομεν. εἷς μὲν γάρ· εἴπερ μὴ παρέκειτο ἐν ἀρτηρίαις κατὰ φύσιν αἷμα, ἐχρῆν

διαιρουμένων ἀρτηριῶν αἷμα μὴ ἀποκρίνεσθαι·

ἀποκρίνεται μέντοι, ὥστε γίνεται τροφὴ ἐν ταύταις. πρὸς ὃν λόγον ἀπολογοῦνται οἱ Ἐρασιστράτειοι λέγοντες, διότι διαιρέσεως γενομένης

κατὰ τὰς ἀρτηρίας κενοῦται τὸ αἷμα κἀπορεῖ

τῶν ἐκεῖ φλεβῶν, οὐ μὴν ἐκ τῶν ἀρτηριῶν.

διαφέρει δὲ τὸ διά τινος κενοῦσθαι ἢ τὸ

ἐκ τούτου καὶ ἐπὶ τῶν ἐκτός. καὶ γὰρ διὰ τῶν κρουνῶν ῥεῖν φαμεν ὕδωρ, οὐ μὴν ἐκ τῶν κρουνῶν·

οὕτω δὲ καὶ τῶν ἀρτηριῶν διαιρεθεισῶν

διʼ αὐτῶν μὲν κενοῦται τὸ αἷμα, οὐ μὴν ἐξ αὐτῶν· οὐ γὰρ εἶναι λέγουσιν ἐν ταύταις αἷμα. τότε γὰρ συνεστομῶσθαί τε τὰς φλέβας εἰς τὰς ἀρτηρίας καὶ τὸ ἐνὸν οὕτω μὴ δύνασθαι κενὸν ἁθροῦν ἀπολείπεσθαι τόπον μετὰ τὴν πνεύματος κένωσιν. παρεμπείπτειν γὰρ τὸ αἷμα ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας· διὰ μέντοι τῶν ἀρτηριῶν ἀπορεῖν ἐκ τούτων ὡς διὰ καλάμων ἔξω. νωθρὸν δέ — ἐστιν — λείαν τοῦτο α μὲν γὰρ τὰ ἡμέτερα σώματα τοῖς ἀσυμπτώτοις ἔοικε σώμασιν ὡς σίφωσί τε καὶ καλάμοις· ὡς

γὰρ οὗτοι καταχθέντες ἢ τρυπηθέντες οὐκ ἀποκρίνουσι τὸ ἐν αὐτοῖς περιεχόμενον πνεῦμα

οὐδὲ κενοὶ γίνονται τούτου, ἀλλʼ ἐμμένον ἔχουσιν

ἐν αὑτοῖς, οὕτως καὶ ἐπὶ τῶν ἀρτηριῶν διαιρεθεισῶν

οὐ πάντως κενωθήσεται τὰ ἐντὸς τοῦ πνεύματος,

ἀλλʼ ἐμμενεῖ ἐν ταῖς ἀρτηρίαις καὶ μετὰ τὴν

διαίρεσιν, ὥσπερ κἀπὶ τῶν ἐκτός· β· εἴπερ ὁ κενὸς ἁθροῦς αἴτιος γίνεται τῆς παρεμπτώσεως τοῦ αἵματος

ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας, ἀνάγκη τὸν

αὐτὸν αἴτιον γίνεσθαι τῆς κατοχῆς τοῦ πνεύματος, οὕτως τὸ αἴτιον … ωθ

ἀλλὰ γὰρ οὐ γίνεται· ὥστε τὸ αἴτιον παρορᾶν δεῖ. ναί, φασὶν οἱ Ἐρασιστράτειοι, οὐκ ἔοικε τὰ ἡμέτερα σώματα τοῖς ἀσυμπτώτοις

σώμασιν, ἃ κυρίως κατωνόμασται, ἀλλὰ ἀσκῶι

ἐνπεπληρωμένωι ὑγροῦ καὶ ἐμπεπνευματωμένωι ω … σο … νο … ν … ὃς τρωθεὶς ἀποκρείνει

διʼ αὑτοῦ τό τε πνεῦμα καὶ ὑγρόν, ἅμα δὲ καὶ

ἐξ ἑαυτοῦ· οὕτως καὶ αἱ ἀρτηρίαι διαιρεθεῖσαι

αἷμα, οὐκ ἐξ αὑτῶν δέ· πρὸς δὲ καὶ τοῦτʼ εἴποιμεν, διότι οὐ τοῖς οὖσι συμπτώτοις ἔοικεν

τὰ ἡμέτερα σώματα, ὥς φασιν πταίοντες,

ἀλλὰ τοῖς ὑπάρχουσιν ἀσυμπτώτοις, ὡς ταῦτα

δῆλα ἐπὶ τῶν τελευτῶν· κατὰ γὰρ τὰ ὑμένια

εὑρίσκονται αἱ ἀρτηρίαι ἀσύμπτωτοι, ἀλλʼ οὔτοι σύμπτωτοι.

εἰ τοιγάρτοι ταῦτα τοῦτον ἔχει τὸν τρόπον,

μοχθηροὶ φαίνονται καὶ κατὰ ταῦτα οἱ Ἐρασιστράτειοι. εἶτα φέρε δὲ καὶ οἰκειοῦντες μὴ τοῖς

ἀσυμπτώτοις, ἀλλὰ τοῖς εὐσυμπτώτοις

ὡς ἀσκοῖς, ἵνα καὶ αὐτοῖς συναγορεύω-

μεν, λέγωμεν, ὡς ἐπὶ τοῦ ἀσκοῦ τοῦ ἐνόντος κενωθέντος

ἐπισύμπτωσις γίνεται, καὶ οὐχὶ κενὸς ἁθροῦς τόπος. ἀλλὰ ἐχρῆν καὶ ἐπὶ τῆς διαιρέσεως τῶν ἀρτηριῶν μετὰ τὴν κένωσιν

τοῦ πνεύματος ἐπισυμπείπτειν ταύτας.

ἐπισυμπειπτουσῶν δὲ αὐτῶν οὐκ ἂν ἐγίνετο

κενὸς ἁθροῦς οὐδὲ παρέμπτωσις αἵματος

οὐδὲ ἀπόκρισις τούτου οὐδέ γε κένωσις·

ὥστε καὶ κατὰ ταῦτα αγαν … ις. φέρε

δὲ μετὰ τὴν διαίρεσιν εὐθὺς ἀποκρινομένου

τοῦ πνεύματος εἴπωμεν εἰσκρίνεσθαι

τὸ αἷμα τῶι μὴ τόπον κενὸν ἁθροῦν

ἀπολειφθῆναι. ἀλλὰ μὴν οὐκ ἐχρῆν αἷμα

κενοῦσθαι τούτωι τῶι λόγῳ, ἀλλὰ τὸ πνεῦ-

μα τὸ ἐν τῆι ἡμετέραι παρακείμενον

συγκρίσει λείως συναφίεσθαι τῶι πνεύματι

τῶι ἀποκριθέντι. οὐκ ἀποκρίνεται δέ

γε τοῦτο καὶ συνπληροῖ τὸν τοῦ κενωθέντος

πνεύματος τόπον … εἶτα κατὰ τοὺς Ἐρασιστρατείους τούσδε ὅ-

τε κενοῦται μενον καὶ λ … αἷμα …

Ἐρασιστράτειοι … ει … αι διαδοῦναι

τῶν ἐπι … τοῦ

πνεύματος … πολ … του … τ … ο … τ … σδε τω …

πρώτη κενώσεται …

κατατοῦ μεταιονᾶι ος … κενωθῆναι τὸ ἐν ταῖς ἀρτηρίαις τῶι πολὺ κεχωρίσθαι ταύτας τῆς καρδίας.

καὶ πάλι πρώτη πληρωθήσεται αἵματος πρὸς τῶν φλεβῶν,

οὕτως τε πολὺς χρόνος γενήσεται,

ὥστε μετὰ τὴν κένωσιν τοῦ πνεύματος

ῥυῆναι τούτων τὸ αἷμα. καὶ ἐπὶ πᾶσιν, εἴπερ ἡ καρδία πρώτη κενουμένη τοῦ πνεύματος

πρώτη καὶ πληροῦται κατὰ τὴν παρέμπτωσιν

αἵματος, λέγω ἀναιρεθήσεται τὸ ζῶιον τῶι ἐν ἀνοικείωι γίνεσθαι τόπωι τὸ αἷμα καὶ δεσπόζοντι τοῦ ζώιου μέρει. οὐκ ἔχει δὲ ταῦτα

τοῦτον τὸν τρόπον. πολλῶν γὰρ διαιρουμένων ἀρτηριῶν οὐδὲν ἀπέθανεν· οὐκ ἄρα ὑγιής — ἐστιν — ἡ τῶνδε τῶν

Ἐρασιστρατείων κεκομψευμένη δόξα. τούτων οὕτως ἐκκειμένων, ὅτι μὲν καὶ διὰ τὰς ἀρτηρίας — ἐστὶν —

ἀνάδοσις, ὑπεμνήσαμεν· ὅτι δὲ καὶ κατὰ τὰς

ἀρτηρίας προαπεδείξαμεν. καὶ πλείων γε

ἡ ἐν ταῖς φλεψὶ ἀνάδοσις ἤπερ ἐν ταῖς ἀρτηρίαις , ὡς ἀποδείξομεν. α μὲν γὰρ ἀξιολογώτεραί εἰσιν αἱ φλέβες τῶν ἀρτηριῶν· πιθανὸν δὲ

ἐν τῶι ἀξιολογωτέρωι πλείονα γίνεσθαι τὴν

ἀνάδοσιν παρὰ τὰ ἐλάχιστα ταῦτα.

ἀξιολογώτεραι δέ — εἰσιν — τῶν ἀρτηριῶν αἱ φλέβες,

ἐν αἷς εἰκότως πλείων γενήσεται ἡ ἀνάδοσις. β· καὶ εἰ ἴσαι εἰσὶν κατὰ τὸ μέγεθος αἱ ἀρτηρίαι

ταῖς φλεψίν—φέρε γὰρ οὕτως ἔχειν—εἰ δʼ οὖν ἴσαι,

αἱ μὲν ἀρτηρίαι μείζονες οὖσαι κατὰ τὴν περιοχὴν αὐτὸ μόνον φανήσονται τῶι τε

τετραχίτωνες εἶναι καὶ συνεστάναι ἐξ εὐρώστων τῶν χιτώνων. αἱ δὲ φλέβες ἀσθενέστεραι ὑπάρχουσαι κατὰ τὴν περιοχὴν τῶι μονοχίτωνες εἶναι ὅμως εὐρυκοιλιώτεραί

εἰσιν τῶν ἀρτηριῶν, εὐρυκοιλιώτεραι δὲ

οὖσαι πλείονα ἕξουσιν καὶ τὴν ἀνάδοσιν τὴν εἰς αὐτὰς γινομένην. τὸ δὲ γ· αἱ μὲν ἀρτηρίαι πλεῖον ἔχουσι τὸ παρακείμενον ἐν αὐταῖς πνεῦμα,

ἐλάχιστον δὲ τὸ αἷμα, αἱ δὲ φλέβες πλεῖον

ἔχουσι τὸ αἷμα, ἐλάχιστον δὲ τὸ πνεῦμα.

ἀρέσκει γὰρ ἡμῖν καὶ ἐν ἀρτηρίᾳ καὶ ἐν φλεβὶ

κατὰ φύσιν παρακεῖσθαι καὶ αἷμα καὶ πνεῦμα,

οὕτως δὲ ταῦτα παρακεῖσθαι, καθὼς πρόκειται. πλὴν ἐπεὶ ἐν μὲν ἀρτηρίᾳ

πλεῖον τὸ πνεῦμα, ἐν δὲ φλεβὶ

ἐναντίον τοῦτο, πιθανώτερον πλείονα

γίνεσθαι ἐν φλεβὶ τὴν ἀνάδοσιν ἤπερ ἐν ἀρτηρίᾳ.

καὶ διὰ μὲν τούτων συνακτέον, ὡς πλείων

γίνεται ἡ ἀνάδοσις ἐκ τῶν φλεβῶν ἤπερ ἐξ ἀρτηριῶν. ὁ μέντοι γε Ἡρόφιλος ἐναντίως διείληφεν· οἴεται γὰρ πλείονα μὲν γίνεσθαι ἀνάδοσιν

ἐν ταῖς ἀρτηρίαις, ἥσσονα δὲ ἐν

ταῖς φλεψὶ διὰ δύο ταῦτα· α μέν, ἐπειδήπερ ἀμφότεραι μὲν ὀρεκτικῶς ἔχουσι

τῆς τροφῆς, ἥ τε φλὲψ καὶ ἡ ἀρτηρία, ἐπεὶ δὲ κατʼ ἴσον ὀρέγονται τῆς τροφῆς,

κατʼ ἴσον καὶ ἡ ἀνάδοσις εἰς αὐτὰς γενήσεται.

δεύτερον δὲ αἱ μὲν ἀρτηρίαι, φησίν, συστέλλονταί τε καὶ διαστέλλονται τόν τε σφυγμὸν

ἀποδιδόασιν, αἱ δὲ φλέβες οὔτε συστέλλονται οὔτε διαστέλλονται οὐδὲ σφυγμωδῶς

κεινοῦνται. ἐπεὶ τοιγάρτοι αἱ μὲν ἀρτηρίαι

σφυγμωδῶς κεινοῦνται, αἱ δὲ φλέβες

οὐ κεινοῦνται σφυγμωδῶς, ταύτῃ ἐπὶ τῶν

ἀρτηριῶν διὰ τὴν ὦσιν ἐκείνην εὔλογον πλείονα γίνεσθαι τὴν

ἀνάδοσιν ἤπερ ἐπὶ τῶν φλεβῶν διὰ τὴν

εἰρημένην αἰτίαν. οὐκ ὀρθῶς δὲ ὁ προκείμενος ἀνὴρ ἐποίησεν. οὐ γὰρ ἐνόησεν, ὡς

εὐρυκοιλιώτεραί εἰσιν αἱ φλέβες παρὰ τὰς

ἀρτηρίας, εὐρυκοιλιώτεραι δὲ οὖσαι

πλείονα δεόντως ἕξουσι καὶ τὴν ἐν αὐταῖς γινομένην ἀνάδοσιν. καὶ πρὸς μὲν τὸ α

τούτου κεφάλαιον τοῦτο καθήξει λέγειν, πρὸς δὲ τὸ δεύτερον ἐροῦμεν, διότι

αἱ ἀρτηρίαι σφυγμωδῶς κεινοῦνται συστελλόμεναι καὶ διαστελλόμεναι, οὕτως δὲ κεινούμεναι ἐκθλείψουσιν εἰς τὸ ἐκτὸς τὴν τροφήν. εἰ δὲ ταῦτα οὕτως ἔχει, ὁμολογουμένως

ἐπισυνάγεται, ὅτι πλείων ἀνάδοσις γίνεται τροφῆς εἰς τὰς φλέβας ἤπερ εἰς τὰς ἀρτηρίας. ἀλλὰ ὁμολογουμένως κἀκεῖνο δεῖ ὑπονοῆσαι, ὡς

τροφὴ παράκειται ἐν ταῖς ἀραιότησι τῶν φλεβῶν

καὶ τῶν ἀρτηριῶν. καὶ κοινῶς ἐν πάσῃ ἀραιότητι τετμημένῃ κατὰ τὸ ἡμέτερον σῶμα

παράκειται τροφή, καὶ ἀνάδοσις γίνεται εἰς αὐτὴν

ὁμολογουμένως τῶι ὅλωι σώματι, ὥστε καὶ

κατὰ τὰς κοιλότητας τῶν ἀρτηριῶν καὶ τῶν

φλεβῶν παράκειται τροφὴ καὶ ἀνάδοσις

γίνεται αὐτῆς εἰς αὐτάς. καὶ μὴν κἀκεῖνο δεῖ ὑπολαβεῖν, ὡς ἡ τροφὴ πᾶσα οὐ προστίθεται ἀναδιδομένη τῶι ὅλωι σώματι,

ἀλλὰ τὸ μὲν νόστιμον τὸ ἀπʼ αὐτῆς ἀναδίδοται καὶ προστίθεται τῶι σώματι, τὸ

δὲ ἀλλότριον καὶ σκυβαλῶδες χωριζόμενον εἰς ἔντερα διὰ τῶν ἀποπάτων ἀποκρίνεται. εἰ γάρ τοι πᾶσα ἡ λαμβανομένη τροφὴ

ἀναλαμβανομένη προσετίθετο, εἶτα

μηδεμία ἀπʼ αὐτῆς ἐγίνετο ἀπόκρισις, κἂν ἡμεῖς ὑπερφυεῖς κατά τε τὰ μεγέθη

καὶ τὰς ῥώμας ἐγινόμεθα, ἐπεὶ

ἀεὶ ἡμῖν προστίθεται· ἀλλʼ ἐπείπερ ἡ νόστιμος

ἀεὶ τροφὴ τῆς ἀλλοτρίας ἀποκρίνεται

… μέτριοι κατὰ σώματά

ἐσμεν οὕτω. τῶν δὲ ὑποδεδειγμένων

πρῶτόν ἐστιν τὸ περὶ τοῦ διὰ τῆς κύστεως

ἀποκρινομένου, περὶ οὗ ἰδία στάσις γεγένηται

καὶ παρὰ τοῖς ἀρχαίοις τῶν φιλοσόφων.

οἱ μὲν γὰρ εἶπον ἐν τῶι προσφερομένῳ

ὑγρῶι ἐνυπάρχειν φύσιν διπλῆν τοιάν-

δε· καὶ νόστιμον καὶ φαῦλον ἐνεῖναι, ὧν τὸ μὲν

νόστιμον ἀναλαμβάνεσθαι διὰ τῶν ἀραιω-

μάτων καὶ προστίθεσθαι τοῖς σώμασιν, τὸ

δὲ φαῦλον φέρεσθαι εἰς τὸ κάτω καὶ διὰ

τὰς ἀπουρήσεις ἀποκρίνεσθαι εἰς τὸ ἐκτός.

οἱ δὲ ἔφασαν πᾶν μὲν ὑγρὸν ὁμοειδὲς αὐτὸ

ἑαυτῶι εἶναι, ἤδη δὲ κατὰ τὴν ἀνάληψιν

αὐτοῦ τὸ μὲν ἀναδιδόμενον προστίθεσθαι

τοῖς σώμασιν, τὸ δὲ μὴ ἀναδιδόμενον εἰς

τοὺς κατὰ τὴν κύστιν τόπους φέρεσθαι, ὅθεν διὰ

τῆς ἐν τούτοις ἐνυπαρχούσης δυνάμεως μεταβαλλόμενον

ἀποκρίνεται δριμύ τε καὶ ἁλμυρὸν γενόμενον.

ταύτῃ γὰρ τὸ οὖρον ἑλκούσης, δῆλον

ὅτι ἐστὶν δριμύ τε καὶ ἁλμυρόν. πρὸς δὲ ἐκεῖ-

νο ῥητέον, ὅτι ἐπὶ τοῦ πρώτου ἐκκει-

μένου γίνονται οἱ πλείους τῶν ἀρχαίων.

καὶ εἰς τοῦτο ὑποδείγματι χρῶνται τῇ θα-

λάσσῃ καὶ τῶι ἡλίωι· οὗτος γὰρ τῶι ἄναμ-

μα νοερὸν ἐκ θαλάσσης εἶναι ἀπὸ

τοῦ νοστίμου τοῦ κατὰ τὴν θάλασσαν

τρέφεται, ἀναλαμβάνων μὲν τὸ λεπτόν, τὸ δὲ

ἀργότερον καὶ παχύτερον καὶ ἁλμυρὸν καταλεί-

πων ἐν τῆι θαλάσσῃ. ἀποφέρεται δὲ ὁμοίως

τοῦ προσφερομένου ὑγροῦ τὰ τρέφοντα ἡμᾶς·

ἀπὸ γὰρ τούτου τὸ μὲν νόστιμον καὶ λεπτὸν

ἀναδίδοται εἰς τὰ σώματα ἡμῶν, τὸ δὲ

φαυλότερον καὶ ἀργότερον σκὼρ γινόμενον διὰ

τὴν κύστιν εἰς τὸ ἐκτὸς ἀποκρίνεται. τούτων οὕτως ἐκκειμένων ἀπορούμενοι μὲν

οὐκ ἔχομεν παγίως εἰπεῖν περὶ τοῦ ὑγροῦ

τοῦ ἀποκρινομένου κατὰ τὰ ἀπουρήματα, πό-

τερον τὸ ἀλλότριόν ἐστιν τὸ ἀποκρινόμενον, ὃ ἐν-

υπῆρχεν τῶι ὑγρῶι καὶ ὃ φύσει δοκεῖ

ἐνυπάρχειν ἀχρεῖον ὑγρόν, ἢ ὃ γινόμενον ἐν τῆι

κύστει μεταβάλλεται πρὸς τὸ φαῦλον. ἐ-

κεῖνο δὲ λέγομεν, ὅτι ἀπὸ τοῦ προσφερομένου

ὑγροῦ ἀποκρίνεται κατὰ τὰ σώματα

ὑγρὸν δριμύ τε καὶ ἁλμυρόν. καὶ ταῦτα μὲν περὶ τῆς διοικήσεως τῆς κατὰ τὴν κύστιν. πει-

ρῶνται δὲ κατασκευάζειν, ὅτι ἀπὸ παντὸς τοῦ

σώματος συνεχεῖς γίνονται ἀποφοραί, λογιζόμενοι

ἀπό τινων τοιούτων· καὶ πρῶτον ἀπὸ τῶν ἀρωμάτων.

ἀρώματα γάρ, φασίν, εἰ πόρρω κέοιτο, ὀσφραινό-

μεθα τῶι σώματα φέρεσθαι ἀπʼ αὐτῶν πρὸς ἡμᾶς.

τάχα δὲ πρὸς ταῦτʼ ἐροῦσι ἀπὸ μὲν τῶν ἀρωμάτων

μὴ γίνεσθαι ἀποφορὰν σωμάτων, διατίθεσθαι

δὲ τὸν ἀέρα πρὸς τῶν ἀρωμάτων, τρόπον

δὲ τοῦτον κατὰ τὰς εἰσπνοὰς αἴσθησιν γίνεσθαι

ἡμῖν τῶν ἀπὸ τῶν ἀρωμάτων διαπνοῶν καὶ μὴ

εἶναι ἀποφοράν. νωθρὸν δὲ λίαν φαίνεται τοῦτο· σώματα γάρ ἐστιν κατὰ τὸ λόγωι θεωρητὸν

τὰ ἀποσπώμενα ἀπὸ τῶν ἀρωμάτων. καὶ τοῦτο

δῆλον ἐπὶ τῶν πεπαλαιωμένων ἀρωμάτων·

ταῦτα γὰρ ἀσθενῆ καὶ οὐκ ἐνεργοῦσαν ἴσχει

τὴν δύναμιν διὰ τὸ πολλὴν γεγενῆσθαι ἀπʼ αὐτῶν διὰ τὸν χρόνον ἀποφοράν, ἐξ ὧν συνάγεται

τὸ λεγόμενον. καὶ ἀπὸ τῶν κρεῶν δὲ τἀτὸ ὑπομιμνήσκουσι λέγοντες τὰ μὲν ἕωλα κουφότερα εἶναι

καὶ ὀλιγοτροφώτερα, τὰ δὲ πρόσφατα βαρύτερα

καὶ πολυτροφώτερα. καὶ τοῦτο δῆλον ἐπὶ τῆς

αὐτοψίας· σταθὲν γὰρ τὸ ἕωλον κρέας καταλήψῃ κουφότερον, τὸ δὲ πρόσφατον βαρύτερον.

τίνος αἰτίας γινομένης; δῆλον ὅτι τῶι ἀπὸ μὲν τῶν ἑώλων

πολλὴν γεγονέναι ἀποφοράν, ἀπὸ δὲ τῶν προσφάτων

ὀλίγον, καὶ μὴ διαφέρειν ἢ κατὰ τὸ αἰσθητὸν

ἀπὸ τοῦ ὑποκειμένου ποιεῖσθαι ἀφαίρεσιν ἢ κατὰ

τὸ λόγωι θεωρητόν. καὶ μὴν καὶ ἀπὸ τῶν ἄρτων τἀτὸ κατασκευάζουσιν· οἱ γὰρ θερμότεροι βαρύτεροί

τε καὶ πολυτροφώτεροι, οἱ δὲ ψυχρότεροι

κουφότεροι καὶ ὀλιγοτροφώτεροι διὰ τὴν αὐτὴν

αἰτίαν. καὶ ταὐτὰ πιστοῦσιν οἱ ἀλεῖπται· οὐκ ἄν

ποτε γὰρ προσέφερον τοῖς ἀθληταῖς θερμούς τε

ἄρτους καὶ πρόσφατα κρέα, εἰ μὴ βαρύτερα ἦν

καὶ πολυτροφώτερα, τοὺς δὲ ψυχροτέρους

ἄρτους καὶ τὰ ἕωλα τῶν κρεῶν ἐξέκλεινον,

εἰ μὴ ὀλιγότροφα καὶ κοῦφα ὑπῆρχεν. πρὸς τούτους τοὺς λόγους ἀντιφέρονται οἱ Ἐμπειρικοὶ λέγοντες· «οὐκ εἴ

τι ἀπό τινος ἀφαιρεῖται, ἐκεῖνο ὀφείλει κοῦφον γίνεσθαι, οὐδʼ εἴ τί τινι προστίθεται, ἐκεῖνο βαρύτερον γίνεται, ἀλλʼ ἔστιν ὅτε προσθέσεως γινομένης τὸ

ὑποκείμενον κατασκευάζεται κουφότερον, ἔστιν δʼ ὅτε

καὶ ἀφαιρέσεως γενομένης τὸ ὑποκείμενον

γίνεται βαρύτερον ὡς ἐπὶ τῶν ἀσκῶν καὶ ἐπὶ τῶν

τετελευτηκότων ζώιων καὶ ἀνθέων.» καὶ α μὲν τοῦ ἀσκοῦ ὑπομιμνήσκουσιν· «ὁ ἀσκὸς

γενόμενος χωρὶς πνεύματος βαρύτερός ἐστιν, πληρωθεὶς

δὲ πνεύματος κουφότερος γίνεται. καὶ τὰ ζῶια

ἐκ β τούτων συνέστηκεν, ψυχῆς τε καὶ σώματος,

καὶ ὅτε μὲν ἀμφότερα ταῦτα πάρεστιν, κουφότερόν ἐστιν

τὸ ζῶιον, ὅτε δὲ ἀφανίζεται ἀπὸ τοῦ σώματος

ἡ ψυχή, βαρύτερον γίνεται τὸ σῶμα.» «καὶ μήν, φασίν,

ὅτι ἔστιν σῶμα ἡ ψυχή, οἱ πλείους τῶν φιλοσόφων

λέγουσι. καὶ ἀσώματον δὲ αὐτὴν ἀπολείποντες οὐσίαν ἤ τινα αὐτὴν ἔχειν ἔφασαν, ὡς ἡ θυρὶς ἀφαιρέσει μείζων γίνεται, προσθέσει δὲ μικροτέρα.

φανερὸν οὖν τοιγάρτοι ἐκ τούτων, ὡς κατὰ ἀφαίρεσιν

γίνεται βαρύτης καὶ κατὰ πρόσθεσιν κουφότης, ὡς ὑπεδείξαμεν.» λείαν δʼ ἐστὶν οὗτος ὁ λόγος μωρός τε

καὶ ἀπατητικός, ὡς ἀποδείξομεν. α μὲν ἀποδείξομεν οὕτως· τινὸς γὰρ ἀφαιρέσει λέγομέν τινι

πρόσθεσιν γίνεσθαι, ἀλλὰ οὐχὶ τούτου τῆς προσθέσεως

ὁ αὐτὸς λόγος· προστίθεμεν γὰρ τῆι θυρίδι,

ἀφαιροῦμεν δὲ τοῦ τοίχου. εἶτα καὶ ἐπὶ τῆς

ψυχῆς διὰ βραχέων λέγομεν, ὡς ἡ ψυχὴ αἰτία ἐστὶν

γινομένη τῆς κουφότητος καὶ … τικυιασε …

… τῆς κουφότητος· … διʼ ἣν αἰτίαν παρούσης μὲν τῆς ψυχῆς κοῦφόν ἐστιν τὸ ζῶιον, ὅτι καὶ πνεῦμα

ἡ ψυχή, τὸ δὲ πνεῦμα κοῦφον τὴν φύσιν

πνευματικὴ δὲ καὶ ἡ ψυχή· τοιαύτη δὲ ὑπάρχουσα εὐλόγως παροῦσα μὲν κοῦφον παρέχει τὸ ζῶιον,

ἀποῦσα δὲ βαρύτερον· οὕτως γὰρ ὑπὸ τῆς ψυχῆς βαστάζεται τὸ ὅλον σῶμα. γίνεται δὲ … λεγειν τοῦτο μὲν

ἀπὸ τῶν ἄλλων δυνάμεων, αὗται δὲ ἀπὸ τῶν κεινήσεων. κεινεῖται γὰρ τὸ ὅλον σῶμα τῆς

ψυχῆς διὰ τοῦ γεώδους καὶ ἀερώδους καὶ

διαβασταζούσης αὐτά· οὕτως ἐκεῖνο τείνεται

ἄνω· γινομένης γὰρ αὐτῆς τῆς ψυχῆς γίνεται·

διὸ δὴ καὶ ῥητέον, ὅτι οὐχ ὅταν τινὸς γένηται πρόσθεσις, ἐκεῖνο γίνεται βαρύτερον, ἀλλὰ ἐὰν βαρέος τινός

τινι γένηται πρόσθεσις, ἐκεῖνο γίνεται βαρύτερον. ἡ δὲ ψυχὴ τοσοῦτον ἀπέχει τοῦ εἶναι βαρεῖα,

ὥστε καὶ τὸ φύσει καταρρέπον κουφίζειν καὶ

βαστάζειν. ταύτης οὖν παρούσης δεόντως κοῦφόν ἐστιν τὸ ζῶιον. ὅταν μέντοι γε

ἀφανισθῇ ἡ ψυχή, τῶι μηκέτι παρεῖναι

τὸ κουφίζον μηδὲ αἰωροῦν λοιπὸν βαρέα

φαίνεται εὐλόγως τὰ νεκρὰ ταύτης αἰτίᾳ.

καὶ ἐπὶ τῶν ἀσκῶν δὲ πεπληρωμένων τοῦ πνεύματος κουφότης

καταλαμβάνεται τῶι τοῦτο κοῦφον ὂν κουφίζειν τὸν ἀσκόν. ὅταν δὲ μὴ παρῇ τὸ πνεῦμα,

βαρὺς γίνεται ὁ ἀσκὸς τῶι ἐστερῆσθαι τοῦ κουφίζοντος αἰτίου. ἀλλὰ γὰρ διὰ ταὐτὸ γίνεται καὶ τὰ τῶν

θερμῶν ἄρτων· καὶ ψυχρότεροι μὲν κουφότεροι, θερμότεροι δὲ

βαρύτεροί εἰσιν· καὶ βαρύτεροι μὲν οὗτοι τῶι μηδέπω πολλὴν ἀποφορὰν γεγενῆσθαι ἀπʼ αὐτῶν,

οἱ δὲ ψυχροὶ κοῦφοί εἰσιν τῶι ὅλης τῆς ὕλης

ἱκανὴν ἀποφορὰν γεγενῆσθαι. ἔτι δὲ καὶ ἀπὸ τούτων διδάσκουσιν, ὡς γίνονται ὄντως ἀποφοραὶ κατὰ τὸ λόγωι θεωρητὸν καὶ α … αἰτίων ὑπαρχόντων·

τὰ γὰρ ὑγρὰ τὰ ἐν ἀγγείοις τισὶν ὑπομείναντα ποσοὺς χρόνους ἐλάττω καταισθάνεται.

καὶ ἀπὸ τῶν χυλῶν τἀτὸ γίνεται· ἐνίοτε γὰρ ὑπὸ ἡλίου

ἢ ἄλλων τινῶν συνξηρανθέντες ἐπί τινος

φαίνονται. τίνος γινομένου; τῶι δηλονότι λεπτὴν ἀπο-

φορὰν γεγενῆσθαι ἀπʼ αὐτῶν τοῦ λεπτομερεστέρου,

ὑπομονὴν δὲ τοῦ γεωδεστέρου, ἃ δὴ αὐτὰ γίνεται

καὶ ἐπὶ τῶν ἀναπλασσομένων κολλυρίων. καὶ ἐπὶ τὰ φυτὰ δὲ μεταβαίνουσιν καὶ λέγουσιν

τὰ μὲν παραυτὰ ἀποτμηθέντα βαρύτερα εἶναι,

τὰ δὲ ποσοὺς ὑπομείναντα χρόνους κουφότερα

ὡς ἐπὶ τῆς θριδακείνης, ἐπὶ τῶν ἀνθέων·

ταῦτα γὰρ πάντα διὰ τὴν ἀποφορὰν ῥυσόκαρφα

κατασκευάζεται. ἐγ δὴ τούτων καὶ τῶν τούτοις

παραπλησίων πιστοῦσιν, ὡς ἀποφορὰ γίνεται ἀπὸ τοῦ

σώματος. πρὸς τοῦτον τὸν λόγον λέγουσιν· εἰ ἡ ἀποφορὰ αἰτία ἐστὶν τῆς ῥυσότητος, ἐχρῆν μὴ

μόνον κατὰ τὴν ἀπότμηξιν ῥυσοῦσθαι

τὰ προκείμενα, ἀλλά τι καὶ ἐπὶ τῶν δενδρῶν·

καὶ γὰρ καὶ ἀπὸ τοῦ δένδρους ἀπουσία γίνεται·

οὐ γίνεται δὲ τοῦτο· οὐκ ἄρα ἡ ἀποφορὰ αἰτία ἐστὶ

τῆς ῥυσότητος. συλλέγουσι δὲ οὗτοι

τὸ ἀνὰ λόγον· γίνεται μὲν γὰρ καὶ ἐπὶ τῶν δενδρῶν ἀποφορὰ τῶν ἀνθέων πλείων, ἐπὶ

δὲ τῶν ἀφειρημένων οὐ πλείων. καὶ ἐπὶ μὲν τῶι

δένδρει καὶ ἡ κείνησις αὐτὴ ἀναλοῖ πλείω καὶ

ἔτι ἡ θερμασία ἀναλοῖ ἱκανά, ἐπὶ δὲ τῶν ἀποτετμημένων καὶ μὴ ὑπὸ φύσεως διοικουμένων ἐλάσσω

τῶι μήτε κείνησιν μήτε θερμότητά τινα εἶναι ἐπʼ αὐτῶν.

τίς οὖν ἡ αἰτία, παρʼ ἣν τὰ μὲν ἀποτμηθέντα ξηραίνεται, τὰ δὲ ἐπὶ τῶι δένδρει οὐ ξηραίνεται; σαφὴς δὲ αὕτη καὶ φαινομένη· τὰ μὲν γὰρ ἐπὶ τῶι δένδρει οὐ ξηραίνεται τῶι πρὸς λόγον τῆς ἀποφορᾶς

γίνεσθαι καὶ τὴν πρόσθεσιν. τὰ δὲ ἀποτμηθέντα ξηραίνεται τῶι μηκέτι γίνεσθαι ὡς αὐτὰ πρόσθεσιν, ἐξ ὧν σαφὲς

ὡς καὶ ἀπὸ τῶν φυτῶν γίνεται ἀποφορά. καὶ ἐπὶ τὰ

ἄλογα δὲ τῶν ζώιων καταβαίνουσι. λαμβάνουσιν γὰρ τοὺς θηρευ-

τὰς κύνας, ὡς οὗτοι τῆι ῥινηλασίᾳ συνθηρεύουσι τὰ θηρία τρόπωι τούτωι· παραγίνονται ἐπὶ τὰς ἀτραπούς, διʼ ὧν κεχώρηκεν

τὰ θηρία, καὶ τῶν ἀτραπῶν ὀδμωμένων

χωροῦσιν ἐπὶ τὴν θήραν. τίνος αἰτίας γινομένης; δῆλον ὅτι τῆς ἀπὸ τῶν θηρίων ἀποφορᾶς προσκαθιζούσης πρὸς τὰς ἀτραπούς. ταύτηι δὴ

καὶ ἐν τοῖς καταξήροις τόποις θῆραι οὐ γίνονται,

ἐν μέντοι γε τοῖς χαυνοτέροις. καὶ ἡ αἰτία πρό-

κειται, ἐπειδήπερ τὰ ἀπὸ τῶν θηρίων σώματα

ἀποσκιδνάμενα προσπείπτοντα μὲν γῇ ἀποκρότωι καὶ καταξήρωι κατασκίδναται,

χαυνοτέρᾳ δὲ προσπεσόντα καὶ παραδεχομένῃ

φυλάσσεται καὶ διαμένει. ταύτῃ δὴ καὶ οἱ θηρευ-

ταὶ κύνες χωροῦντες καὶ ὀσφρώμενοι τῆς

ἀποφορᾶς τῆς ἀπὸ τῶν θηρίων τῶι περισώζεσθαι

αὐτήν, εἶτα χωρήσαντες καταλαμβάνουσι τὸ θηρίον καὶ αἱροῦσι. ταύτηι δὴ καὶ ἐπὶ τῶν ὑετῶν οὐ γίνονται ῥινηλασίαι κατὰ λόγον· ἐξαφανίζων γὰρ ὁ ὄμβρος

τὰ ἀπὸ τῶν θηρίων σκιδνάμενα σώματα κωλυτήριος γίνεται τῆς θήρας. καὶ τούτωι μὲν τῶι

τρόπωι γίνονται αἱ θῆραι. μάλιστα δὲ γίνονται καὶ ἐὰν σκύλακες

ἕπωνται τοῖς θηρίοις καὶ ἐὰν νέα ᾖ· ἁπαλώτερα γὰρ ὄντα πλείονα τὴν ἀποφορὰν ποιεῖ·

οὕτως γε ἡ γῆ πλείονα δεχομένη τὴν

ἀποφορὰν ῥᾳδίως σημαίνει τοῖς κυσὶ τὰ θηρία.

εἰ δὲ ταῦτα, φανερὸν ὡς γίνονταί τινες

ἀποφοραὶ καὶ ἀπὸ τῶν ἀλόγων ζώιων. πρὸς δὲ τούτοις καὶ Ἐρασίστρατος πειρᾶται κατασκευάζειν τὸ προτεθέν.

εἰ γὰρ λάβοι τις ζῶιον οἷον ὄρνιθα ἤ τι τῶν παραπλησίων, καταθοῖτο δὲ τοῦτο ἐν λέβητι

ἐπί τινας χρόνους μὴ δοὺς τροφήν, ἔπειτα

σταθμήσαιτο σὺν τοῖς σκυβάλοις τοῖς αἰσθητῶς κεκενωμένοις, εὑρήσει παρὰ πολὺ ἔλασσον τοῦτο τῶι σταθμῶι τῶι δηλονότι πολλὴν ἀποφορὰν γεγενῆσθαι κατὰ τὸ λόγωι θεωρητόν. ἀλλὰ γὰρ καὶ ἐπὶ τὸν ἄνθρωπον μεταβαίνοντες

ποιοῦνται τὸν λόγον· οἵ τε γὰρ πιόντες ἀρώματα

καὶ οἱ σκορδοφαγήσαντες ὅμοιον ἔχουσι

τὸ διὰ τῶν ἱδρώτων κενούμενον τοῖς προσενηνεγμένοις, ὡς ἂν δὴ ἀποφορᾶς γεγενημένης

κατὰ τὸ λόγωι θεωρητὸν ἀπὸ τῶν προσενηνεγμένων·

εἰ δὲ ταῦτα ἐν τῆι ἡμετέραι συγκρίσει ὄντα

ἀποφέρεται κατὰ τὸ λόγωι θεωρητὸν καὶ κατὰ τὸ αἰσθητόν,

καὶ ἐκτὸς ὄντα ἡμῶν ἕξει σώματά τινα ἀπορρέοντα ἀπʼ αὐτῶν. ὁ δὲ Ἀσκληπιάδης πειρᾶται

κατὰ τὸν τόπον καινολογεῖν· τὰ γὰρ ἀρώματά φησιν

καὶ τὰ σκόροδα τὴν ἰδίαν ποιότητα ἀποβάλλειν

ἐν τῆι ἡμετέρᾳ συνκρίσει γενόμενα. εἰ γὰρ συνέσωζεν ἐν ταῖς ἡμετέραις συγκρίσεσι τὰς ποιότητας,

ἐνῆν καὶ ἡμᾶς καὶ αἰσθάνεσθαι καὶ συναντιλαμβάνεσθαι

… υ γὰρ ἐπὶ λελυμένης καθʼ ὅλον

… τὰ ληφθέντα καὶ ἐξαιματωθέντα … θεν μόριον τοῦ σώματος

… ρας εἰ τοῦτο

… καὶ τοῖς μυκτῆρσι

… γίνεται ανεν … ἡμῶν, ἐπειδήπερ

… ἡ ποιότης ἐν τοῖς ἡμετέροις σώμασίν ἐστιν

… αἰσθανόμεθα γὰρ

… ὅτι δὲ αἱ ποιότητες … τῶι σώματι δὲ γενηθ …

… ἀποφερομένας αἰτι … ὑπο

… ει ἴσως δέ τις ἐρεῖ

… συνδια … ες τῶν λαμβανομένων

… τῆς ποιότητος

… τῆς ἐν τοῖς σώμασιν

ο … μέναις φλεψὶν ἀναλύεται καὶ ἀπόλλυται … ἐπὶ φανερὰ γένη

… οι τα … λ … ι σωμ … ται καὶ περισώζεται

… λα. πρὸς μέντοι τοῦτον πειρῶνταί τινες

ἀντιλέγειν, φέρεσθαι μὲν καὶ ἐπὶ τοὺς μυκτῆρας τὸ ἀναθυμιατὸν καὶ ἐπὶ τὰ λοιπὰ μέρη

τοῦ σώματος, μηδὲν δὲ ἐπὶ πλεῖον κακοῦν

τὴν αἴσθησιν καὶ κωλυτήριον γίνεσθαι τῆς

ἀντιλήψεως τῶν ἐδεσθέντων. ὃν τρόπον

καὶ οἱ βυρσοδέψαι· οὗτοι γὰρ κεκακωμένην ἴσχοντες τὴν αἴσθησιν οὐδὲν παραποδίζονται

κατὰ τὴν ὀδμήν· τὸν αὐτὸν καὶ ἀπὸ τῶν ἐδεστῶν κακουμένη αἴσθησις

οὐκ ἀντιλαμβάνεται τῆς δυνάμεως τῆς ἀπʼ αὐτῶν. οὐ πιθανῶς δὲ οὐδʼ οὗτοι ἐπιχειροῦσιν· ἡμεῖς δέ φαμεν πρὸς τὸν Ἀσκληπιάδη, διότι ἡ αἴσθησις τῶν ἐν ἡμῖν οὐκ ἀντιλαμβάνεται διὰ τὸ μὴ

ὑποπείπτειν αὐτῆι αὐτά. ὃν γὰρ τρόπον τὸ πεσσόμενον ἐν οἰκείωι τόπωι δεῖ εἶναι, ἵνα πέψῃ,

καὶ ὃν τρόπον τὸ ἐξαιματούμενον δεῖ ἐν οἰκείῳ

τόπωι γενέσθαι εἰς τὸ ἐξαιματωθῆναι, οὕτω καὶ

τὸ ὀδμώμενον ἐν οἰκείωι τόπωι δεῖ εἶναι

εἰς τὸ ὀσφρηθῆναι. τὰ δὲ ἐν ἡμῖν ὑπάρχοντα μὴ ὑποπείπτοντα τῆι αἰσθήσει εἰκότως ἐγλανθάνει

αὐτήν· διʼ ἣν αἰτίαν τῶν εὐωδῶν λαμβανομένων

ἡ αἴσθησις οὐ καταλαμβάνει τὰς τούτων ποιότητας.

καὶ πρὸς μὲν τὸν Ἀσκληπιάδη ταῦτα. λέγουσι

δὲ καὶ ἀποφέρεσθαι ἀπὸ τῶν ἡμετέρων σωμάτων

θερμότητα καὶ ὑγρότητα. καὶ ὡς ἡ μὲν θερμότης

ἀποφέρεται, ὑπομιμνήσκουσι διὰ τούτων· τὰ

ἱμάτια ψυχρότερα περιβαλόμενοι θερμότερα

εὑρίσκομεν, ὡς ἂν δὴ τῆς ἀφʼ ἡμῶν ἀποφερομένης θερμότητος ἐγκαθιζούσης τοῖς

περιβολαίοις. καὶ μὴν ὅτι καὶ ὑγρότης ἀποφέρεται πιστοῦσιν ἀπὸ τῶν ἱματίων· ξηρὰ γὰρ περιβαλόμενοι

ταῦτα καταλαμβάνομεν ἔνικμα γενόμενα διὰ

τὸ ὑγρόν, ὡς καὶ ὑγρότης ἐγκαθίζουσα ἡμῖν ἀπο-

φέρεται ἀπὸ τῶν ἡμετέρων σωμάτων. οἱ γὰρ … κοι πρὸς ὄρθρον διαναστάντες …

βαρυνόμενοι τῆς γινομένης … ς … τυ …

ορευγομενοι ταυ …

μετὰ τὸ περιπάτωι …

τροφῆς τινος γενηθεν … δι …

πολλῶν διαπεφορημέν.ι …

λόγωι θεωρητοὺς ἀπὸ τῶν ὑ …

καὶ οὐ μόνον δὲ τοῦτο κατασκευάζουσιν, ἀλλὰ ὅτι

καὶ διάφοροι ἀποφοραὶ γίνονται ἀπὸ τῶν σωμάτων.

καὶ τοῦτο ὑπομιμνήσκουσιν οἱ περὶ Ἀσκληπιάδη

καὶ Ἀλέξανδρον τὸν Φιλαλήθη, ὅτι τὰ αἰσθη-

τῶς κενούμενα διάφορά ἐστιν καὶ τὰ κατὰ τὸ λόγωι

θεωρητὸν ἀποφερόμενα οἷα …

ὅτι δὲ τὰ αἰσθητῶς κενούμενα διάφορά

τέ ἐστιν καὶ ποικίλα, ὡς ἀπεδείξαμεν, δῆλον· ἔστι γὰρ ξηρὰ

καὶ ὑγρά. καὶ ἄλλη ἐστὶν διαφορὰ κατὰ τοὺς τόπους·

ἃ μὲν γὰρ διὰ σιάλων κενοῦται, ἃ δὲ διὰ ἀποπάτων,

ἃ δὲ διὰ μηνιαίων …

ον, ἃ δὲ διʼ ἱδρώτων, πάντα δὲ ἀπὸ διαφόρων τόπων.

καὶ ἐφʼ ἑνὸς δὲ τούτων κατʼ ἰδίαν ταὐτὸ ὑπολάβοις ἄν.

ἐπὶ γὰρ τῶν οὔρων ἃ μέν ἐστιν παχέα, ἃ δὲ λεπτὰ μᾶλλον,

ἃ δὲ χολώδη καὶ ἃ μὲν προσδεχόμενα τοιάσδε ὑποστάσεις,

ἃ δὲ τοιάσδε, ἃ δὲ οὐδʼ ὅλως ὑφιστάμενα, καὶ ἃ μὲν ἐπι-

νέφελά ἐστιν, ἃ δʼ οὔ. ὡς ὁμοίως δὲ καὶ ἐπὶ τῶν ξηρῶν.

τῶν κενουμένων γὰρ αμ … γὰρ αὐτῶν αἰσθητῶς

κενούμενα διαφέροντά ἐστιν δι … κατὰ τὸ

λόγωι θεωρητὸν ἀπενεχθήσεται …

ἀπενεχθήσεται. ἑπομένως δὲ τούτοις φασὶν καὶ τὰ αἴτια διαφέροντα. καὶ τοῦτο σαφὲς ἐπὶ τῶν τε ὑγρῶν

καὶ ξηρῶν· τοῦτο δʼ ἐπὶ τῶν ὑγρῶν …

καὶ ποικίλα αὐτῶν, ὅτι καὶ δια … ασται καὶ ποικίλα. καὶ μὴν ἀπὸ … τ … ν ἀποφορὰ γίνεται καὶ ἀπὸ γυ … ρ … υ ἀποφέρεται, διαφερόντως

δὲ καὶ ἀπὸ νεύρων, ὀστῶν, προσαι … ένων.

εἴπερ δὲ κ … α … ι … ς … α … ι … ἀπʼ αὐτῶν ἀποφοραὶ οὐκ … γίνονται, εἴπερ

ἡ τροφὴ αἷμα. εἰ δὲ τοῦτο οὕτως ἔχει, καὶ ἀπὸ

μέρους διαφέρουσαν ἀποφορὰν … ειν. ἀπὸ

παντὸς δὲ μέρους γινόμεναι ἀποφοραὶ α … ισ …

ὅπερ ἐστὶν ἀδύνατον … τον …

ἂν γένοιντο. … γὰρ δυναμ … ων τ …

τοῦτο κατὰ τὴν φαντασίαν. …

περὶ τὸ αἷμα τοι και γενήσονται … ως … αι αυ … αυτων τῶι καὶ κατʼ Ἀλέξανδρον λόγωι ἐλέγχει τοῦτο

ὁπωσοῦν. οἷον γάρ, φησίν, ἔστι τὸ αἷμα κατὰ τὴν φαντασίαν,

τοιοῦτο καὶ κατὰ τὴν δύναμίν ἐστιν, ἁπλοῦν τι καὶ μονοειδές. νωθρὸν δʼ ἐστίν … υτα γὰρ ὀρθῶς ἔχει· καὶ γὰρ παρὰ

τὰς δυνάμεις ἐστὶν διάφορον τὸ αἷμα καὶ παρὰ

τὴν κατεργασίαν τῆς τροφῆς. ταύτῃ δὴ διάφορον

τὸ ἐπὶ τῶν ἀθλητῶν παρὰ τὸ ἐπὶ τῶν ἰδιωτῶν· τὸ μὲν γὰρ

λεπτότερόν ἐστιν, τὸ δὲ τῶν ἐναντίων παχύτερον.

ἐπεὶ δʼ οὖν διάφορόν ἐστιν τῶν ἐν ἡμῖν τὸ προκείμενον,

διάφοροι γένοιντʼ ἂν καὶ ἀπʼ αὐτοῦ αἱ ἀποφοραί. ὅτι δὲ καὶ παρὰ τὴν τῆς τροφῆς κατεργασίαν διάφορον ἂν γένοιτο τὸ αἷμα καὶ ἑτεροῖον κατὰ τὰς δυνάμεις, οὐ χρεία

πολυλογίας· ἡ γὰρ τροφὴ ληφθεῖσα πρώτης κατεργασίας

τυγχάνει ἐν στόματι καὶ διαφόρου γε ταύτης. εἰ μὲν γὰρ

μ … λεαι … ηεισδησει μᾶλλον … ψιν τε

καὶ … ψιν … επι … ν ἀπολεαιν … κακοχ

αν κατασκευα … ει … αἷμα καὶ τοὺς χυμοὺς

… αιμ δι … τοῦ φλέγματος … περιέχειν

… τοῖς δὲ Ἐρασιστρατείοις τἄνπαλιν δοκεῖ ἄλλην ἐκεῖ γίνεσθαι εἰκότως παρὰ τὴν ἐν τῶι στόματι κατεργασίαν.

διαφόρου γὰρ ὑπαρχούσης διάφορον κατασκευάζεται τὸ αἷμα κατά τε δύναμιν

καὶ χρῶμα ἐπεὶ τοιγάρτοι διάφορόν ἐστιν τὸ αἷμα, διάφοροι

καὶ κατὰ τὸ λόγωι θεωρητὸν ἀποφοραὶ ἀπʼ αὐτοῦ

γίνονται. καὶ παρὰ τὴν ἐν τῆι κοιλίαι δὲ κατεργασίαν διάφορον ἂν γένοιτο τὸ αἷμα· διὰ δὴ τοῦτο καὶ

διὰ κοιλίαν κένωσιν ποιῆσαι ἔστιν. καὶ ἐπὶ τῶν ἄλλων

… μάτων τοῦτʼ ἄν τις εἴποι· καὶ γὰρ παρὰ τὰς διαγωγὰς καὶ παρὰ τὰς φορὰς καὶ κεινήσεις διαφορὰς

τῶν ἀποφορῶν γίνεσθαι. καὶ ἐπὶ δὲ τῶν ἄλλων σωμάτων, ἀρτηριῶν

καὶ φλεβῶν καὶ ὑμένων κοινότερον εἰπεῖν διαφορὰν καταλείπουσιν,

ἣ αἰτία τῆς τούτων διαφορᾶς γενήσεται. ὅτι δὲ καὶ κατὰ τὰς κεινήσεις διάφορα γίνεται τὰ σώματα,

φανερόν. οἱ γὰρ κινητικώτερον βιοῦντες

θερμότερα ἔχουσιν τὰ σώματα καὶ διὰ τοῦτο

πλείονα τὴν ἀποφοράν, οἱ δὲ ἰδιῶται τοὐναντίον. ταῦτα γὰρ παρὰ τὰς ὥρας τἀτὸ κατασκευάζουσιν

… τι … ι … ερεια διὰ τὴν ὑπέρμετρον θερμασίαν

… μεν … ροι πλεῖον κενοις τῶι

λεπτυνόμενα τὰ παρακείμενα καὶ ῥευστικὰ

γινόμενα κενοῦσθαι κατά τε τὸ αἰσθητὸν

καὶ κατὰ τὸ λόγῳ θεωρητόν· κατὰ μέντοι γε τὸν χειμῶνα ἧσσον. ἐκ τούτων τοιγάρτοι φανερόν, ὡς

… μὲν αἱ ἀποφοραὶ κατὰ τὸ λόγωι θεωρητόν

… οῦται. ὥσπερ δὲ κατὰ τὸ λόγωι θεωρητὸν καὶ κατὰ τὸ αἰσθητὸν διάφορα καὶ ποικίλα ἀποκρίνεται

ἀφʼ ἡμῶν, οὕτως καὶ κατὰ τὸ αἰσθητὸν εἰσκρίνεται

διάφορα εἰς ἡμᾶς καὶ κατὰ τὸ λόγωι θεωρητόν,

ἅπερ τετόπασται καὶ πρότερον, καὶ Ἀσκληπιάδης

διά τινος ὑπομνήσεως τοιαύτης· ἡ φύσις, φησίν,

τηρητικὴ καθέστηκεν τοῦ τε δικαίου καὶ

τοῦ ἀκολούθου. ἐπεὶ γὰρ ἀπεκρίνετό τινα κατὰ τὸ

αἰσθητόν, ὡς ἐδείχθη, καὶ κατὰ τὸ λόγωι θεωρητὸν

δέδοκται καλῶς, ὡς καὶ τοῦτο κατεσκευάκαμεν, τὸν

αὐτὸν τρόπον καὶ κατὰ τὸ λόγωι θεωρητὸν καὶ

κατὰ τὸ αἰσθητὸν διάφορα εἰσκριθήσεται εἰς

ἡμᾶς. καὶ ὅτι μὲν εἰσκριθήσεταί τινα κατὰ τὸ λόγῳ θεωρητόν

εἰς ἡμᾶς, πρῶτον ἀπὸ τῶν δυνάμεων τῶν

κατὰ τὰ φάρμακα ἔξεστι σκοπεῖν, καιατῶν ἢ

καπνῶν καὶ καταπλασμοῦ, ἃ ἐπιτιθέμενα

τῆι ἐπιφανείαι ὁτὲ μὲν διαλύει τὰ ὑποκείμενα,

ὁτὲ δὲ διαφορεῖ, ἄλλοτε δὲ ἐπισπᾶται. τίνος

γινομένου; οὐ μόνον τῆς δυνάμεως αἰτίας ὑπαρχούσης τῶν φαρμάκων

τῆι ἐπιφανείαι προσκαθιζούσης, ἀλλὰ καὶ εἰς βάθος

ἄχρι τοῦ αἰτίας διοδευούσης διὰ τῶν λόγωι θεωρητῶν

πόρων τοῦ σώματος. ἐξ ὧν φανερόν, ὡς καὶ κατὰ

τὸ λόγωι θεωρητὸν εἴσκρισις γίνεται εἰς ἡμᾶς. καὶ μὴν καὶ κατὰ τὸ αἰσθητὸν εἴσκρισις γίνεται. ὃ γὰρ τὸ ἐλατήριον εἰσκρινόμενον εἰς τὸ σῶμα ποιεῖ, τὸ

αὐτὸ καὶ ἔξωθεν ἐπιτιθέμενον ἐργάζεται.

καὶ εἰσκρινόμενον μὲν καὶ ἄνω καὶ κάτω καθαίρει ὑδατώδη τε καὶ χολώδη καὶ πᾶν τὸ παρʼ ἄλλων.

διὸ καὶ δοκεῖ ἐνεργέστατον παντὸς καθαρτικὸν εἶναι

τὸ ἐλατήριον. ἕκαστον μὲν γὰρ τῶν καθαρτικῶν

ἕν τι ἀποτελεῖ ἀποτετελεσμένον, τοῦτο δὲ πάντα

ὅσα καὶ τἆλλα· καὶ γὰρ αλλεισι … α … ου ληφθὲν

οἷον ἡμιωβέλιον. ὁ μὲν οὖν ἑλλέβορος χολώδη καθαίρειν· καὶ ὁ μὲν λευκὸς ἄνω κεινεῖν,

ὁ δὲ μέλας κάτω καὶ τὰ σκαμώνεια ὑδατώδη καθαίρειν. ἐκ τούτων τοιγάρτοι καὶ τῶν τούτοις

παραπλησίων φανερόν, ὡς τὰ μὲν ἄλλα τὰ προκείμενα ἕν τι δύναται, τὸ δὲ ἐλατήριον

πολλά. ἀλλὰ γὰρ καὶ ἔξωθεν ἐπιτιθέμενον τἀτὰ δύναται· ἀναληφθέν τε καὶ ἀπὸ ῥινῶν ἢ καὶ ἐπιτεθὲν ἐπὶ τοὺς τῶν νηπίων ὀμφαλοὺς ὁτὲ μὲν ἄνω

καθαίρει ὁτὲ δὲ κάτω, καὶ νῦν μὲν χολώδη, νῦν

δὲ ὑδατώδη. τίνος γινομένου; δῆλον ὅτι

τῆς δυνάμεως τῆς κατὰ ταῦτα διικνουμένης

ἄχρι τῶν ὑγρῶν τούτων διὰ τῶν λόγωι θεωρητῶν πόρων. καὶ μὴν καὶ ὁ λευκὸς ἑλλέβορος ἀποθυμιώμενος γυναιξὶ ἀγωγὸς γίνεται τῶν καταμηνίων διὰ τὴν

αὐτὴν αἰτίαν. εἶτα καὶ οἱ εἰλυσπώμενοι καὶ καταλυομένας ἔχοντες τὰς δυνάμεις

ῥώννυνται ταύτας οσ … ἄρτων … ὀδμαί κἀνταῦθά φησιν, ὡς λόγος ἔχει, Δημόκριτον ἀσιτήσαντα

τέσσαρας ἡμέρας πρὸς τῶι ἀναιρεῖσθαι γίνεσθαι

καὶ αὐτὸν παρακληθέντα πρός τινων γυναικῶν

ἐπιμεῖναι ἡμέρας τινὰς ἐν τῶι βίωι, ἵνα

μὴ γένωνται ταύταις δυστυχῶς τὰ κατὰ

κείνους τοὺς χρόνους Θεσμοφόρια λελυμένα, φασὶν αὑτὸν ἀπαλλάττειν κελεῦσαι, καθείζειν δὲ πρὸς τοὺς

ἄρτους, καὶ τούτους καταπνεῖν ἀτμὸν τὸν

γινόμενον. καὶ ὁ Δημόκριτος ἀποσπασάμενος τὸν ἀπὸ τοῦ ἰπνοῦ ἀτμὸν ῥώννυταί τε τὰς δυνάμεις καὶ ἐπιβιοῖ τὸ λοιπόν. ἐπεί τε ὑδάτια καὶ τὴν λειμὸν κορέννυσιν

καὶ οὕτως διεξαρκεῖ, δῆλον ἂν εἴποιμεν, ὡς

καὶ διὰ τῶν λόγωι θεωρητῶν πόρων ἡ αἴσθησις

γίνεται εἰς ἡμᾶς. καὶ ἀπὸ τῶν ἐπιφανειῶν τοῖς ἡμετέροις σώμασι προσφέρεται τὸ προστεθέν.

καὶ γάρ, φησίν, τὸ καστόρειον προστιθέμενον τοῖς

μυκτῆρσιν ἐνίοτε ῥώννυσι τὰς δυνάμεις διικνουμένης τῆς ἀπὸ τοῦ καστορείου δυνάμεως διὰ τῶν λόγωι θεωρητῶν

καὶ ἐντεινούσης. τούτωι γέ τοι προσβάλλων

ὁ Ἀσκληπιάδης κατασκευάζει, ὡς οὐ παρὰ τὸ κατατάσσεσθαι τὸν ἀτμὸν ἀπὸ τῶν ἄρτων

ταῖς δυνάμεσι ῥώννυνται ταύτας, ἀλλὰ

παρὰ τὸ διεγείρεσθαι τὴν ψυχήν. ὅνπερ

γὰρ τρόπον τὸ καστόρειον προσοισθὲν τοῖς μυκτῆρσι

ῥώννυσι τὰς δυνάμεις διεγεῖρον τὴν ψυχὴν καὶ ἐντεῖνον, τὸν αὐτὸν καὶ οἱ ἀτμοὶ γινόμενοι κατατασσονται

τωι σωματι. ἀλλὰ τοὐναντίον· τὸ μὲν καστόρειον, ὥσπερ εἶπον,

ῥώννυσιν τὰς δυνάμεις διεγεῖρον τὴν ψυχήν, οἱ δὲ ἀτμοὶ

οὐ διεγείροντες τὴν ψυχὴν ὠφελοῦσιν, ἀλλὰ προσκατατασσόμενοι τοῖς σώμασιν. γελοῖος δʼ ἐστὶν ἁνήρ· οὐ γάρ, εἰ ἀμφότερα τὰ βοηθήματα διεγείρει τὰς δυνάμεις,

ταύτηι κωλυθήσεται τὸ ἕτερον προσκατατάσσεσθαι

τῶι σώματι. καὶ γὰρ δὴ ὁ τιλμὸς διεγείρει τὰς δυνάμεις καὶ

αἱ πληγαί, ἀλλὰ οὐχ ὁμοίως· διὰ μὲν γὰρ τῶν πληγῶν

καὶ τιλμῶν διεγείρονται αἱ δυνάμεις καὶ φυλάσσουσι

τὰ ἐν τῶι σώματι καὶ οὐχὶ ἐῶσιν ἀφανίζεσθαι,

ἀλλὰ πυκνώσεως γινομένης τηρητικαὶ

γίνονται τοῦ τε πνεύματος καὶ τῆς θερμότητος· ὑπὸ δὲ τοῦ καστορείου καὶ τῶν ὁμοίων ῥωννύμεναι

αἱ δυνάμεις ὡς πρὸς τὴν ὀσμὴν τὸ αὐτὸ ἐνεργοῦσι, ὑπὸ

μέντοι γε τῶν ἀτμῶν ῥωννύμεναι αἱ δυνάμεις καὶ

προστρεφόμεναι προσανακύπτουσιν. δῆλον

τοιγάρτοι, ὡς ἀπὸ τῶν ἀτμῶν ῥώννυνται αἱ δυνάμεις

ἀφικνουμένων τῶν ἀτμῶν διὰ τῶν λόγωι θεωρητῶν

πόρων, ἐξ ὧν ὁμολογουμένως κατασκευάζουσιν,

ὡς καὶ εἰσκρίνεταί τινα εἰς ἡμᾶς διὰ τῶν λόγωι

θεωρητῶν πόρων τῆς σαρκός. ἄλλως τε ζητεῖται, πῶς θερμαίνεται ἡμῶν τὰ σώματα· δῆλον γὰρ

ὡς τῆς θερμασίας εἰσκρινομένης εἰς τὰ ἡμέτερα

σώματα καὶ ἀλεαινομένων πρὸς αὐτῆς. εἰ δὲ εἰσκρίνεταί τις θερμασία εἰς ἡμᾶς, πῶς δῆτα εἰσκρίνεται;

σῶμα γὰρ αὕτη, σῶμα δὲ διὰ σώματος οὐκ εἰσκρίνεται. οὐκοῦν διά τινων εὐρυχωριῶν; εἰ τοῦτο,

πόρους τοιγάρτοι χρῆν ἀπολιπεῖν λόγωι θεωρητούς,

διʼ ὧν εἰσκριθήσεται ἡ θερμασία. ἐχομένως, φησίν, καὶ ἐπὶ τοῦ χειμῶνος ψυχρότερα ἡμῶν ἐστιν τὰ

σώματα τῶι τὸν ἀέρα ψυχρὸν ὄντα καὶ

εἰσιόντα εἰς ἡμᾶς καταψύχειν ἡμᾶς. ταύτῃ

γέ τοι ἐπὶ τούτων διαπορεῖται, τί δήποτε οἱ ἐκ τῶν

βαλανείων ἐξερχόμενοι καὶ ὑπὸ τῶι ἀέρι γενόμενοι

εὐθέως καταψύχονται, οἱ μέντοι γε μετὰ τὸ λουτρὸν

περιχεάμενοι ψυχρῶι ἐν τῶι βαλανείωι, εἶτα

ἐν τῆι αἰθρίᾳ γενόμενοι ἧττον καταψύχονται.

τίνος γενηθέντος; δῆλον ὅτι τῆς μὲν καταχύσεως τοῦ ψυχροῦ πυκνούσης τὴν ἐπιφάνειαν

καὶ κωλυούσης ἀφανίζεσθαι τὸ ἐν ἡμῖν θερμόν,

τόν τε ἀέρα ψυχρὸν ὄντα μὴ ἐώσης εἰσκρίνεσθαι.

διὰ δὴ τοῦτο τὸ αἴτιον μὴ ῥᾳδίως καταψύχεσθαι

τοὺς ποταμούς. ἐπὰν μέντοι γε τοῦτο μὴ γένηται, ἀλλʼ ἠραιωμένοι χωρήσωσι εἰς τὸν ἀέρα,

θᾶττον δέχονται αὐτόν, καὶ ὃς εἰσιὼν

εἰς τὰ σώματα ψυχρὸς ὢν καταψύχει αὐτά.

εἰ δὲ τοῦτο, φανερόν, ὡς εἰσκρίνεταί τι ἀπὸ τοῦ

ἀέρος εἰς ἡμᾶς. διδάσκουσι δὲ καὶ μετὰ ταῦτα, ὡς εἰσίν τινες λόγωι θεωρητοὶ πόροι

ἐν τοῖς ἡμετέροις σώμασιν, ὅπερ δή ἐστιν γελοῖον.

πρῶτον μὲν γὰρ ἐχρῆν τοῦτο κατασκευάσαι καὶ τοῦτο προκαταστησαμένους λοιπὸν διδάσκειν,

ὅτι καὶ ἀποκρίνεταί τινα ἀπʼ αὐτῶν διάφορα, ὡς

ὁμοίως δὲ καὶ εἰσκρίνεται, ὃ οὐ δοκεῖ γίνεσθαι.

τοῦτο α. ἀλλὰ δεύτερον διʼ ἣν αἰτίαν …

ἀλλʼ αυτη … ατιτα …

θαι Ἀλέξανδρος, προσχρῶνται. καὶ α, φησίν, ἀποκρίνεταί τινα ἀφʼ ἡμῶν καὶ εἰσκρίνεταί τινα εἰς

ἡμᾶς πάντως διά τινων λόγωι θεωρητῶν πόρων,

ἐπειδήπερ σῶμα διὰ σώματος οὐ λέγουσι διελθεῖν.

καὶ ἄλλως φησίν· ὡς ἡ φύσις τηρεῖ τὸν νόμον, ἐποίησεν

πάντων ἀποφοράς τινας αἰσθητὰς καὶ λόγωι θεωρητάς

καὶ διαφόρους ἀποφορὰς κατὰ τὸ αἰσθητὸν καὶ κατὰ τὸ

λόγωι θεωρητόν. ἐπεὶ οὖν κατὰ τὸ αἰσθητὸν

ἐποίησέν τινας πόρους, καὶ κατὰ τὸ λόγωι θεωρητὸν

ἐποιήσατο, ὅτι τρέφεται, — φησίν —, πάντα διὰ πόρων

τοῦ σώματος καὶ οὐ λέγουσιν σῶμα διὰ σώματος

διελθεῖν, καὶ τὸ χυλωτὸν καὶ τἆλλα τοῦ σώματος

μέρη γίνεται τῆς τροφῆς διοδευούσης … αι …

… ος μέρος τοῦ σώματος, ὡς τῶν

λόγωι θεωρητῶν πόρων ὄντων ταύτη … ὁ Ἐρασίστρατος θαυμάζει ἐπ … ι … των … ληται τὰ τηλικαῦτα λ … σφε … αι … κατακαέντα ὑφʼ ὑάλου καὶ ει … ε κατὰ τοῦτον ἁπλοῦν αὐ … ειεν … ον … τήγανον καὶ … ον διαφοραὶ … ς φυσ … ς μὲν ἐχ … ειτ … αιδ … η … μ … ε … ς αὐτοῖς λόγωι θεωρητοὺς πόρους … εν καὶ ἡμῖν. ὡς γὰρ καὶ μύρμηξ τρέφεται, οὕτως καὶ ἐλέφας καὶ αἱ Βακτριαναὶ κάμηλοι ἂν τραφεῖεν τῶι τὴν φύσιν καὶ ἐπὶ τούτων πάντων πόρους τινὰς καὶ κατὰ τὸ αἰσθητὸν καὶ κατὰ τὸ λόγωι θεωρητὸν μεμηχανῆσθαι, ἵνα καὶ τὰ ἐλάχιστα τῶν μερῶν τρέφηται τῆς τροφῆς διικνουμένης ἐπʼ αὐτά. φανερὸν τοιγάρτοι ἐκ τούτων καὶ τῶν τούτοις παραπλησίων, ὡς λόγωι θεωρητοὶ πόροι εἰσὶν ἐν ἡμῖν καὶ παντὶ ζῴωι.