eul_wid: qek-ac
DOI 10.5281/zenodo.20335421

Phoenician Matters by Lollianus the Erotic Writer

Phoenician Matters is again the Lollianus papyrus: Androtimus captured; a boy’s heart; a rite. Published in 1972 in the notices.

Two major fragments, lacunae. No other witness. It is papyrus only.

col 2 νι εἰς τὴν αὐτὴν θαψα[ ... ] μικρὸν ἀπὸ τῆς ὁδοῦ ἐκ[τρα‐] πείς. κεῖμαι δὴ ὑπὸ τῇ π[λα‐] τανίστῳ ἐκείνῃ καὶ μετ’ ἐμοῦ κόρη καλή, ἄμφω ἀνῃρημένοι.” ὁ δὲ Γλαυκέτης ἐκπλαγείς, ὥσπερ εἰκός, ἐφθέγξατο μὲν οὐδὲν πρὸς ταῦτα, ἐπένευεν δὲ μόνον καὶ [ἅμ]α ἤλαυνεν. ὁ δὲ νεάνι[σκος] ἠφανίσθη ἐπινεύσαν[τος, ὁ] δὲ Γλαυκέτης κατὰ κρά[τ]ος ἤλαυνεν καὶ ἅμα ἐπεστρέφετο, εἴ που αὖθις ἴδοι ἐκεῖνον, ἀλλ’ οὐκέτι ἔβλεπεν. ἀφικνεῖται οὖν νυκτὸς ἔτι ε[ἰ]ς τὴν κώμην καὶ ἦν παρ’ αὐτῇ ποταμός· τοῦτον διαβὰς ὁρᾷ τινα ἱππόστασιν ἀνεῳγμένην καὶ ἐν αὐτῇ στιβάδα εὐτελῆ καὶ φαύλην. καταδήσας οὖν πρὸς τῇ φάτνῃ τὸν ἵππον βαλὼν αὐτὸς ἐπὶ τῆς στιβάδ[ο]ς ἐπεχείρει καθεύδειν· κἀν τούτῳ κάτεισι γυνὴ διὰ κλίμακος ἣ ἦν ἐξ ὑπερῴ[ου ἄ]γουσα κάτω εἰς τὴν ἱπ[πόστασιν ... ] [Break in Text (point at which text breaks off for an unknown length)][29]