---
title: Little Iliad Fragments
title_greek: Ἰλιὰς Μικρὰ Ἀποσπάσματα
author: "Little Iliad "
eul_wid: afa-aa
eul_aid: afa
canonical: "https://eulogikon.org/works/little-iliad-fragments-afa-aa"
period: Archaic
dialect: Epic (Homeric)
domain: Epic
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Little Iliad Fragments

*Ἰλιὰς Μικρὰ Ἀποσπάσματα*

**Author:** Little Iliad 

**eul_wid:** `afa-aa` · [HTML page](https://eulogikon.org/works/little-iliad-fragments-afa-aa)

## Text

### book 1

Μοῦσά μοι ἔννεπε ἔργα, τὰ μήτ’ ἐγένοντο πάροιθε μήτ’ ἔσται μετόπισθεν.

### book 2.1

Αἴας μὲν γὰρ ἄειρε καὶ ἔκφερε δηϊοτῆτος ἥρω

### book 2.2

Πηλεΐδην, οὐδ’ ἤθελε δῖος Ὀδυσσεύς.[ln_2]* πῶς ἐπεφωνήσω; πῶς οὐ κατὰ κόσμον ἔειπες; 〈καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη,[ln_5]ἀλλ’ οὐκ ἂν μαχέσαιτο.〉

### book 5.1

ἀμφὶ δὲ πόρκης

### book 5.2

χρύσεος ἀστράπτει καὶ ἐπ’ αὐτῶι δίκροος αἰχμή.

### book 9.1

νὺξ μὲν ἔην μεσάτη, λαμπρὴ δ’ ἐπέτελλε

### book 9.2

σελήνη.

### book 21.1

αὐτὰρ Ἀχιλλῆος μεγαθύμου

### book 21.2

φαίδιμος υἱὸς Ἑκτορέην ἄλοχον κάταγεν κοΐλας ἐπὶ νῆας. παῖδα δ’ ἑλὼν ἐκ κόλπου ἐυπλοκάμοιο

### book 21.3

τιθήνης ῥῖψε

### book 21.4

ποδὸς

### book 21.5

τεταγὼν ἀπὸ πύργου, τὸν δὲ πεσόντα[ln_5]ἔλλαβε

### book 21.6

πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. {ἐκ δ’ ἕλετ’ Ἀνδρομάχην, ἠύζωνον

### book 21.7

παράκοιτιν Ἕκτορος, ἥν

### book 21.8

τε οἱ αὐτῶι ἀριστῆες

### book 21.9

Παναχαιῶν δῶκαν ἔχειν ἐπίηρον ἀμειβόμενοι γέρας ἀνδρί, αὐτόν τ’ Ἀγχίσαο κλυτὸν γόνον ἱπποδάμοιο[ln_10]Αἰνείαν ἐν νηυσὶν ἐβήσατο

### book 21.10

ποντοπόροισιν ἐκ πάντων Δαναῶν ἀγέμεν γέρας ἔξοχον ἄλλων.}

### book 23.1

ὡς δ’ ὅτ’ ἀέξηται

### book 23.2

σικυὸς δροσερῶι ἐνὶ χώρωι.

### book 24.1

Πηλεΐδην δ’ Ἀχιλῆα φέρε

### book 24.2

Σκῦρόνδε θύελλα, ἔνθ’ ὅ γ’ ἐς ἀργαλέον λιμέν’ ἵκετο νυκτὸς ἐκείνης.

### book 26.1

ἔνθ’ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν, Ἄντικλος δὲ σέ γ’ οἶος ἀμείψασθαι ἐπέεσσιν ἤθελεν· ἀλλ’ Ὀδυσεὺς ἐπὶ μάστακα

### book 26.2

χερσὶ πίεζε νωλεμέως κρατερῆισι, σάωσε δὲ πάντας Ἀχαιούς,[ln_5]τόφρα δ’ ἔχ’ ὄφρα

### book 26.3

σε νόσφιν ἀπήγαγε

### book 26.4

Παλλὰς Ἀθήνη.

### book 27.1

φήμη δ’ εἰς

### book 27.2

στρατὸν ἦλθε

### book 28

Ἴλιον ἀείδω καὶ Δαρδανίην ἐύπωλον, ἧς πέρι πόλλ’ ἔπαθον Δαναοί, θεράποντες Ἄρηος.

### book 29.1

ἄμπελον ἣν Κρονίδης ἔπορεν οὗ παιδὸς ἄποινα

### book 29.2

χρυσείην, φύλλοισιν ἀγαυοῖσιν κομόωσαν βότρυσί θ’ οὓς Ἥφαιστος ἐπασκήσας Διὶ πατρὶ δῶχ’, ὃ δὲ Λαομέδοντι πόρεν Γανυμήδεος ἀντί.

### book 32.1

[ ].εσο[.]π..[.]ν κατ[.].[.]..[] [ἐς μακάρων ν]ήσους τ.[.].ινπομ[.] Ὠκεαν[] [ πέ]μψωσ[ι]ν, ὅθι ξανθὸς ‘Ραδάμ[ανθυς.‘] [ὣς ἄρα

### book 32.2

φωνήσ]ας ἀπέβη

### book 32.3

πρὸς μακρὸν Ὄλυμπο[ν.][ln_5][ συν]άϊξαν ἐυκνήμιδες Ἀχαι[οί.] [ὡς δ’ εἴδοντ’ Ἀχιλῆ]α νέκυν αἴρον[τ]ας Ἀχαιούς, [ ]ίης κεκορυθμένοι, οἳ δ’ ἅ〈μα〉 πάντε[ς] [ ]ἀμφὶ νέκυ[ν] κατατεθν〈ε〉ιῶτα μ[άχεσθαι.] [δὴ τότε Λαρτ]ιάδης

### book 32.4

προσέφη

### book 32.5

Τελαμώνιον υ[ἱόν·][ln_10][‘Αἶαν διογενές,] Τελαμώνιε, κοίρανε λαῶν, [ ἅ]μα καὶ νώτοισι νέκυν οἴσωμ[εν,] [ ]ουσι κατὰ φρένα ν[.]νδ[.]ρ..[] [ἕως ἐγὼ ν]ώτοισι φέρω, σὺ δὲ ν.[ ]ε[.]ετ[‘] [ μετὰ] Τρῶας κα〈ὶ〉 Ἀχα[ι]οὺς ο..[]

### book 32.1

[ln_15][ Ἀχι]λῆα, νέκυν ε[.].θ..κ[] [ ]..υ

### book 32.2

χθόν’ ἀπ’ ο[ὐ]ρ[α]νόθ[εν] [ ].ψεν ἐπὶ χθόνα π[ουλυβότειραν.] [ κα]θύπερθεν εη.[ ]...[] [ ]κατ’ ἄσθματι.αρ.[][ln_20][ ]ε.ν δεῦεν

### book 32.3

χθόνα.[] [ Ὀδ]υσ〈σ〉εὺς βάσταζ[ε] νέ[κυν]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: afa-aa`.
