eul_wid: swk-eo
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations 1–64: Oration 58 (To the Young on the Tapestry) by Libanius of Antioch

Tossing their attendants in a rug is the new sickness among Libanius's students, worse than an earlier one that he cured by advice alone. He describes the humiliation of the victims, rejects the excuse that one attendant had wronged a teacher of Latin, and prefers rebuke to the whip. Even those who only stood by, he says, share the guilt.

Part of Orations 1–64

ΠΡΟΣ ΤΟΥΣ ΝΕΟΥΣ ΠΕΡΙ ΤΟΥ ΤΑΠΗΤΟΣ.

Ὧνπερ αὖ πρότερον, καὶ νῦν ἔοικέ μοι δεῖν φαρμάκων νόσου πάλιν καταλαβούσης τοὺς ὁμιλοῦντας ἡμῖν πολὺ χαλεπωτέρας ἧς πρόσθεν τινὲς ἐνόσησαν. βουλοίμην δʼ ἂν ὑμᾶς καὶ κατὰ τὴν ἴασιν ἐκείνοις γενέσθαι παραπλησίους τῆς αὐτῆς καὶ νῦν θεραπείας ταὐτὰ δυνηθείσης. ἔστι δὲ αὕτη λόγος τε καὶ παραίνεσις καὶ τὸ πεισθῆναι κάλλιον εἶναι τοῦ ζῆν ἐν ὕβρει τὸ σωφρονεῖν. ἐγὼ γάρ τοι τὸ μὲν διὰ πληγῶν τε καὶ μαστίγων πειρᾶσθαι νουθετεῖν ἔφυγον ὁρῶν ταῦτα πολλαχοῦ τοὐναντίον ποιοῦντα, τὴν δʼ ἀπὸ τοῦ συμβουλεύειν ὠφέλειαν εἶναι νομίσας χρησιμωτέραν καὶ μᾶλλον ἔχειν ἐπανορθοῦν ἐπὶ τοῦτο ἧκον. δόντος οὖν μοι τοῦ πράγματος ἐν τοῖς οὐκέτι πλημμελήσασιν ἱκανὴν ἀπόδειξιν οὐκ ᾠήθην προσήκειν τὸ ταύτῃ νουθετεῖν ὑμᾶς ἀφεὶς ἕτερόν τι ζητεῖν. οἶμαι γὰρ ὑμᾶς οὐκ ἐθελήσειν χείρους ἐκείνων φανῆναι τῶν ἀφʼ ὧν ἐπείσθησαν καὶ δόξαν ἡμῖν καὶ τὴν ἀπʼ αὐτῆς ἡδονὴν ἐνηνοχότων.

Τὸ μὲν οὖν δίκαιον ἦν τοῖς ὑμῶν αὐτῶν ἔργοις ἀφαιρεῖν τι τῶν κακῶν ἃ παρὰ τοῦ καιροῦ φερόμενα τῇ τῶν Ἑλλήνων φωνῇ προσέπεσε καὶ πρὸς τὴν τῶν πνευμάτων βίαν εἰς ὅσον οἷόν τε ἀντέχειν· νῦν δʼ οἷς ἐξαμαρτάνετε προστίθετε τοῖς δεινοῖς καὶ μείζω ποιεῖτε τὰ δυσχερῆ παραπλήσιον ποιοῦντες ναύταις οἳ τῆς τε θαλάσσης οἰδούσης καὶ τῆς νεὼς κύμασι ταραττομένης ἀντὶ τοῦ πάσῃ τέχνῃ πειρᾶσθαι σώζειν τὸ σκάφος ἐπιτείνουσι τοῖς παρʼ ἑαυτῶν τόν τε κίνδυνον καὶ τὰ φοβοῦντα. καὶ ὑμᾶς τοίνυν ἄτοπον ἀφέντας ἀμύνειν τῷ σχήματι τῶνδε τῶν λόγων πονοῦντί τε καὶ πιεζομένῳ διʼ ὧν χεῖρον πράξουσιν ἐπεισάγειν. ἦν μὲν οὖν ἂν ἐπιτιμήσεως ἄξιον ὡς ἔχον ἡμῖν βλάβην, εἰ καί τισι τῶν ἄλλων ἐπετίθεσθε, λέγω τῶν ἔξω τοῦ τεμένους τῶν Μουσῶν. μηδὲ γὰρ χειροτέχνης πασχέτω κακῶς ὑπὸ νέου διατρίβοντος ἐν παιδείᾳ. ἀλλʼ ἀγέτω πρὸς ἐκείνους εἰρήνην καὶ μηδὲ τῶν παρὰ τῶν ἐκεῖθεν ποιουμένων τὸν βίον ἐπαίνων αὑτὸν ἀποστερείτω, ἀλλὰ καὶ τὰς τοιαύτας γλώττας εἰς εὐφημίας ἑαυτοῦ προκαλείσθω καὶ τοσοῦτον ἀπεχέτω τοῦ πρός τινα τῶν τοιούτων εἰς λοιδορίαν καθίστασθαι, ὥστε, κἂν παρʼ ἐκείνων τινὸς εἰς αὐτὸν ἔλθῃ τι τοιοῦτον, ἀνέχεσθαι καὶ δεικνύναι καὶ ταύτῃ, πόσον τι τὸ μέσον πρὸς ἀγοραῖον νέῳ τῆς Ἑρμοῦ τελετῆς ἠξιωμένῳ. τὸ μὲν ἄριστον τοῦτο ἂν ἦν, εἰ δʼ οὐκ ἂν ὅλως δύναιο βέλτιστος εἶναι, μέχρι τούτων γίγνου κακός, βλασφημῶν εἰς χρυσοχόον, ἀσελγαίνων εἰς σκυτοτόμον, παίων τέκτονα, λακτίζων ὑφάντην, ἕλκων κάπηλον, ἀπειλῶν ἐλαιοπώλαις. καλὸν μὲν γὰρ τούτων οὐδὲν οὐδʼ ἄξιον τῶν ἱερῶν ἐφʼ ἃ χωρεῖτε καθʼ ἑκάστην ἡμέραν, ἔστω δὲ ἔξω τούτων τὰ ἀπὸ τῆς κακίας καὶ μὴ τολμάτω τὸν οὐδὸν ὑπερβαίνειν. ἀλλὰ δὴ καὶ τοῦτο γινέσθω τἀσεβές, οὐκ ἀνεκτὸν μέν, συμπεσὼν δὲ νέῳ νέος μαχέσθω νῦν μὲν ψιλαῖς ταῖς χερσί, νῦν δʼ ἀντὶ λίθου τῇ διφθέρᾳ χρώμενος. καίτοι καὶ τραύματα μὲν ἐντεῦθεν γένοιτο ἄν, ὅμως δʼ ἂν ἐκ παραδειγμάτων ἡμῖν εἴη παραμυθία, ὧν τὰ μὲν ἑωράκαμεν, τὰ δὲ ἀκηκόαμεν. τὸ δὲ νῦν καινόν τε καὶ οὔπω πρότερον ἐν μουσείῳ φανέν. ἐπεστρατεύσατε τοῖς παιδαγωγοῖς, οὓς αἰδεῖσθαι νόμος ἦν. καὶ τοὺς μὲν ὑβρίκατε, τοῖς δὲ ἀπειλεῖτε καὶ ταπεινὸν πεποιήκατε τὸ μετὰ φρονήματος διάγον ἔθνος τῶν μὲν οἷς ἔπαθον καταπεσόντων, τῶν δὲ τῇ τῶν ἴσων ἐλπίδι.

Ἦν δὲ οὐ ταῦτα αὐτοῖς, ἡνίκα ἐφοίτων ἐγώ, ἀλλʼ ἐν τιμαῖς οὗτοι μετὰ τοὺς διδασκάλους μιμουμένων τῶν νέων τοὺς διδασκάλους, παρʼ ὧν καὶ αὐτῶν ὑπῆρχον τιμαὶ τοῖς παιδαγωγοῖς τὸ δίκαιον ἔχουσαι. μεγάλα γάρ, ὡς ἀληθῶς μεγάλα τὰ παρὰ τούτων εἰς τοὺς νέους, ἀνάγκαι τε ὧν τὸ μανθάνειν δεῖται καὶ τὸ πολὺ κάλλιον, ἡ σωφροσύνη. οὗτοι γὰρ φρουροὶ τῆς ἀνθούσης ἡλικίας, οὗτοι φύλακες, οὗτοι τεῖχος, ἀπελαύνοντες τοὺς κακῶς ἐρῶντας, ἀπωθοῦντες, εἴργοντες, οὐκ ἐῶντες ὁμιλεῖν, ἀποκρουόμενοι τὰς προσβολάς, ὑλακτοῦντες κύνες πρὸς λύκους γιγνόμενοι. ἃ οὔτε παρὰ πατρὸς παιδὶ γένοιτʼ ἂν οὔτε μαθητῇ παρὰ τοῦ διδασκάλου. ὁ μὲν γὰρ ἐπιστήσας τῷ υἱεῖ τὸν ἄνθρωπον ἐν ἄλλοις ἐστίν, ἐν ἐπιμελείᾳ μὲν πόλεως, ἐν φροντίδι δὲ ἀγρῶν καὶ τῶν ἐν αὐτοῖς θεραπόντων τε καὶ θεραπαινῶν, πολλάκις τε συνέβη τι τοιοῦτον, διʼ ὃ κατέτριψεν ἐπʼ ἀγορᾶς ἅπασαν τὴν ἡμέραν· τῷ δʼ αὐτὸ τοῦτο ἓν ἔργον, ὁ νέος καὶ τὸ τούτου συμφέρον. καὶ νυκτὸς ἡκούσης τῷ πατρὶ μὲν ἔξεστιν ἐν ὕπνῳ κεῖσθαι καὶ προστιθέναι τι καὶ τῆς ἡμέρας, εἰ δόξειεν· ὁ δὲ αὑτόν τε καὶ τὸν νέον ὑπάγει τῷ λύχνῳ καὶ πρῶτον αὑτὸν ἀφυπνίσας ἐπʼ ἐκεῖνον ἔρχεται πλέον τι τῶν ἀλεκτρυόνων ποιῶν, ἐγείρων τῇ χειρί. τῶν αὐτῶν τοίνυν τούτων ἡττᾶται καὶ τὰ τοῦ διδασκάλου τοῦ μέχρι μὲν μεσημβρίας εἰδότος τὸν νέον, μετὰ ταῦτα δὲ οὐχ ὁρῶντος οὐδὲ συνόντος οὐδὲ πονοῦντος περὶ αὐτόν. καὶ τὰ παρʼ αὐτοῦ δὲ τοῦδε διδόμενα τῷ παιδὶ τῷ παιδαγωγῷ φυλάττεται. διʼ ὧν γὰρ ἂν ἡ φυλακὴ γένοιτο, τῶν παιδαγωγῶν ἐστιν ἐπικειμένων, κεκραγότων, ῥάβδον δεικνύντων, σκύτος σειόντων, εἰς μνήμην τὸ ληφθὲν ἀγόντων τοῖς περὶ αὐτὸ πόνοις τοῖς μὲν ἀνιαροῖς, τοῖς δʼ ὑπὸ τῆς μελέτης οὐκ ἔτι λυποῦσιν. ἔν γε μὴν ταῖς ἀρρωστίαις, καίτοι ταῦτα ἔξω τῶν λόγων ἐστί, πρὸς μὲν τὰς ἁμιλλῶνται τῶν μητέρων, τὰς δὲ καὶ παρέρχονται. μικρὸν γὰρ εἰπεῖν τροφούς. αἱ μέν γε ἀπειποῦσαι διακενῆς εὕροντο ῥᾳστώνην, οἱ δὲ προσεδρεύουσιν ὅτου δεηθεῖεν οἱ κάμνοντες παρεχόμενοι, τὰ μὲν λέγουσιν ὑπουργοῦντες, τὰ δὲ καὶ φθάνοντες. καὶ συμβάσης τελευτῆς οἰμωγαί τε οὐκ ἐλάττους παρὰ τῶν παιδαγωγῶν ἢ τῶν τοκέων καὶ πένθη μακρότερα, ὥσθʼ οἱ μὲν εἶξαν τῷ νόμῳ μόνον, οἱ δὲ καὶ ἀφειμένοι τοῦ νόμου πενθοῦσιν ὅμως. οἶδα δὲ ἔγωγέ τινας καὶ μνήματα τῶν ὑπʼ αὐτοῖς παιδευθέντων οἰκήματα σφῶν αὐτῶν πεποιημένους καὶ διαλεγομένους γε ἐγγύθεν προσκειμένων αὐτοῖς τῶν στομάτων τῷ λίθῳ καὶ τοὺς μὲν ὀψέ ποτε ἀπελθόντας, τοὺς δὲ αὐτοῦ τελευτήσαντας. ἀλλὰ καὶ τεθνεῶτος πατρὸς ἐπίσταμαι παιδαγωγὸν ἐπίτροπόν ποτε δίκαιον γενόμενον καὶ τὴν τῆς ὀρφανίας αἴσθησιν ἀφελόντα τῷ παιδί. πολλὰ ἂν ἔχοι διελθεῖν σοφιστής μου βελτίων ἐπὶ ταύτην αὑτὸν ἀφεὶς τὴν ὑπόθεσιν. ἃ πάντα προσῆκεν αἰσχυνθέντας τίμιον ἡγήσασθαί τι τοὺς παιδαγωγοὺς καὶ μᾶλλον, εἴ τις ἄλλος προπηλακίζοι, κωλύειν ἢ αὐτοὺς εἶναι τοὺς τοῦτο ἀδικοῦντας. καὶ ἔγωγε θαυμάζω τῶν νομοθετῶν οἳ τῶν πατέρων πεποίηνται πρόνοιαν κολάζοντες τῶν παίδων τοὺς ἀμελοῦντας αὐτῶν, ὅπως οὐ τῶν αὐτῶν γραμμάτων καὶ τούτους ἠξίωσαν. ἐγὼ μέντοι καθάπερ πολλῶν ὑπὲρ τῶν παιδαγωγῶν κειμένων νόμων οὕτω παρών τε καὶ ἀπὼν ἀνώρθουν τὸν ἐμαυτοῦ τὸν χωλόν, εἰς δέ γε τοὺς ἄλλους ἀνήλισκον μὲν οὐδέν, τιμαῖς δὲ ταῖς ἄλλαις ἐχρώμην. οἵους ἐβουλόμην καὶ ὑμᾶς καὶ εἶναι καὶ ὁρᾶσθαι. νῦν δὲ τί; τοὐναντίον ποιεῖτε κακῶς. ὑβρίζετε, προπηλακίζετε, τὰ ταῖς τῶν τρυφώντων ἐξευρημένα τέρψεσιν εἰς τὸ τῶν Μουσῶν εἰσέλκετε χωρίον καὶ δέον καὶ τοὺς ἔξω ποιοῦντάς τι τοιοῦτο φαύλους νομίζειν ἐπεισηνέγκατε τὰ ʼκείνων τῷ τῆς σοφίας τεμένει καὶ γεγένησθε τῶν ποιούντων.

Εἶτά μʼ ἐρήσεταί τις· ἅπαντες οὖν οἱ παιδαγωγοὶ χρηστοὶ καὶ τιμᾶσθαι δίκαιοι καὶ οὐδεὶς πονηρός τε καὶ τιμωρίας ἄξιος; ἐγὼ δὲ οὐδὲ περὶ τῶν ἐν τοῖς ἄλλοις ἐπιτηδεύμασι τοῦτό γε ἔχοιμʼ ἂν εἰπεῖν, ὅτι βέλτιστοι πάντες καὶ οὐδὲν οὔτε μεῖζον οὔτε μικρὸν ἁμαρτάνοντες, ἀλλὰ κἀν τοῖς ἄρχουσι κἀν τοῖς ἀρχομένοις κἀν ταῖς βουλαῖς κἀν τοῖς δήμοις κἀν τοῖς δικάζουσι κἀν τοῖς συναγορεύουσι κἀν τοῖς ἄστεσι κἀν τοῖς ἀγροῖς κἀν τοῖς γε ποιμέσιν αὐτοῖς οἳ τοῖς προβάτοις διαλέγονται, καθʼ ἕκαστον δὴ τούτων εὕροι τις ἄν τι καὶ παρορώμενον. ἀλλʼ οὐκ ἔξεστι συνελθοῦσιν ἀνθρώποις δέκα ἢ πλείοσιν ἢ ἐλάττοσι χεῖρας αὐτοῖς ἐπιφέρειν καὶ τύπτειν, ἀλλʼ οὐδὲ ῥήμασι τιμωρεῖσθαι καὶ λοιδορίαις. ἀλλʼ ἢ κατὰ τοὺς νόμους ἐπεξιέναι δεῖ τοῖς ἀδικοῦσιν ἢ τὴν ἡσυχίαν ἄγειν. διὰ τοῦτο δικάζει μὲν πολλάκις ἀνὴρ πολλὰς δίκας ὀφείλων καὶ ἀποκτίννυσί γε τοὺς ταὐτὰ δεδρακότας ἑαυτῷ, προσπίπτει δὲ οὐδεὶς οὐδὲ ἐκβαλὼν τοῦ θρόνου καὶ καταβαλὼν παίει τοῖς αὑτοῦ ποσὶ τὴν ἐκείνου κεφαλήν, ἀλλʼ ἢ γράψεται καὶ κρινεῖ καὶ διδόντα δίκην ὄψεται ἢ τοῦτο οὐ ποιῶν ἕξει παρʼ ἑαυτῷ τὼ χεῖρε. οἷα πρῴην ἑωρῶμεν περὶ τῶν ἀρχόντων τοὺς δωροδοκήσαντας. ἐπέστη κατήγορος. ἐκλήθησαν μάρτυρες διʼ ὧν βαδίζον ἦλθεν εἰς τὸ δωμάτιον ἐκείνῳ τὸ χρυσίον. ἐφάνη. εἶτʼ ἀρνήσεως οὐκέτʼ οὔσης εἰσεπράττετό τε καὶ τὰ δοκοῦντα τοῖς νόμοις ἐπράττετο.

Ἔδει τοίνυν καὶ τὰ παρʼ ὑμῶν εἶναι τοιαῦτα, γραφήν, κατηγορίαν, ἔλεγχον. καὶ οὐδεὶς ἂν ἦν ὁ τοὺς ἐλέγξαντας αἰτιώμενος, ἀλλὰ τοὺς ἠδικηκότας καὶ φανερῶς οὕτως ὡς μηδὲ ἐγγενέσθαι λαθεῖν. νῦν δὲ ἐκεῖνα μὲν φυγόντες, τυραννεῖν δὲ τῶν παιδαγωγῶν ἀξιοῦντες οὐκ ἂν ἔχοιτε λέγειν, ὡς οὐκ ἠδικήκατε, ἄλλως τε καὶ τρόπον ἀσελγέστατον ὑβρικότες, οὐκ οἶδα ὁπόθεν εἰσελθόντα τὸ πρῶτον, οἷ δὴ καὶ πρῶτον εἰσῆλθεν. ὁ δʼ ἐστὶ τίς; τάπητα τεταμένον ἐπὶ γῆς ἔχουσι ταῖς χερσὶ κατὰ πλευρὰν ἑκάστην νῦν μὲν πλείους, νῦν δὲ ἐλάττους, ὡς ἂν εἰσηγῆται τοῦ τάπητος τὸ μέτρον. θέντες οὖν κατὰ μέσον αὐτὸν τὸν τὰ αἴσχιστα πεισόμενον ἀναρρίπτουσιν εἰς ὅσον οἷόν τε, πολὺ δὲ τοῦτο ἔστι, σὺν γέλωτι. γέλως δὲ τοῦτο καὶ τοῖς περιεστηκόσι τοῦ τε ἰλίγγου τοῦτον ποιοῦντος καὶ τῆς βοῆς ἣν ἀφίησι μὲν ἐν τῇ φορᾷ τῇ ἄνω, ἀφίησι δὲ ἐν τῇ κάτω. ὁ δὲ ποτὲ μὲν ἧκεν εἰς μετέωρον τὸν τάπητα καὶ σέσωσται, ποτὲ δʼ ἁμαρτὼν αὐτοῦ χαμαί τʼ ἐστὶ κἀν τοῖς μέλεσι ζημιωθεὶς ἀπῆλθεν, ὡς μηδὲ κίνδυνον τῆς ὕβρεως ἀπεῖναι. καὶ τὸ δεινότατον, ὅτι κἀνταῦθα γέλως.

Τοῦτο τοίνυν τὸ νικῶν ἀσελγείᾳ μάλιστα μὲν ἁπάσης τῆς Ῥωμαίων γῆς ἐχρῆν ἀποκεκλεῖσθαι, εἰ δὲ μή, μή τοι γε εἰς Ἑρμοῦ παρελθεῖν καὶ ταῦτα ἐμοῦ ποιμαίνοντος, ἐφʼ οὗ καὶ οὖσαν τήνδε τὴν ἀτιμίαν ἔδει πεπαῦσθαι. νῦν δʼ, ὦ θεοί, οὐκ οὖσα γεγένηται καὶ κατὰ τίνων; οὐ τῶν οἰκετῶν διʼ ὧν ἕπεται τὰ βιβλία, ἀλλὰ κατὰ τῶν ἐν σεμνῇ προσηγορίᾳ καὶ ὧν δεῖ τοῖς τῶν διδασκάλων πόνοις. ἔπειτα ὁ τοῦτο παθὼν ὁ μὲν ἀποδρὰς οἴχεται, ὁ δʼ οὐχ οἷός τʼ ὢν μένει μὲν ἄκων, καταδεδυκὼς δέ ποι ζῇ τό τε φθέγγεσθαί τι τό τε ἀντιβλέπειν ἐχθροῖς ἢ φίλοις ὑφʼ ὧν ἔπαθεν ἀφῃρημένος. οὕτω γὰρ αἰσχύνης ἐστὶ τὸ πρᾶγμα μεστόν, ὥστʼ οὐχ ὁρώμενος ὁ τῷ τάπητι περιπεσὼν καταγελᾶται μόνον, ἀλλὰ κἂν εἰς οὖς ἀφίκηται γραφόντων ἐν τῇ διανοίᾳ τῶν ἀκουόντων τὸ πραττόμενον. τοιαῦτα ὅπλα τοῖς παιδαγωγοῖς ἐπηνέγκατε πλύνοντες μὲν ἐκείνους, καθαιροῦντες δὲ ἐκ τῶν αὐτῶν καὶ τὰ τῶν διδασκάλων, εἴτʼ ἀγνοοῖεν τὰ τολμώμενα, εἴτʼ οὐκ ἀγνοοῦντες ὀλιγωροῖεν.

Κακὸς γάρ, φησίν, εἴς τινα τῶν τῆς ἑτέρας φωνῆς ἡγεμόνων ὁ παιδαγωγὸς οὗτος ἡλίσκετο καὶ τοῦτό γε αὐτὸς περὶ ὃν ἐγεγόνει κακὸς ἔλεγεν. ἀλλʼ οὔπω τοῦτο κακίας ἀπόδειξις τὸν δεῖνα περὶ τοῦ δεῖνος εἰπεῖν, ὡς εἴη κακὸς περὶ αὐτόν, ἀλλὰ δεῖ δήπου καὶ ἐξελέγχειν, ὅτι τὸ καὶ τὸ περὶ αὐτὸν ἥμαρτεν. ἀποκρινάσθω τοίνυν ἐκεῖνος ἢ ὑμεῖς ὑπὲρ αὐτοῦ. τῶν φίλων τινὰς αὐτῷ δυσμενεῖς ἐποίησεν; ἀλλὰ τοῖς ἐπαινοῦσιν αὐτὸν ἐναντίας ἀφῆκε φωνὰς ταῖς ἐπαινούσαις μαχομένας; ἀλλὰ ἐσομένους μαθητὰς ἐκώλυσεν; ἀλλʼ ὄντας ἀπέστησεν; ἐβουλήθη μέν, ἐρεῖ, τὸ δύνασθαι δὲ ἀπῆν. ὁ δὲ συκοφαντεῖσθαί φησιν. οὐδὲ γὰρ βουληθῆναι. ἐδόκει μέντοι διὰ τὸ φίλτρον τῶν ἡμετέρων λόγων οὓς θαυμάζειν ἠνάγκαζε τοὺς νέους καὶ μὴ πλέον νέμειν τοῖς ἑτέροις ἢ τούτοις. ἐβούλετο δὲ ὁ ʼκείνους διδάσκων πλέον ἔχειν ἐκείνους ἢ τούτους καὶ πολλάκις ἀπὸ βιβλίων ἐπὶ βιβλία μετήνεγκε. τοῦ τοίνυν τοῖς νέοις συμφέροντος ἀπῃτεῖτο δίκην, εἰ δὴ συμφέρει μετὰ τῶν δευτέρων ἔχειν καὶ τὰ πρότερα, ἀλλὰ μὴ διὰ τὰ δεύτερα τῶν πρώτων ἐστερῆσθαι.

Καὶ δὴ καὶ δίκην ὤφειλεν οὗτος. οὐκοῦν ἐκεῖνον ἔδει τὴν εἰωθυῖαν λαμβάνειν. ἡ δὲ ἦν ἐκβαλεῖν τῆς τῶν νέων ἐπιμελείας πείσαντα τὸν πατέρα, τοῦτο δὲ οὐ δυνηθέντα τὴν ἡσυχίαν ἄγειν. ὁ δὲ ταύτην μὲν οὐκ ἦλθεν ἣν ἴσως ἄν τις καὶ ἄλλος, ὑμῖν δὲ ἐπέταξε τὰ μὴ κατὰ τοὺς νόμους. ἃ τῷ μὲν ἔμελλεν ἡδονὴν οἴσειν, ὑμῖν δὲ τὴν χείρω δόξαν. ἀπὸ γοῦν ἐκείνης τῆς ἡμέρας εἰς ταύτην ὁ τοῦ τάπητος λόγος ἔχει τὴν πόλιν, καὶ τὸν πεπονθότα καὶ τοὺς πεποιηκότας ἐλεοῦντας, ἐλεοῦντας δὲ ἐκείνου ὑμᾶς πλέον ἐν οἷς τοιοῦτοι τρόποι. ὥστʼ εἴπερ εἴχετε νοῦν, ἔδει νομίζειν ἐχθρὸν τὸν τοιαῦτα ᾐτηκότα. διὰ τί γὰρ ἐζήτει παρʼ ὑμῶν ἃ μὴ παρʼ αὑτοῦ; εἰ μὲν γὰρ οὐκ ἄτοπον τὸ διὰ τοῦ τάπητος, αὐτὸν ἔδει τοῖς περὶ αὑτὸν ἐπιτάττειν λαμπρᾷ τῇ φωνῇ τὸν παιδαγωγὸν ἐγκαθίζειν εἰς τὸν τάπητα τἀπὶ τούτῳ πεισόμενον· εἰ δὲ πονηρὸν εἶναι τὸ πρᾶγμα κατεγνώκει, πῶς οὐκ ἠδίκει ταῦτα ἐφʼ ὑμᾶς ἄγων ὧν οὐ καλὸν ἡγεῖτο μετέχειν δοκεῖν; ὑμεῖς δὲ ὑπηρέτας ὑμᾶς αὐτοὺς κατεστήσατε πράγματος ὃ ποιεῖν ἐκεῖνος ὤκνησε, καὶ οὐκ ᾐσχύνεσθε. καὶ ὁ μὲν ὑβρισμένος εἷς καὶ προνοίᾳ θεῶν οὐκ ἀπολωλώς, τὸ δέος δὲ κοινὸν τῶν παιδαγωγῶν ἀπειλῆς οὔσης ἐν τοῖς γεγενημένοις ἐπὶ πάντας ἥξειν τὸ κακόν. μὴ οὖν θαυμάζετε, εἰ εἷς μὲν γέγευται τοῦ τάπητος, ἀλλήλους δὲ παρακαλέσαντες καὶ συνερρυηκότες ἐβόων. ὁ γὰρ κοινὸς φόβος ἐποίει τὴν σύνοδον καὶ κρεῖττον ἡγοῦντο τὸ μὴ παθεῖν τοῦ παθόντας στένειν.

Ἦν μὲν οὖν αὐτοῖς βουληθεῖσι καὶ παρὰ τὸν ἄρχοντα δρόμος, οἱ δʼ ἀρκεῖν ἡγήσαντο τὸν παρʼ ἐμὲ καὶ ἐκάλουν με δικαστήν, οὐχ ὑμεῖς. ἦν γὰρ τοῦθʼ, ὡς ἔοικεν, ἀνάξιον τῶν ὑμῖν ὑπαρχόντων. καὶ ἐγὼ μὲν ἔσβεσα τὴν φλόγα λόγοις, ὑμεῖς δὲ ἐρρῶσθαι φράσαντες Σοφοκλεῖ καὶ τῷ λέγειν καὶ πείθειν ἐπὶ τοὖργον ἐπηδήσατε καὶ μείζονος φρονήματος ἀπό γε τοῦ περὶ τὸν τάπητα γέμοντες ἀπήλθετε καὶ τῆς ὑστεραίας εἰς τὸ διδασκαλεῖον ἤλθετε δέον ἐν σκότῳ καθημένους μέμφεσθαι τὰ πεπραγμένα καὶ τὸ κοινὸν δὴ τοῦτο τῶν ἀδικούντων ποιεῖν, αἰτιᾶσθαι τὴν Τύχην ἀνθʼ ἑαυτῶν.

Εἷς γὰρ ὁ τοῦτο παθών, ἐρεῖτε, τοῖς ἄλλοις δὲ τὰ προσήκοντα πεφύλακται. καὶ γὰρ τούτῳ πρὶν ἢ παθεῖν. ἀλλʼ ὅμως πεπαρῴνηται. καὶ οὐ τῷ μὴ πεπονθέναι τὸ μηδὲ παθεῖν ἔσχε. λογίζετʼ οὖν τούτων ἕκαστος τῶν οὐ πεπειραμένων τοῦ τάπητος, ὡς οὐκ ἰσχυρὸν αὐτοῖς τὸ μὴ πεπειρᾶσθαι πρὸς τὸν ἔπειτα χρόνον οὐδʼ ὁ παρελθὼν ἐγγυᾶται τὸ μέλλον, ἀλλʼ ἢν ὀργή ποτε προσπέσῃ, ταχὺ πολλὰ τοιαῦτα ἔσται. ἑνὸς κατεχέατε τὴν ὕβριν, τῶν δʼ ἄλλων ἀπέσχεσθε. παρὰ τοῦτʼ οὖν οὐχ ὑβρίκατε τὸν ὑβρισμένον; οὐκοῦν οὐδʼ ὁ κτείνας ἕνα ἄνδρα ἀνδροφόνος, ὅτι μὴ πάντας; οὐδʼ ἂν τὴν ὑπὲρ τοῦ τεθνεῶτος δοίη δίκην δικαίως διὰ τοὺς ζῶντας; ἀλλʼ, οἶμαι, τὰς τιμωρίας δυοῖν εἵνεκα λαμβάνομεν τοῖς τε ἠδικημένοις βοηθοῦντες καὶ τοῖς οὔπω, τοὺς μὲν παραμυθούμενοι, τοὺς δὲ ῥυόμενοι. ἕως ἂν οὖν ἕνα αὑτῶν ὑβρισμένον ὁρῶσι τοιαῦτα οἱ παιδαγωγοί, τῷ τῶν τὰ τοιαῦτα πεισομένων συζῶσι φόβῳ. αὐτῷ τοίνυν ὑβρίζονται τῷ φόβῳ καὶ τρόπον τινὰ ἐν τοῖς πεπονθόσιν εἰσὶν οἱ πεισόμενοι.

Νὴ Δία γάρ, διδάσκαλος ἦν ὁ κελεύων. οὔπω μοι δεσπότην λέγεις. καίτοι καὶ δούλοις ἀδικοῦσιν ἐξ ἐπιτάγματος οὐκ ἀρκεῖ τὸν δεσπότην εἰπεῖν οὐδὲ ἃ παθεῖν ἀπειθοῦντας ἔδει, ἀλλὰ τοῦ πεπεῖσθαι δόντες δίκην μανθάνουσιν, ὡς οὐ πάντα τῷ δεσπότῃ πειστέον οὐδʼ ἢν τὰ παρʼ ἐκείνων θυμουμένων τῶν ἐκ τῶν νόμων ᾖ χαλεπώτερα. διδάσκαλος ἦν ὁ κελεύων. οὐκοῦν ἐχρῆν πρὸς τὸν θαυμάσιον τοῦτον διδάσκαλον λέγειν, ὡς ἃ μὲν χρὴ κελεύοντος δράσομεν, πάντα δὲ οὐ δράσομεν καὶ οὐχ ὅσα ἐστὶ κακά; οὐδὲ γὰρ τοὺς γονέας κελευόντων πατάξομεν οὐδὲ βωμοὺς ἀνατρέψομεν οὐδὲ τοὺς ἐκείνοις δυσμενεῖς ἀποκτενοῦμεν. γένοιτο δʼ ἄν που διδάσκαλος καὶ θαυμάζων ὥραν μαθητοῦ καὶ κελεύων τῷ δεομένῳ χαρίσασθαι. ἆρʼ οὖν καὶ τοῦτο χαριούμεθα; δεινὸν μέντʼ ἂν εἴη. ὁ γάρ τοι διδάσκαλος ἅμα τε ἐζήτησεν ἃ μὴ χρὴ καὶ τὸ εἶναι τοῦ νέου κύριος ἀπολώλεκεν. ἦν μὲν γὰρ ἐκ τῆς ὠφελείας κύριος, βλάπτων δὲ ἐχθρὸς ἂν εἴη. νόμος δὲ λυπεῖν τὸν ἐχθρόν, οὐκ εὐφραίνειν. ὥστʼ οὐδʼ οὗτος εἰκότως ἂν πειθομένους εἶχε τοιαῦτα ἐπαγγέλλων ἀφʼ ὧν μισεῖ μὲν ὑμᾶς ὁπόσον ἐν παιδαγωγοῖς, φεύγει δὲ τῆς νεότητος τὸ σωφρονοῦν.

Τῆς πόλεως δὲ τόπος ἅπας τοῦτον ἔχει τὸν λόγον, ὅτι γυμνῶσαι τῆς τῶν παιδαγωγῶν φρουρᾶς βουλόμενοι τοὺς νέους, ὅπως ἐπʼ ἐξουσίας τρυγῶσιν, εἶτʼ ἄλλως οὐκ ἔχοντες τὰ τοῦ τάπητος ἐπήνεγκαν, ἵνʼ εἰδῶσιν, ὡς ἢ τῶν εὐμόρφων ἀποστατέον αὐτοῖς ἢ ʼκείνων ἀντειλημμένοις ἐν τοῖς διὰ τοῦ τάπητος εἶναι κακοῖς. καὶ τίνας οἴεσθε τοὺς πατέρας ὑμῖν, εἰ ταῦτα ἀκούσαιεν, ἔσεσθαι; φαιδροὺς καὶ οἷοι γένοιντʼ ἂν πατέρες ἐπʼ ἀκοῇ χρηστῇ; δυστυχῶν ἄρα πατέρων παῖδες ὑμεῖς. ἀλλʼ ἀνιάσεσθαι καὶ θρηνήσειν, οἵους ἔφυσαν; εἶτα λύπης τοιαύτης καὶ δακρύων αἴτιοι τοῖς γονεῦσι καθιστάμενοι θεῶν ὀργὰς οὐ δεδοίκατε; ἢ βραχὺς ὑμῖν καὶ τούτου λόγος; μετὰ χρηστῶν γε βιώσεσθε τῶν ἐλπίδων.

Καὶ μὴν τοῖς γε τοῦ φοιτᾶν ἀπηλλαγμένοις ἔθος τὰ πεπραγμένα αὑτοῖς ἡνίκα ἐφοίτων ἐν συνουσίαις διηγεῖσθαι. πότερʼ οὖν ταυτὶ τὰ νῦν ἐρεῖτε καὶ φιλοτιμήσεσθε; οὐχ οὕτως ὑμᾶς αὐτοὺς μισήσετε, ἀλλʼ αὐτοί τε ἀποκρύψεσθε κἂν ἄλλος λέγῃ, χαλεπανεῖτε. οὐκοῦν ἄμεινον μὴ πεπρᾶχθαι ταῦτα οἷς αἰσχυνεῖσθε πεπραγμένοις;

Τί δʼ, ὁ μαθητὴς οὐκ εὐφροσύνας παρασκευάζειν τῷ διδασκάλῳ δίκαιος; πάνυ γε. τούτων οὖν πραττομένων οὐκ ἀθυμεῖν ἡμᾶς ἀνάγκη; παντί που δῆλον. τούτῳ δὲ κἂν μὴ κατάρα τις ἕπηται, ταὐτὸν ἡ λύπη καὶ μετὰ σιγῆς ποιεῖ. τὰς δʼ Ἐριννῦς ὥσπερ τῶν γονέων, οὕτω καὶ τούτων χρὴ νομίζειν κήδεσθαι.

Εἰπέ μοι, παιδαγωγοὶ δὲ ὑμῖν τοῖς ταῦτα δεδρακόσιν οὐκ εἰσίν; εἰσί. τούτους τοίνυν εἰ μὲν ἀτιμάζετε, τῆς τῶν ἀσεβῶν ἐστε συμμορίας· εἰ δὲ τιμᾶτε, διὰ τί τοὺς τῶν ἄλλων ἐλαύνετε; ὃ γὰρ ὑμῖν οὗτοι, τοῦτʼ ἐκείνοις ἐκεῖνοι, κέρδος ἐμοὶ φέροντες ὅσονπερ οὗτοι. καὶ εἰ δὴ τῶν ὑμετέρων ὑπʼ ἄλλων τυπτομένων ἠδίκητʼ ἂν ὁ θεσμός, καὶ νῦν ἠδίκηται τῶν ἄλλοις ἐφεστηκότων ὑφʼ ὑμῶν ὑβριζομένων.

Ἡ δʼ ὕβρις αὕτη καὶ ὁ τῶν ἴσων φόβος ἔλαττον ἐκ μείζονος δύναται ποιεῖν τὸ ποίμνιον. ὁ γὰρ οὗ ταῦτα οὐ πείσεται θαυμάζων, τὰ δὲ τῇδε διαβάλλων ἐκεῖσε πέμπειν τοῖς γονεῦσι συμβουλεύσει τοὺς αὑτῶν, ἀξιόπιστος δʼ ἂν εἰκότως ὁ παιδαγωγὸς εἴη πλαττόμενος μὲν τῶν ἐνταῦθα ἐρᾶν, τὸ δὲ τοῦ νέου συμφέρον πρότερον ἄγων. οὕτω τοῖς ἡμετέροις πράγμασιν ἐπιζήμιον ζητεῖτε τιμωρίαν ἀνθʼ ἧς ἄξιον εὔχεσθαι τοῖς θεοῖς ὑμᾶς ὑπὲρ ἡμῶν.

Ἀλλʼ ἔα τοὐμόν, εἰ δοκεῖ. σκεψώμεθα δὲ πάλιν τὸν ἀναρριφέντα. οὐκοῦν οὔτε τῇδε ταὐτὸν ἔργον ποιῶν θρέψεται, οὐ γὰρ ποιήσει τοὺς ἑωρακότας ἃ πέπονθεν αἰσχυνόμενος καὶ τὸν ταῦτα δεδεγμένον τόπον, ὅποι τʼ ἂν ἀφίκηται, τὸν περὶ ὧν πεπαρῴνηται λόγον εὑρήσει. ὅ τε μέγιστον ἐν παιδαγωγῷ, φόβος ὁ κατὰ τῶν ἀγομένων ἀναιρεθήσεται. ἢν γὰρ ἅπτηται βλακευόντων, ἀντιβλέποντάς τε ἕξει καὶ προφέροντας τὸν τάπητα· τίς οὖν αὐτῷ δώσει τὸν ἄρτον; οὐδὲ γὰρ ἐπὶ τὴν τῶν ἐρίων ἐργασίαν τρέψεται, ἥν γε οὐκ οἶδε. λείπεται δὴ προσαιτεῖν μετὰ δακρύων. εἶθʼ ὑμᾶς ἄξιον τοιούτων αἰτίους ἀνθρώπων ὁτῳοῦν γεγενῆσθαι; καὶ οὔτε τὴν ὀργὴν τῶν ταῦτα μισούντων δεδοίκατε δαιμόνων οὔτε τὴν δύναμιν;

Καὶ μὴν οἱ μὲν οὔπω πρὸς ῥώμην ἥκοντες λόγων εἰκότως ἂν βούλοιντο τοῖς τρόποις εὐδοκιμεῖν τούς τʼ ἐν τῇ δυνάμει ταύτῃ μὴ βλάβην ποιεῖν τῇ παρʼ ἐκείνης δόξῃ τὴν ἀπὸ τῆσδε τῆς κακίας. ἀλλὰ μηδὲ τοὺς ἡμῖν ἐχθρῶς ἔχοντας φθόνῳ τοῦτο ποιοῦντας εὐφραίνετε. οὓς ἀπήγγειλέ μοί τις τρυφᾶν ἐν τῇ μνήμῃ τῇ περὶ τὸν τάπητα καὶ τὴν αἰτίαν ἄγειν ἐπʼ ἐμὲ καὶ ἡμερότητα τὴν ἐμήν. εἰ γὰρ ἐκεῖνος, φησίν, ᾔδει πικρῶς κολάζειν, οὐκ ἂν ταῦτα ἡμαρτάνετο. ἐγὼ δὲ ἥδιον ἐκ λόγων ἂν παρεχοίμην εὐτάκτους τοὺς ὁμιλοῦντας ἢ μετὰ μαστίγων καὶ διὰ τὸ αἰδεῖσθαι μᾶλλον ἢ διὰ τὸ πλήττεσθαι.

Ἴσως ἂν εἴποι τις ὑμῶν οὐκ ὀρθὴν εἶναι τὴν ἐπιτίμησιν κατὰ πάντων γενομένην οὐ πάντων ὄντων ἐν τῷ τάπητι. ἐγὼ δὲ μετὰ τῶν δεδρακότων ἀδικεῖν ἡγοῦμαι τοὺς οὐ κεκωλυκότας πολὺ πλείους ὄντας τῶν πεποιηκότων. ὁ γὰρ ἐξὸν ἐπισχεῖν οὐ βουληθεὶς κεκοινώνηκε τῆς πράξεως. ἔδει δὲ ἢ μὴ ἐπιτρέπειν ἢ κατηγοροῦντας τῶν πεπραγμένων καθαροὺς εἶναι τῆς ἀσελγείας. ὑμεῖς δὲ οὔτε τοῦτο οὔτʼ ἐκεῖνο, ὥστʼ οὐδʼ εἰ πάνυ βούλεσθε δοκεῖν μὴ μετέχειν τοῦ τάπητος, δύνασθε.

Τῶν οὖν πεποιηκότων τῷ λόγῳ τὴν ἀνάγκην μᾶλλον νομιστέον τὸν λόγον ἢ τοῦ συγγεγραφότος. εὔχομαι δὲ τοῖς θεοῖς πεπλῆχθαί τε τὰς ψυχὰς ὑμῖν ὑπὸ τῶν εἰρημένων καὶ γενέσθαι καλλίους.