ΚΑΤΑ ΣΕΥΗΡΟΥ.
Πάρεισι μὲν οἱ δικάσοντες ἡμῖν καὶ ὑπήκουσαν εὖ ποιοῦντες ἀνίσχοντι τῷ θεῷ, δεῖ δὲ οὐδὲν ὅρκου πρὸς ἡμᾶς ἦ μὴν φυλάξειν ὑμᾶς τὸ δίκαιον. ἐν γὰρ δὴ τῷ τὰ δίκαια αἰδεῖσθαι καὶ φυλάττειν ἅπαντα βεβιώκατε τὸν χρόνον καὶ γίγνοιτʼ ἂν ὑμῖν ἀνθʼ ὅρκων ὁ τρόπος, ὥστε με καὶ πάνυ προσδοκᾶν δόξειν ὑμῖν μηδὲν ἀδικεῖν, εἰ καὶ μὴ τὸ τῆς Τύχης παρʼ ἐμοί τε καὶ τοῖς ἀντιδίκοις ἴσον.
Ἠξίουν μὲν οὖν ἔγωγε τὸν χρηστὸν Ἀντίοχον, εἰ καὶ μὴ κατηγορεῖν ἐξῆν αὐτῷ τῶν πεπραγμένων διὰ τὸ ζῆν ὑπὸ Σευήρῳ καὶ δύνασθαι ῥᾳδίως κακῶς παθεῖν, ἔν γε τῷ σιγᾶν μένειν καὶ ταύτῃ γε, εἰ καὶ μηδενὶ τῶν ἄλλων, νέμειν τι τοῖς δικαίοις· ἐπεὶ δὲ καὶ λέγει πολλὰ καὶ μέμφεται καὶ βούλοιτʼ ἄν με μεταπεισθῆναι καὶ εἶναι ἐν ᾧπερ ἦν, εὔχομαι μὲν αὐτὸν ὑπʼ ἐμοῦ μεταπεισθῆναι μηδενὶ τῶν νυνὶ τούτων βλαβείσης τῆς οὔσης ἡμῖν φιλίας· εἰ δʼ οὖν καὶ ἄχθοιτο τῷ μὴ λαβών με παρὰ τὸν Σευῆρον ἄγειν, ἀξιώσω μοι συγγνώμην ἔχειν, εἰ τὴν σπουδὴν αὐτοῦ τὴν ὑπὲρ ἄλλων ἐν τοῖς ὑπὲρ ἐμαυτοῦ μιμήσομαι.
Μικρὸν δὲ ἄνωθεν ἀνάσχεσθέ μου λέγοντος, ὦ ἄνδρες δικασταί. γνώσεσθε γάρ, ὡς οὐδʼ ἐν οἷς ποιῶ νῦν ἀδικῶ.
Τοῦτόν μοι παρέδωκεν ὁ πατὴρ ἐπαινέσας μου τὴν περὶ μισθοὺς μεγαλοψυχίαν καὶ πιστεύων ἐν ἴσῳ τὸν οὐ δώσοντα τοῖς διδοῦσιν ἔσεσθαι. δευτέρῳ δὲ ἔτει θορυβήσας τι περὶ τὰς θύρας καὶ εἰσδραμὼν καὶ λαβόμενος τοῦ παιδὸς εἷλκεν ἐπʼ ἀγῶνας καὶ δικαστήριον καὶ δίκας. ὁρῶν δὲ ταῦτα ἐγώ, τοῦτον, ἔφην, τὸν τηλικοῦτον; τὸν ἐν προοιμίῳ τῆς τέχνης; πῶς μὲν οἴσοντα τοῦ δικάζοντος τὸ πρόσωπον; πῶς δὲ τῶν συνηγόρων τὰς τόλμας; πῶς δʼ αὐτοῦ τοῦ δικαστηρίου τὸ σχῆμα; ταῦτα ἀκούων οὐδὲν ἔφη με λέγειν οὐδὲ πείσεσθαι. κρατῆσαι δὲ οὐ δυνηθεὶς ἐγὼ τοῦ πατρὸς ᾔτουν παρὰ τῶν θεῶν μὴ γενέσθαι τι κακὸν ἀπὸ τῆς δυσβουλίας ἣ τὸν νέον ἀπῆγε. καὶ μὴν οὔπω τρίτος, καὶ λόγος πολὺς εἶναι πολλὴν τῷ Σευήρῳ δύναμιν ἐν συνηγορίαις, εἶτα πλείστην, εἶτα πάντας ἡττῆσθαι τοὺς νικᾶν εἰωθότας. καὶ ἦσαν οἱ λέγοντες χρυσίον ὑπὲρ τούτου γόητι γεγενῆσθαι καὶ εἶναι τὸ πραττόμενον ὑπὸ τῆς ἐκείνου σοφίας, οὐ τῆς τοῦ ῥήτορος, καὶ μαρτυρεῖν τὸ μηδὲν εἶναι καλὸν ἐν τοῖς λόγοις. ἐγὼ τοίνυν τὰς μὲν νίκας ἡδέως, ταῦτα δὲ οὐχ ἡδέως ἤκουον κἀν τοῖς δευτέροις καὶ τρίτοις τῶν αὐτῶν μὲν συμβαινόντων, ἐνίκα γάρ, τῶν αὐτῶν δὲ θρυλουμένων πάλιν ἐγὼ τοῖς μὲν ἡδόμην, τοῖς δὲ ἠχθόμην πράττων τὸ τοῦ φιλοῦντος ἐν ἀμφοτέροις. μετὰ ταῦτα τοίνυν πολλοῦ γε ἐλθόντος τοῦ τῶν ἀγαθῶν ῥεύματος καὶ παραδοξοτέρου καὶ μείζω χώραν τῷ λόγῳ παρέχοντος τῷ περὶ τοῦ γόητος τῶν μὲν τὸν γόητα λεγόντων κατεγέλων ῥητορείας καὶ καλοκἀγαθίας ἀξιῶν ἅπαντα ταῦτα εἶναι, Σευῆρον δὲ οὐκ ἐλάνθανον ταῖς ἐκείνου τιμαῖς καὶ χαίρων καὶ φιλοτιμούμενος. καὶ χωρῶν τε ἐπʼ Αἰγύπτου καὶ πάλιν ἐκεῖθεν ὡς βασιλέα διʼ ὧν ᾤετο δόξειν εἶναι περὶ ἐμὲ δίκαιος ἅπαντα ἔπραττε καὶ τοὐμοῦ γήρως ἐραστὴν αὑτὸν ἐκάλει. γενόμενος δὲ ἐν ταῖς νυνὶ ζώναις ταυταισὶ ταῖς δύο γράμμασί τε με ἐκόσμει τό τε μάλιστα αὑτὸν δεῦρʼ ἄξον ἐμὲ ἔφασκεν εἶναι. καὶ πολλὰ μὲν τοιαῦτα ἀπὸ Θρᾴκης ἐφοίτα, ἦλθε δέ τινα καὶ ἀπὸ Ταρσῶν πόλεως ἧς διὰ μέσης ἔρχεται Κύδνος ὁ ποταμός. ἔλεγε δὲ ταῦτα πάντα, ὡς ἀδικεῖσθαί τε τῷ μὴ τεθεᾶσθαί με νομίζοι σπεύδοι τε ὅπως ἴδοι. καὶ ἐπειδὴ τὸ πρῶτον συνεμίξαμεν, καταβὰς ἔχων ἑστῶτα πλησίον τὸν ἐφεστηκότα ταῖς ἑῴαις πόλεσι πλείοσί με φιλήμασιν ἢ τῶν ἄλλων ἕκαστον ἠσπάσατο, καὶ τοῦτο διατριβὴν οὐκ ὀλίγην ἐνεποίησεν. οἷς τοίνυν ταραχήν τε καὶ φόβον παρέσχεν ἥκων τε καὶ μέλλων, εἰδότες μὲν οἵδε τὰ δεύτερα, ἰδόντες δὲ τὰ τρίτα μίαν ἄδειαν καὶ μίαν ἀποστροφὴν καὶ μίαν καταφυγὴν ἕξειν ἐλπίσαντες τὴν αἰδῶ Σευήρου τὴν πρὸς ἐμὲ κοινῇ πάντες ἐφέροντο πρὸς ἐμέ τε καὶ ταυτὶ τὰ γόνατα, οἱ μέν τι καὶ ὑπουργηκότες ἡμῖν, τοῖς δʼ ἦν αὐτὸ δίκαιον τοῦτο τὸ βεβοηθηκέναι με πολλοῖς οὐδὲν εὖ προπαθόντα. δείλης οὖν αὐθημερὸν ἐπιτρέψαντος ἀπελθὼν αὐτὰ ταῦτα ἀπήγγελλον, τήν τε ἐλπίδα τῶν ἀνθρώπων καὶ τὸν ὡς ἐμὲ δρόμον καὶ ὡς εἴη κύριος εὐεργέτην με πολιτῶν ἐμαυτοῦ καταστῆσαι καὶ ποιῆσαι τιμιώτερον.
Ὁ μὲν οὖν Ὅμηρός φησι· καὶ ἐλίσσετο πάντας Ἀχαιούς, Ἀτρείδα δὲ μάλιστα, ἐγὼ δʼ ὑπὲρ ἁπάντων δεόμενος ὑπὲρ Μάλχου μάλιστα τοῦτο ἐποίουν διὰ τὸ μείζους εἶναι τοὺς κινδύνους ἐκ μειζόνων τῶν διαβολῶν. Σευῆρος δὲ χρηστός τε ἦν ἐν τοῖς ῥήμασι καὶ τιμήσειν ἔλεγε τῇ πρᾳότητι τὸν Μειλίχιον Δία, ὥστε τὸν παρακαθήμενον Ἀλέξανδρον ἐπαινεῖν τὴν εἰς ταῦτα ἑτοιμότητα. τίνα δὴ τἀπὶ τούτοις; ἐκέλευσε θαρρεῖν τοὺς δεδεμένους καὶ πάντα τὰ ἀληθῆ πρὸς αὑτὸν περὶ πάντων λέγειν, Μάλχον δὲ μετὰ τοὺς ἄλλους λόγους καὶ ὡς φανεῖται τὸ χρυσίον. ταῦτα τῆς μὲν ἐπιούσης ὁ ἄρχων ἐφύλαξεν, ἐν δὲ τῇ μετʼ ἐκείνην ἐκίνησε. καὶ τοὺς μὲν ἄλλους ὅπως μεταχειριεῖται, θεὸς οἶδε· τὰ δὲ δὴ Μάλχου, τρὶς ἀποθανεῖν αὐτῷ βέλτιον ἦν καὶ γενέσθαι τῷ Πολυφήμῳ δεῖπνον ἢ παθεῖν ἃ πέπονθε μενούσης ἡμῖν τῆς πολιτείας καὶ οὐ μεταπεσούσης. ἃ γὰρ οὐδʼ ἀγοραίων πασχόντων ἐνέγκαι τις ἂν ἀδακρυτί, ταῦτα ὁ ἄρξας, ταῦτα ὁ ζώνην, ὁ θρόνον, ὁ δικάζειν παρὰ τοῦ κρατοῦντος λαβών, ταῦτα ὁ στρατιώταις ἐπιτάξας, ταῦτα ᾧ βασιλεὺς ἐπέστειλε πολλάκις. οὐ γὰρ ἔτι κρύψαι τὸ μῖσος οἷός τε γενόμενος οὐδὲ ἀντισχεῖν τῷ μεγέθει πᾶν ὅσον εἶχεν ἐν τῇ καρδίᾳ κείμενον ἐξέχεε μικρὸν ἀπέχων μανίας. καὶ γυμνούσθω τῆς χλαμύδος, καὶ ἦν ἐκείνη χαμαί, καὶ τοῦ πρώτου χιτῶνος, καὶ ἦν ὁ χιτὼν χαμαί, καὶ τοῦ τρίτου τοῦ λινοῦ, καὶ ἦν καὶ οὗτος μετʼ ἐκείνων. δεινὰ μὲν οὖν καὶ ταῦτα καὶ ἦν οὐδεὶς ὃς οὐκ ἐξεπέπληκτο, στήσεσθαι δὲ αὐτὸν ἐνταῦθα τῶν πολλῶν οἰομένων μετέωρος μὲν ὁ Μάλχος ταῖς ἐσομέναις πληγαῖς ὑποκείμενος, ῥάβδων δὲ ἐπὶ γῆς ἑωρῶντο φάκελλοι. τῶν δὲ ἀεὶ ταῖς πληγαῖς τριβομένων ἀπορριπτουμένων ἑτέρων ἀκραιφνῶν ἔδει. ταὐτὸ δʼ ἦν καὶ περὶ τοὺς τύπτοντας τὸν ἀπειπόντα ἀκμῆτος ἐκδεχομένου, καὶ δέκατος ὁ τελευταῖος ἦν. τούτων δὲ ἓξ μὲν εἰς τὰ νῶτα τὴν ἰσχὺν ἀνάλωσαν, αἱ πλευραὶ δὲ τέτταρας εἰς αὑτὰς ἐκένωσαν τούτου τοῦτο κελεύσαντος ἀντὶ τοῦ νώτου γενέσθαι τὰς πλευρὰς τοῖς τὰς ῥάβδους ἔχουσι. καὶ πολὺ μὲν τὸ ῥέον αἷμα, πολλαὶ δὲ αἱ διασπειρόμεναι σάρκες ὑπὸ τῶν πληγῶν ἐκτεμνόμεναι τοῦ σώματος, Μάλχος δὲ μέχρι μὲν μέσων αὐτῶν ἐβόα, τὸ δʼ ἐντεῦθεν ἄφωνος ἐτύπτετο τὸ καὶ δύνασθαι βοῆσαι τοῖς κακοῖς ἀφαιρεθείς. τίνα ἄν τις δίκην ἑτέραν ἐπὶ τούτοις προσέθηκεν; ἀφείλου τὴν δέλτον καθʼ ἣν ἦρξεν. ἐγύμνωσας οὐ τῶν μέν, τῶν δʼ οὔ, πάντων δὲ ἱματίων. πληγὰς δὲ οὐδʼ ἂν ἀριθμήσαι τις. ἄφες δὴ τοῖς τε ἰατροῖς καὶ τοῖς οἰκείοις τὰς τοῦ σώματος χαράδρας, ἤν πως ποιῶσι τὰ διεστηκότα συνελθεῖν. ὁ δὲ ἐπʼ ἄλλο προὔβη πολὺ τῷ πάσχοντί τε ἀλγεινότερον καὶ τοῖς ὁρῶσιν ἐλεεινότερον. παρέδωκε τοῖς διὰ τῆς πόλεως ἄξουσι τὸ καλὸν ἐκεῖνο θέαμα, τὰ ἐν τῷ σώματι βάθη, καὶ οὐδεὶς ἦν ὃς οὐκ ᾤμωξέ τε καὶ τὸ πρόσωπον ἔπληξε καὶ τοὺς λυθέντας νόμους ἐθρήνησεν. εἶχον δέ τινα ὕβριν καὶ αἱ ἀναξυρίδες, ὧν ὅσον ὑπὲρ τοὺς μηροὺς ἐξελήλεγκτο ταῖς ῥάβδοις καὶ τοὖργον ἀπολωλέκει σκέπειν οὐ δυνάμενον. Μάλχῳ δὲ αἰτοῦντί τι τοιοῦτον ὃ πρὸ τῶν ὀφθαλμῶν ποιησάμενος οὐκ ἂν ἐθεᾶτο τοὺς θεωμένους αὐτόν, ὁ δώσων οὐκ ἦν, πολλοὶ μὲν ἂν δόντες ἡδέως, φόβῳ δὲ τῶν ὁρωμένων εἰργόμενοι. ὁ δʼ αὐτὸς φόβος καὶ τῆς ἀκριβοῦς θεραπείας ἀπεστέρησε Μάλχον ἰατρῶν τῶν μὲν οὐ προσιόντων, τῶν δʼ οὐ πᾶσιν οἷς ἐνῆν χρωμένων εἰδότων, ὡς ἥδιστʼ ἂν ἀκούσαι τεθνεῶτα τὸν Μάλχον. καὶ τοῦθʼ ὡς εἰκότως ἐπεπείκεσαν αὑτούς, αὐτὸς οὗτος ἐμαρτύρησεν ὁ πρὸς τὸν περὶ τῆς τελευτῆς γενόμενον λόγον οὕτω διατεθείς, ὡς καὶ σκιρτῶν ὁρᾶσθαι.
Ταῦτα τοίνυν ἅπαντα ποιήσας οὕτως ἐναντίως ἔχοντα ταῖς ἐμαῖς ὑπὲρ Μάλχου δεήσεσιν ἀδικεῖσθαί φησιν οὐκ ἀφικνουμένου μου παρʼ αὐτὸν καὶ πέπομφεν Ἀντίοχον πείσοντά με ποιεῖν ὃ πρόσθεν. ἀλλʼ εἰ μὲν ἀνελεῖν, Ἀντίοχε, δύνασαι τὰ πεπραγμένα καὶ ποιῆσαι μὴ γεγενῆσθαι, βαδίζωμεν, ἴωμεν, εἰ καὶ ἡ νὺξ ἕτερα λέγει· εἰ δʼ οὐδὲ θεῶν τοῦτο ἄν τις δύναιτο, τί τὸν μετέχοντα τῆς ἀτιμίας Μάλχου πείθειν ἐπιχειρεῖς ἑαυτὸν καταισχύνειν καὶ πρὸς ἅπαντας ὁμολογεῖν, ὡς ἀναίσθητος εἴη καὶ οἷος τοὺς ὑβρίζοντας προσκυνεῖν;
Ἀδικοῦντα γάρ, φησί, Μάλχον ἔλαβον περὶ τὸ βασιλέως χρυσίον. οἶδα ὡς ἐπλημμέλησέ τι τοιοῦτον ὑπʼ ἀνδρῶν πανούργων ἐξαπατηθεὶς ἐλπίσι γλυκείαις τε καὶ δειναῖς ἄνθρωπον λαβεῖν. τὸ δὲ τῆς ἀπάτης τοῦτο καὶ τοῦ μεγίστου τῶν θεῶν ἴσμεν ἁψάμενον. ἀλλʼ ἔστω πᾶν τοῦτο Μάλχου καὶ τῆς ἐκείνου γνώμης τὸ ἀδίκημα. τί οὖν; ἡνίκα ἠξίουν, ἤκουές μου λέγοντος, ὅτι σῶσον ἡμῖν ἄνθρωπον ἀναμάρτητον καὶ πανταχοῦ γενόμενον ἄγρυπνον τοῦ δικαίου φύλακα; ἀλλʼ εἰ τοῦτο τοιοῦτον ἦν, αὐτὸς ἂν αὑτὸν ἔσωζεν ἐν αὐτοῖς τοῖς πράγμασι τὴν σωτηρίαν ἔχων. ἔλεγον τὸν ἄνθρωπον ἔχειν μὲν τὰ ἀλλότρια καὶ ὁμολογεῖν καὶ ἀποδώσειν, ἄξιον δὲ εἶναι διʼ ἔργα τινὰ καλὰ μηδὲν πλέον παθεῖν. καὶ ταῦτα λέγων ἐδόκουν δίκαια λέγειν καὶ οὐκ ἄλλως ἔφησθα ποιήσειν καὶ ἐπίστευον καὶ πρὸς αὐτόν τε ἐκεῖνον καὶ τοὺς ἄλλους φίλους ἀπήγγελλον τὰ φιλάνθρωπα, ἐφʼ οἷς σὲ μὲν ἐπῄνουν, Μάλχῳ δὲ συνέχαιρον. ταῦτʼ οὐκ ἂν μὴ οὕτως ἔχειν εἴποις. καίτοι χρῆν τὸν ἅπερ ἔλεγε ποιήσειν οὐ πράξοντα μηδὲ λέγειν ὅτι ποιήσει. ῥᾴδιον γὰρ ἦν ἀποκρίνασθαι, ὅτι, ὦ φίλτατε, βούλομαι μὲν ταῦτα, Μάλχου δὲ ἡ πονηρία κωλύει τὴν χάριν πληγάς τε ἀπαιτοῦσα καὶ τἄλλα δὴ τά τε πρὸ αὐτῶν τά τε μετʼ αὐτάς. οὐ γὰρ δὴ δέος ἦν μὴ χαλεπήνας δήσω τὸν ἄρχοντα οὐδὲ μὴ γενοίμην δυσμενής. οὐ γὰρ οὕτως ἄτοπός τις ἦν, ὥστʼ ἀντὶ τῆς τοῦ πράγματος φύσεως τοῦ μὴ δόντος αἰτιᾶσθαι τὴν γνώμην. ἀλλʼ ᾔδειν ἂν αὐτῷ τοῦ τἀληθὲς ἀκηκοέναι χάριν καὶ τοῦ μήτε αὐτὸς ἠπατῆσθαι μήτʼ ἄλλον τινά. νῦν δὲ αἰσχύνη πολλή· ἀπήγγελται μὲν ἄλλα, πέπρακται δὲ ἄλλα, καὶ ἤλπισται μὲν ἐπιεικῆ, πέφηνε δὲ ἄγρια, οἷς τε ἔργον κακῶς με λέγειν, ἀφορμὴ γέγονεν εἰς ἃ βούλονται τοῦτʼ αὐτὸ λέγουσιν ἐμὲ πατέρα τῶν ῥημάτων, ἀλλʼ οὐ σὲ γεγενῆσθαι καὶ πεπλασμένῃ προσδοκίᾳ μεῖζον ποιῆσαι Μάλχῳ τὸ κακὸν βλέποντι μὲν εἰς ἀμείνω, πειρωμένῳ δὲ τῶν χειρόνων. καὶ κινδυνεύω γέρων ἄνθρωπος ἐνέγκασθαι προσηγορίαν ἣν οὐδʼ ὄναρ νέος ὤν.
Καίτοι, φησίν, ἠπίου μου τετύχηκεν ὁ Μάλχος ἐπὶ τῆς προτέρας ἡμέρας. τί δέ; οὔτε αὐτὸς ᾔτουν ἡμέραν μίαν αἵ τε ὑποσχέσεις αἱ σαὶ τὸ πᾶν εἶχον. τί γὰρ πλέον ἔχειν πρᾳοτέραν ἡμέραν θηριώδους τῆς μετʼ ἐκείνην ἐσομένης καὶ τῆς μὲν φεισομένης, τῆς δʼ ἀπολούσης; οὐδὲ γὰρ ἰατρός, εἰ κτείνειεν αὔριον ὃν ἔσωσε τήμερον, μισθοῦ μεμνῆσθαι δίκαιος διὰ τὸ τήμερον ἔργον ἢ μίσους τυγχάνειν διὰ τὸ δεύτερον. οὐδʼ αὖ λῃστὴς ὃν ἐθήρασεν ἑστιάσας πρότερον, εἶτα ἀποσφάξας ἧττον ἀπέσφαξε διὰ τὴν προλαβοῦσαν τράπεζαν. ἴσμεν δὲ καὶ τοὺς Διοσκόρους οἷς ἂν ὦσιν εὐμενεῖς μέχρι λιμένων παραπέμποντας αὐτούς τε καὶ τὸν γόμον, ἀλλʼ οὐ τοῦ μὲν ῥύονται κλύδωνος, τῷ δὲ προΐενται. τὴν μὲν οὖν ἐκείνης ἡδονὴν ἡ ἐπιοῦσα ἔσβεσε, τὰ δὲ τῆς δευτέρας ἡμέρας βοηθείας ἰατρῶν δεῖται. εἶτα τὰ μὲν ἦν σκιὰ καὶ οὐδέν, τὰ δʼ ὄντως ἰσχυρὰ καὶ μεγάλα.
Ὁ δὲ καὶ ἀχάριστόν με καλεῖ μεγάλην εἰληφότα χάριν. οὐ γὰρ βασανισθῆναι διʼ ἐμὲ τὸν Μάλχον τῇ φρικωδεστάτῃ δὴ βασάνῳ οὐδὲ ἀποτμηθῆναι τὴν κεφαλήν. καὶ τίς σοι τοῦ σοφοῦ τούτου διδάσκαλος ἢ ὅσπερ καὶ ἑτέροις, ἐκεῖνος ὁ Λίβυς, ὁ Ἶρος, εἶτα Μίδας; ὃς ὅν ποτε μὲν ἀποκτείνειε ξίφει, τοὺς τοῦ τεθνεῶτος οἰκείους ἠξίου χάριν αὑτῷ τοῦ μὴ πυρὶ γενέσθαι τὴν τελευτὴν εἰδέναι, οὗ δὲ πῦρ ἐποίει τὸν θάνατον, πάλιν ἦγεν εἰς χάριν τῷ μὴ στερεῖσθαι τὸν τεθνεῶτα ταφῆς. καὶ σὺ δὴ τὴν αὐτὴν βαδίζεις τοὺς καταγελῶντας οὐχ ὁρῶν. τίς γὰρ οὕτως ἢ παῖς ἢ ἀνὴρ ἀνόητος, ὃς οὐκ ἂν ῥᾳδίως καταλάβοι τὸν λόγον; πότε γὰρ οὐκ ἐν τοῖς δεδωκόσιν ἔσῃ χάριν ἀεί τινος ὄντος τοῦ παραλελειμμένου; καὶ γὰρ εἰ τὴν κεφαλὴν ἀποτετμήκεις, εἶπες ἂν ὅπερ ὁ πρότερος· καὶ εἰ κατὰ μέλος, εἶπες ἂν τὴν ταφήν· καὶ εἰ κυσὶ καὶ ὄρνισιν ἐδεδώκεις τὸν νεκρόν, ἦν ἂν εἰπεῖν· ἀλλʼ οὐκ εἰς λέβητας ἐνέβαλον οὐδὲ ἑψήσας ἔφαγον. ἀλλʼ, οἶμαι, πολὺς ὁ γέλως χάριν ταῦτα ποιεῖν. ἢ καὶ τοὺς ὀφθαλμοὺς ἐκκόψας ἠξίωσας ἄν μοι κεχαρίσθαι δοκεῖν τῷ μὴ καὶ τὴν γλῶτταν προσαφῃρῆσθαι, ὥσπερ ἂν εἴ τις δημεύσας τινὸς τὰ ὄντα φιλανθρωπίαν ἐκάλει τὸ μὴ καὶ αὐτὸν ἐψηφίσθαι δουλεύειν; οὕτω τοίνυν οὐκ ἦν ταῦτα χάρις, ὥστε οὐκ ἐτόλμησεν ἐν τῷ καιρῷ τῶν δεήσεων εἰπεῖν, ὅτι μοι δώσει τὸ μὴ τὸ καὶ τὸ παθεῖν τὸν ἄνθρωπον, ἄλλο δὲ οὐδέν. καίτοι γε εἰ ἦν χάρις, τίς βλάβη τῇ χάριτι καὶ πρὶν ἢ δοθῆναι φαίνεσθαι;
Καὶ παρώξυνέ με, φησί, ῥήμασί τισι θρασυτέροις. εἰ δὲ μὴ ταῦτα εἴρητο, οὐκ ἂν ταῦτα ἐπεπόνθει. πῶς οὖν ἐν τοῖς πρὸ τῶν εἰρημένων τούτων ἀδικήματα ἔφασκες εἶναι τῆς ἐσχάτης ἄξια δίκης; μὴ οὖν ἀμφότερα λεγέτω. ἀλλʼ εἰ μὲν ἡ περὶ τὸν οἶκον τὸν βασιλέως βλάβη τοσαύτην ἀπῄτει τὴν δίκην, τί μέμνηται τῶν ἐν τῷ δικαστηρίῳ ῥημάτων; εἰ δὲ ταῦτα τοιούτοις ἔδει κεκολάσθαι, σεσιγήσθω τὰ περὶ τὰ χρήματα. ἅ φησιν αὐτὸς οὐκ ἂν ἐξετασθῆναι τῷ φάσκειν τὰ ῥήματα τὴν ὀργὴν πεποιηκέναι. σκεψώμεθα δὴ καὶ αὐτὰ τὰ ῥήματα τά, ὡς ὅδε φησί, δακόντα αὐτόν. ὡμολόγησε μὲν ὀφείλειν καὶ καταθήσειν, οὐ μὴν εὐθύς γε δύνασθαι, δεῖν δέ οἱ μηνῶν δύο. ταῦτʼ οὖν ὀργῆς ἄξια; ταῦτα θυμοῦ; ταῦτα χαλεπότητος; ταῦτα ἀγριότητος; οὐκ ἀφʼ οὗ γένος ἀνθρώπων καὶ τὸ εἰσπράττεσθαι καὶ τὸ ὀφείλειν, τοῦτʼ ἔχει τοῖς ὀφείλουσι βοήθειαν τῶν μὲν αἰτούντων ἀναβολήν, οἷς δὲ ἔξεστιν ἀνανεύειν, διδόντων κἀν τούτῳ τοῖς ὀφείλουσιν ἀναπνεῖν παρεχόντων; ὃ γὰρ οὐκ ἂν δυναίμην διαλῦσαι τήμερον, ὕστερον ἄν. κατέχει δὲ αὑτὸν ὁ δεδανεικὼς ὁ μὲν δύο μῆνας, ὁ δὲ τρεῖς, ὁ δὲ δὶς τοσούτους, ὁ δʼ ἐνιαυτόν, ὁ δὲ καὶ πλεῖον, εἶθʼ ὕστερον ἃ προεῖται κομιζόμενος αὑτόν τε ἐπαινεῖ καὶ τὴν αὑτοῦ μέλλησιν, ὡς αὐτὴν οὖσαν τὴν ἀποδοῦσαν. ἤδη δέ τινες ἀφορήτοις ἀνάγκαις ἐνδήσαντες τὸν ὀφείλοντα τὸν μὲν ἐπὶ βρόχον ἔπεμψαν, αὐτοὶ δʼ ἐφʼ ὃν ἔλθοιεν οὐκ εἶχον. οὕτω δὲ ἀνθρωπίνως τοῦτʼ ἔχειν ἔδοξεν, ὥσθʼ ὁ νόμος καὶ δικαστὴν ἐν τοῖς τοιούτοις χρόνου κύριον ἐποίησε. κἂν ὁ ὀφείλων μηδενὸς ἐπιεικοῦς παρὰ τῶν εἰσπραττόντων τυγχάνῃ, καταφυγὼν ἐκεῖσε τὸ μὴ ἤδη καταβάλλειν εὕρετο, καὶ οὐκέτʼ ἂν ὁ εἰσπράττων ἄγξειεν οὐδὲ ἐπιλάβοιτο. σὺ δʼ ἀκούσας δύο μῆνας ἐπήδας ἐπὶ Μάλχον. τοῦ χάριν; ἔλυέ σοι ταῦτα τὴν ζώνην; ἀλλʼ ἀφῃρεῖτο τοῦ τῆς ἀρχῆς χρόνου; ἀλλὰ πενίαν ἔφερεν; ἀλλʼ ἀσθενέστερον ἐποίει σε τῶν ἐχθρῶν εἶναι βουλομένων; ἀλλὰ τὴν οὖσάν σοι παρὰ τῷ κρατοῦντι δόξαν εἰς τοὐναντίον μετέβαλλεν; ἀλλʼ ἐκώλυεν ἀρχῆς τυχεῖν; οὕτως ἐξεῖναι πολύ τι δεινὸν εἰπεῖν, ὅτι δύο μῆνες συλλέξουσι τὸ συνέχον τοῦτο τὴν Ῥωμαίων ἀρχὴν χρυσίον; ἀλλʼ, οἶμαι, πρόφασις μὲν οἱ μῆνες, τὸ βούλημα δὲ τύπτειν ἐν Μάλχῳ τοὺς Μάλχου κηδομένους. οὓς οὗτος μὲν ὑλακτῶν οὐ πέπαυται, πολλαχοῦ δὲ Μάλχος εὑρηκὼς ἐπικούρους οὐκ ἔμελλε φυγὼν ὡς τοῦτον μεταπηδήσειν. καὶ δὴ δῶμεν ἀγροικότερον αὐτῷ τὰ περὶ τοῖν μηνοῖν εἰρῆσθαι. οὐκοῦν ἐξήρκει μὴ τυχόντα ἐκβαλεῖν κἀν τούτῳ μὲν λαβεῖν τὴν δίκην, πληγῶν δὲ οὐκ ἦν καιρὸς καὶ τοιούτων καὶ τοσούτων οὐδὲ ἐν γυμνῷ τῷ σώματι οὐδὲ ἐν στρεφομένῳ τοῦ μηδὲν μέρος εἶναι πληγῶν καθαρόν. οὕτω μὲν οὐ σφόδρα τὸ δίκαιον ἦν ἐν οἷς Μάλχος ἔπαθεν· εἰ δʼ οὖν καὶ θείη τις, αὐτὸς ἔχοιμʼ ἂν ἐγκαλεῖν τὸ καὶ οὕτως ὑβρίσθαι.
Ἀλλʼ ἥκω, φησὶν Ἀντίοχος, ἐκείνου πεπομφότος καὶ τοῦτο ἔστι λύοντος τὴν αἰτίαν. ἔστι δὲ τοῦτο μὲν ὁμολογοῦντος τὴν αἰτίαν, τὸ δὲ ταύτην λύον οὐδεὶς ἄν μοι δεῖξαι δύναιτο. τὸ γὰρ δὴ πεπραγμένον ἀνίατον καὶ ἕως ἂν ἐπιδειχθῇ Σευῆρος ἃ εἶπεν οὐκ εἰρηκώς, οὐκ ἔστιν ἐμὲ μὴ παρακεκροῦσθαι. εἰ δὴ δώσομεν τοῖς ἀδικοῦσι ποιοῦσιν ἃ βούλονται φίλους ἔχειν τοὺς κακῶς πεπονθότας ἀπʼ ὀλίγων συλλαβῶν, μεγάλην ἂν εἴημεν αὐτοῖς πλεονεξίαν δεδωκότες, εἰ παροινοῦντες εἰς οὓς ἂν ἐθέλωσι μηδὲ μισοῖντο παρὰ τῶν ὑβρισμένων ὡς ὧν ἔδρασαν αὐτοὶ κατεγνωκότες. ἔσται δέ, οἶμαι, ῥᾴδιον καὶ τῷ κακῶς ἀγορεύσαντι καὶ τῷ ῥαπίσαντι καὶ τῷ καταβλάψαντι καὶ τοῖς τὰ μείζω τολμῶσιν ἐν ταπεινότητι τῇ τῶν μετεγνωκότων προσελθοῦσι φίλους ἔχειν τοὺς ἔχοντας ὃ κατηγοροῖεν ἄν. ἀλλὰ γὰρ οὐκ οἶδʼ ὅπως ἀπηνέχθην εἰς τοὺς ὁμολογοῦντας ἁμαρτεῖν. ὁ γὰρ ἀνὴρ ἡμῖν οὐδαμοῦ τοῦτο φθέγγεται οὐδʼ εἶπεν Ἀντίοχος οὐδαμοῦ τὸ ῥῆμα τοῦτο φέρειν οὐδʼ ἀκήκοεν ἡμῶν οὐδείς. τί οὖν ἄν τις συγγιγνώσκοι τῷ λέγοντι μήτʼ ἐμὲ μήτʼ ἐκεῖνον ἠδικηκέναι μηδέν, ἀλλʼ ἅπερ ἂν θεός, ταῦτα αὐτὸν ποιῆσαι;
Ἀλλʼ εἰ καὶ μὴ τοῖς ῥήμασι, τοῖς δὲ ἔργοις ὡμολόγηκεν ἐν λύπῃ τε ὢν καὶ τὴν σὴν ποθῶν συνουσίαν. σὺ δʼ ἐλέγξας πολλοὺς ἡμαρτηκότας εἰς σὲ διηλλάγης. πάνυ γε. εἰσὶ δέ γε καὶ πρὸς οὓς οὐ διηλλάγην, οὐδʼ ἔσται χρόνος ὁ τοῦτο ὀψόμενος οὐδʼ ὁ παρὰ τοῖς κάτω θεοῖς, ἀλλὰ ψυχὴ ψυχὰς φεύξεταί τε καὶ οὐ διαλέξεται κατὰ τὴν Αἴαντος τοῦ Σαλαμινίου, ἡνίκα Ὀδυσσεὺς ἐν Ἅιδου τὴν αὑτοῦ διεμέμφετο νίκην. ἐγὼ δὲ οἶδα μέν, οὗ δεῖ παῦσαι μῖσος, οἶδα δέ, ἐν οἷς οὐδέποτε. καὶ δυναίμην ἂν εἰπεῖν πρὸς ἄνθρωπον σπονδάς μοι γεγενημένας. τίνος τοῦτο πείθοντος; τοῦ μηδὲν ἀνήκεστον εἰς τοὺς ὑπὸ χεῖρα περὶ ὧν ἐδεήθην πεπρᾶχθαι. ᾔτησέ τις ἡμερῶν ἀριθμὸν εἰς τὸ τῶν ἀγρῶν τινας ἐπελθεῖν τῶν ἑαυτοῦ. οὐκ ἔδωκεν ὁ ἄρχων. ἀπῆλθον ἀγανακτήσας. χρόνος ἐκοίμισε τὴν ὀργήν· οὐ γὰρ κακῶς, ἀλλʼ οὐκ εὖ ἐπεπόνθει περὶ οὗ διειλέγμην. ἑτέρῳ καταδίκην ἀνελεῖν ἠξίωσα διδόντος τοῦ νόμου, ὁ δὲ οὐκ ἐβουλήθη. καὶ τοῦτο ἔχθραν τὴν μέχρι τινὸς ἐποίησεν, ἀλλʼ οὐ τὴν εἰς ἅπαν. ἔπειτα ἦλθον οἷ πρότερον. οὐδὲν γὰρ ἄσχημον ἐγεγόνει περὶ τὸν φίλον οὐδʼ οἷς κατέθηκεν ἄτιμος ἦν. τὰ δὲ νῦν, τὰ δʼ ὑπὸ τούτου, τὰ δʼ εἰς τοῦτον τῆς Αἰσχύλου καὶ Σοφοκλέους δεῖται ψυχῆς· ἀτελεύτητον εἶναι βούλεται τὴν ἀπέχθειαν. καὶ τὰ κεκινηκότα τοσαύτην πόλιν εἰς ὀδυρμὸν ἀποκρούσεταί με τῶν θυρῶν μονονουχὶ βοῶντα· μὴ σύ γε, μὴ κατάθῃ τὴν ἔχθραν, μὴ σβέσῃς τὸ μῖσος, μὴ θεραπεύσῃς ὄφιν, μὴ γένῃ κακὸς εἰς ἱκέτην δοῦλον οἷς ἔπαθε τῶν αὑτοῦ δούλων γεγενημένον, οὐκ ἐγκαλέσαι δυνάμενον οἰκέταις, οὐ κατηγορῆσαι ῥᾳθυμίας υἱέων, οὐ μέμψασθαι γυναικὸς ὕπνον, πανταχοῦ γεγυμνωμένον φρονήματος καὶ τῆς παρρησίας ταῖς τε ῥάβδοις καὶ ἃ προσεγένετο ταύταις ἐκβεβλημένον.
Ἔλεγε δὲ καὶ τὴν ἀρχὴν Ἀντίοχος καὶ δύναμιν καὶ ὅση τὸ μέγεθος αὕτη καὶ ὡς οὐκ ἀκίνδυνον ἄρχοντος ἔχθρα. ἐγὼ δὲ τοῦτο πάλαι μὲν ἠπιστάμην, οὐ μὴν φόβῳ γε τῆς δυνάμεως προὔδωκά ποτε τὸ δίκαιον οὐδὲ ἐκείνους ἐκολάκευσα μᾶλλον ἢ μετὰ τῶν ἠδικημένων ἔστην. καὶ ταῦτα πολὺς μέν μοι σύνοιδε χρόνος, πολλαὶ δὲ πόλεις, πολλὰ δὲ ἔθνη, πολλοὶ δὲ ἄνθρωποι, πολλοὶ δὲ τόποι καὶ τὸ δὴ μέγιστον ἁπάντων, οἱ θεοί, οἳ ἀνθʼ ὅπλων μοι καὶ περιβόλων καὶ τειχῶν γεγένηνται. οὐ γὰρ ὡς οὐκ ἐπεβουλευόμην εἴποιμʼ ἄν, ἀλλʼ ὡς τῇ τῶν θεῶν ῥοπῇ διεσωζόμην, ὥσπερ ἐκεῖνος ὁ τὴν Τροίαν ἑλὼν τῇ τῆς Ἀθηνᾶς εὐνοίᾳ, ἣ τά τε ἄλλα αὐτῷ συνέπραξε καὶ τὰ οἴκοι συγκατέστησε. πέπεικα τοίνυν ἐμαυτόν, ὡς οὐδὲν ῥᾳθυμοτέρων αὐτῶν συμμάχων τεύξομαι οὐδὲ καταγνόντες τῆς περὶ ἐμὲ σπουδῆς ἄρχοντος δυνάμει προήσονται οὐδʼ ὃν ἐν νεότητι προνοίας ἠξίωσαν, τοῦτον ἐν γήρᾳ προδώσουσι. μετὰ δὲ τῆς τῶν θεῶν ἐπικουρίας ἤδη τις ἐπίστευσε καὶ μεθʼ ἑνὸς ἑταίρου πέρας ἐπιθήσειν οἷον ἐβούλετο τῷ Τρωικῷ πολέμῳ. ὅλως δὲ εἰ τοῦτο ὑπακουσόμεθα φόβῳ, τί τῶν ἁπάντων οὐ χαριούμεθα φόβῳ, ὥστε ἡμῖν εἶναι τὴν ἀσφάλειαν ἐν τῷ μηδὲν ἐκεῖνον αἰτῆσαι τῶν οὐ καλῶν; φέρε γάρ, εἴ με κελεύοι λελουμένον καὶ πεπωκότα χωρεῖν εἰς τὸ διδασκαλεῖον, πείσομαι; τί δαί, μισεῖν τινα τῶν φίλων, πείσομαι; τί δαί, κύβους ἐν χεροῖν ἀντὶ βιβλίων ἔχειν, πείσομαι; καὶ μήν, εἰ τὸ νῦν ἀνεξόμεθα διʼ ἣν ἔχει δύναμιν, κἀκείνων ἕκαστον. τοῦ γὰρ αὐτοῦ δέους ἐπόντος οὐκ ἔστιν οὐδὲν φυγεῖν.
Ἀλλὰ καὶ πολλοί, φησίν, ἀποστερήσονται βοηθείας, ἢν μὴ εἰσιὼν παρʼ αὐτὸν βοηθήσῃς. καὶ τί τὸ πεῖθόν ἐστιν, ὡς ἐγὼ τοῦτο ποιῶν λύσω τινὶ συμφοράν; τὰ πεπραγμένα μὲν γὰρ οὐ τοῦτο λέγει, τὸ δʼ ἀφανὲς ἐκ τοῦ φανεροῦ λαμβάνει κατʼ Ἰσοκράτην τὴν κρίσιν. εἰ μέν εἰσιν οἱ εὖ παρʼ αὐτοῦ διʼ ἐμὲ πεπονθότες, δεῖ πιστεύειν ἔσεσθαί τι παραπλήσιον· εἰ δʼ οὐδεὶς ἀγνοεῖ τὰ Μάλχου, εὔηθες αὑτοὺς ἐξαπατᾶν καὶ τοῖς οὐδέποτε ἐσομένοις δελεάζεσθαι. χωρὶς δὲ τούτων οὐδὲ σπάνιν ὁρῶ τῶν τοῖς δεησομένοις συμμάχων παραστησομένων. οἳ ἀντὶ τοῦ τὰς ἱκετείας ἀναμένειν αὐτοὶ θηρῶσιν, ὅπως τοὺς δεομένους ἕλξουσι. καὶ εἰσὶ πολλοὶ πανταχοῦ τῆς πόλεως οὐδὲν αἰσχυνόμενοι τὸ μισθοῦ ταῦτα ποιεῖν. ὥστε τοῦτο μηδένα φοβείτω. τὸ γὰρ μυρίους ἄρξαι συχνοὺς ἐποίησε τοὺς δυναμένους ἀμύνειν. ἐκεῖνοι καὶ εὖ ποιήσουσι καὶ ἀντευπείσονται, φίλτατε Ἀντίοχε, οἳ τὸν ἄνθρωπον καταδεδούλωνται τοῖς περὶ τῶν πονηρῶν ἔργων ἐπαίνοις τοῖς ἐν τοῖς συμποσίοις. ὥσπερ γὰρ Αἰακῷ συναριστῶντες, ἀλλʼ οὐκ ἀγορᾶς περιτρίμματι, τὴν τῶν πραττομένων ὑπʼ αὐτοῦ φύσιν οὐκ ἐξετάζοντες πίστει χρῶνται τοῦ τὸ δίκαιον ἐν ἐκείνοις εἶναι τῷ τοῦτον εἶναι τὸν ταῦτα πεποιηκότα. ἐν οὖν φιάλαις ὢν τοιαῦτα ἐχούσαις ἄνθη ταχὺς δοῦναι χάριν γίγνεται.
Ἀνίστω δὴ καὶ ταῦτα ἀπάγγελλε. ποίοις ποσὶν ὑποστρέψας; ἴσως ἐρεῖς. οἷς Αἴας, οἷς Ὀδυσσεύς. οὐ γὰρ ἐκείνων τὸ μὴ πεῖσαι, τοῦ τοιαῦτα δὲ ὑβρικότος ἦν, ἃ καὶ νῦν οἶμαι δόξειν. ἀλλʼ ἐγὼ πορεύσομαι παρʼ αὐτὸν καὶ ὄψομαι καὶ συνέσομαι καὶ καθεδοῦμαι πλησίον καὶ τὰ τῶν φίλων διαλέξομαι εἰδὼς οἷα τοιούτοις ἔργοις ἀκολουθήσει ῥήματα; τί μὲν γὰρ ἐροῦσιν ἄνδρες; τί δὲ γυναῖκες; τί δὲ παῖδες; τί δὲ νεότης; τί δὲ γῆρας; οὗτος ὁ φιλοικτίρμων; οὗτος ὁ ἐλεήμων; οὗτος ὁ τοῖς χαλεποῖς ἐχθρός; οὗτος ὁ τοῖς ἠπίοις φίλος; τῷ δὲ ἡλίῳ ταῦτα ἀρέσειν νομίζομεν; τῇ δὲ ἡμέρᾳ; τῇ δὲ νυκτί; τοῖς δὲ ἐν ἑκατέρᾳ δαίμοσι; τῇ δὲ πάντα ὁρώσῃ Δίκῃ; εἶτα τὸ μὲν ζῆν ἐλευθέρως ἐπαινεῖ, τὰ δὲ τῶν ἑκόντων δουλευόντων ποιῶν οὐκ αἰσχύνεται; οὐ γὰρ δὴ μαχούμενος εἰσῆλθεν αὐτῷ καὶ ἐξελέγξων ὁπόσα ἠδίκηκεν, ἀλλʼ ἔστιν ἅπαν τοῦτο πτήξαντος καὶ δείσαντος καὶ κολακεύειν εἰδότος. ταῦτα, ὦ φίλε Ἀντίοχε, περὶ τοῦ σοῦ φίλου βούλει λέγεσθαι; ταῦτα ἐλθεῖν ἐπʼ ἐμὲ τὰ βέλη; καὶ τίνας οἴει πρὸς ἐμὲ τοὺς ἄλλους ἄρχοντας ἔσεσθαι βλέπειν ἔχοντας εἰς τὰ τοιαῦτα παραδείγματα; οὐ τοιαῦτα πρὸς αὑτοὺς ἐρεῖν; ἀνὴρ οὗτος ἀτιμαζόμενος μὲν οἶδεν οὐκ ὢν ὁπόσος ὁ ἄρχων, τιμώμενος δὲ συρίττει.
Ἀναπηδήσας γάρ, φησίν, εἰ φανείης, φιλήσει τὴν σὴν κεφαλήν. πάνυ γε. καὶ γὰρ ἄλλας μυρίας. καὶ κομιδῆ τινας ὀλίγους οἶδα τοὺς οὐ τοῦτο λαβόντας. φίλος μὲν γάρ ἐστιν οὐδενὶ οὐδὲ βούλοιτʼ ἂν εὖ πρᾶξαί τινα ἀνθρώπων, τοῖς δὲ χείλεσιν ἐξαπατᾷ καὶ βούλοιτʼ ἂν ἕκαστον νομίζειν αὑτὸν παρʼ αὐτῷ προκεκρίσθαι τῶν ἄλλων. ἐπειδὴ γὰρ οἶδε τοῖς πράγμασιν αὐτοῖς οὐ κτησόμενος ἐπαινέτας, ταύτην εὕρηκε τὴν τέχνην, ὡς εἰς ἀτιμίας τάξιν ἥκειν αὐτοῦ τὰς τιμάς.
Ἀλλὰ μισοπόνηρός εἰμι, φησί, καὶ τὴν φύσιν ἔδει κἀνταῦθα κρατεῖν καὶ λόγους ἤκουον ὑπὲρ Μάλχου βοηθεῖν βουλομένους. ἀλλʼ οὐ ταῦτά φησι Μαρέας οὐδʼ ὁ τούτῳ παρεδρεύων, διʼ οὓς πάντα ἀργυρίου, πάντα ἐν πράσει. καὶ πολὺς ὁ νιφετὸς τῶν λημμάτων διδόντος μὲν τοῦ διώκοντος, διδόντος δὲ τοῦ φεύγοντος, τὰ μὲν ἀλλήλων οὐκ εἰδότων, ὄντων δὲ ἐπὶ τῆς αὐτῆς ἐλπίδος. ἔνι δὲ οὐδὲ τοῖς ἡττημένοις ὃ προήκαντο κομίσασθαι ὅρκοις τισὶ προδιῳκημένου τοῦ πράγματος. προῖκα δὲ οὐδέν, οὐ ψῆφος, οὐκ εἴσοδος, οὐκ ὄνομα, οὐ συλλαβή τις, οὐ γράμμα. καὶ ταῦτα οὕτω πωλεῖται φανερῶς οὐδένα ὀφθαλμὸν οὐδὲ οὖς φοβούμενα, ὥστʼ εἶναι δόξαν μαντείαις αὐτοὺς πεπιστευκότας μηδὲν ὀκνεῖν. ὡς γοῦν οὐ δώσοντες δίκην ἅπαντα θερίζουσι πάντων Σύρων βοώντων, ὡς ὅσοις ἀπὸ τουτωνὶ τῶν θρόνων γεγένηνται πλοῦτοι, πάντες εἰσὶ πρός γε τοῦτον πένητες. εἰκότως ἄρα καὶ τοὺς ἐν μείζοσι σχήμασιν ἄρχοντας ὠνοῦνται καὶ παρʼ ὧν ἔθνησκον ἄν, εἴ τι τῶν δικαίων ἐγίγνετο, τούτους ὑφʼ ἑαυτοῖς ἔχουσι. μέχρι μὲν οὖν ἀπῆν οὗτος, ἅτερος ἤσθιεν, ἥκοντος δὲ ἄμφω. ἢ τί ποτʼ ἂν ἕτερον τὰς βροντὰς ἐκείνας ἔπαυσε καὶ τὰς ἀστραπάς; οὐδέν. ἀλλʼ ἔστι τῷ Μαρέᾳ τούτῳ κηδεστὴς πάσης Μηδείας δυνατώτερος. καὶ τὸ μὲν ἔργον τούτου, τἀληθὲς δὲ ἀφανίζοντες Βίκτορα δὴ τὸν διαλλακτὴν ἐποίησαν ἐν πολλοῖς τοῖς ὁρῶσιν. ὁ δὲ τὸν οὐδὲ ἔτι δεδεμένον ἔλυεν, ὁ δὲ μισοπόνηρος ἔπεμπε Μαρέαν πάλιν τὰ αὐτὰ ἀμήσοντα καὶ τὰ αὐτὰ τρυγήσοντα καὶ τὰ αὐτὰ κεροῦντα, ἔπεμπε πάλιν ἐπὶ τὰς αὐτὰς πηγὰς καὶ τοὺς αὐτοὺς κρουνούς, χρυσὸν καὶ ἄργυρον. ἃ κατὰ μικρὸν ἀγείρων εἰς μέγεθος ἤγαγεν. οἶδε γὰρ ὁ πέμπων αὐτὸν ἐφʼ ὁμοίαν βοράν, ὡς ἀμφοῖν ἡ θοίνη, τοῦ τε ἀπεσταλμένου τοῦ τε ἀπεσταλκότος. καὶ τί θαυμαστόν, εἰ κερδῶν οὗτος ἡττᾶται τηλικούτων; ὃς καὶ τοὺς ἀποδέκτας ἐπλεονέκτησεν ἐν ταῖς τιμαῖς ὧν βασιλεὺς ταῖς ἀρχαῖς ἐκ τῶν παρὰ τῆς γῆς αὐτῷ προσιόντων δίδωσιν, ὠνεῖσθαί τε ἀναγκάζων ὧν οὐδὲν ἐδέοντο καὶ προσέτι μέτροις ἀδικῶν οὐ συμβαίνουσι τῷ νόμῳ. οὕτω μὲν οὗτος ἐπώλει, κακῶς δʼ ἠγόραζον ἐκεῖνοι καὶ ἡ πενία πλοῦτον ἠναγκάζετο ποιεῖν. ἀλλʼ ὅμως εἰ μὴ Ἀριστείδην αὐτὸν προσερεῖς, ἀδικήσεις.
Ὢ τῆς ὅ τι βούλοιτο πραττούσης Τύχης, εἰ δὲ ὀρθῶς ἢ μὴ βούλεται μὴ σκοπούσης, ἀλλὰ τὰς τῆς δυνάμεως ἐπιδείξεις ἐν τῷ μὴ σώζεσθαι τὸ εἰκὸς ποιουμένης. αὕτη Διονυσίῳ Σικελίαν ἔδωκεν εἰδότι τοὺς ὄνους τοῦ πατρὸς οὓς ἤλαυνεν, αὕτη τὴν αὐτὴν νῆσον Ἀγαθοκλεῖ καὶ ὁ πατὴρ ὁ κεραμεὺς οὐκ ἐκώλυε. καὶ τί ἂν Ἑρμείαν τὸν εὐνοῦχον λέγοιμι καὶ τύραννον Ἀταρνέως; ἀλλὰ Πῶρος οὐκ ἐκ κουρέως μέν, Ἰνδοῖς δὲ ἐπέταξεν; εἴπω τὸν ἀνθρακέα Βάρδυλιν ὃν προσεκύνουν Ἰλλυριοί; μικρὸν ἂν Ὀρθαγόρας μετὰ τούτους δόξειε Σικυῶνος κρατῶν ὁ μάγειρος. καὶ νῦν τοίνυν τὴν αὐτὴν ὁρῶμεν οὖσαν τὴν θεόν. καὶ τὸ τῶν ἐπιδείξεων τούτων εἶδος οὐ πέπαυται, ἀλλʼ ἄνθρωποι καὶ τοῖς γείτοσιν ἀγνῶτες καὶ δικαίως ἂν αἰπολοῦντες ἢ ποιμαίνοντες ἢ βουκολοῦντες ἢ ἐν συβώταις ὄντες μετέωροι φέρονται τοῖς παρὰ τῆς Τύχης δεδομένοις πτεροῖς. ἡ δʼ ἀκούει μὲν κακῶς ἐν ἅπασι τόποις ὡς οὐ ταῖς ἀρεταῖς ταῦτα τηροῦσα μόναις, ποιήσει δέ, μέχρις ἂν ᾖ γένος ἀνθρώπων, ἃ δὴ πολλάκις πεποίηκε. κἂν ἴδῃς συβώτην ὑσὶν ἑπόμενον, μὴ διαπτύσῃς λογιζόμενος, ὡς τάχʼ ἂν καὶ οὗτος κοσμηθείη τῇ Τύχῃ.
Δεινὸν μὲν οὖν καὶ αὐτὸ τοῦτο καὶ οὐδαμῆ φορητὸν ἀπὸ μυλώνων καὶ τῶν ἐν αὐτοῖς ἀγρυπνιῶν ἄγεσθαί τινας ἐπὶ δυνάμεις τε καὶ ἀρχῶν λαμπρότητας, πολὺ δὲ γίγνεται καὶ δεινότερον καὶ ἀφορητότερον, ὅταν οἱ ἐπὶ τοιαῦτα μετενεχθέντες ἀπὸ τοιούτων μὴ θέλωσιν εἰδέναι, τίνες ἐκ τίνων γεγένηνται, μηδὲ παρέχωσι καὶ τοῖς προτέροις τὴν ψυχὴν ἐνοικεῖν, ἀλλʼ ἐξελάσαντες ὅλην ποιῶσι τῶν δευτέρων. οἷος ἡμῖν καὶ οὗτος. ὃν ἔδει μὲν περὶ τὸν Τίγριν πανδοκεῦσιν ὑπὲρ κόπρου μάχεσθαι, γέγονε δὲ κύριος τοῦ πολὺ μέρος τῆς οἰκουμένης κυκᾶν.
Ἀλλά, ὦ θεοὶ καὶ θεαί, πείσατε τὴν Τύχην ἃ περὶ Σευήρου προσήκει ποιῆσαι καὶ τῆς ἀλόγου σπουδῆς αὐτὸν τῆς παρʼ ἐκείνης ἐκβαλόντες δείξατε τὸν κολοιὸν τὸν ἐν τῷ μύθῳ.