eul_wid: swk-ed
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations 1–64: Oration 47 (On Patronage) by Libanius of Antioch

On the patronage that soldiers and their commanders extended to villages, which let peasants defy their landlords and the tax collectors. Libanius describes the practice, his own tenants included, and compares it to a frontier city that calls in barbarians against a neighbour. He asks the emperor to give his own law against such patronage force by punishing those who disobey it, or else to repeal it.

Part of Orations 1–64

ΠΕΡΙ ΤΩΝ ΠΡΟΣΤΑΣΙΩΝ.

Εἰ μή σε ἑωράκειν ἐν πολλῷ μὲν χρόνῳ, μυρίοις δὲ πράγμασιν, ὦ βασιλεῦ, χαίροντά τε τοῖς τῶν ἀρχομένων ἀγαθοῖς καὶ βουλόμενον μηδένα παρὰ μηδενὸς ἀδικεῖσθαι, τάχα ἂν ἐμαυτῷ παρῄνεσα τὴν ἡσυχίαν ἄγειν καὶ τὸν οὐχ ἡδέως ἀκουσόμενον οὐκ ἂν ἐλύπουν οὐδʼ ἠνώχλουν· ἐλπίδας δέ μοι τοῦ σοῦ παρέχοντος τρόπου καὶ χαριεῖσθαί μέ σοι τοῖς ῥηθησομένοις καὶ πείσειν καὶ δόξαν εὐνοίας οἴσεσθαι χαίρων τε καὶ προθύμως ἐπὶ τὴν συμβουλὴν ἥκω τὴν σὴν μᾶλλον ἢ ἐμὴν δόξουσαν εἶναι τοῦ τὴν ἰσχὺν τοῖς εἰρημένοις δεδωκότος τῷ προσθεῖναι τὸ ἔργον, οὗ χωρὶς μάταιος ἂν ἦν ὁ λόγος. τοὺς μὲν οὖν χαλεπανοῦντας, οὗτοι δέ εἰσιν οἱ τοῖς τῶν ἄλλων κακοῖς τὰ αὑτῶν μείζω ποιοῦντες, οἶδα, βασιλεῦ, πολλούς τε ὄντας καὶ δύναμιν ἔχοντας, ἐγὼ δὲ ὀργιεῖσθαι μὲν αὐτοὺς καὶ ζητήσειν παρʼ ἐμοῦ τιμωρίαν οἶμαι, λήψεσθαι δὲ οὐδέποτε τῆς σῆς κεφαλῆς σωζομένης παρὰ τῶν τὸν σὸν βίον τεθαυμακότων θεῶν. οὔτε γὰρ ἐθελήσειν σε προδοῦναι τὸν σύμβουλον οὔτε βοηθεῖν πειρώμενον οὐκ ἀρκέσειν. τί οὖν δεῖ σιωπᾶν τηνάλλως φοβούμενον ἐν ἀσφαλείᾳ τοσαύτῃ;

Εὖ πράττειν μὲν οὖν βουλοίμην ἂν καὶ τοὺς τῶν ὅλων ἄρχοντας δυνάμεων καὶ τοὺς ὑπὸ τούτοις μερῶν καὶ ζῆν ἐν εὐθυμίᾳ καὶ τούτους κἀκείνους, οὐ μὴν οὔτε κακὰ κερδαίνειν οὔτʼ ἄλλοις τοῦ πάντα τολμᾶν αἰτίους εἶναι. οἷα πολλὰ δρᾶται νῦν. ἄκουε δή, βασιλεῦ, καὶ διδάσκου.

Εἰσὶ κῶμαι μεγάλαι πολλῶν ἑκάστη δεσποτῶν. αὗται καταφεύγουσιν ἐπὶ τοὺς ἱδρυμένους στρατιώτας, οὐχ ἵνα μὴ πάθωσι κακῶς, ἀλλʼ ἵνα ἔχωσι ποιεῖν. καὶ ὁ μισθὸς ἀφʼ ὧν δίδωσιν ἡ γῆ, πυροὶ καὶ κριθαὶ καὶ τὰ ἀπὸ τῶν δένδρων ἢ χρυσὸς ἢ χρυσίου τιμή. προβεβλημένοι τοίνυν τὰς τούτων χεῖρας οἱ δεδωκότες ἐώνηνται τὴν εἰς ἅπαντα ἐξουσίαν. καὶ νῦν μὲν κακὰ καὶ πράγματα παρέχουσι τοῖς ὁμόροις γῆν ἀποτεμνόμενοι, δένδρα τέμνοντες, ἁρπάζοντες, θύοντες, κατακόπτοντες, ἐσθίοντες. εἶθʼ ὧν μὲν ἦν ταῦτα, κλάουσιν ὁρῶντες, οἱ δʼ εὐωχούμενοι γελῶσι καὶ τοσοῦτʼ ἀπέχουσι τοῦ δεδιέναι μή τις ταῦτα πύθηται, ὥστʼ ἀπειλαὶ προστίθενται τοῖς πεπραγμένοις καὶ τὸ μηδὲ τῶν ἄλλων ἀφέξεσθαι. δεινά σοι ταῦτα φαίνεται, βασιλεῦ, ἀλλʼ οὐ τὰ μέγιστα ἀκήκοας, εἴπερ αἰγῶν τε καὶ προβάτων μεῖζον αἱ θυγατέρες, ὧν οὐδὲ αὐτῶν ἀπέχονται. τί οὖν ἔτι δεῖ λέγειν πληγὰς καὶ ὕβρεις καὶ ὡς γυναῖκες γυναῖκας ἕλκουσι λαβόμεναι τῶν τριχῶν, καὶ ὡς φρέατα ἄχρηστα καθιστᾶσι τοῖς ἔχουσι τοῖς ὑφʼ αὑτῶν ἐμβαλλομένοις καὶ ὡς ποταμῶν ἀποστεροῦσι καὶ διὰ τούτων καὶ κήπων, τρέφοντες στρατιώτας οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους ἐν μέσαις ταῖς κώμαις καθημένους τὰ πολλὰ καὶ κοιμωμένους ἐπʼ οἴνῳ πολλῷ καὶ κρέασιν, ὅπως, εἴ τις τῶν ἀδικουμένων ἀλγήσας ἀμύνοιτο, πληγὴ δʼ εἰσέλθοι καὶ ἐπὶ στρατιώτην, εἶτα τοῦτʼ ὄλεθρος εἴη τῷ πατάξαντι μηδαμόθεν ὄντος αὐτῷ μηδενὸς λόγου; δεῖν γὰρ αὑτὸν ὑποσχεῖν ἐν ἁπάσῃ μέθῃ στρατιώτῃ πάντα ἀνεχόμενον καὶ μηδὲν ἐνταῦθα εἶναι τοὺς νόμους. τοῦτο καὶ λῃστὰς γεωργοὺς ἐποίησε, τοῦτʼ αὐτῶν εἰς τὰς χεῖρας ἐνέθηκε σίδηρον οὐ τὸν τῇ γῇ φίλον, ἀλλʼ ὃς ἀποκτίννυσι. τοῦ δύνασθαι γὰρ αὐτοῖς αὐξομένου διὰ τῶν ἐγκαθημένων στρατιωτῶν καὶ τὸ τολμᾶν ἐπίδοσιν λαμβάνει τῶν φυλάκων τῆς χώρας κατὰ τὴν παροιμίαν τοὺς τοιούτους ὁρώντων καὶ οὐχ ὁρώντων, ἴσασι γὰρ ἐπὶ πολλῷ βοηθήσοντες τοῖς κειμένοις διὰ τὸν προστάτην. καὶ γὰρ δὴ καὶ τοσούτοις κακοῖς τοὔνομα τοῦτο ἔθεντο, πρέπει δέ, οἶμαι, τοῖς δικαίαις ἐπικουρίαις ἐξαιρουμένοις εἰς ἄδειαν ἀδικουμένην ἀσθένειαν.

Ἡ προστασία δὲ αὕτη πᾶν τοὐναντίον ποιεῖ. ῥώμην δίδωσιν εἰς τὸ κακοῦν ἑτέρους. ὧν εἰσι καὶ οἱ τὸν φόρον εἰσπράττοντες. οὓς ἐβουλόμην ἐνταῦθά μοι καὶ παρεῖναι καὶ βοᾶν οἷα πεπόνθασι. πάντως δʼ ἂν τοῦτο μετὰ δακρύων ἐγίγνετο παρʼ ἀνδρῶν πενήτων ἐξ εὐδαιμόνων γεγενημένων. πῶς γενομένων δέῃ μαθεῖν, ὦ βασιλεῦ; ἔρχονται ἐπὶ τὰς κώμας ταύτας τὰς διὰ τῶν στρατηγῶν τετειχισμένας οἱ κομιούμενοι τὸν φόρον ἔργον τοῦτο ἔχοντες καὶ λειτουργίαν. εἶτʼ ἀπαιτοῦσι τὴν μὲν πρώτην πρᾴως καὶ βραχυτέρᾳ τῇ φωνῇ, καταφρονούμενοι δὲ καὶ καταγελώμενοι μετὰ ἀγανακτήσεως ἤδη καὶ μεῖζον φθεγγόμενοι καὶ οἷον εἰκὸς τοὺς τῶν δικαίων ἀτυχοῦντας. εἶτʼ ἠπείλησαν τοὺς ἄρχοντας, μάτην ἐλάττους ὄντας τῶν τὰς κώμας καρπουμένων. εἶθʼ ἥψαντο καὶ ἐπεσπάσαντο. οἱ δʼ ἔδειξαν, ὡς εἰσὶν αὐτοῖς λίθοι. λαμβάνοντες οὖν οἱ πράκτορες ἀντὶ καρπῶν τραύματα ἀναστρέφουσιν εἰς ἄστυ τῷ περὶ τοῖς ἱματίοις αἵματι δηλοῦντες ἃ πεπόνθασι. καὶ τὸν μὲν θυμούμενον οὐκ ἔχουσιν, ἡ γὰρ τοῦ τὸν μισθὸν εἰληφότος δύναμις οὐκ ἐᾷ, ἀκούουσι δὲ οἱ δυστυχεῖς, ὅτι χρὴ καταβάλλειν ἢ μαστιγουμένους ἀπειπεῖν. οἱ δὲ οὔσης μὲν ἀνάγκης τοῦτο ποιεῖν, τὰ δὲ παρὰ τῶν ἀγρῶν ἀπεγνωκότες καὶ δεδιότες ἕτερα τραύματα, χρυσίου δʼ οὐκ ὄντος οὐδʼ ἀργυρίου πωλοῦσι μὲν θεραπαίνας θρηνοῦντες, πωλοῦσι δὲ ἀκολούθους, τροφέων υἱούς, ἀντιλαμβανομένους τῶν τοῦ πωλοῦντος γονάτων. ἔρχονται δὲ καὶ εἰς ἀγρούς, οὐχ ὡς πρότερον μετὰ τῶν τέκνων, ἀλλʼ ἀποδωσόμενοι μετὰ τῶν ὠνησομένων. καὶ τράπεζα αὐτοῖς κοινὴ παρατίθεται, τὴν τιμὴν δὲ τῆς γῆς φόρον ὁ πεπρακὼς γιγνομένην ὁρᾷ. ἐξιὼν δὲ τῶν πατρῴων, ἔστι δʼ οὗ καὶ παππῴων, βλέπων εἰς τοὺς ἐκείνων τάφους καὶ τιμῶν τοῖς διὰ τῶν χειρῶν φιλήμασι συγγνώμην ἔχειν ἀξιῶν ἀπέρχεται. εἶτα φροντὶς ὑπὲρ τροφῆς αὐτῷ τε καὶ γυναικὶ καὶ παισίν, εἶτα οὐδαμόθεν φαινομένης ἡ τοῦ προσαιτεῖν ἀνάγκη. οὕτω βουλευτὴς βουλῆς ἐξαλείφεται οὐ σπόγγου γράμματα ἀφαιροῦντος, ἀλλʼ οὐκέτʼ οὔσης οὐσίας. ταῦτʼ ἐλάττους ποιεῖ τὰς βουλὰς ἀντὶ μειζόνων, ταῦτʼ ὀλίγους τοὺς καθʼ ἑκάστην ἀντὶ πλειόνων. ταυτὶ δὲ ζημία πόλεως ὅλης. καὶ γὰρ ἂν τοῖς ἄλλοις εὖ πράττῃ, τούτῳ δὲ χωλεύῃ τῷ μέρει, μικρὰ τὰ ἄλλα καὶ μικρὰ ποιεῖ τῆς βασιλείας τὰ πράγματα. διὰ γὰρ τῶν ἀρχομένων ἐκείνη καὶ αὔξεται καὶ τοὐναντίον. οὐκοῦν βλάπτονται μὲν αἱ βουλαὶ ταῖς καλαῖς προστασίαις, βλάπτονται δὲ ταῖς βλάβαις τῶν βουλῶν αἱ πόλεις, πάλιν δὲ αὖ ταῖς τούτων οἱ μάχιμοι. ὧν οὐκ ἀμελητέον σοι, βασιλεῦ, διʼ ὧν ἔνι καὶ κρατεῖν καὶ μὴ κρατεῖσθαι καὶ φοβεῖν καὶ μὴ φοβεῖσθαι. ἄνελε δὴ τὰς τοιαύτας προστασίας ἃς εἶναι παρʼ ἡμῖν βούλοιντʼ ἂν οἱ πολέμιοι.

Τὸ δὲ ζητεῖν προστάτην οὐ μόνον ἐκείνων ἐστὶ τῶν ἀγρῶν οἳ πολλῶν εἰσι τῶν ἐχόντων ἑκάστου μέρος οὐ πολὺ κεκτημένου, ἀλλὰ καὶ οἷς εἷς ὁ δεσπότης. καὶ οὗτοι τὸν μισθωτὸν προστίθενται τῇ τοῦ δεσπότου ζημίᾳ τὸν μισθὸν πορίζοντες καὶ διδόντες ἐξ ὧν ἀποστεροῦσι. καίτοι καὶ τῶν ἐπιφανῶν εἰσιν αἱ κῶμαι καὶ τῶν οἵων τε ὄντων χεῖρα ὀρέξαι λυπουμένοις. ἀλλʼ, οἶμαι, τὸ κακῶς ποιεῖν διώκοντες, οὐ τὸ παθεῖν φεύγοντες δυνάμεις τινῶν ὠνοῦνται, αἷς χρώμενοι πολλοῦ χρόνου προϊόντος καὶ πρὸς τοὺς αὑτῶν κυρίους ἐπισπέρχοντας τοῦτο τῆς γῆς βουλομένης ἄγριον ἔστησαν ὀφθαλμὸν ὡς ἀνάγκης μὲν ὄντες ἔξω, γνώμῃ δὲ ἐργαζόμενοι καὶ οὐχ ἁψόμενοι τῆς γῆς, εἰ μὴ πείθοιεν αὐτούς. οἱ δὲ πρῶτοι ταῦτα τετολμηκότες ἔσχον ταχέως πολλοὺς τοὺς ἀκολουθήσαντας κακοῦ παραδείγματος γενομένους μιμητάς. εἶθʼ οἱ μὲν γράφονται καὶ κατηγοροῦσι, τοῖς δʼ εἰσὶ βοηθοῦντες καὶ λόγῳ καὶ ἔργῳ. καὶ πλέον τῶν νόμων ἤνεγκεν ὁ βοηθῶν, ὥστʼ εἶναι τὸ ὁρώμενον θέαμα ἐλεεινόν. τί τοῦτο; βοαὶ τῶν περὶ τὴν γῆν ἐχόντων, γλῶτται θρασεῖαι, πλῆθος συνδίκων, ἀγῶνες, δίκαι, νῖκαι. καὶ ὁ μὲν εἰς γῆν κύπτων ἀπῆλθεν, οἱ δὲ ἕπονται τωθάζοντες. οἷον δή τι καὶ τὸ περὶ ἡμᾶς, βασιλεῦ, γεγένηται. Ἰουδαῖοι τῶν πάνυ γῆν ἡμῖν πολὺν ἐργαζόμενοι χρόνον, γενεὰς τέτταρας, ἐπεθύμησαν μὴ ὅπερ ἦσαν εἶναι καὶ τὸν παλαιὸν ἀποσεισάμενοι ζυγὸν ἠξίουν ὁρισταὶ τοῦ πῶς ἡμῖν αὐτοῖς χρηστέον εἶναι. ταῦτʼ οὐκ ἐνεγκόντες χρώμεθα δικαστηρίῳ. καὶ μαθὼν ὁ καθήμενος, τίνες ὄντες εἰς τίνα παροινοῦσιν ἐν τίνι τὰς ἐλπίδας ἔχοντες, τοὺς μὲν ἔδησε διπλῷ δεσμῷ, τῷ τε οἰκήματι καὶ σιδήρῳ, τοὺς δὲ τὰ ὄντα φράσοντας ἐκέλευσεν ἄγεσθαι. καὶ ταῦτα εἰπὼν καὶ χαλεπήνας πρὸς ἐμὲ μνησθέντα λύσεως ᾤχετο ἀπιὼν ἑτέρωσε, οἱ δʼ ἐπὶ τὸ τῶν πολλῶν πάλαισμα, τὸν οἶκον τοῦ στρατηγοῦ, καὶ τὴν ἐναντίαν τοῖς δικαίοις ἀσπίδα. καὶ κριθαὶ καὶ σῖτος καὶ νῆτται καὶ χιλὸς ἵπποις. καὶ ὁ μὲν προσέταξεν ἐᾶν τοὺς λιπόντας τὴν τάξιν, ὁ δὲ ὑπήκουσέ τε καὶ ὑπέσχετο. καὶ ὁ δικάζων ὃ μὲν οὐκ ἦν, ἦν, ὃ δʼ ἦν, οὐκ ἦν, ἀντὶ δικαστοῦ συνήγορος. τοιγαροῦν εἷλκεν ὑπὸ τὴν ψῆφον ἡμᾶς καθʼ ἑκάστην ἡμέραν πέμπων ἄλλον ἐπʼ ἄλλῳ, τὸ ἤδη βουλόμενος, τὸ μήπω μεμφόμενος, σπεύδων ἐπὶ τὴν ἐχθρὰν τοῖς θεοῖς χάριν. καὶ οὕτως ἦν δῆλος τὸ δίκαιον προησόμενος τῇ χάριτι, ὥσθʼ οἱ νυκτὸς ἐξιόντες παρʼ αὐτοῦ τῶν ἡμῖν ἐπιτηδείων οἷς συντυγχάνοιεν ἔλεγον κεκρίσθαι μοι τὴν δίκην καὶ τὸ κράτος ἔσεσθαι τῶν ἀντιδίκων. καὶ ὡς τοῦθʼ οὕτως εἶχεν, ἐδείχθη τῆς ἐπιούσης. οἱ μὲν γὰρ μεθʼ ἡμῶν ὄντες ῥήτορες ἤκουον, ὅτι δεῖ σιωπᾶν ἐν ἀφθονίᾳ τῶν ἰσχυρῶν, τῶν δὲ σὺν ἐκείνοις οὐδὲν ἦν ἀσθενὲς ἐν σκιαῖς τοῖς ἅπασι. τῆς ψήφου δὲ τεθείσης οἵαν τὸ κράνος καὶ ὁ θώραξ ἤθελεν, αὑτὸν ἐδίωκεν ὁ ἐψηφισμένος, οὐ γὰρ εἴα τὸ συνειδὸς ἠρεμεῖν, καὶ πρὸς τοὺς εἰσιόντας οὐδὲν αἰτιωμένους ὤμνυ πάντας ὅρκους ἦ μὴν ὀρθὴν πεποιῆσθαι τὴν κρίσιν. ἧττον γὰρ ἡγεῖτο κακὸν τὴν εἰς τοὺς θεοὺς ἀσέβειαν ἢ τὸ φθέγξασθαί τι τούτων ἃ σιγᾶσθαι βούλοιτʼ ἂν ὁ στρατηγός. ὃν ἠξίουν ἔγωγε μᾶλλον δεδιέναι τὸ λυμαίνεσθαι τοῖς δικαίοις ἢ τὸ πυθέσθαι τινάς, ὡς αὐτὸς ταῦτα κελεύσειεν. ἃ εἰ μέν ἐστι δίκαια, τί ἂν αἰσχύνοιτο; εἰ δὲ ἄδικα, τί τῶν τοιούτων ἐπιθυμεῖ; εἰ δʼ οὐδὲ ἐμοὶ τὸ δίκαιον ἐσώθη τῷ πλεῖστα δὴ περὶ λόγους κάμνοντι καὶ γράμμασι δὴ παρὰ σοῦ κεκοσμημένῳ καὶ τὴν τῶν πεφοιτηκότων ἕξοντι λύπην, τί χρὴ περὶ τῶν ἄλλων οἷς οὐδὲν τούτων ἔστιν, ὑπολαμβάνειν;

Ταυτὶ μὲν οὖν εἰς ἀπόδειξιν εἴρηταί μοι τοῦ ταῖς ἀποστροφαῖς ταυταισὶ ταῖς τῶν γεωργῶν πολλοὺς οἴκους διασείεσθαι. καθʼ ἑκάστην γὰρ δὴ πόλιν τοιοῦτοι μὲν γεωργοί, τοιαῦται δὲ θύραι, τοιοῦτοι δὲ μισθοί, τοιαῦται δὲ συνθῆκαι, τοιαῦτα δὲ κέρδη, τοιαῦται δὲ ζημίαι, τοιαῦται δὲ εὐφροσύναι, τοιαῦται δὲ κατήφειαι. καὶ γὰρ ἐκ τῶν ἄλλων ἀγρῶν οἷς ὁδὸς οὐκ ἔνι τὰ τοιαῦτα ὑβρίζειν, γυναῖκας καταλιπόντες οὐκ ὀλίγοι καὶ τέκνα φέρονται πρὸς τοὺς ἰσχύοντας ἐκείνους, τοὺς τοιούτους πύργους, ἀπολαύσοντες τῆς παρανόμου δυνάμεως. κἂν ὁ κατηγορῶν γένηται τῶν τοῦ στρατηγοῦ τις, αὐτῷ μέλειν εἰπὼν τοῦ κατηγορουμένου καταπαλαίσας τὸν αἰτιασάμενον ἀπῆλθε. τίνος δὴ παῦσαι ταυτασὶ τὰς διαδύσεις; τίνος τηρῆσαι τοῖς ἐκδεξαμένοις τοὺς ἀγρούς; σόν, βασιλεῦ, τὸ ἔργον. παρὰ σοῦ προσήκει τὸ δῶρον ἐλθεῖν. σὸν καὶ παθεῖν τι καὶ ἰάσασθαι καὶ μὴ τὸν ζῆλον ἕρποντα περιιδεῖν. μᾶλλον δὲ πολὺν μὲν ἤδη τοῦτο περιῶπται χρόνον, δεῖ δὲ αὐτό που καὶ στῆναι.

Ἐρήσεται τοίνυν μέ τις ὑπὲρ τῶν γεωργῶν, εἰ μὴ ἐξέσται βοηθείας ἑαυτοῖς πορίζειν. τὰς μὲν οὐκ ἀδίκους φαίην ἄν, τὰς δὲ κακὰς οὐδαμῶς. πρώτην μὲν τὴν παρὰ τῶν θεῶν, ἣ γένοιτʼ ἂν εὐχαῖς τε καὶ θεραπείαις· ἔπειτα τὴν διʼ ὑδάτων βλαπτόντων μὲν ἀπωθουμένων, μελλόντων δὲ ὠφελεῖν ἐπαγομένων. ἔστι καὶ τοὺς κυρίους τῶν κτημάτων πρὸς αὑτοὺς ποιῆσαι φιλανθρωποτέρους, ὡς τὰ μὲν ὀφείλουσιν ἀφεῖναι, τὰ δὲ καὶ δοῦναι, ἤντʼ αὖ δίκης που πρὸς ἀλλήλους δέωνται, τοῦτον εἰσιέναι, πλὴν εἴ τι δέοιτο μείζονος. πάσαις δὲ ἐπικουρίαις οὐ χρηστέον, κἂν ὦσιν οὐ κατὰ νόμον κἂν ποιῶσί με τῶν ἐμῶν ἄκυρον. εἰσὶν ἡμῖν, ὦ βασιλεῦ, πόλεις ἐπὶ τῶν ὁρίων τῶν πρὸς τοὺς βαρβάρους. ἢν οὖν ἔριδι καὶ φιλονεικίᾳ τινὶ πόλις ἐλαττουμένη πόλεως καλέσῃ συμμάχους τοὺς γείτονας βαρβάρους, ἀνεκτὸν ἢ καλόν τι ποιήσει καὶ ἐπαίνων, ἀλλʼ οὐ τιμωρίας ἄξιον; ἐμοὶ μὲν κἂν κατασκαφῆναι δοκεῖ καὶ τοῖς πολίταις γενέσθαι τάφος, ἵνα μὴ τοιαῦτα νικῴη. εἰ γὰρ καὶ κρατεῖν ἔδει προσθήκῃ τινί, ταύτην ἔνδοθεν ἔδει καὶ παρὰ τῶν οἰκείων εἶναι. οὐδὲ γὰρ οἰκέτην ἄξιον δίκης ἐφʼ οἷς ἔπαθεν ἀξιοῦντα τυχεῖν εἰς τὸν δεῖνα καὶ τὸν δεῖνα βλέπειν καὶ παραστάντα ἱκετεύειν τὸν οὐ κύριον ἀφέντα τὸν δεσπότην. οὐδὲ γὰρ ἅπας ἔτʼ ἂν εἴη τοῦ δεσπότου, ἀλλʼ οὐκ ἂν μικρὸν μέρος τοῦ βεβοηθηκότος ποιοῖ μερίζων μὲν τὴν εὔνοιαν, μερίζων δὲ τὰ τοῦ σώματος. καὶ γὰρ καὶ τοῦτον ἐχρῆν λαμβάνειν μὲν δίκην, λαμβάνειν δὲ διὰ τοῦ δεσπότου· τὸ δὲ διʼ ἄλλου κἂν ἀποστερήσαι τοῦ δούλου πολλάκις τὸν δεσπότην καταπεφρονημένον ἐκ τῆς παρʼ ἄλλου βοηθείας.

Τί οὖν, φησίν, εἰ τῆς χρείας ἐλάττων ὁ τὸν ἀγρὸν ἔχων εἴη καὶ δέοι δυνατωτέρας κεφαλῆς; ὁ μὲν λεγέτω πρὸς ἐκεῖνον, ἐκεῖνος δὲ πρὸς τοῦτον, καὶ σὺ μὲν ἐκείνου, τούτου δὲ ἐκεῖνος δείσθω. καὶ σύ τʼ ἂν ὠφελοῖο ταύτῃ βλάπτοιτό τʼ ἂν οὐδʼ ἐκεῖνος πεπηγυίας τῆς περὶ ταῦτα τάξεως. οὐ γὰρ δὴ τοῖς μὲν περὶ τὴν γῆν τούτοις καὶ πόρρω τῶν πόλεων καὶ βουσὶ συζῶσιν ἐπείθοντʼ ἂν καὶ συνέπραττον, τοῖς δὲ ἐκείνων κυρίοις οὐκ ἂν προσεῖχον οὐδʼ ἂν τὸ μὲν παρʼ ἐκείνων λαβεῖν ἡγοῦντο καλόν, τὸ δὲ παρὰ τούτων οὐ καλὸν καὶ ταῦτα ἴσον ὄν. ἔστι δʼ οὐχ ὅμοιον τοὺς δεσπότας ὑπὲρ τῶν ἐργαζομένων δοῦναι τοῖς δυναμένοις ἢ τοὺς ἐργάτας ἐπὶ τοῖς δεσπόταις. τὸ μὲν γὰρ βεβαιοῖ τὰ ὄντα τοῖς ἔχουσι, τὸ δʼ οὐκ ἐᾷ θαρρεῖν ὡς ἐπὶ σαθροῖς. ἔτι τοίνυν ἔστι παρʼ οὐκ ὀλίγοις τούτων καὶ τὸ δύνασθαι παρʼ ὅτου καὶ τὸ βοηθεῖν ἄλλοις ἔστι. πῶς οὖν οὐχ ἱκανὸν αὐτοῖς, μᾶλλον δὲ καὶ τούτοις καὶ τοῖς τούτων πράγμασιν οἱ στρατηγοὶ κτώμενοι διʼ αὑτῶν τὴν πλεονεξίαν; εἰ γὰρ δὴ διὰ τῶν δεσποτῶν, οὐχὶ καὶ κατʼ αὐτῶν τὰ αὐτῶν ἕξειν ᾤοντο. βουλομένοις δʼ ἦν κατὰ πρώτων, ἔπειτα καθʼ ἑτέρων μυρίων, ὅπως ἐξείη δρᾶν ἃ πρότερον διῆλθον. διὰ τοῦτο τοὺς τὴν καλὴν μέν, ἄοπλον δὲ κεκτημένους δύναμιν οὐδὲ ζῆν νομίζουσιν.

Οὐδὲν δεινόν, φησί, προσλαβεῖν κηδεμόνας. καὶ μὴν οὐ τοῦτʼ ὂν ἐν τῷ λόγῳ τῷ περὶ τῶν οἰκετῶν ἐδείκνυτο. ταὐτὸ δέ μοι καὶ περὶ τῶν γεωργῶν εἰρήσθω. καὶ γὰρ εἰ λίαν ὧν εἰσιν ἀφῄρηνται παρὰ τοῦ θεοῦ τὸ δύνασθαι, βέλτιον ζῆν ἐν τῇ ʼκείνων ἀσθενείᾳ καὶ ἀνέχεσθαι τῆς τύχης ἢ τοιαύτην ὠνεῖσθαι δύναμιν καὶ τοὺς κεκτημένους ἐλέγχειν, ἐπεὶ καὶ γυνὴ δυοῖν ἀνδροῖν οὖσα δυνατωτέρα ἂν εἴη, ἀλλʼ οὐκ ἂν συνησθείης ἐχούσῃ τὸν μὲν γάμῳ, τὸν δὲ μοιχείᾳ. καίτοι καὶ πλουσιώτερον ἔστιν εἶναι τὸν μοιχὸν πολλαχοῦ, παρʼ οὗ πλείω τῇ γυναικὶ γένοιτʼ ἂν ἢ τοῦ λαβόντος αὐτὴν μεθʼ Ὑμεναίου. ἆρʼ οὖν οἴσομεν λεγούσης, ὡς οὐκ ἴσον εἷς καὶ δύο οὐδὲ μέγας καὶ βραχὺς οὐδὲ ὡραῖος καὶ ἄμορφος; οὕτω μὲν ὃ μάλιστα συνέχει τὸν βίον, ὁ περὶ τοὺς γάμους νόμος, οἰχήσεται.

Ἐρεῖ τοίνυν τις τοιοῦτον τῶν τὰς ἀρχὰς κολακευόντων λόγον, ὡς ἐλάττω πρόσεισι τοῖς στρατηγοῖς, εἰ τοῦτʼ ἐπισχήσει τις τὸ ῥεῦμα. καὶ τί δεινόν, εἰ τὰ νῦν προσιόντα κακῶς παύσεται; οὐ γὰρ τοῦτʼ ἔστιν ἄξιον σκοπεῖν, εἰ ἐλάττω λήψονται, ἀλλʼ εἰ δικαιότερον ἐκεῖνο τοῦ νῦν καὶ εἰ πονηρᾶς δόξης ἀπαλλάττει τοὺς ἐπὶ τοῦ στρατηγεῖν. τὸ γὰρ αὐτὸ καὶ τοῖς ἀδικοῦσι κέρδος καὶ τοῖς ἀδικουμένοις, τοῖς μὲν μηκέτʼ ἀδικεῖσθαι, τοῖς δὲ μηκέτʼ ἀδικεῖν.

Ἀθυμήσουσιν οἱ στρατηγοὶ κωλυόμενοι ταῦτα θερίζειν. καὶ γὰρ οἱ κλέπται καὶ οἱ τοιχωρύχοι καὶ οἱ βαλαντιοτόμοι καὶ οἱ τῶν τάφων ἁπτόμενοι καὶ οἱ τῶν ἱερῶν χρημάτων πάντες οὗτοι διὰ τὰς ἐφʼ ἑκάστῳ τιμωρίας ἄχθονται. ἀλλʼ οἱ μὲν ἄχθονται, οἱ νόμοι δὲ βοῶσιν ἃ ληφθέντες πείσονται. καὶ τὸ μὲν τολμᾶν οὐκ ἀναιροῦσιν ὅλως, αὐτοῦ δὲ τοῦ τολμᾶν οὐ μικρόν. καὶ οὐδεὶς οὕτως ἀπονενοημένος ὅστις ἂν εἰπεῖν ὑπομείναι, ὅτι, ὦ βασιλεῦ, τοὺς κωλυτὰς τῶν ἀδίκων τούτων ἀνέλωμεν νόμους, ἵνα μὴ λυπῶμεν τοὺς ἀπὸ τούτων οὐκ ἐωμένους πλουτεῖν μηδʼ εὐποριῶν δοκῶμέν τισι φθονεῖν. μὴ τοίνυν μηδὲ τοῖς στρατηγοῖς ὁδὸς ἀνεῴχθω κερδῶν κακῶν μηδὲ τὸ μὲν τούτων ὁράτω τις, τῆς δὲ τῶν ὀλίγα κεκτημένων μερίδος ἀμελείτω, οὐδὲ γὰρ τοῦτο σώζει Ῥωμαίοις τὴν ἰσχὺν καὶ τοῖς πολεμίοις τὸν φόβον, ἐὰν καθʼ ἡμέραν τε καὶ νύκτα καινῶν δέῃ κιβωτῶν τοῖς στρατηγοῖς διὰ τὸν ἐπιρρέοντα πλοῦτον, οὐ γὰρ πλούτῳ γένοιτʼ ἂν στρατηγικώτερος, ἀλλʼ ἀρετῇ καὶ τέχνῃ καὶ δόξης ἔρωτι καὶ τῷ μᾶλλον ψόγον δεδιέναι θανάτου. οὐδʼ οὗτος ἂν εἰκότως ταύτην ἄρχοι τὴν ἀρχήν, ὅτῳ πλῆθος ἔνι ταλάντων ἐξαριθμεῖν, ἀλλʼ ὅτῳ λαφύρων καὶ αἰχμαλώτων καὶ τροπαίων, οἵους τοῖς πατράσιν ὑπῆρχεν τοῖς ἡμετέροις ὁρᾶν. ὧν ὁ πλεῖστον μὲν χρόνον, πλείστων δὲ ἡγησάμενος στρατιωτῶν ἕνα μὲν μόλις ἀγρὸν ἐπρίατο, ἔτι δὲ τῶν οὐκ ἐπαινουμένων, οἰκέτας δὲ εἶχεν ἕνδεκα, ἡμιόνους δώδεκα, τρεῖς δὲ ἵππους, κύνας δὲ Λακαίνας τέτταρας, ἀλλʼ ὅμως δέος μὲν αὐτοῦ ταῖς τῶν βαρβάρων ἐνῴκει ψυχαῖς. τηθίδα δʼ ἐμὴν ἔγημεν ἐπὶ μεγίστῃ προικί, ἔδνα δὲ ἦν τὸ κλέος. ὁ δὲ γήμας οὐδὲ δειπνῶν ἐμεθύσκετο, οὐδὲ γὰρ ἐν τῷ στρατηγεῖν οὔτε καλῶν οὔτε καλούμενος, ἀλλʼ ἦρχε καὶ τῆς γαστρὸς οὐχ ἧττον ἢ τῶν στρατιωτῶν. τοὺς δὲ νῦν καὶ αὐτὸ τοῦτο διαφθείρει τὸ ζῆν ἐν τοσούτοις ποιοῦν αὐτοὺς φιλοψύχους ἀντὶ φιλοτίμων καὶ πεῖθον φεύγειν ἀπὸ τῶν καλῶν κινδύνων ἐπὶ τὰ παρέχοντα τρυφᾶν. διὰ τοῦτο πάντας ὑμᾶς οὐ πλούτου πορίζειν ἔδει τοῖς στρατηγοῖς ἀφορμάς, ἀλλʼ ἔργων μεγάλων ἐπιθυμητὰς ἀποφαίνειν. νῦν δὲ ἓν βλέπουσι, χρήματα, καὶ πᾶσα πρόφασις τοῦτο δυναμένη ταχέως ἁρπάζεται, καὶ τηλικαῦτά σφισιν ἔνδον ὄρη χρυσοῦ καὶ ἀργύρου προστιθεμένων ἄλλων ἄλλοις ἀναβέβηκεν, ὥστʼ ἀπιστεῖν ἀκούοντας τῶν ἐπὶ τούτῳ τεταγμένων, εἰ ἔστιν αὐτοῖς ὅσον ἔστιν. ἐν δὲ τοῖς ὑμετέροις θησαυροῖς, οὓς ἔδει γέμειν μᾶλλον τῆς ἀρχῆς ὄντας ἢ τοὺς τῶν ἐπʼ αὐτοῖς ὄντων, μικροῦ τοὔδαφος ἅπαν ὁρᾶται, τὸ κρυπτόμενον δὲ ὀλίγον. ὑμεῖς δὲ ἀμφότερα εἰδότες οὐδὲν ἐκείνων ἐπὶ τοὺς πολέμους ἕλκετε, ἀλλὰ κειμένων ἀπέχεσθε καὶ ταῦτα ὄντος λογισμοῦ τοῦ παραινοῦντος ἅπτεσθαι. ἡδέως δʼ ἂν ἠρόμην αὐτοὺς ἐναντίον τοῦδε τοῦ θρόνου, τί καὶ βούλεται τὸ πλῆθος αὐτοῖς τούτων τῶν χρημάτων καὶ τίς ὁ νοῦς τῶν σωρῶν. οὔτε γὰρ θυγατέρας λέγοντες λέγοιεν ἄν τι οὔθʼ υἱοὺς οὔτε γάμους ἢ ʼκείνων ἢ τούτων οὔτε καιρὸν εἰς ὑπάτους ἄγοντα οὐδʼ ἄλλην ἄμεμπτον δαπάνην οὐδεμίαν. ἀναγκάζετʼ οὖν ἐπʼ ἐκείνην ἰέναι καὶ τὸν οὐ βουλόμενον, ἣν οὐδὲ ὄναρ ἐννοεῖν ἀσφαλές. οὕτως εἴ τις ὑμᾶς ἐν ἐλάττοσι ποιήσειεν, εὐεργέτης ἂν εἴη μᾶλλον ἢ εἰ πάντα δοίη. εἰ δʼ οὐκ ἂν δύναιντο μὴ λαμβάνειν, ἀλλʼ ἀνάγκη νοσεῖν, πολλοὶ κρουνοὶ τούτοις ῥέουσιν ἀπὸ πολλῶν τῶν πηγῶν ὁρμώμενοι καὶ πολλάκις ἕκαστον Μίδαν ποιοῦντες καὶ Κινύραν καὶ τὰ τούτων. τοσοῦτον μέν ἐστι τὸ παρὰ τῶν περὶ αὐτοὺς τῶν διδόντων, ὅπως αὐτοῖς ἐξείη λαμβάνειν, τοσοῦτον δὲ τὸ παρὰ τῆς τροφῆς τῶν λόχων. οἷς ἔνι ζῶντα ποιεῖν τὸν οἰχόμενον ἐσθίειν τε αὐτοῖς ἐν τῷ τοῦ τεθνεῶτος ὀνόματι. ὄντων δὲ τούτων μεγάλων εἰσὶ Πακτωλοὶ μείζονες, χρυσὸς ὁ δικαίως μὲν ἂν μείνας ἐν ταῖς χερσὶ τῶν στρατιωτῶν, μεθιστάμενος δὲ ἐπὶ τὰς τῶν στρατηγῶν, ᾧ πένης τε καὶ ἀθυμότερος ὁ μάχιμος γίγνεται μέρη τε ὑποδημάτων φορῶν καὶ χλαμύδος εἴδωλον. πολλάκις δὲ καὶ ἀπὸ τῆς γαστρὸς ἡ φορά, ὥστʼ ἄγουσιν ἐπὶ τὰς μάχας πεινῶντα σώματα. ἐξεύρηται δὲ καὶ ἄλλα σοφίσματα χρυσίτιδος γῆς οὐ χείρω. βραδυτὴς τῆς βουλῆς περὶ τιμὴν οὐκ ἀρχαίαν μέν, εἰσελθοῦσαν δὲ ὅμως, εἶτα τοῦτʼ ὀργὴν ἐποίησεν, εἶθʼ αἱ καταλλαγαὶ χρήματα. χρήματα δὲ κἀκεῖθεν· στρατιώτης ἀγοραῖον ἐρεθίζει σκώπτων καὶ κνίζων ῥήμασι καὶ λαμβανόμενος καὶ ἕλκων καὶ ἐπισπώμενος. εἶθʼ ὁ μὲν ἅπτεταί πως καὶ αὐτός, τῶν πεπραγμένων δὲ οὐκ ἴσων εἶναι δοκούντων, μὴ γὰρ εἶναι φωνὴν ἢ χεῖρα τοῖς τοιούτοις ἐπὶ τὸν στρατιώτην, ἁρπάζεθʼ ὁ κατηναγκασμένος ἀλγῆσαι καὶ ἔστιν ἐν τοῖς σημείοις καὶ τὸ μὴ τυπτόμενος ἀποθανεῖν ὠνεῖται. πολλὰ τοιαῦτα καθʼ ἑκάστην ἡμέραν καὶ σπείρεται καὶ θερίζεται μικρὰ πρὸς τὸ ῥηθησόμενον. τὸ δέ ἐστιν αἱ τιμαὶ τῶν ἀρχῶν, ἄργυρος, ἄχθος καμήλων. καὶ παραλείπω τἀκ τῆς ὑμετέρας οἰκίας εἰς τὰς ἐκείνων καθʼ ἕκαστον ἐνιαυτὸν ἰόντα. τί οὖν δεῖ μετὰ τοσοῦτον ὄμβρον λημμάτων ἀθλίους ποιεῖν ἀνθρώπους οἷς οὐδὲν ἔνι πλὴν τῶν ἀγρῶν; τί δʼ ἀσεβεῖ πόρῳ τὰ αὑτῶν ἐπὶ μεῖζον ἄγουσι συμπράττειν; μᾶλλον δὲ πολλοὶ μὲν ἄδικοι, οὐδὲ γὰρ οἱ παρὰ τῶν δυνάμεων δίκαιοι, πολλῷ δὲ οὗτος ἀδικώτατος. πατήρ μοι κατέλιπεν ἀγρὸν ἢ μήτηρ ἢ οἱ τούτους τεκόντες ἢ ἐπριάμην αὐτός, ἐν ᾧ γεωργοὺς εἶχον σωφρονοῦντας προσκυνοῦντας τὴν Τύχην ἐν ταῖς παρʼ ἐμοῦ φιλανθρωπίαις. εἶτα σὺ τούτους λαβὼν ἐκμαίνεις καὶ κινεῖς ἀνελπίστους πολέμους καὶ ποιεῖς ἀνθρώπους εὐγενεῖς ἀπόρους.

Ἀλλʼ οὗτοι μὲν ἑκόντες οὐκ ἄν ποτε χαλινώσαιεν τὴν ἑαυτῶν ἀπληστίαν, τῆς σῆς δὲ δεῖται τὸ πρᾶγμα, βασιλεῦ, καὶ φρονήσεως καὶ τύχης· σὺ γὰρ μόνος ἂν ἰατρὸς κατασταίης ἕλκους οὐ φορητοῦ. καὶ μήτοι νομίσῃς ἀκούσεσθαι παρʼ ἐμοῦ περὶ νόμου τοὺς μὲν ἐπισχήσοντος, τοῖς δὲ βοηθήσοντος. ἔστι γὰρ καὶ γέγραπται καὶ κεῖται νομοθέτην ἔχων τὸν σβέσαντα μὲν τυραννίδα, στήσαντα δὲ Σκυθικὴν φλόγα, καὶ μέγιστόν ἐστί μοι κατὰ τῶν πραττομένων, ὅτι μου συναγορεύει τῷ λόγῳ διὰ τοῦ νόμου βασιλεὺς θεοείκελος, εἶπεν ἂν Ὅμηρος, τῇ ψυχῇ μᾶλλον ἢ τῷ σώματι.

Τί οὖν νῦν ἐσπούδακα νόμου πάλαι περὶ τούτων κειμένου; οὐ τὸ τεθῆναι νόμον, γελοῖον γάρ, ἀλλὰ τὸ μὴ γεγράφθαι μάτην. μάτην γὰρ δὴ γέγραπται, μάτην, ὦ βασιλεῦ, ὄντων μὲν τῶν προσιόντων, ὄντων δὲ τῶν δεχομένων καὶ τῶν μὴ ζητούντων τοὺς συναγωνιουμένους καὶ τῶν τοῦτο ποιούντων. ἃ γὰρ ἂν ἐδρᾶτο μηδενὸς νόμου κωλύοντος, ταῦτα κωλύοντος γίγνεται καὶ τό τε ἔργον πολὺ τό τε ὄνομα πανταχοῦ. δέομαι δή σου κυρῶσαι τῇ τῶν οὐ πεισθέντων τιμωρίᾳ τὸν νόμον. ἢ τί τὸ κέρδος τῶν γραμμάτων, ὅταν μηδὲν διαφέρῃ τῶν γεγραμμένων ἀνθρώπων παρʼ ὧν γένοιτʼ ἂν οὐδέν; τουτὶ δὲ ζημία μὲν τοῖς βασιλευομένοις, οὐ καλὸν δὲ τῷ θέντι τὸν νόμον τοῦ δόξαντος ὄντος ἀκύρου. ἀλλʼ ὁ μὲν τὸν τοῦ δεῖνος ὑπερβὰς νόμον δώσει δίκην, ὁ δὲ σὸν ἀθῷος ἄπεισιν; καὶ τοῖς μὲν ἄλλοις ἐμμενεῖ τοῖς σοῖς, τούτου δὲ κρείττων ἔσται τῆς αὐτῆς καὶ γνώμης ὄντος καὶ πορφύρας; δὸς δὴ νεῦρα τῷ νόμῳ καὶ ποίησον αὐτὸν ὡς ἀληθῶς νόμον ἀντὶ ψιλῆς προσηγορίας. εἰ δὲ οὐκ ἐθελήσεις, ἐξάλειψον. τοῦ γὰρ κείμενον ὑπερορᾶσθαι βέλτιον τὸ μηδὲ κεῖσθαι. ἀλλὰ μήποτε τοῦτʼ ἐπίδοιμι γιγνόμενον, ἀλλʼ ἐκεῖνός τε ἀθάνατος μετὰ τοῦ σοῦ σπέρματος μένοι καὶ τῇ τῶν ἠδικηκότων δίκῃ τὰ λοιπὰ βελτίω γένοιτο.