ΕΙΣ ΕΥΣΤΑΘΙΟΝ ΤΟΝ ΚΑΡΑ.
Ὑπεσχόμην ἐπαινέσεσθαι τὸν χθὲς τὰ λεγόμενά μοι τιμήσαντα τῷ ῥήματι. καὶ πρὶν ὃς ἦν εἰδέναι, τὴν ὑπόσχεσιν ἐποιησάμην ὡς, εἰ καὶ νεώτερος εἴη, τοῦτο ποιήσων. ἔπειτα ἀνὴρ ἀνεφαίνετο καὶ οὗτος ἐν τῇ Ἀθηναίων ἐσθῆτι. καὶ ἦν ἐν κέρδει τὸ τοιοῦδε εἶναι τὸ ῥῆμα. τῷ Διὶ τοίνυν ἑπόμενος οὐ ψεύσομαι ἃ ὑπεσχόμην.
Ἀλλὰ πρῶτον μὲν ὑμᾶς διδάξω τὸν ἐκ Καρίας Ἀθήναζε τοῦδε πλοῦν ὃν ἔπλευσεν ἐπὶ κτήσει σοφίας ὄντων μὲν τῶν μέγα εἶναι λεγόντων τοὺς νόμους, ὄντων δὲ τῶν ὑμνούντων τὸν ἐν ὅπλοις βίον. τῷ δὲ τὸ κάλλος ἄρα τῶν λόγων μᾶλλον ἐδόκει στίλβειν ὀμφαλοῦ τε ἀσπίδος χρυσίου τε τοῦ παρὰ τῶν νόμων. ἥκων δὲ ἐφʼ ὅπερ ἧκεν ἔδρα. λόγοι μὲν ἐν ἡμέραις, λόγοι δὲ ἐν νυξί. μάχας δὲ εἴα χαίρειν καὶ μαχομένους ἠλέει καὶ τούτων γε αὐτῶν μᾶλλον ὅσοι νίκαις ἐφιλοτιμοῦντο Μουσῶν τε ἀλλοτρίαις καὶ Ἀπόλλωνος Μουσηγέτου. τῷ δὲ οὐδεμία συμβολὴ τὰς χεῖρας ἐπὶ ῥόπαλον ἢ ξίφος ἀπὸ τῶν βίβλων μετήνεγκεν. αἱ δὲ ἦσαν πολλαὶ πολλῶν, ἐπεὶ οὐδὲ τῶν ἡμετέρων, ὡς αὐτὸς ἔφησεν, ἠμέλει. καί ποτε ὁ μὲν πρὸς τοῦ διδασκαλείου ταῖς θύραις ἀνεγίνωσκε καθήμενος, τὸν δὲ διδάσκαλον, καὶ γὰρ ἦν ὁ ἀγγείλας, θυμοῦ τε τοῦτο καὶ ὀργῆς ἐνέπλησε, καὶ τὸ πρᾶγμα οὐκ ἀκίνδυνον, ἡδὺς δὲ ὅμως ὁ κίνδυνος, εἰ ποιοῦντα ἀμείνω τὴν ψυχὴν δεήσει τι καὶ παθεῖν. ἐπεὶ δὲ ἤδη ῥήτωρ τε ἦν καὶ οἷος πόνους καὶ ποιεῖν καὶ διδόναι, ἐλευθερίας ἐπιθυμίᾳ φεύγει μὲν τούσδε τοὺς πόνους, θεάτροις δὲ διαγέγονε χρώμενος. καὶ αὐτῷ μυρία μὲν ἐν Φοινίκων ἐπεδείχθη πόλεσι, πολλὰ δὲ ἐν Παλαιστίνης ἄστεσιν. οὗ δὴ καὶ πολίτης ἡμέτερος ἐφεστὼς δυνάμεσιν ἠγάπησέ τε αὐτὸν καὶ κατεῖδεν ἀκριβῶς καὶ ὅπως καρπώσεται τοὺς λόγους, ἐποίησε πρέποντα τῷ γένει δρῶν. Μουσῶν γὰρ Περσεὺς ὁμοπάτριος ἀδελφός, ἐξ οὗπερ οὗτοι.
Τὸν Κᾶρα δὲ δεῖ πιστεύειν καὶ ὑμᾶς ἐπʼ ἄκρον ἔρχεσθαι τῆς τέχνης, εἰ καὶ μήπω τυγχάνετε λέγοντος ἀκηκοότες. ἐκ γὰρ δὴ τῆς ἀκροάσεως ἑωράκατε τὸν ῥήτορα. οὕτω πᾶν τὸ λεγόμενον τοῦ προσήκοντος ἠξίου. εἰκὸς τοίνυν αὐτὸν καὶ ὁπόταν ἐργάζηται λόγον, τοῦ προσήκοντος τυγχάνειν φεύγοντά τε ἃ χρὴ καὶ διώκοντα ἃ προσήκει. λόγων δὲ δύναμιν ἐσχηκὼς ἐπιεικείᾳ κεκόσμηκε τὴν ψυχὴν ὀργῆς τε ὅτι πλεῖστον ἀπέχων ὀργὰς ἂν ἑτέρων ἐνέγκαι εὖ μάλα φωνή τε αὐτῷ πρᾳοτέρα τό τε πρόσωπον ἐν μειδιάματος μέτρῳ συνουσίαι τε αἱ πρῶται φιλίας ἀπεργαζόμεναι. ὅτῳ γὰρ ἐγγύς τε ἔλθοι καὶ κατασταίη πλησίον καὶ μικρὰ διαλεχθείη, τοῦτον εὐθὺς ἔλαβέ τε καὶ ἔχει.