eul_wid: swk-dx
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations 1–64: Oration 41 (To Timocrates) by Libanius of Antioch

Timocrates, governor at Antioch, has come back from the theatre downcast because the claque withheld its usual acclamations. Libanius explains that these hired shouters sell their applause to officials and silence the rest of the audience by threats, and argues that a city's love lies with councillors, teachers, farmers and traders, not with them. He holds up Philagrius, who watched the shows in silence, and urges Timocrates to show that he scorns their praise.

Part of Orations 1–64

ΠΡΟΣ ΤΙΜΟΚΡΑΤΗΝ.

Ἀφῖξαι μὲν ἡμῖν ἀπὸ τοῦ θεάτρου, Τιμόκρατες, τὸ πρόσωπον δὲ οὐκ ἀπὸ θεάτρου σοι μᾶλλον καὶ τῶν ὅσα ἐστὶ θεάτρων, ἢ δυσχερῶν τέ τινων καὶ οἷα γένοιτʼ ἂν τῆς ἐσχάτης ἀθυμίας αἴτια. πρὸς τοσοῦτον, ὦ βέλτιστε, κατηφείας ἥκεις οὐχ εὑρών, ἀκήκοα γάρ, τὰ εἰωθότα θορυβοῦντας τοὺς ἐπὶ τούτῳ καταστήσαντας αὑτούς. ἐκείνων μὲν οὖν οὐχὶ θαυμάζω τοῦτο πεποιηκότων, σοῦ δέ, εἰ ταῦτα ἀθυμίας ἄξια σαυτῷ νενόμικας. πρότερον δὲ εἰπεῖν πρὸς σὲ βούλομαι τῆς ἀφωνίας ἐκείνων τὴν αἰτίαν.

Ἀνέστραπται, ὦ Τιμόκρατες, τὸ πρᾶγμα καὶ τῶν ἀρχομένων τινὲς τῶν ἀρχόντων ἀξιοῦσιν ἄρχειν. καὶ τοῦτο βουληθέντες ἐδυνήθησαν ἐπιθυμητὰς μὲν τῶν παρʼ αὑτῶν εὐφημιῶν τοὺς ἄρχοντας καταστήσαντες, αὐτοὶ δὲ τοῦτο τοτὲ μὲν διδόντες, τοτὲ δʼ οὔ. καὶ μὴ δόντες ἠνίασαν καὶ δεδωκότες εὔφραναν. καὶ προήγαγον δὴ τὰς βοὰς εἰς μισθὸν ἀντὶ τῶν βοῶν ἐπαγγέλλοντες ὅ τι ἂν αὐτοῖς δοκῇ, τῷ δὲ ἐφιεμένῳ τῶν βοῶν οὐκ ἔνι μὴ πάντα παρέχειν. οὕτω πολλοῦ πωλοῦσιν οἱ κατάπτυστοι τὰς βοάς. πρὸς οὖν τοὺς ἄρτι παριόντας ἐπὶ τὰς ἀρχὰς ἐκεῖνο ποιοῦσι. παραγγέλλουσιν ἀλλήλοις ἀναβάντες αὐτούς τε σιωπᾶν καὶ τὸ λοιπὸν τῶν θεατῶν ταῖς ἀπειλαῖς ταῖς διὰ τῶν νευμάτων κατέχειν. εἶθʼ ἡ μὲν ἡμέρα χωρεῖ, ὧν δέ ἐστιν ἡ σκηνή, τὰ αὑτῶν δείξαντες ἀπῆλθον γρύξαντος οὐδενός, τῷ δʼ ἄρχοντι δεινόν τέ τι τοῦτο φαίνεται καὶ μέγα δυστυχίας μέρος. καὶ καθήμενος νῦν μὲν ἐρυθριᾷ, νῦν δὲ ὠχριᾷ καὶ τὰ μὲν πολλὰ σιγᾷ, λαλῶν δέ τι πρὸς τοὺς πλησίον οὐκ οἶδεν ὅ τι λαλεῖ. εἶτα λέγει τι διὰ τοῦ κήρυκος πρὸς αὐτοὺς ᾧ πιστεύει κινήσειν τὸ ἡσυχάζον, οἱ δʼ εἰσὶν ἀκούσαντες οἷοι καὶ πρὶν ἀκοῦσαι. τί οὖν ἐπὶ τούτοις ὁ ἄρχων; τοὺς ἡγεμόνας αὐτῶν ἀναζητήσας ἐδεήθη μὴ ταῦτα σφᾶς ποιεῖν. οἱ δέ τινες καὶ προσέθεσαν ἀργύριον. τῶν δὲ τὰ μὲν ὑποσχομένων, τὰ δὲ αἰτησάντων ὁμολογία γίνεται τοὺς μὲν βοήσεσθαι, τὸν δὲ ἅπαντα χαριεῖσθαι. κατὰ τοῦτον τὸν νόμον καὶ νῦν σεσιγήκασι καὶ τῷ γε εἰωθότι μηχανήματι καὶ κατὰ σοῦ κέχρηνται καὶ τό γε δεινότατον, ὅτι καὶ ᾑρήκασι. δῆλον γάρ, ὅτι εἰ τῷ μὴ φθέγξασθαι ταπεινῶσαί σε δεδύνηνται καὶ κατεδουλώσαντο, τῇ γε βοῇ πάλιν ἀναστήσαντες ἕξουσιν ἑπόμενον καὶ πρὸς μηδὲν ἀντιτείνοντα.

Ἐγὼ δὲ ἠχθόμην μὲν διὰ ταῦτα τὸν παρελθόντα χρόνον, ἠχθέσθην δὲ καὶ νῦν καὶ μειζόνως γε νῦν ἀμείνονός μοι διεφθαρμένης ἐλπίδος. ᾤμην γάρ, εἰ καὶ μηδεὶς ἕτερος, σέ γε οὐδὲν τὰ τούτων νομιεῖν, ἀλλʼ ἴσον ἡγήσεσθαι τήν τε βοὴν τήν τε σιωπήν. νῦν δὲ καὶ σὺ πέπτωκας ἡμῖν καὶ πλείστου σοι τὰ μηδενὸς ἄξια. τίνος γὰρ ἄξιον αἱ παρὰ τούτων εὐφημίαι τῶν ἐκ παίδων μέχρι τῆς τήμερον ἡμέρας ἐν ἀργίᾳ τε καὶ κακίᾳ πολλῇ βεβιωκότων; οὐκ οἶσθα αὐτούς, ὦ Τιμόκρατες, καὶ ταῦτα οὕτω πολὺν παρʼ ἡμῖν διατρίψας χρόνον; οὗτοι ξένοι πάντες εἰσὶ κακῶς δεῦρο ἥκοντες ὑπʼ αὐτῶν ὧν ἠδίκουν ἐκπεσόντες τῶν ἑαυτῶν πατρίδων, οἱ μὲν πατέρας συγκόψαντες, οἱ δὲ κατὰ μητέρων ταῖς χερσὶ χρησάμενοι, φεύγοντες τὰς χειροτεχνίας ἐφʼ ἃς αὐτοὺς ἦγον οἱ γονεῖς. παῖδες μὲν οὖν ὄντες εἶχον ἐξ αὐτῆς τῆς νεότητος τὴν τροφήν, εἰς ἄνδρας δὲ ἥκοντες ἐπιλιπούσης αὐτοὺς ἐκείνης τῆς ἀφορμῆς εἰς τὴν ἀπὸ τοῦ τῇδε θεάτρου βλέψαντες ἀναστάντες ἔδραμον ζῆν μὲν ἐν ἀργίᾳ βουλόμενοι, ζῆν δὲ ἐντεῦθεν μόνον δυνάμενοι. τοῖς μὲν γὰρ μίμοις οἱ μέν τινες σφᾶς αὐτοὺς ἔδοσαν, τῶν ὀρχηστῶν δὲ τὸ πλέον γεγένηται. καὶ οὗτός σφισιν ὁ βίος ἐκείνοις ὑπηρετεῖν, ἐκείνοις ὑπακούειν, ἐκείνους θωπεύειν, ἐκείνους θεραπεύειν, ἐκείνους κοσμεῖν, ἐκείνων ἐξηρτῆσθαι, μηδὲν ἕτερον μήτε πράττειν μήτε εἰδέναι. οἱ δὲ αὐτοὺς διατρέφουσιν ἀργυρίῳ νῦν μὲν πλείονι, νῦν δὲ ἐλάττονι· ἐλάττονι μέν, ὁπότε ἡσυχάζοιεν, πλείονι δέ, ὁπότε ὀρχοῖντο. πᾶν δὲ αἰσχρὸν αὐτοῖς ὁμοίως ἔν τε ἡμέραις ἔν τε νυξὶ πράττεται, κἀν ταῖς ὑπερβολαῖς τῶν αἰσχρῶν τούτων αὐτοῖς ἡ φιλοτιμία, ὡς δὴ τότε μάλιστα τὴν αὑτῶν τάξιν βεβαιούντων, ὅταν ἃ μηδὲ ἀκοῦσαι τοῖς σωφρονοῦσιν ἀνεκτόν, ταῦτα αὐτοῖς ῥᾳδίως πράττηται. ἀναβαίνουσι τοίνυν εἰς τὸ θέατρον οὐχ ὡς τοῖς δεικνυμένοις σύμμετρον ἀποδώσοντες τὴν βοήν, ἀλλʼ ὡς ἅπαν ὅσον ἔχουσι βοῆς εἰσοίσοντες, ὥστʼ οὐκ ἄν τις αὐτῶν γε τῶν γιγνομένων ἀπών, ἀκούων δὲ τῶν βοῶν ἔχοι διακρῖναι τάς τε ἀμείνους τάς τε χείρους τῶν ὀρχήσεων ἡμέρας. οὗτοι τοίνυν εἰσὶ μὲν οὐ πλείους ἢ τετρακόσιοι, οἱ μὲν τούτῳ συμπράττοντες, οἱ δὲ ἐκείνῳ, κακοὺς δὲ σφᾶς αὐτοὺς πρώτους πεποιηκότες καὶ τὰς τῶν ἐλευθέρων οἰκίας διορύττουσι θηρῶντες ὁπόσους δύναιντο τῶν νέων καὶ ταὐτὰ θαυμάζειν αὑτοῖς ἀναπείθοντες καὶ ζώντων μὲν αὐτοῖς τῶν γονέων κλέπτας αὐτοὺς τῶν πατρῴων, ὅσον ἔξεστι, ποιοῦντες, ἀποθανόντων δὲ καθάπαξ προδότας. καὶ πολλῶν οἰκίας ἴδοι τις ἂν περὶ ταῦτα ἀνηλωμένας. οὗτοι καὶ τὰ τῶν λόγων βεβλάφασι τῶν νέων τοὺς μὲν ῥᾳθυμοτέρους πεποιηκότες, τοὺς δὲ ὅλως ἀποστήσαντες. καὶ τί δεῖ με ζητεῖν πρᾶγμα ἀδύνατον ποιεῖν, ἅπαντα τὰ τούτων λέγειν κακά; πλὴν τοσοῦτόν γε ἐρῶ, ὅτι πανταχοῦ τῆς γῆς ἡμῖν ἡ πόλις διαβέβληται διὰ τὴν τούτων ἀσέλγειαν καὶ βδελυρίαν.

Τὰς οὖν παρὰ τούτων εὐφημίας ἀγαθόν τι κρίνεις, ὦ Τιμόκρατες, κατὰ τοὺς πολλοὺς τῶν ἀρχόντων; κακὸν μὲν οὖν μέγιστον εἰκότως ἂν ἡγοῖο τὰς παρὰ τῶν κακῶν ταύτας εὐφημίας. ἴσην γὰρ ἔγωγε νομίζω μαρτυρίαν ἀρετῆς εἶναι τό τε κακῶς ἀκούειν παρὰ τῶν φαύλων τό τε εὖ παρὰ τῶν σπουδαίων. τίς δʼ ἂν καὶ ἀμείνους ὑμᾶς παρὰ τοῦτο νομίζοι; ποῖος ἄρχων ἐθνῶν; ποῖος ὕπαρχος; τίς λοχαγός; τίς στρατηγός; ποῖος βασιλεύς; ποία βουλή; τίνες γεωργοί; τίνες στρατιῶται; ὧν γὰρ τοῦ τρόπου κατεγνώκασι, πῶς ἂν τὰ ῥήματα τούτων, εἰ καὶ εὐφημότερά πως εἴη, χρηστὸν ἂν ἔχειν τι νομίζοιεν;

Νὴ Δία, τὸ γὰρ φιλεῖσθαι παρὰ πόλεως καλόν, τουτὶ δʼ ἂν εἴη τοῦ φιλεῖσθαι σημεῖον. πόλιν γὰρ ἡγῇ τουτουσὶ τοὺς ἀπόλιδας, πόλιν τοὺς ἀοίκους, πόλιν τοὺς ἀγάμους, οἷς καλὴ μὲν εἰς βίον οὐδεμία πρόφασις, τὸ κακοὺς δὲ εἶναι καὶ τὸ κακὰ δρᾶν; ὁ βουλευταῖς ἀρέσκων καὶ παισὶ τοῖς τούτων, ὁ τοῖς ἐπὶ τῶν ἀρχῶν ἐξητασμένοις, ὁ τοῖς παιδεύουσιν, ὁ τοῖς παιδευομένοις, ὁ τοῖς πονοῦσι περὶ τὴν γῆν, ὁ τοῖς παρέχουσιν αὑτοὺς τοῖς δικαζομένοις συμμάχους, ὁ τοῖς ἀπὸ τῶν χειρῶν ποιουμένοις τὸν βίον, ὁ τοῖς ἐπʼ ἐμπορίᾳ πλέουσιν, ὁ τούτους ἕλκων οἷς ποιεῖ καὶ φιλεῖν αὑτὸν ἀναπείθων οὗτος ὑπὸ πόλεως ὡς ἀληθῶς φιλεῖται. ὁ δʼ ὑπὸ τουτωνὶ τῶν καταπτύστων φιλούμενος, δῶμεν γάρ, οὐχ ὑπὸ πόλεως φιλεῖται, πόθεν; ἀλλʼ ὑπὸ νοσήματος πόλεως, οὗ κέρδος ἂν ἦν ἀπηλλάχθαι τὴν πόλιν. τί δʼ ἂν εἶεν οἱ πρὸ τῶν ζευγῶν ὑμῖν οὗτοι τὰ ᾄσματα λέγοντες πρὸς τὰς τοσαύτας μυριάδας αἳ τήν τε πόλιν ἔχουσι καὶ τὰ τούτων δυσχεραίνουσιν; εἰ δʼ οἱ μὲν ὑπὲρ ὑμῶν εὔχοιντο, καταρῷντο δὲ ὑμῖν οἱ ἀμείνους τε καὶ πλείους, πῶς οὐ κακοδαίμονες οἷς ταῦτά ἐστιν ἀμφότερα; ἔτι τοίνυν πολλῶν μὲν ἀρχόντων παρʼ ἡμῖν γενομένων κακῶν, ὀλίγων δέ τινων ἀγαθῶν περὶ μὲν τῶν οὗτοι φαίνονται σεσιγηκότες, περὶ δὲ τῶν τὰ εὔφημα ταῦτα εἰρηκότες καὶ οὔτε ἐκείνους ἀφείλοντο τὴν ἀμείνω δόξαν οὔτε τούτους ἀπαλλάξαντες τῆς χείρονος περιέθηκαν τὴν βελτίω. τί τοίνυν τῶν εὐφημιῶν τὸ κέρδος; ἤδη δέ τινας καὶ χρηστοὺς μετὰ τῶν πονηροτέρων ἐπῄνεσαν, ὥσθʼ ὕβριν εἶναι τοῖς βελτίοσι τὸ πρᾶγμα, εἰ τῶν ἴσων ἔτυχον τοῖς οὐκ ἴσοις.

Σκόπει δὲ κἀκεῖνο, Τιμόκρατες. ἧκον ἐκ Ῥώμης οὐ πάλαι ποτὲ τῆς ἡμετέρας ἄρξοντες ἄνδρε δύο καλώ τε κἀγαθώ, δικαίω, πρᾴω, φρονίμω, περὶ παιδείαν διατετριφότε. οὗτοι τὴν ἀπὸ τῶν ἄλλων αὐτοῖς γενομένην δόξαν ἔβλαψαν τῷ τὰς τούτων βοὰς μέγα νομίσαι καὶ καλόν. καὶ νῦν ὁπότε τις περὶ αὐτῶν γίγνοιτο λόγος, οἱ δυσχερῶς ἔχοντες πρὸς ἐκείνους ταῦτʼ ἐπεισάγοντες δοκοῦσί τι λέγειν, εἰ δʼ ἐκείνους τις ἐπεπείκει μὴ μέγα νομίσαι τὰς βοάς, ἦσαν ἂν διὰ πάντων ἄμεμπτοι. οὕτω δʼ αὖ κακῶς φρονεῖτε περὶ τοῦδε τοῦ πράγματος καὶ δείκνυτε τὴν λύπην τὴν ἐπὶ τῇ σιωπῇ, ὥστʼ οὐδὲ διὰ τοῦ κήρυκος ὀκνεῖτε τὴν βοὴν αἰτεῖν. τὸ γὰρ οὐ λίαν ὑμᾶς γνωρίζω πρὸς αὐτοὺς λέγειν καὶ τὸ τί μεμφόμενοι κάθησθε; καὶ τὸ τοῦ χάριν σεσιγήκατε; καὶ τὸ ὑμᾶς αὐτούς μοι δείξατε, ταῦτα καὶ τὰ τοιαῦτα προσαιτούντων ἂν εἴη σαφῶς τὰ παρὰ τούτων. οἱ δʼ ἐπὶ τούτοις ἀναπηδῶντες καταβεβληκότες ὥσπερ ἐν πάλῃ τὸν ἄρχοντα παροινοῦσιν οἷς κελεύουσιν ἀνιστάντες τε αὐτὸν ἀπὸ τοῦ θρόνου καὶ προσκυνεῖν ἀναγκάζοντες τὴν πόλιν, αὑτοὺς καλοῦντες πόλιν. ὑμῶν δὲ οἱ μὲν θάτερον ποιοῦσι, τὸ πρότερον, οἱ δὲ καὶ ἀμφότερα. καὶ τοῦτο ὅπως ποτὲ δεῦρο εἰσῆλθεν, οὐκ οἶδα, ἐπεὶ ἔν γε τοῖς προτέροις χρόνοις οὐδὲν τοιοῦτον οὔτε ἐλέγετο οὔτε ἐπράττετο. οὐδʼ ἑωρῶμεν ἡμεῖς τότε τοιαύτας μὲν στάσεις ἀρχόντων, τοιαύτας δὲ χεῖρας οὐδʼ ἀπιόντα τῶν θεατῶν ἕκαστον πεπεισμένον, ὡς ὑφʼ ἑαυτῷ τὸν ἄρχοντα λάβοι.

Ἐνταῦθα πολλὰ παρὰ τοὺς νόμους ἔργα τὸ θέατρον ἀπεργάζεται καί τινες ἁρπασθέντες ἐκεῖθεν ἐδέθησαν ἀπʼ ὀλίγων ῥημάτων ὑπʼ ὀλίγων ῥηθέντων. ὁ γὰρ δὴ τῆς βοῆς ἔρως πάντα ὑπηρετεῖν ἀναγκάζει τά τε ἄλλα καὶ τρέχειν εἰς τὴν Δάφνην καὶ ποιεῖν τὴν μυρία κακὰ τῇ πόλει φέρουσαν ἑορτήν, ἐπεὶ καὶ νέοι μετὰ σωφροσύνης ἀναβάντες ἐκεῖσε ταύτην ἀποβαλόντες κατέβησαν. εἰς ἅ μοι δοκεῖ βασιλεύς τις ἀγαθὸς ἀποβλέψας σβέσαι τὸ πρᾶγμα, τὸ δὲ αὖθις ἀνέφυ, καὶ γίνεται τῶν μὲν ἐπιταττόντων, ὑμῶν δὲ ὑπουργούντων εὔδαιμον τοῦτο ἡγουμένων. καὶ μετὰ ἀναιδείας πέντε ἢ καὶ πλείους ἡμέρας ὁρᾶται διάγον τὸ ἀναβάν, ἧς τὸ μὲν εἰς αὐτούς, τὸ δέ τι καὶ εἰς ὑμᾶς ἔρχεται. καίτοι εἴ τις ὑμᾶς καταβαίνοντας ἀπὸ τῆς πολυειδοῦς μέθης ἐκείνης, περὶ τί χρόνος ὑμῖν ἀνήλωται τοσοῦτος; ἔροιτο, τίνι βελτίω τὰ τῆς πόλεως πεποιηκότες ἀναστρέφετε; τί, πρὸς θεῶν, ἐρεῖτε; ἦ ὅτι καὶ τῷ λίαν ἀσχημονεῖν εἶναι τόπον ἐχρῆν; οὐκ ἂν τοιαῦτα ἑορτάζειν ἠναγκάζεσθε, Τιμόκρατες, εἰ μὴ τὴν τοῦ πρὸς μηδὲν ἔχειν ἀντιλέγειν ἀνάγκην ὑμῖν αὐτοῖς ἐπεθήκατε. νῦν δὲ καθάπερ οἱ τιθασοὶ λέοντες ἐκπεσόντες τῆς ἐλευθερίας πρὸς τὰς ἀπειλὰς τῶν ἐφεστηκότων πτήσσουσιν, οὕτως ὑμεῖς ἐκπεσόντες τῆς ὑμετέρας τάξεως ἄγεσθε δεδιότες τὴν σιγὴν τῶν τετρακοσίων. οἱ δʼ ἰσχυρότεροι μὲν γεγόνασι τῶν ἐν τῷ καταλόγῳ, παρʼ ὧν ἔννομοι φωναί, ἰσχυρότεροι δὲ τῆς βουλῆς αὐτῆς, πλείοσι δὲ τιμῶνται παρʼ ὑμῶν ἢ οἱ τὰς οὐσίας καταλειτουργήσαντες, κἂν μεθʼ ὑμῶν ᾖ τοῦτο τὸ μέρος, οὐδὲν ὑμῖν τὰ ἄλλα. εἶτα οὐχ οἷς ἐχρῆν γνωρίζεσθαι πεπαυμένης τῆς ἀ αἰσθάνεσθε ἀμελούμενοι μὲν ὑπὸ τῶν χρηστῶν ἐν καιρῷ τιμῶν δεομένῳ, κατεγνωκότες δὲ τῆς εἰς τοὺς οὐδενὸς ἀξίους θεραπείας. Οἶσθα Φιλάγριον ἐκεῖνον τὸν ἄρξαντα, ὃς τὸν χειμῶνα τὸν πολὺν ἐκεῖνον καὶ ἤνεγκε καὶ διέφυγεν; οὗτος ἐλθών ποτε εἰς τὸ θέατρον ἐν πολλῇ σιγῇ τὰ δεικνύμενα ἰδὼν αὑτῷ τε συνησθεὶς ἀπῆλθε καὶ παρὰ τῶν εὖ φρονούντων ἐπαινούμενος. ἀκούων γὰρ εἶναι τοῦτο παλαιὸν ἐμιμήσατο, ἡνίκα ἦρχε μὲν ὁ ἄρχων, ἤρχετο δὲ ὁ ἀρχόμενος, ἡνίκα τὰ καλὰ μὲν ἤνθει, τὰ πονηρὰ δὲ ἠλαύνετο. τοιγαροῦν ἐστιν αὐτῷ κλέος ἄριστον ἄρχειν εἶναι τοῦτο. καὶ ὅτε πρῶτον προσῆγε, τούτων τινὲς ἀπήντων ἅμα ᾠδῇ περὶ αὐτοῦ τι λεγούσῃ. ἧς τὴν ἀρχὴν εἰπόντες ἐπεστομίσθησαν οὐδὲν εἰπόντος αὐτοῦ δεῖσθαι τοιούτου φληνάφου.

Ταῦτα σὲ ἀξιῶ ζηλοῦν, τούτοις ἕπεσθαι καὶ μάλιστα μέν, εἰ οἷόν τε, καθῆραι τὴν πόλιν τοῦ μύσους, εἰ δὲ μή, γυμνῶσαί γε τῆς παρούσης δυνάμεως. τοῦτο δʼ ἂν ποιήσαις, εἰ δείξαις, ὡς αἰσχύνῃ ταῖς παρὰ τούτων εὐφημίαις.