eul_wid: swk-dw
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations 1–64: Oration 40 (To Eumolpius) by Libanius of Antioch

Honest blame, Libanius tells his friend Eumolpius, is the mark of friendship, and he cites Diomedes, Odysseus and Patroclus to prove it. He then sets out the slights he has suffered from Eumolpius and his brother: an affair concerning one Alexander, and an encomium they begged him to compose. The speech closes asking Eumolpius to mind the time to come and to keep his friends as admirers rather than critics.

Part of Orations 1–64

ΠΡΟΣ ΕΥΜΟΛΠΙΟΝ.

Εἶναι μέν σοι φίλος καὶ πολὺν ἤδη χρόνον, Εὐμόλπιε, φημὶ καὶ οὐκ ἂν ἀρνηθείην, λέγω δὲ καὶ τὸ νῦν ἐσόμενον ἀνδρὸς εἶναι φιλοῦντος ὡς ἀληθῶς, τὸ τοῖς οὐκ ὀρθῶς πεπραγμένοις ἐπιτιμᾶν. ἔπαινος μὲν γὰρ οὐκ ἔχων τὸ δίκαιον προσδιέφθειρεν, ὁ δʼ ἃ χρῆν αἰτιώμενος ἐνουθέτησέ τε καὶ τῶν ὁμοίων ἁμαρτημάτων ἀπήγαγεν. οὔκουν τοῦτο μισοῦντος, ἀλλʼ ἐκεῖνα, ὅ τε ἐπὶ τοῖς ἡμαρτημένοις ἔπαινος καὶ ἡ σιωπὴ παραλείπουσα τὴν τῶν ἡμαρτημένων ἐξέτασιν. ὥστʼ εἴ σε πώποτʼ εὐεργέτηκα, τουτὶ δὲ εἴρηταί σοι πολλάκις, ταὐτὸ δοκοίην ἂν εἰκότως καὶ νῦν ποιεῖν.

Ἔσονται μὲν οὖν οἱ πολλοὺς ἀφήσοντες κατὰ τοῦ λόγου λόγους καὶ πείθειν ἐπιχειρήσοντες, ὡς ἠδίκησαί τε παρʼ ἡμῶν καὶ δίκην ἂν εἰκότως ὀφειλομένην σοι λάβοις. ἀλλὰ σύ γε μὴ καὶ τοῦθʼ ἁμάρτης μηδʼ ἐξαπατηθῇς, ἀλλʼ ἐχθροὺς ἀμφοτέρων ἡγοῦ συγκροῦσαί τε βουλομένους ἡμᾶς καὶ καταστῆσαι δυσμενεῖς ἀντὶ φίλων. σὺ δʼ οὔτʼ ἄλλοτε πώποτε παρʼ ἡμῶν ἠδικήθης εὐνοίᾳ τε καὶ τοῦτο γίνεσθαι νόμιζε. οὐδὲ γὰρ Διομήδης οὐδʼ εἴ τις ἕτερος ἐπετίμα ταῖς περὶ τοῦ δρασμοῦ γνώμαις Ἀγαμέμνονος, ἐχθρὸς ἦν τῷ τοιαῦτα ἐν τοῖς Ἀχαιοῖς εἰπόντι οὐδὲ Ὀδυσσεὺς Ἀχιλλεῖ διὰ τοῦ πατρὸς τοῦ Πηλέως, ὡς οὐ καλῶς ἐν τῇ φιλονεικίᾳ μένοντι. ἀλλὰ μὴν γνησιωτάτην γε ἀκούομεν φιλίαν τῷ τε Ἀχιλλεῖ τούτῳ καὶ Πατρόκλῳ γενέσθαι. καί μοι δοκεῖ μὴ χείρων ἂν ὁ Πάτροκλος εἰς Ἀχιλλέα προκατενεχθέντα φανῆναι, ἀλλὰ ταὐτὰ ἂν ὑπέρ τε τῆς τιμωρίας καὶ τῆς ἑαυτοῦ ψυχῆς βουλεύσασθαι. πλάττει τοίνυν οὗτος ὁ Πάτροκλος γονέας ἀντὶ τῶν ὄντων τῷ φίλῳ πέτρας καὶ θάλατταν, οὐχ ἵνα φαυλοτέραν αὐτῷ περιάψῃ δόξαν καὶ μηκέθʼ ὅσουπερ πρότερον ἄξιος ἐν τοῖς Ἕλλησιν ᾖ, ἀλλʼ ἵνα αἰσχυνόμενος τὸ τῶν πετρῶν καὶ τὸ τῆς θαλάσσης γένηταί πως μετριώτερος καὶ βοηθήσῃ τοῖς ἀτυχοῦσι. καὶ δῆτα καὶ ἐποίησεν αὐτὸν ἀμείνω. εἰ γὰρ καὶ μὴ αὐτὸς ἀνέστη μηδὲ τὰ ὅπλα περιέθετο μηδὲ ἐμαχέσατο, ἀλλὰ καὶ καθήμενος ἐβοήθει τῷ καθαψαμένῳ παραδοὺς τὴν δύναμιν καὶ διὰ τῆς σκευῆς τοὺς ἐναντίους παρακρουσάμενος, ὡς δὴ στρατηγῶν αὐτός.

Τίνι δὴ τῶν σῶν μέμφομαι; ἐλυμήνω μοι τὸν θρόνον καὶ ταῖς ἀπὸ τοῦ καιροῦ βλάβαις προσέθηκας καὶ τὴν Ἑλλάδα φωνὴν καὶ ἄλλως προπηλακιζομένην εἰς μείζω κατήνεγκας ἀτιμίαν καὶ ὅπως ἐν ὀλίγοις πονοίην ἐποίησας μόνον οὐ κηρύξας λαμπρᾷ τῇ φωνῇ, ὅτι ὦ πάντων ἀνοητότατοι πατέρες, φεύγετε μὲν ταυτασὶ τὰς πέτρας, περὶ ἃς ἀπόλλυτε τὴν σποράν, πέμπετε δὲ τοὺς ἐξ ὑμῶν αὐτῶν εἰς τὴν πίειραν Ῥώμην, οὗ καρπῶν ἔνι τυχεῖν φερόντων εὐδαιμονίαν.

Πῶς δὴ τοῦτο γέγονεν; Ἀλέξανδρος ὁ τῇ τοῦ Πλάτωνος ἀρχῇ πεπολεμηκώς, ἴστε δὲ πάντες ὃ λέγω, πλοῖον μισθωσάμενος καταπτύσας τῶν ἡμετέρων διατριβῶν δοὺς χρυσίον πολὺ τοῖς υἱέσι, καὶ γὰρ ἔχει πόρον ὀκνήσας οὐδένα, μεγάλαις οὖν αὑτὸν ἐπάρας ταῖς ἐλπίσι καὶ χρήματα καὶ χρόνον ὅτι πλεῖστον ἀναλώσας τὰ πρῶτα μὲν περὶ τῆς ἀμαθίας αὐτῶν ἀκούων ἠπίστει, μετὰ ταῦτα δὲ ἠναγκάσθη πιστεῦσαι τῶν μὲν αὐτοῦ μεινάντων αὑτοὺς εἰδότων, τοῦ δʼ ἐπανήκοντος ἐξελεγχθέντος οὕτως, ὥστε τοὺς μὲν δυσμενῶς πρὸς τὸν Ἀλέξανδρον ἔχοντας χαίρειν μᾶλλον τῶν θησαυροῖς ἐντετυχηκότων, τοὺς δὲ φίλους μετʼ αὐτοῦ θρηνεῖν οὕτω λαμπρῶν ἐλπίδων αὐτῷ διεφθαρμένων. οὕτως οὐδὲν εἰδὼς ὧν εἰδέναι χρῆν ὁ ῥήτωρ περιήρχετο, μικρὸν εἰπεῖν, οὐδὲν ὢν ἀνδραπόδου βελτίων, οὐδὲ γὰρ εἰδώλου γε ἐκεῖνος, οὔτε λέγων οὐδὲν οὔτε λέγοντι προσέχων, τοσοῦτον ἀπέχων τοῦ χρήσασθαι τῷ στόματι, ὥστε καὶ τὸ νεῦσαι κάματον ἔχειν αὐτῷ. τοιούτου τοίνυν ἥκοντος ἡμῖν ἀπὸ Ῥώμης ἑρμαίου καὶ τῶν οὐ πεπλευκότων ἐπὶ τἀκείνης αὑτοὺς ἐπαινούντων καὶ τῶν Ἀττικῶν λόγων ὠφελουμένων ὑπὸ τοῦ τῶν μὲν ἐκπεσεῖν ἐκεῖνον ὧν εἶχε, τὰ δὲ μὴ λαβεῖν ἐφʼ ἅπερ ἦλθε, τὸν δὴ τοιοῦτον ὃν ἄφωνον ὄντα ἐν οἷς ἦν ἔδει πάντα εἶναι τὸν χρόνον, ἀπέφηνας πάρεδρον διὰ τὸν πάντα σοι κακῶς πειθόμενον ἀδελφόν. καὶ τὸ μὲν ζεῦγος οὐ προσδοκηθέντα τόνδε ἔφερε μετʼ ἐκείνου, τουτὶ δὲ πάλιν τοὺς περὶ ἡμᾶς νέους ἐφʼ ἕτερα μεθίστη καὶ ὧν κατεγνώκεσαν, ταῦτα ἐθαύμαζον. καὶ πάλιν λιμένες καὶ πάλιν νῆες καὶ Ἀδρίας καὶ Θύμβρις. ὥσπερ οὖν ἔλαττον ποιμένι ποίμνιον ποιῶν καὶ βουκόλιον βουκόλῳ καὶ ἵππους ἱπποφορβῷ τούτων ἂν ἕκαστον ἠδίκεις, οὕτω καὶ τοὺς τὴν Ἑλλάδα φωνὴν ἐν ταῖς χερσὶν ἔχοντας. οὐδὲ γὰρ ἐκεῖνό γʼ ἂν εἴποις, ὡς τὰ πράγματα τῆς ἀρχῆς τῆς ἐκείνου σοφίας ἐδεῖτο καὶ οὐ παρεδρεύσαντος πάντα ἂν ᾤχετο. ἠκούομεν γὰρ εἶναι τὸ ἔργον αὐτῷ φαγεῖν, πιεῖν, κοιμηθῆναι, τέρψαι τοὺς ὀφθαλμοὺς τοῖς τε πολλοῖς κρουνοῖς τοῖς τε τὴν δεξαμενὴν ἐπιοῦσι πνεύμασι.

Βούλει με, τί ταῦτα πεποίηκεν, εἰπεῖν; βούλει με τὰ περὶ τὸν ἵππον διελθεῖν καὶ τὸν λαμπρὸν χαλινὸν καὶ ὅσα ἐν σκότῳ μὲν ἐδόθη, λαθεῖν δὲ οὐκ ἐδυνήθη; φίλον γὰρ εὖ ποιεῖν καλὸν εἶναι φήσεις, εἶναι δέ σοι τὸν Ἀλέξανδρον φίλον. τί δʼ; οὐχὶ καὶ ἡμεῖς φίλοι; πῶς οὖν ἐκ τῆς εἰς ἡμᾶς βλάβης ἐκεῖνον ἠξίους εὖ ποιεῖν; οὐκ ἂν τολμήσαις εἰπεῖν, ὡς ἡ φιλία τῆς φιλίας προτιμοτέρα καὶ Ἀλέξανδρος ἐμοῦ. εἰ δʼ οὖν καὶ λίαν ἐκεῖνος ἐμοῦ, ἀλλʼ οὔτοι γε τῶν Ἑλληνίων θεῶν οὐδὲ τῆς διὰ τοῦ θαλλοῦ κτησαμένης θεοῦ τὴν Ἐρεχθέως μητέρα. κατὰ γὰρ τούτων ἁπάντων ἐκεῖνα ἐχαρίζου καὶ ταῦτα εἰς τάξιν παρελθὼν διὰ τούτων τῶν λόγων, οὐκ ἐκείνων. ἡδέως δʼ ἄν σε καὶ λόγον ἀπαιτήσαιμι τῆς πρὸς Ἀλέξανδρον φιλίας. ποία γὰρ εὐγένεια; τίς τροφή; ποία παιδεία; τίς φιλανθρωπία; τίς δεομένοις βοήθεια; τίς ὑπὲρ τῶν καλῶν πόνος; ἀλλʼ εἰς νόμους σοι χρήσιμος ἄνθρωπος; ἀλλʼ εἰς συμβουλὴν ἀγαθός; ἀλλʼ οἷος ἐνεγκεῖν οἷς ὁμιλοίη δόξαν; οὐ τὴν γῆν ἣν εἰργάζετο φυγὼν ὑπέθηκεν αὑτὸν ἀνθρώπῳ καπηλεύοντι, τύχης δὲ ἀλογίᾳ χρήματα κτησάμενος πλείους ἀπώλεσε τόκοις τῶν ἐν λῃστείᾳ ζώντων, ἀσελγείας δὲ ὑπερβολῇ καὶ τῇ παρʼ αὐτῆς λύπῃ διαφθείρας ἄνθρωπον ἀρετῇ συμβεβιωκότα τελευτῶν ἐπαφῆκε τάφοις τὴν ἀπληστίαν τὴν ἑαυτοῦ τῆς ὑστάτης τιμῆς τοὺς τεθνεῶτας ἀποστερῶν; τίς οὖν σε λογισμὸς χρήσασθαι τοιούτῳ θηρίῳ πείσας συνεκέρασεν, ὥσθʼ ὑμᾶς ὥσπερ συμπεφυκότας ὁρᾶσθαι πανταχοῦ διὰ παντὸς τοῦ χρόνου καθʼ ἕκαστον ἑκάστης ἡμέρας μέρος; γείτων γὰρ ἦν, νὴ Δία. πόσοι δὲ ἕτεροι πενέστεροι μὲν Ἀλεξάνδρου, βελτίους δὲ τὸν τρόπον; οὓς ἅπαντας σὺ παριδὼν καὶ ὑπερβὰς ἐκείνῳ σαυτὸν συνέζευξας, ὥστʼ εἶναι θαυμαστόν, ὁπότʼ οὐ σὺν ἐκείνῳ φανείης. εἰσὶ πολλοῖς καὶ τῶν ἄλλων καθʼ ἑκάστην πόλιν μοχθηροὶ γείτονες, οὓς οὐκ ἀναγκάζει φίλους ποιεῖσθαι τὸ πλησίον οἰκεῖν, ἀλλʼ ὁ μὲν στενωπὸς εἷς ἀμφοῖν καὶ εἰ βούλει γε, ὁ τοῖχος, ἀλλʼ οὐ φίλοι γε παρὰ τοῦτο, πολέμιοι μὲν οὖν καὶ πολλαὶ μάχαι καὶ καθʼ ἑκάστην ὡς εἰπεῖν τὴν ἡμέραν τραύματα, καὶ τὸ γειτνιᾶν οὐ φιλίας οἶδε μᾶλλον ἢ δυσμενείας ποιεῖν. καὶ τούτου μυρίοι μὲν μάρτυρες, ἀρκεῖς δὲ σύ, ὃς οὕτως ἔχων γείτονα Μάγνον ἐν οὕτω μακρῷ πολέμῳ πρὸς αὐτὸν βεβίωκας τῶν εἰρήνης μεμνημένων ληρεῖν σοι δοκούντων. μάλιστα μὲν οὖν ἐχρῆν φυγεῖν ὅλως τὸν ἀσεβῆ καὶ γείτονα ὄντα, νῦν δʼ οὕτως αὐτὸν ἐθαύμασας, ὥσθʼ ὑπὲρ τῆς πρὸς ἐκεῖνον χάριτος τὰ πρὸς ἡμᾶς δίκαια συνέχεας. καὶ οὕτως ἀδικῶν ᾔδεις, ὥστʼ οὐ μετέδωκας ἡμῖν τοῦ γενησομένου οὐδʼ εἶπες προσελθών, ὅτι βούλοιο μὲν τὸν Ἀλεξάνδρου παρεδρεῦσαι τῷ σῷ μὲν ἀδελφῷ, φίλῳ δὲ ἐμῷ, δεινὸν δὲ ἡγούμενος ἐν ἀγνοίᾳ σου τοῦτο γενέσθαι λέγω τε καὶ προλέγω καὶ βουλοίμην ἄν σε μὴ διακωλύσαι. οὕτως ἂν ἐτίμας τὸ τῆς φιλίας ὄνομα, οὕτως ἂν ὃ προσῆκον ἦν ἅπαν ἐπέπρακτο πείθοντός τε καὶ οὐ πείθοντος. νῦν δὲ ἡ κλοπὴ τοῦ πράγματος καὶ τὸ πάσῃ μηχανῇ πειραθῆναι λαθεῖν τεκμήριον ἐναργὲς τοῦ μηδʼ αὐτῷ σοὶ δοκεῖν εἶναί τι δίκαιον ἐν οἷς ἔπραττες.

Εἰ δὲ μὴ οὗτος διʼ ἐμοῦ, ἕτερος οὐκ ἂν ἔνδον ἦν διʼ ἑτέρου; καὶ τοιαῦτʼ ἴσως ἐρεῖς. τουτὶ δὲ εἰ μὲν ἀσθενές ἐστι, μηδὲ λεγέσθω· εἰ δʼ ἰσχυρόν, τί μὴ πρότερον ἐλέγετο πρὶν ἢ γενέσθαι, μελλόντων γε ἡμῶν οὐκ ἀναισχυντήσειν, εἴ τι δίκαιον ἐν τοῖς λεγομένοις ἦν; ἀλλʼ, οἶμαι, καὶ τούτου κατεγνώκεις τοῦ λόγου ῥᾴστης γε τῆς ἀποκρίσεως οὔσης· ἄνθρωπε, δράσει τις τοῦτο ἕτερος; δράτω. καὶ δώσει πάρεδρόν τινα τῶν Ῥώμην ἑωρακότων; δότω. σὺ δʼ ἡμῖν μὴ τὴν φιλίαν ἀδίκει μηδʼ ὀφείλειν ἀντʼ ἄλλου βούλου δίκην. οὐδὲ γὰρ εἰ κυβερνήτης ὢν φθάσας τὴν τῆς ἐναντίας νεὼς ἐμβολὴν τὴν σαυτοῦ κατέδυσας, τοῦτʼ ἂν ἦν σοι πρὸς τὸν τριήραρχον λέγειν, ὅτι τὸ πάντως ὑπʼ ἄλλου γενησόμενον πεποίηκα. οὐδὲ γὰρ ὃν πάντως ἀποκτενεῖ νόσος, πρὶν ἥκειν τὸ πέρας, ἀποσφάττομεν ὡς ἕξοντες ἀπολογίαν ὃ πάντως ἂν ἐποίησεν ἡ νόσος. τί δʼ; εἰ δυοῖν στρατηγοῖν ἅτερος μὲν εὔνους εἴη τοῖς ἐκπέμψασιν, ὁ δʼ ἕτερος ἐπʼ αὐτοῖς λαβὼν προδιδόναι μέλλοι καὶ τοῦτο ὁ βελτίων αἴσθοιτο, τί τοῦτον ἀξιώσεις τὸν ἀμείνω ποιεῖν; ἃ κἀκεῖνος ἐβεβούλευτο καὶ προδιδόναι; καὶ τί ἂν ὕστερον ἔσωζε κρινόμενον; ἦ τὸ τὴν ἐσομένην ὑπʼ ἐκείνου προδοσίαν αὐτὸν ἁρπάσαι;

Καὶ τὰ μὲν ὑπὲρ Ἀλεξάνδρου τοιοῦτον ὄντα σε φίλον ἐμοὶ δείκνυσιν. ἄκουε δὴ καὶ δευτέρων ἐν οἷς ὑφʼ ὑμῶν ὕβρισμαι σοῦ μὲν κελεύοντος, τοῦ δὲ ἀδελφοῦ πειθομένου. λόγον ἐγκώμιον ἐκείνου σύ τε κἀκεῖνος ᾐτεῖτε δεήσεσιν ἰσχυροτέραις τῶν ὑπὲρ ἄρτου γιγνομένων. ἐμοὶ δὲ ἐξῆν μὲν εἰπεῖν, ὅτι ζήτει τὰ τοιαῦτα, Δομέτιε, παρʼ ἐκείνων οἷς δὴ τοὺς παῖδας παρέδωκας. παρέδωκας δὲ κρείττους, οἶμαι, καὶ τεχνικωτέρους ἡγούμενος. οὐ γὰρ ἂν χείρους εἴποις. πάντων οὖν ἀτοπώτατον ἐν μὲν τῇ βουλῇ τῇ περὶ τῶν υἱέων Αἴγυπτον καὶ Φοινίκην θαυμάζειν, ἐν δὲ ἐπαίνων ἐπιθυμίᾳ παρʼ ἄλλον καταφεύγειν. ταῦτʼ ἦν μὲν εἰπεῖν, οὐ μὴν εἴρηται, ἀλλὰ τὸ μὲν πρῶτον σιωπήσας ἀπῆλθον, σοῦ δʼ εἰς τὴν οἰκίαν μοι βαδίζοντος καὶ τί τῶν πάντων οὐ ποιοῦντος καὶ ταῦτα πολλάκις καὶ τοὺς μάλιστά μοι συνήθεις προσλαμβάνοντος συμμάχους κἀκείνων οὐκ οἴσειν λεγόντων, εἰ φύγοιμι τὴν χάριν, ὑπὸ τοσούτων τοίνυν ἑλκόμενος ποιήσω μέν, ἔφην, τὸν λόγον τῆς Τύχης συναγωνιζομένης καὶ ἐρῶ γε τῆς αὐτῆς καὶ τοῦτο παρεχούσης, ἀλλʼ ὅπως, ἔφην, Εὐμόλπιε, μὴ μετʼ ἐμέ τις ἐπὶ τοῖς ἴσοις ἕξει τὸν σὸν ἀδελφὸν μήτε ῥήτωρ μήτε ποιητής. ταῦτα ἀκούσας ἀπώμοσας πρότερον εἰπὼν ῥητορεύσειν τοὺς λίθους ἢ τοῦτο ἔσεσθαι. καὶ τοιαῦτα συνθέμενοι διελύθημεν. καὶ μηδεὶς εἴπῃ· τί δαί; τοῦτο δεινὸν εἶναι τὸν μετὰ σὲ περὶ τῶν αὐτῶν ἐροῦντα; οὐ γὰρ περὶ τούτου νῦν ὁ λόγος, ἀλλʼ εἰ τὰς συνθήκας εἶναι κυρίας ἔδει. ὡς δὲ ἐκινήθησαν, ἐπιδεῖξαι ῥᾴδιον. ἡμέραις γὰρ οὐ πολλαῖς ὕστερον ἐλθὼν ἑσπέρας ὡς ἐμὲ βούλεσθαί τινα ποιητὴν ἔλεγες ἐν θεάτρῳ τὸν σὸν ἀδελφὸν λαβεῖν προσθέντα τούτῳ τὸ μετʼ ἐμέ, τὸν δʼ ἐπαινέσαι τὴν προσθήκην. ἐν τούτῳ δὲ ἄρα ἦν τὸ μὴ τὰς συνθήκας μένειν, ἐν αἷς ἦν τὸ μετʼ ἐμὲ μηδένα, πρότερον δὲ οὐκ ἐκώλυον. τούτων εἰρημένων αὐτὸς μὲν ἐπὶ προφάσεις πεπλασμένας καταφεύγων ἐσίγων, ἔπραττον δὲ τὸ τὸν ποιητὴν εἰπεῖν, καὶ εἶπε. τί οὖν ἐνταῦθα ἀδικεῖς; τὸ τὰς συνθήκας ἀνελεῖν. ἀνῄρεις δὲ οὐ μεμφόμενος τὸν ἀδελφὸν οὐδὲ κατέχων οὐδὲ κωλύων. εἰ μὲν γὰρ ἠγνόει τὰς ὁμολογίας, ὁ μὴ διδάξας αἴτιος, σὲ δʼ εἶναι τὸν διδάσκοντα ἔδει· εἰ δʼ ἠπίστατο, δείσας τὰς σὰς βοὰς τὰς ὑπὲρ τῶν συνθηκῶν εἶναι δίκαιος ἦν ἐν οἷς αὐτὸν εἶναι χρῆν, ὅτι πάντας ἐφʼ ἡμᾶς αὐτοὺς ἀνθρώπους, ἀδελφέ, κινήσομεν ὡς οὐκ εἰδότες αἰδεῖσθαι συνθήκας. τούτων οὐδὲν Εὐμόλπιος ὁ καλὸς εἶπε πρὸς τὸν ἀδελφόν, πρὸς ἡμᾶς μέντοι τὰ πρὸς τὸν ποιητὴν εἰρημένα τἀδελφῷ καὶ ἔλεγεν οὐ συγκαλυψάμενος, ἀλλʼ ἀναπεπταμένοις τοῖς ὄμμασι καὶ οὐκ ἐνόμισεν αὐτὸς τὰς συνθήκας ἕλκειν τῶν ἱματίων λαβομένας οὐδʼ οἷον ἐμφράττειν τὸ στόμα. εἶεν. ἔξοδος ἐπὶ τούτοις τοῦ τῶν ἐπῶν ἀκηκοότος καὶ διατριβὴ καθʼ ἑκάστην πόλιν καὶ προσδοκία καθʼ ἑκάστην ἡμέραν τέλος ἕξειν αὐτῷ τὴν ἀρχήν. οὐ μὴν οὕτω τὸ πρᾶγμα ἐξέβη, ἀλλʼ ἐπανῄει πάλιν μετὰ τῶν σκευῶν ἁπάντων μεθʼ ὧνπερ ἀπεληλύθει. κἀνταῦθα δεήσεις ὑπὲρ τῶν γεγραμμένων, ὅπως εἰς μέσον ἔλθοι καὶ φανείη τῇ πόλει, πολλαὶ μὲν παρὰ σοῦ, πολλαὶ δὲ παρʼ ἐκείνου, σὺ δʼ ἡμῶν καὶ μετὰ δακρύων ἐδέου μὴ καταχέαι με πολλὴν τοῦ γένους ὑμῶν ἀτιμίαν. ἀτιμίαν γὰρ ἔσεσθαι σαφῆ τὸ μὴ τυχόντα τῶν παρʼ ἐμοῦ τὸν σὸν ἀδελφὸν εἰς τὴν Αἴγυπτον ἐλθεῖν ἀφορμήν τε λόγων δυσχερεστέρων τοῖς φθονοῦσι τούτῳ παρέξειν. ἐμὲ δὲ ἑλεῖν οὐ δυνηθεὶς ἔδραμες ἐπὶ τὰς τοῦ φιλοσόφου θύρας ὡς οὔσης ἀνάγκης μοι ποιεῖν ὅ τι ἂν ἐκεῖνος κελεύῃ. κελεύσαντος δὲ ὑπακούσας εἶπον, εἶτʼ αὖθις εἶπον καὶ τρίτον καὶ τέταρτον. οἱ δʼ ἀκούοντες ὁρῶντες ἐν τοῖς λεγομένοις τά τʼ ἄλλα ἀκριβέστερον καὶ τὰ τῆς ἀρχῆς ἐφʼ ἧς ἐτύγχανεν ὤν, τοιαῦτα μὲν ἐπήδησαν, ὥστε μικροῦ δεῖν ἐκυβίστησαν, τηλικαῦτα δὲ ἐβόησαν, ὥστε μηδὲν ἐν αὐτοῖς μεῖναι φωνῆς. καὶ τῶν μὲν ἐν τῷ βουλευτηρίῳ τάχʼ ἄν τις εἴποι παράδειγμα, τῶν δʼ ἐκεῖθεν ἐπὶ τὴν καταγωγὴν οὐδεὶς ἂν οὐδέν. μέσον γὰρ δὴ λαβόντες ἦγον οὐ μόνον οἱ φοιτῶντες ἔτι κἀν τῷ μανθάνειν ὄντες πατέρες τε τούτων οἷς ἔργον ὑπὲρ τῶν κοινῶν ταλαιπωρεῖν, ἀλλʼ εἶδεν ἄν τις ἐνταῦθα καὶ τοὺς ἀπὸ τῶν ἀρχῶν καὶ τῶν θρόνων εἰς ὄνομα καὶ δόξαν ἀφιγμένους. ἦσαν οὖν ἀντὶ στεφάνων τῷ παραπεμπομένῳ χεῖρές τε αἱ τούτων καὶ φωναὶ τὰ τῶν ἐκ τοῦ δήμου δρῶσαι κεκινημέναι τοῖς εἰρημένοις περὶ αὐτοῦ, κοινός τε λόγος τότε πρῶτον ἑωρακέναι τὸν Ἥλιον τιμὴν τοσαύτην πρέπειν τε αὐτῷ τὰ ῥηθέντα περὶ Ἀγαμέμνονος ἐπὶ τῷ πλήθει τῆς στρατιᾶς. καὶ μετὰ τοιούτων εὐφημιῶν ὑπερβάντες τὸν οὐδὸν κἀπὶ τῆς αὐλῆς ἀναβακχεύσαντες μόλις ἀπῆλθον ἀνάγκῃ τῇ παρὰ τοῦ θαυμαζομένου τὸν θόρυβον παύσαντες. ἦν δὲ οὐδεὶς ὃς οὐκ ἐμὲ τῶν πεπραγμένων ᾐτιᾶτο. ὁ δʼ ὁμοῦ μὲν ἠξίου κτήσασθαι τοὺς δεδειγμένους λόγους, ὁμοῦ δὲ ἐπῆγεν ἔπη τοῖς εἰρημένοις λόγοις κρύπτων, ἕως ἐξῆν, τὴν ὕβριν, ὃ δὴ καὶ σὸν ἦν, καὶ γὰρ αὐτὸς ἔκρυπτες, αἱ συνθῆκαι δὲ οὐδαμοῦ. ἀλλʼ οὕτω λίαν τῆς ἐπηρείας ταυτησὶ ἐφρόντισεν, ὥστʼ εἰς διδασκαλεῖον ἀνέβη σαθρὸν τοῦ κατενεχθήσεσθαι παρέχον φόβον, διὸ καὶ τοῖς μετὰ τοὺς πρώτους ἰοῦσιν ἐκέκλειτο δέει τῆς ἐλπιζομένης ναυαγίας. πρὸ δέ γε τῆς ἀναβάσεως εἰσελθὼν ὡς ἐμὲ τὸ θέατρον δοῦναί με τοῖς ἔπεσιν ἠξίου. καὶ παρεκάθου σὺ καὶ ἤκουες ταῦτα λέγοντος καὶ ταὐτὰ διὰ τῆς σιωπῆς ἔλεγες δέον εἰ μηδὲν ἕτερον, τούτοις γε ἐπιτιμῆσαι τοῖς ῥήμασιν. Ἐνέκειτο γάρ, νὴ Δία, καὶ ἠνώχλει καὶ λιπαροῦντα οὐκ ἐνῆν ἀπώσασθαι. εἰ δὲ ὁ μὲν πατὴρ ὑμῖν ἔζη, τοῦτον δὲ οὗτος λιπαρῶν ἠξίου παίεσθαι παρʼ ὑμῶν προκυλινδούμενος ὑμῶν καὶ μηδενὸς ἀπεχόμενος, ἀλλʼ εἰσπηδῶν μὲν ἑστιωμένων, εἰσπηδῶν δὲ ἀναπαυομένων, ἐπαίετʼ ἂν τὸν πατέρα διὰ τὸν ἐνοχλοῦντα; τί δʼ, εἰ καὶ τὴν μητέρα; τί δʼ, εἰ ἄλλους; ἀλλʼ οὐκ ἄν. οὐκοῦν οὐδʼ ἐμὲ παίεσθαι χρῆν. ὑμῖν δὲ οὐκ ἤρκει τό τινα εἶναι τὸν ἐπʼ ἐμοὶ λέξοντα, ἀλλὰ καὶ τῷ τόπῳ τὴν παροινίαν ηὔξετε. καὶ ἐλέγετε μὲν ἠναγκάσθαι, λέγει δὲ ὑφʼ οὗ κατηναγκάσθαι φατέ, τοῦτʼ αὐτὸς ὑφʼ ὑμῶν πεπονθέναι καὶ λέγων ὄμνυσι πάντας μὲν θεούς, οὐχ ἥκιστα δὲ τοὺς ἐν Αἰγύπτῳ τιμίους ἦ μὴν ὑφʼ ὑμῶν εἰς τοῦτο ἐμβεβλῆσθαι καὶ βούλεσθαι μὲν οὐδαμῶς, διαφυγεῖν δὲ οὐκ ἔχειν· εἰσπράττεσθαι γὰρ πικρότερον τῶν τὰς εἰσφορὰς ὀφειλόντων. οὕτως ἀδικεῖτε μὲν οἷς ἐβιάσασθε, ἀδικεῖτε δὲ οἷς ψεύδεσθε. καὶ σκοτεινῇ λευκὴν ἡμέραν ἐβλάψατε ἀντὶ τῶν προτέρων χορῶν τῶν ἐκ τοιούτων ἀνδρῶν ἕνα παιδαγωγὸν ὁρῶντες ἐν χειρίδι σαπρᾷ τὴν χεῖρα κινοῦντα, ὑμεῖς δὲ ἀδελφὴν ἡμέραν ἕξειν ἐκείνῃ προσδοκήσαντες ἀνέβητε. ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι τὸν ὀμνύντα δεῖ πιστότερον τῶν ἀνωμότων εἶναι, ἄλλως θʼ ὅτε καὶ ὧν ἐκεῖνος ἀφίστατο, τοῦ τε βουλευτηρίου καὶ τῶν ἐν αὐτῷ λέγω, ταῦθʼ ὅπως ἕξει, πάντα ἐπράττετε. καὶ ταῦθʼ οὕτως ἠνίασε τὴν πόλιν ὥστʼ οὐχ ὅσον ἦν εἰκός, παρʼ αὐτῆς ὑμῖν ἐγίγνετο τῶν περὶ τὴν ἔξοδον ἐξισουμένων τοῖς περὶ τὴν εἴσοδον, ἀλλʼ ἦν εἴδωλον τιμῆς μᾶλλον ἢ τιμῆς ἔργον.

Ὁρᾷς, Εὐμόλπιε, πόσα σοι τῶν πρὸς ἡμᾶς ὠλιγώρηται καὶ διὰ πόσων ἡμῶν ἠμέληκας, ἄμεινον γὰρ ἢ προδέδωκας εἰπεῖν. φρόντιζε τοίνυν τοῦ μετὰ ταῦτα χρόνου καὶ βούλου τοὺς φίλους ἐπαινέτας μᾶλλον ἢ μεμφομένους ἔχειν.