eul_wid: swk-du
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations 1–64: Oration 38 (Against Silvanus) by Libanius of Antioch

An attack on Silvanus, son of the teacher Gaudentius and once Libanius's pupil, who had made money pleading cases beyond the Euphrates. Libanius recalls that Silvanus alone rejoiced at the injury to his foot, and charges him with tyrannising his aged father, locking the doors and leaving the old man to sit hungry by the stairs. He ends by urging the council to hold Silvanus to his liturgies and so humble him.

Part of Orations 1–64

ΚΑΤΑ ΣΙΛΒΑΝΟΥ.

Οὐδὲν θαυμαστὸν Σιλβανὸν τὸν Γαυδεντίου κακῶς με λέγειν· καὶ γὰρ τὸν ἑαυτοῦ πατέρα Γαυδέντιον. ἐκεῖνον δέ γε πρὸς τῷ λέγειν καὶ ἐποίησεν. ἐμοὶ δὲ παρῄνουν μέν τινες καὶ αὐτὸς δὲ ἐμαυτῷ πολλάκις σιωπῆσαι, νομίζων δὲ σωφρονεστέρους τοὺς ἄλλους ποιήσειν τῷ περὶ τούτου λόγῳ κρεῖττον ἡγησάμην εἰπεῖν ἢ σιωπῆσαι. καὶ ἅμα πολλοὺς οἶμαι τῶν νῦν αὐτῷ διαλεγομένων πείσειν φεύγειν ταυτηνὶ τὴν ὁμιλίαν ὡς ἔχουσάν τι μύσους.

Ἐγὼ γὰρ ὡς ἧκον δεῦρο καὶ ποιεῖν ἠρξάμην τοῦτʼ ἐφʼ ὅτου καὶ νῦν εἰμι, προσελθών μοι Γαυδέντιος, ἀνὴρ ἐπιεικής τε καὶ σώφρων κἀν τῷ παιδεύειν πολὺν διεξελθὼν χρόνον, δείξας τουτονὶ Σιλβανὸν καὶ παῖδα αὑτοῦ προσειπὼν ἐδεῖτό μου καὶ τοῦτον ἐν τοῖς φοιτῶσιν ἔχειν μισθοῦ μεμνημένος. ἐγὼ δὲ πρὸς μὲν τὸν μισθὸν ἠγανάκτησα, τουτονὶ δὲ ἡσθεὶς ἔλαβον, ὅστις μὲν ἔσται περὶ τὸν διδάσκαλον, οὐκ εἰδώς, τιμῶν δὲ οἷς ἡδόμην τὸν πατέρα. καὶ ἦν μοι πλείων περὶ τοῦτον ἤ τινα ἄλλον ὁ πόνος σκληρᾶς τε οὕτως ὄντα φύσεως καὶ οὐχ οἵας ὀξέως δέχεσθαι τὰ λεγόμενα, ἀλλʼ ὅμως ᾤμην δεῖν αὐτὸν καὶ οὕτως ἐπαναγκάζειν. δόξας τοίνυν δύνασθαι λέγειν δίκας ἐλθὼν ὑπὲρ τὸν Εὐφράτην ἀργύριον κτησάμενος ἧκεν ἐνταῦθα ἐπʼ ἴσοις. καὶ βοηθειῶν μὲν ὧν εἰκὸς ἦν ἐν τοιούτῳ πράγματι παρʼ ἐμοῦ τυχεῖν, ἔτυχε, κακὸν δὲ ἄρα εὖ ποιῶν οὐκ ἠπιστάμην, πρὶν δὴ ἡ περὶ τὸν πόδα συμβᾶσά μοι τύχη τὸ πᾶν εἰς φῶς ἤγαγεν, ὅτε δὴ τῶν ἄλλων ἁπάντων ὀδυρομένων καὶ τοῦ λόγου τοῦ περὶ τῆς συμφορᾶς ἐν ἁπάσῃ πόλει πεποιηκότος δάκρυα μόνος οὗτος κατασχεῖν αὑτὸν οὐκ ἐδυνήθη οὐδὲ συγκρύψαι τὴν χαρὰν λύπῃ πεπλασμένῃ, ἀλλὰ καὶ δὶς καὶ τρὶς ἐρόμενος ἀπιστῶν, εἰ τοσοῦτον ἀγαθὸν αὑτῷ γεγένηται, ἐπειδὴ τοῦθʼ οὕτως ἔχειν ἔγνω καὶ οὐ ψεύδεσθαι τὸν λόγον, ἀναπηδήσας τε καὶ ἄρας ὑψηλὸν ἀπὸ τῆς γῆς ἑαυτὸν καὶ κροτήσας καὶ τἄλλα δὴ τὰ τῶν ἡδομένων ποιήσας ἐπέθηκε λαμπρᾷ τῇ φωνῇ τοῦ Διὸς εἶναι τοῦτο τὰ δίκαια ποιοῦντος. καὶ ταῦτα ἐγὼ κατακείμενός τε καὶ ἐν ὀλίγαις ὢν σωτηρίας ἐλπίσιν ἤκουον καὶ πρὸς ἐμαυτὸν ἐλογιζόμην, εἴ τι πώποτε πέπονθεν ὑπʼ ἐμοῦ κακῶς, ὥστε καὶ ἐπιχαίρειν. εἶτʼ εὐεργεσίας μὲν εὕρισκον, ἄδικον δὲ οὐδὲν οὐδὲ λυπηρόν. ἀχθομένου τοίνυν μου τούτοις λέγει τῶν τις παρακαθημένων ὀψέ με μεμαθηκέναι τὸν ἄνθρωπον τόνδε ἀρξάμενον πάλαι καὶ πρὸ τοῦ πτώματος εἶναι κακὸν εἰς ἐμέ.

Τί ποτʼ οὖν αὐτῷ βούλεται τὸ τὸν θεὸν ἐπαινεῖν ἐν τῷ τοῦ ποδὸς πάθει; τὰ μετὰ τὸ δεῖπνον παρὰ τοῦ τὰ Ὀλύμπια τιθέντος διδόμενα τοῖς δαιτυμόσι φέρειν οἴκαδε βαρεῖάν τε καὶ οὐ φορητὴν ἐποίει τὴν λειτουργίαν καὶ ἦν κίνδυνος μὴ μένειν τὴν ἑορτήν. τοῦτʼ ἐγὼ παῦσαι βουλόμενος παρῄνεσα μὲν πολλοῖς, ἔπεισα δὲ ἕνα τῷ συμβούλῳ τὴν συμβουλὴν κρίναντα· μὴ γὰρ ἂν ὑπʼ ἐμοῦ τι ῥηθῆναί ποτε τῶν οὐ καλῶν. καὶ τυγχάνοι γε τοῦ Διὸς ἀντὶ τούτων εὐμενοῦς αὐτός τε καὶ ἡ τήθη. τῶν μὲν οὖν ἄλλων οἱ μὲν ἐπῄνουν, οἱ δὲ οὐκ ᾐτιῶντο, εἰ δέ τις καὶ ἤχθετο, ἀλλὰ σιγῇ τοῦτό γε· μόνος δὲ οὗτος ἐκεκράγει καὶ τῷ μὴ τεθνάναι με δῆλος ἦν λυπούμενος, τῆς γὰρ αὐτῆς ἦν δήπου ψυχῆς τούτῳ τε ἥδεσθαι κἀκεῖνο βούλεσθαι, καὶ ἦν ἀδικώτερος τῶν οὐ συγγενομένων ἡμῖν ὁ πεφοιτηκὼς καὶ τῶν τι δεδωκότων ὁ μηδʼ ὁτιοῦν.

Τῷ δὲ καὶ παῖς ἦν ἐν τοῖς παιδευομένοις ἀμισθὶ καὶ οὗτος, ὥσπερ ὁ πατήρ, τὴν ἐμὴν ταλαιπωρίαν καρπούμενος. βουλόμενος δή με καὶ διὰ τοῦ παιδὸς ἀδικεῖν ἀποσπάσας τῶν ἐμῶν θυρῶν φέρων θατέρᾳ φωνῇ δίδωσιν οὐκ ἐκείνης ἐπιθυμῶν, ἀλλὰ ταύτην ὑβρίζων, μᾶλλον δὲ ἐμὲ τοῖς δευτέροις. καὶ παραγγέλλει τῷ παιδὶ τῷ ταῖς πολλαῖς σαρξὶν ἀγαλλομένῳ τοῖς θεοῖς ἴσον ἄγειν τὸν Λίβυν τὸν καταγέλαστον φείδεσθαί τε ἐν τοῖς ἐκείνῳ λυσιτελοῦσι μηδενός, μὴ ῥήματος, μὴ ἔργου, μὴ χειρός, μὴ ποδός, μὴ πολέμου, μὴ μάχης, μὴ τραυμάτων μηδʼ εἰ μέλλοι τοῖς ἐμοῖς συμπλέκεσθαι. καὶ διετέλει δὴ θορυβῶν, ἀπειλῶν, παροινῶν. καὶ ὁπότε τις αὐτὸν αἰτιάσαιτο τὸν πάππον λέγων, οὐ γὰρ δὴ τὸν πατέρα γε, ἐπὶ τὸ τῷ διδασκάλῳ βοηθεῖν κατέφυγε. καὶ σχῆμα τοῦτο τοῖς ἀδικήμασιν ἦν τούτου διδάξαντος ἐκεῖνον τὴν καλὴν ταύτην ἀπολογίαν κέρδος αὐτοῦ ποιουμένου τὰς περὶ τοὺς νέους ταραχάς.

Καὶ τοῦτο τοσοῦτον ὂν ἧττόν ἐστι τοῦ ῥηθησομένου. δοὺς γὰρ αὑτὸν τοῖς τῶν καλῶν ἐρασταῖς ὑπηρέτην καὶ τοῖς μὲν ἔξω, τοῖς δʼ εἴσω συνὼν καὶ πολλοῖς διαύλοις τὰ παρʼ ἑκατέρων εἰς τοὺς ἑτέρους φέρων μερίτης γινόμενος τῶν ἐρωτικῶν δώρων πολλοὺς οἴκους ἀθλίους ἐποίησε νύκτας τε καὶ ἡμέρας τῆς αὑτοῦ κακίας ἀναπλήσας, ὁπότε μὴ δύναιτο ἕτερον ἀγαγεῖν, παρέχων αὑτόν, πόρνος ὁ αὐτὸς καὶ προαγωγός. καὶ μηδεὶς εἴπῃ· καὶ τί ταῦτα πρὸς τὸν πατέρα; εἰ μὲν γὰρ ἠγνόει τὰς ἐργασίας ταύτας, ἦν μὲν ἂν οὐδʼ οὕτω συγγνώμη. μηδεὶς γὰρ πατὴρ ἀγνοείτω τὸν αὑτοῦ μηδὲ τῶν ἐλαττόνων φροντίζων, οἷον οἰκετῶν καὶ χρημάτων καὶ ἵππων καὶ ὄνων, τῶν οὕτω μεγάλων ὀλιγωρείτω. τί γὰρ πατρὶ παιδὸς τιμιώτερον; ὅμως δʼ οὖν δοκείτω τι λέγειν λέγων ἄγνοιαν. νῦν δʼ οὐδὲ τοῦτʼ ἔστιν αὐτῷ πολλάκις ἀκηκοότι καὶ παρὰ πολλῶν ἀνθρώπων· Σιλβανέ, κακοῦ παιδὸς ὢν πατὴρ πρᾴως φέρεις τοῖς βουλομένοις μὲν ἐκδόντος τὴν ἑαυτοῦ νεότητα, λήξαντος δὲ οὐδὲ νῦν, ἑτέρων δὲ παῖδας εἰς ταὐτὰ καταποντίσαντος, ἐκ δὲ ἀμφοτέρων τούτων ἀργύριον εἰς τὴν σὴν οἰκίαν εἰσηχότος; οὐκ ἐκβαλεῖς; οὐ μετὰ πληγῶν; οὐ μετὰ τραυμάτων ἢ καί, νὴ Δία γε, δικαστηρίου; οὗτος δὲ ταῦτα ἀκούων ἐπισχήσειν μὲν ἔφασκεν αὐτόν, εἴα δὲ εἶναι τὸν αὐτὸν καὶ ζῆν ἐν ἴσοις καὶ λαμβάνειν ὅμοια καὶ βλάπτειν ἃ πρότερον, τὸ πλέον εἰδὼς τῆς ἀδοξίας ἐπʼ ἐμὲ βαδιούμενον διὰ τὸ δοκεῖν ἐμὴν εἶναι τὴν ἀρχήν, εἰ καὶ τἀληθὲς ἑτέρως ἔχοι. τοῦ δὲ τὰ τοῦ παιδὸς εἰδέναι τε τὸν πατέρα καὶ ἐπαινεῖν εἰδότα μέγιστον ἐκεῖνο τεκμήριον. προσῆλθε πρῴην τινὶ τῶν καλῶν καὶ ἐπειρᾶτο πείθειν, ὁ δὲ ἀπεπήδησεν. οὗτος δὲ ἐπελθὼν εἷλκέ τε λαβόμενος καὶ ἐπάταξε. τῶν δὴ τῷ νέῳ συγγενῶν πυθομένων τὴν τόλμαν καὶ ὄντων ἰσχυρῶν τε καὶ οὐκ ὀλίγων περιστάντων τε καὶ ταῖς χερσὶν ἐπʼ αὐτὸν χρησαμένων μαθὼν ὁ χρηστὸς πατὴρ οὔτε τούτων κατεβόησεν ὡς ἀδικούντων οὔτε ἐκεῖνον ἐκόλασεν ὡς ἐπὶ πονηροῖς ἔργοις. καίτοι χρῆν ἢ τούτων κατηγορεῖν ὡς ἐπὶ πληγαῖς οὐ δικαίαις ἢ προστιθέναι τῇ παρὰ τούτων δίκῃ τὴν παρὰ τοῦ πατρός. νῦν δὲ τοῖς μὲν οὐδὲν ἐμέμψατο, τὸν δὲ παρεμυθήσατο τὸν ἐν αὐταῖς ταῖς πληγαῖς κατʼ ἐμοῦ πολλὰς βλασφημίας ἀφέντα τοῦ μηδὲν τῶν πραττομένων εἰδότος. ἀντὶ γὰρ τοῦ μισεῖν αὐτὸν ὄντα τοιοῦτον, ἢ οἷόν τʼ οὐ χαλεπῆναί τινας ὑπὲρ τοιούτων; ἐπʼ ἐμὲ τὴν ὀργὴν ἦγεν. ἦν δʼ αἴτιος οὔτʼ ἐγὼ τῶν πληγῶν οὔθʼ οἱ πλήττοντες, ἀλλʼ ὁ γενέσθαι τὰς πληγὰς ἀναγκάσας. ἦν δʼ οὗτος ὁ τὴν εἰς τὰ τοιαῦτα δεδωκὼς ἐξουσίαν πατήρ. ἔδωκε δέ, ὅπως πράττοιμι χεῖρον τῇ διὰ τῶν τοῦ ʼκείνου παιδὸς τολμημάτων αἰσχύνῃ.

Οὕτω με διʼ ἀμφοῖν, αὑτοῦ τε καὶ τοῦ παιδός, ἠδίκει πεπαιδευμένος ἐν τῷ γεγεννηκότι λῆρον καὶ φλυαρίαν ἡγεῖσθαι τὴν τοῦ δικαίου τάξιν. ἔστι γὰρ ἡμῖν ὁ γενναῖος Σιλβανὸς πατραλοίας, ὡς μέν φασί τινες, καὶ τῇ δεξιᾷ κατὰ τοῦ μεταφρένου χρησάμενος, ὡς δʼ ἅπαντες ὁμολογοῦσι, λύπαις πολλαῖς πιέσας, ἄκυρον μὲν τῶν ἔνδον καταστήσας, εἰς γῆν δὲ βλέπειν ἀπειλαῖς ἀναγκάσας οὐκ ἐῶν ἀναπνεῦσαι καθαρῶς οὐδὲ τοῦ πάντως τι λήψεσθαι κακὸν ἔξω γενέσθαι φόβου. ὁ μὲν ἀπηλλάττετο τῶν συνουσιῶν καμὼν πρεσβύτης ἐπὶ τὴν ἀπὸ τῆς τροφῆς ἐπικουρίαν, ὁ δʼ αὖ κλείσας τὰς θύρας τὴν κλεῖν ἔχων αὐτὸς ἐν ἄλλοις διέτριβεν, ὁ δʼ ἐκάθητο περὶ τὴν κλίμακα δακρύειν μὲν οὐ τολμῶν ὡς οὐκ ὂν ἀσφαλές, εἰ Σιλβανὸς πύθοιτο, στένων δὲ ἀδακρυτί, τοῖς θεοῖς εὐχόμενος ἐλθεῖν ποτε τὸν ἐπιτρέψοντα ἄρτου καὶ οἴνου θιγεῖν. τῷ δὲ πικρὰ καὶ ταῦτα ἦν οὔτʼ ἐρωτωμένῳ τι παρὰ τοῦ παιδὸς εἴ τέ τι πύθοιτο, μάτην τοῦτο ποιοῦντι. οὐ γὰρ ἦν ὅ τι ἂν ἤκουεν. ἠπείγετό τε ἡ τράπεζα τῇ μετὰ σιγῆς ὀργῇ καὶ βλέμματι χαλεπῷ καὶ νεύμασι πρὸς τοὺς διακόνους ἀγρίοις. δῆλός τε ἦν ἅπασιν οἷς ἔπραττε τῆς τοῦ γέροντος τελευτῆς ἐπιθυμῶν. καὶ τοῦτο ἐδείχθη σαφέστερον ἔν τε τῷ τρόπῳ τῆς τελευτῆς καὶ ἐπειδὴ ᾤχετο. προσπεσόντος γὰρ αὐτῷ κώματός τινος ἐξαίφνης ποιοῦντι πρὸς τοὺς μαθητὰς ἀπὸ τοῦ θρόνου τὰ εἰωθότα, ὥστʼ ἀγνοῆσαι μὲν αὐτὸν ἐκεῖνον καὶ ὅπου ποτὲ εἴη, κομισθῆναι δὲ οἴκαδε διʼ ἀγνοίας ἁπάντων καὶ μειζόνων καὶ ἐλαττόνων καὶ εἶναι θέαμα δεινὸν καὶ ἐλεεινὸν πληττομένων τὰς ψυχὰς τῶν ὅστις ὁ φερόμενος εἴη πυνθανομένων, καὶ γὰρ ἐκίνει τὴν δεξιὰν ὁ χρηστὸς ἐκεῖνος καὶ πάντα ἀγαθός, ὡς τότε ἔτυχεν αὐτῇ συνεργῷ πρὸς τὴν διδασκαλίαν χρώμενος, καὶ ᾔδει μὲν οὐδὲ τοῦτο, ἐκίνει δὲ ὅμως, καὶ ᾤετο δή τι πρὸς τοὺς ἑταίρους λέγειν λέγων οὐδέν, ἐφʼ ᾧ δὴ πλεῖστα ἔρρει δάκρυα καὶ τῶν ὁρώντων καὶ τῶν ἀκουόντων καὶ οἱ μὲν οὐδὲ ἐδείπνησαν, οἱ δὲ οὐκ ἄνευ θρήνου, τότε τοίνυν ὁ παῖς ὁ κληρονόμος ὁ πολλοὺς μὲν εἰς ἑαυτὸν ἐκείνου πόνους ἀνηλωκώς, πολλοὺς δὲ πολλῶν ἄλλων διʼ ἐκεῖνον, ὁ τῆς τοῦ πατρὸς πρᾳότητος εἰς τὴν αὐτοῦ γε ἐκείνου παροινίαν ἀπολελαυκὼς εἰπόντος ὧν ἔπασχεν οὐδὲν πρὸς οὐδένα ἀνθρώπων, οὗτος οὖν παρὼν καὶ ὁρῶν ἐγγύθεν ἀκριβῶς τὴν συμφορὰν οὐκ ἐστέναξεν, οὐκ ᾤμωξεν, οὐδὲν ὧν ἐν τοιούτοις δρᾶσαι προσῆκεν ἐποίησεν ἄνθρωπος ἐν μέσῳ τοσούτων δακρύων, οὐδεὶς γὰρ ἦν ὃς οὐ τοῦτο ἔπασχε τήν τε ἀρετὴν ἐννοῶν τοῦ κειμένου καὶ τὸ τὸν τοιοῦτον οὕτως ἀπιέναι, καὶ μάλιστα δὴ τὸν θρῆνον ἐγειρούσης τῆς χειρός. ὁ δὲ οὐδὲ ἐμιμήσατο, τοσοῦτον ἀπέσχε τοῦ πρὸς ὀδυρμὸν ἑτέρους παρακαλέσαι, ἀλλά μοι δοκεῖν, καὶ τοὺς ἀθυμοῦντας ἐμίσει καὶ τοὺς οὐ καταβαίνοντας ἐνοχλεῖν ἐνόμιζε καὶ τῆς ψυχῆς, ὡς εἰκός γε, κατεγίνωσκε βραδυτῆτα. εἶθʼ ὁ μὲν ἐτέθαπτο, ὁ δὲ ἐνεφορεῖτο τῆς τελευτῆς καὶ ἦν φαιδρὸς ἀηδοῦς ὄψεως ἀπηλλαγμένος τῆς τοῦ πατρὸς καὶ διδασκάλου.

Ἔδει μὲν οὖν τοὺς ἐκείνῳ τε καὶ ἐμοὶ φίλους μάλιστα μὲν καὶ δίκας ζητεῖν τῶν ἠσεβημένων εἰς ἀμφοτέρους ἡμᾶς, εἰ δὲ μή, μήτοι γε εὖ ποιεῖν. οἱ δὲ καλοῦσιν ἀπόντα, δέχονται προσιόντα, κλητόν τε καὶ ἄκλητον ἑστιῶσιν, ἡδέως ὁρῶσιν, ἡδέως ὁμιλοῦσιν. ὁ μὲν καὶ χρήμασιν εὖ ποιεῖ τὸν θεοῖς ἐχθρόν, ὁ δὲ τοὺς ἐχθροὺς ἐκείνου καὶ ἑαυτοῦ νομίζει. τὸν γὰρ διδάσκαλον, φασίν, ἐν τούτοις τιμῶμεν. τιμᾶν μὲν οὖν ἀξιοῦντας τὸν διδάσκαλον ἐπαινῶ καί φημι τοὺς οὐ τοιούτους ὄντας εἰς τοὺς πεπαιδευκότας ἀδικεῖν, ἔδει μέντοι τιμᾶν ἐκεῖνον ἐν τῷ μὴ τοῦτον· τουτὶ γὰρ ἦν ἀκολουθούντων τοῖς πράγμασιν. εἰ μὲν γὰρ καὶ τὰ παιδὸς καὶ τὰ μαθητοῦ πρὸς ἐκεῖνον οὗτος ἐπεπληρώκει, τῶν νῦν τούτων παρʼ ὑμῶν ἐτύγχανεν ἂν εἰκότως· εἰ δʼ ἠγνόησε μὲν τὴν φύσιν, τὰ δὲ ἐκείνης συνέχεε δίκαια, λυπῶν δὲ καὶ ἐλαύνων τὸν φύσαντα διετέλεσε καὶ συνεξέτεινεν οὕτω μακρῷ βίῳ τὸν ἄσπονδον τοῦτον πόλεμον πρὸς τῇ φύσει τὸν διδάσκαλον ἀδικῶν, ὁ μὲν Σιλβανῷ πολεμῶν Γαυδεντίῳ φίλος, ὁ δὲ τοῦτον εὖ ποιῶν ἐχθρὸς ἐκείνῳ. οὐδὲ γὰρ υἱὸν εὖ ποιεῖ τοῦτον εὖ ποιῶν τὸν διὰ παντὸς τοῦ χρόνου τὸν πατέρα κακῶς πεποιηκότα τούς τε μισθοὺς τοὺς ἀπὸ τοῦ διδάσκειν ἐκείνῳ γιγνομένους ἀφαιρούμενον καὶ τῇ τοῦ πρεσβύτου πείνῃ καὶ δίψῃ μείζω ποιοῦντα τὴν οὐσίαν. ὅστις οὖν οἶδε λόγων εἵνεκα Γαυδεντίῳ χάριν, καὶ μισείτω Σιλβανὸν καὶ φαινομένου φευγέτω καὶ νομιζέτω ταὐτὸν εἶναι μύσος ἀνδροφόνῳ τε ὁμωρόφιον εἶναι καὶ τούτῳ χρῆσθαι. πρὸς γὰρ τῇ καταπεφρονημένῃ φύσει καὶ τοῖς ταύτης οὐ πεφυλαγμένοις νόμοις εἰκότως ἂν δόξαι καὶ τὴν ἀφορμὴν ὁ τοιοῦτος θάνατος ἐκ τῆς διὰ τὸν παῖδα λύπης λαβεῖν.

Οὗτοι μὲν οὖν σωφρονήσουσί ποτε καὶ τί ποιοῦντες Γαυδεντίῳ χαριοῦνται, γνώσονται, δίκαια δʼ ἂν ἐγκαλέσαιμι καὶ τῇ βουλῇ τὸν ἀλάστορα τοῦτον ἀτελείας ἠξιωκυίᾳ. ὃν εἰς μὲν ἐκείνης κατάλογον ἐνέγραψεν ἡ μεγίστη τῶν ἀρχῶν, τρυφᾶν δὲ ἀφεῖσαν οἱ λαβόντες. καὶ βουλευτὰς μὲν ἀπαιτούντων τῶν πραγμάτων οὐκ εἶναί φασιν, ἀλλʼ ὀδύρονται τοὺς ἐκ πολλῶν ὀλίγους, ὥσπερ οἱ κατενεχθέντες εἰς μικρὸν ἀργύριον ἐκ μεγάλων χρημάτων τῶν οἴκων, τούτῳ δὲ δεδώκασιν ἄχρηστον αὐτῇ κεκτῆσθαι τὴν οὐσίαν οὔθʼ αὑτοῖς βοηθοῦντες οὔτε τῆς ἐνεγκούσης κηδόμενοι τήν τε τοῦ δικάσαντος ψῆφον μάταιον εἶναι ποιοῦντες.

Ἀλλʼ οὐ περὶ τοῦτον μόνον τοιαύτη, φασίν, ἐστί. τοῦτο δέ ἐστιν οὐχὶ μηδὲν ἀδικεῖν, ἀλλὰ διὰ πολλῶν ἀδικεῖν. τῆς γὰρ οὕτω πεπραγυίας βουλῆς ἦν δήπου τὸ τὰ τοιαῦτα ἁρπάζειν, ἀλλὰ μὴ προΐεσθαι. ἅπαντας μὲν οὖν ἐχρῆν ὑπὸ τὰς λειτουργίας ἄγειν καὶ μηδενὶ διὰ μηδένα τὴν ἄδικον ταύτην παρέχειν ἐλευθερίαν. ἔστι δὲ πολλῷ τοῦτο ἐκείνων δεινότερον καὶ τοσούτῳ γε, ὅσῳπερ οὐκ ἴσα τὰ βεβιωμένα Σιλβανῷ τε καὶ ἐκείνων ἑκάστῳ. τί γὰρ ἄν τις εἴποι περί γε ἐκείνων τοιοῦτον; οὐδέν. ἀλλʼ ἔχουσι μίαν ταύτην αἰτίαν τὴν τοῦ μὴ βούλεσθαι λειτουργεῖν, πατέρας δὲ οὐ κατεδουλώσαντο οὐδὲ φόβοις καὶ λιμῷ παρέδωκαν οὐδʼ ἀποθανόντων ἐγέλασαν οὐδὲ τοὺς διδασκάλους ἐχθροὺς ἐνόμισαν οὐδʼ ὅσα ἐνῆν κατέβλαψαν.

Ἐχέσθω τοίνυν ἡ βουλὴ τοῦ κακίστου καὶ ἐπειδὴ τὰς ἄλλας διαπέφευγε δίκας, ταῖς γε περὶ τοῦτο δαπάναις ταπεινωθήτω καὶ τὸ τῶν ὀφθαλμῶν ἀποθέμενος θράσος γενέσθω πως μετριώτερος.