ΠΡΟΣ ΤΟΥΣ ΟΥ ΛΕΓΟΝΤΑΣ.
Καὶ ἐμὲ καὶ τὴν πόλιν καὶ ὑμᾶς καὶ τοὺς ὑμετέρους πατέρας ζῶντάς τε καὶ τετελευτηκότας δακρύσειεν ἄν τις εἰκότως ὁρῶν τὴν ὑμετέραν ἐν τοῖς δικαστηρίοις ἀφωνίαν. ἧς πάλαι μὲν ὑμῖν ἐξῆν ἀπηλλάχθαι μὴ τὰς ἐμὰς ἀτιμάσασι παραινέσεις, γένοιτο δʼ ἂν καὶ νῦν, εἴ μοι προσέχειν ἐθελήσετε, τῆς αἰσχύνης ἴασις. εὔχομαι τοίνυν τοῖς τὴν πόλιν ἔχουσι τὴν ἡμετέραν θεοῖς δοῦναί μοι περὶ ὧν ἥκω συμβουλεύσων, εἰπεῖν τε μετρίως καὶ πειθομένους ὑμᾶς λαβεῖν. κοινὸν γὰρ δὴ τοῦ τε λέγοντος καὶ τῶν ἀκουόντων τὸ κέρδος τὸν μὲν εἰρηκέναι δόξαι τὰ βέλτιστα, τοὺς δʼ ἀντὶ τῶν ἡδέων ἑλέσθαι τὰ συμφέροντα. εἰ δʼ αὖ ἐπὶ τῶν νῦν φιλονεικήσετε μένειν, ἥττω μέν, κερδανῶ δὲ ὅμως αὐτό γε τὸ περὶ τῶν τοιούτων συμβεβουλευκέναι.
Μικρὸν δέ τις ὑμῶν ἀποκρινάσθω μοι· τίς ὑμῖν προσηγορία κοινή; φαίητʼ ἄν· οἱ πολιτευόμενοι. τί τοίνυν ἔργον ταυτησὶ τῆς προσηγορίας; γνώμῃ λειτουργῆσαι καὶ λόγοις εἰσηγήσασθαι τὸ δέον, κωλύσαι τὰ βλαβερά, τοῖς μὲν συνειπεῖν, τοῖς δὲ ἀπαντῆσαι, ἀκολουθῆσαι μὲν εὖ φρονοῦσιν ἄρχουσι, μαχέσασθαι δὲ τὸ λυσιτελοῦν οὐχ ὁρῶσιν, ἀντιστῆσαι ταῖς ἀπὸ τοῦ θρόνου φωναῖς τὰς ἀπὸ τοῦ βουλεύειν, τὸ φοβεῖν μᾶλλον ἢ δεδιέναι ἐκ ῥητορείας ἔχειν. ταῦτʼ ἔστιν ὁ πολιτευόμενος, οὐ ξύλα καὶ κάμινοι καὶ ἵπποι καὶ ἀθληταὶ καὶ ἄρκτοι καὶ κυνηγέται. καλὰ μὲν γὰρ καὶ ταῦτα τὰ ἀναλώματα καὶ φέροντα τιμὴν μὲν τῇ πόλει, δόξαν δὲ τῷ δαπανωμένῳ, ἀλλʼ οὔπω τοῦτʼ ἔστι πολιτεύεσθαι, ἀλλʼ εἴδη μὲν οἶμαι λειτουργιῶν, ἕτερον δὲ ὁ πολιτευόμενος, οἷον ἔλεγον ἀρτίως. κἂν δεκάκις τούτων τις ἕκαστον πρὸς τὴν ἑαυτοῦ ποιῇ, φιλοτιμία μὲν καὶ μεγαλοψυχία καὶ λαμπρότης ταῦτʼ ἂν εἴη, πόρρω δέ γε τοῦ τῆς πολιτείας χρήματος. δῆλον δὲ ἐκεῖθεν. πολλοὶ πατέρες καί, νὴ Δία γε, καὶ μητέρες τῶν ἀνδρῶν αὐταῖς οἰχομένων ἤγαγον ἐπὶ τὰς τοιαύτας δαπάνας τὰ μὲν ἄρτι γάλακτος ἀπηλλαγμένα παιδία, τὰ δὲ οὔπω. τούτοις οὖν ἐκείνης μεταδώσει τις τῆς προσηγορίας; οὐδείς, πλὴν εἰ παραπαίοι γε. πῶς γὰρ ἂν ὅ γε μηδʼ ὅτι λειτουργεῖ δυνάμενος εἰδέναι τὸ τοῦ πολιτευομένου πράξειε; πῶς δʼ οὐ πράττων τῷ τῆς πράξεως ἂν ὀνόματι καλοῖτο; καὶ ὑμεῖς τοίνυν, ὥσπερ ἐκεῖνο τὸ παιδίον, λελειτουργήκατε μέν, πολιτεύεσθε δʼ οὔ.
Καὶ τοῦτο πάλαι μὲν ἤκουον τῶν ἐμοί τε ἐπιχαιρόντων καὶ ὑμῶν καταγελώντων καὶ οὐκ ἠπίστουν, ᾔδειν γὰρ ὑμῶν ἐν πολλοῖς χώροις τὰς γλώττας, νῦν δὲ δὴ καὶ σαφέστερον ἔγνων τὴν ἐμαυτοῦ συμφοράν. εἰσῆλθον μὲν γὰρ τὸν ἄρχοντα προσερῶν, ὡς οὐκ ἔδει, παρῆν δὲ ἡ βουλὴ πᾶσα. προὔκειτο δέ τι τῶν σπουδαίων ἀπαιτοῦν λόγον καὶ ῥήτορας. τῶν δʼ ἄλλων ὃ δοκοῖ σφίσι λυσιτελεῖν λεγόντων ὑμεῖς ἐπολιτεύεσθε τῇ σιωπῇ τοσοῦτον συνεισφέροντες, ὁπόσον νεύματι τὸ λεγόμενον ἐπαινέσαι, μᾶλλον δὲ οἱ μὲν ἑωρῶντό τε ὑμῶν καὶ τοῦτʼ ἐποίουν, οἱ δʼ οὐδὲ τοῦτο, ἀλλὰ κρύψαντες αὑτοὺς ὑπὸ τοῖς νώτοις ἐκείνων οὐδὲν οἰκετῶν διέφερον εἰς δεσπότας βλεπόντων. ἐξιόντων δὲ ὑμῶν τοῖς μὲν ἐξ ὧν εἰρήκεσαν ὑπῆρχε μέγα φρονεῖν, ὑμῖν δʼ ἐκ τοῦ σεσιγηκέναι τεταπεινῶσθαι καὶ τοῖς γε ἀκολούθοις ἑκατέρων τοῖς μὲν ἐκείνων χαρά, τοῖς δʼ ὑμετέροις κατήφεια. τίνες δὴ καὶ δειπνοῦσιν ἦσαν ὑμῖν πρὸς τὰς μητέρας οἱ λόγοι; ψευδόμενοι μὲν γὰρ καὶ ἐκ λόγων ἥκειν αὐταῖς λέγοντες κατʼ αὐτὸ τοῦτο ἠδικεῖτε, σεσιωπηκέναι δὲ ὁμολογοῦντες τί ἄλλο ἢ στένειν ἐποιεῖτε δυστυχεῖς αὐτὰς ἀποφαίνοντες μητέρας καταρωμένας σφίσιν αὐταῖς ὕβριν καὶ λώβην καὶ ὀνείδη τεκούσαις. ταχύ γʼ ἂν ὑμᾶς αἰσχυνθείη χειροτέχνης, ταχύ γʼ ἂν ὑπουργήσειε κελεύουσι, ταχύ γʼ ἂν ἐλπίσειε δυσχερὲς αὑτῷ τι λυθήσεσθαι διʼ ὑμῶν, ὅταν ὑμεῖς ἄλλων δέησθε τῶν ὑπὲρ ὑμῶν ἐρούντων. πρὸς θεῶν, πότερον ἄμεινον, ἄγειν ἢ ἄγεσθαι, καὶ ἰσχύειν ἢ μὴ δύνασθαι, καὶ βοηθεῖν ἢ χρῄζειν τοῦ βοηθήσοντος, καὶ καλεῖσθαι μακάριον ἢ μακαρίζειν ἕτερον, καὶ ὠφελεῖν τὴν ἐνεγκοῦσαν ἢ μὴ οἷόν τε εἶναι; οὐκοῦν ἐν τοῖς εἰρημένοις τούτοις τὰ δεύτερα μὲν ὑμέτερα, τὰ πρότερα δὲ ἄλλων; οἳ φοβεῖν δύνανται τοὺς τῶν ἀρχόντων ὑπηρέτας, οὓς ὑμεῖς δεδοίκατε. καὶ ἔστιν αὐτοῖς ῥᾴδιον λυπῆσαι βλέμματι, λυπῆσαι ῥήματι, λυπῆσαι χειρί, λαβέσθαι μετʼ ὀργῆς, στῆσαι καὶ μὴ βουλόμενον, ἀποδῦσαι καί πού τι καὶ πλέον. πόθεν οὖν τοὺς μὲν ὑπέρχονται καὶ θεραπεύουσιν, ὑμᾶς δὲ ἐλαύνουσιν; ὅτι τῶν μὲν αἰδοῦνται τὴν δόξαν ἣν ἀπὸ τοῦ λέγειν ἔχουσιν, ἐν ἀδόξοις δὲ ὑμᾶς ἐκ τοῦ σιωπᾶν εὑρίσκουσιν οὐκ ἀγνοοῦντες μὲν ὑμῶν ἃ καὶ λειτουργεῖτε καὶ λελειτουργήκατε, τῷ νόμῳ δὲ καὶ ταῖς ἀνάγκαις ταῦτα λογιζόμενοι, τὰς ψυχὰς δὲ ὑμῶν οὐκ ἔχοντες θαυμάσαι.
Εἰ μὲν οὖν ἦτε πολῖται πόλεως ἀπʼ ἄλλου του τῶν νομιζομένων ἀγαθῶν εἰς ὄνομα ἡκούσης, ἀλλʼ οὐ τῆς δεινότητος τῶν πολιτευομένων, ἦν μὲν ἂν καὶ οὕτω καλὸν ἀμείνους γενέσθαι πατέρων καὶ ἔχειν γε καὶ αὐτοὺς εἰπεῖν τὸ τοῦ Σθενέλου, τάχα δʼ ἄν τις ἦν ὑμῖν οὐ κτησαμένοις τοῦτο ἀπολογία· νῦν δὲ τοῦτʼ ἂν εὕροι τις, ὅτι μάλιστα ἡ πόλις ἡμῖν ἐξέλαμψε τῇ περὶ τὸ λέγειν τῆς βουλῆς ἐπιστήμῃ, διʼ ἣν καὶ τοῖς παιδεύουσιν οὐ μικρὸς ἐν ταῖς ἐπιδείξεσιν ὁ χρόνος. δεινὸν οὖν μὴ καὶ τούτου φαίνεσθαι κληρονόμους, ἀλλʼ ἐν τῷ ὑμετέρῳ βίῳ διαφθαρῆναι τῇ πόλει τὴν δόξαν. ἢ τὸ μὲν τεῖχος αὐτῆς εἰ περιῃρεῖτε, δίκην ἂν ὠφείλετε, τῶν δʼ ἀπὸ τοῦ λέγειν γιγνομένων ἀποστεροῦντες τιμῶν ἄξιόν τι ποιεῖτε; ἐγὼ χαίρω μὲν θαυμαζομένου Φασγανίου καὶ οὐχ ἧττόν γε ἢ αὐτὸς ἐγκωμιαζόμενος, ἐβουλόμην δʼ ἂν μετʼ ἐκείνου καὶ ὑμᾶς, ἐπεὶ καὶ τῇ πόλει κέρδος ἂν ἦν οὐ τὸ νῦν λεγόμενον λέγεσθαι τὸ οὐδεὶς ἐκείνῳ προσόμοιος, ἀλλʼ ὅτι πολλοὶ παραπλήσιοι. καὶ τὸν Ἀργύριον δὲ καὶ τὸν Εὔβουλον ὡς ῥήτορας ἀγαθοὺς ὑμνουμένους ἴσμεν, ἐγὼ δὲ καὶ ἄλλους προσθείην ἂν ἐκείνων μὲν ὑστέρους, ὑμῶν δὲ βελτίους. ὅταν οὖν ἀκούητε λεγόντων, ὡς οἱ μὲν ἦσαν πύργοι τῆς πόλεως, ὑμεῖς δὲ προδόται, καὶ οἱ μὲν αὐτὴν ἐποίουν εὐδαίμονα, ὑμεῖς δὲ ἀθλίαν, καὶ ὡς ἦν ποτε ἡ βουλὴ μέγα, νῦν δʼ ὀλίγον μὲν αὐτῆς οὐ τέθνηκε, τὸ πλέον δὲ οἴχεται, πῶς ἅπτεσθε σιτίων; πῶς δὲ ἀξιοῦτε ζῆν; πῶς δὲ οὐκ εὔχεσθε τὴν γῆν ὑμῖν χανεῖν; τοῦτο γάρ, τοῦτό ἐστιν ἐφʼ ᾧ τις ἂν μάλιστα ἀλγήσειεν, ὅτι δυστυχοῦντες οὐκ αἰσθάνεσθε, ἀλλὰ σὺν ἡδονῇ ζῆτε καὶ γελᾶτε πρός τε ἀλλήλους καὶ τοὺς ἄλλους καὶ ἐντυγχάνετε τοῖς ἀνθρώποις ἀναπεπταμένοις ὄμμασιν ὡς ἐν οὐδενὶ καθεστηκότες κακῷ.
Καίτοι τί δεινότερον τῆς ἀφωνίας ταύτης; περὶ ἧς τίς ἂν ὑμῖν εἴη δικαία πρόφασις; τοῖς μὲν γὰρ αὖ γονεῦσιν οὐκ ἂν ἔχοιτε ἐγκαλέσαι, ὡς οὐ παρέδοσάν τε ὑμᾶς παρʼ ὧν ἦν τι μαθεῖν καὶ ἀνηλώκασι τὰ εἰωθότα βιβλία τε ὠνούμενοι καὶ μισθὸν τελοῦντες, οὐ τοίνυν οὐδʼ ἡμῖν ὡς οὐκ ἐπισταμένοις. μαρτυροῦσι δὲ τούτῳ τῷ λόγῳ πολλαὶ πόλεις ἐν πολλοῖς ἔθνεσιν, ἐν αἷς οἱ παρʼ ἐμὲ πεφοιτηκότες ἔχουσιν ἐκ τοῦ λέγειν τὸ κρατεῖν. καὶ εἰ μὴ μακροῦ τε πρὸς τοῦτο ἔδει λόγου καὶ ἅμα ἦν ἐπαχθές, κατέλεξα ἄν. τούτων τοίνυν ἐν μὲν τοῖς διδασκαλείοις οὐδὲν ἐγένεσθε χείρους, αἵ τε γὰρ φύσεις ὑμῖν οἷαι δέξασθαι τὰ τῆς τέχνης πόνου τε οὐκ ὀλίγον τι προσῆν, ὁ δʼ ἐπὶ τούτῳ χρόνος οὐχ ὅμοιος, ἀλλʼ ἐκείνοις μὲν ἐφυλάχθη τὸ κτηθέν, ὑμῖν δὲ διερρύη. τὸ δὲ αἴτιον, οἱ μὲν ἅπτονται συγγραμμάτων, ὑμεῖς δὲ ἑρπετῶν μᾶλλον ἂν ἢ τούτων, καὶ οἱ μὲν οὐκ ἐποιήσαντο πρὸ αὐτῶν τὰς τῶν ἵππων ἁμίλλας, ὑμῖν δὲ τοῦ βίου κέρδος αὗται, καὶ πάντων ἀμελήσαντες τῶν ἄλλων ὅπως ὁ δεῖνα τοῦ δεῖνος ἡνίοχος περιέσται σκοπεῖτε. καὶ ὁ τοῦτο ἐπαγγελλόμενος γόης τῶν θεῶν αὐτῶν τιμιώτερος καὶ τῶν γε θεατῶν οἱ τὸν ἱππόδρομον γεωργοῦντες, οἷς ἐντεῦθεν ἀργύριον, εἰπεῖν τέ τι τοῖς κέλησιν ἄνωθεν καὶ διʼ ἐκείνων τοῖς ἐπὶ τῶν ἁρμάτων. τούτους τοίνυν ὑμεῖς μακαρίζετε, ζηλοῦτε, μιμεῖσθε· τούτοις ἐοικέναι βούλεσθε μᾶλλον ἢ τοῖς πατράσι. καὶ νὴ Δία γʼ ἐοίκατε. εἰσὶ δὲ οἳ πολλοὺς αὐτῶν ἐν τοῖς αὐτῶν ἐκείνων νενικήκατε καὶ φιλοτιμεῖσθέ γε τῇ νίκῃ ταύτῃ μᾶλλον ἢ οἱ τοὺς στεφάνους ἐξ Ὀλυμπίας ἀναιρούμενοι. τὸ δʼ οὐχ ἥκιστα πρὸς τοῦθʼ ὑμᾶς ἠχὸς ἐκεῖνό ἐστιν, ὅτι πολλοὶ μὲν τῶν νέων εἰς ταύτην τὴν λειτουργίαν κατέστησαν, πεπρακότες δὲ ἵππους οὓς ἦσαν ἐωνημένοι, τοῦ λειτουργεῖν μὲν ἀπηλλάγησαν, ἐν δὲ ταῖς σπουδαῖς ταῖς τε ὑπὲρ τούτων καὶ τῶν ἡνιόχων οἷς ἡνίκα ἐλειτούργουν ἔχαιρον, ἔμειναν. καίτοι πέρας ἐχούσης τῆς δαπάνης τί μὴ καὶ τὸ τούτοις προσέχειν πέπαυται, ἀλλʼ ἀθάνατον προέρχεται τὸ κακόν; καὶ τὰς βελτίους καὶ χείρους ἡμέρας τούτῳ κρίνετε, ταῖς νίκαις καὶ ταῖς ἥτταις ἐκείνων, ὑμετέρας δὲ νίκας μὲν οὐκ ἂν ἔχοιτε εἰπεῖν οὐδαμοῦ, ταῖς δʼ ἥτταις οὐκ ἄχθεσθε· τοσαύτη τις ἡ τοῦ νικᾶσθαι γέγονεν ὑμῖν συνήθεια.
Ἆρʼ οὖν ὠλιγώρησα νοσούντων καὶ οὐκ ἐμιμησάμην τοὺς ἰατροὺς οὐδὲ τὰ τῶν ἀλγούντων ἐποίησα, ἀλλʼ ὅσον καταράσασθαι, τοσοῦτον φθεγξάμενος ἀπῆλθον; καὶ τίνα παρέλιπον ἡμέραν ἐν ᾗ μὴ τὰ τοῦ νουθετοῦντος διῆλθον; ὦ φίλτατοι, νήψατε, παύσασθε μεθύοντες, ἐπανέλθετε πρὸς νοῦν. μανία ταῦτα ἔστιν. ἐν ὑμῶν αὐτῶν γένεσθε. φείσασθε μὲν ὑμῶν αὐτῶν, φείσασθε δὲ ἐμοῦ. γένεσθε κατὰ τὰς γλώττας τῶν οἰκετῶν βελτίους· ὡς νῦν γε τύχῃ μόνον ἐστὲ βελτίους. εἰ δʼ ἐπισταίη τις ὑμῖν τε κἀκείνοις γυμνοῖς λαλοῦσιν ἄλλο εἰδὼς τῶν περὶ ὑμᾶς οὐδέν, οὐκ ἄν μοι νομίσαι δοκεῖ δίκαιον εἶναι τοὺς ἑτέρους τῶν ἑτέρων κρατεῖν. οὐκ ἀεὶ παρʼ ἐμοῦ ταῦτά τε καὶ τὰ τοιαῦτα; οὐχ ὁρώμενος πόρρωθεν ταῦτʼ ἐρεῖν προσεδοκώμην; οὐχ ἡ προσδοκία τούτων δρασμὸν ὑμῶν πολλάκις ἐποίησεν; οὐκ ἐδεήθην ὑμῶν παύσασθαι μισοῦντας τὸν Δημοσθένην; οὐκ ἐν τοῖς ἁμαρτανομένοις ὑμῖν τῶν ῥημάτων βαρὺς ἦν ἐπανορθῶν; οὐ μετὰ ῥᾳστώνης ἐπηγγειλάμην τὴν περὶ πολλὰ τῶν πλημμελουμένων ἴασιν; ὑμῖν δὲ καὶ τοῦτο ἐπίπονον ἐδόκει. ἀλλʼ εἰ καὶ μὴ πρότερον, νῦν γε, ὦ βέλτιστοι, βεβαιώσατε τοὔνομα τοῖς ἔργοις καὶ γένεσθε ὃ δὴ κέκλησθε, πολιτευόμενοι.
Πῶς οὖν τοῦτο ἔσται; ἂν δυνηθῆτε λέγειν. πῶς οὖν τοῦτο δυνήσεσθε; ἂν μὴ φεύγητε τὰ βιβλία μηδʼ ἡδίω νομίζητε τούτων ἃ νῦν δὴ διῆλθον. οἷς προσθείη τις ἂν κύβους τε καὶ τὴν περὶ θεοὺς ἐνταῦθα ἀσέβειαν. ἴστε γὰρ ὡς οὐδενὸς ὅ γε ἡττώμενος ἀπέχεται ῥήματος καὶ ἔστιν ἡδύς τε καὶ ἀστεῖος ἀσεβῶν. ἐᾶτε μὲν χαίρειν ὀρχηστάς, ἐᾶτε δὲ ἡνιόχους. χωρεῖτε δὲ παρὰ τοὺς παλαιοὺς ῥήτορας καὶ τὰς γλώττας ἐκκαθαίρετε καὶ τάχα τις ὑμᾶς ὄψεται λέγοντας, οὐ σιωπῶντας. εἰ δʼ οὐκ ἔστιν ὑμῖν ὅλως ἀποστῆναι τῶν παιδικῶν ἐκείνων, συμφορὰ μὲν ἀγαπᾶν τὰ ζημιοῦντα, ὑμεῖς δὲ ἴσον ἑκατέρῳ νέμετε, τῷ τε χείρονι τῷ τε βελτίονι. καίτοι ποῦ τοῦτο δίκαιον; ἀλλʼ ὅμως δίδωμι. δεδείπνηκας. μὴ διάτριβε τῇ μνήμῃ περὶ τοὺς ἡνιόχους ἐρίζων πρὸς τὸν οἰκέτην, ἢν μηδεὶς ἄλλος παρῇ, ἀλλʼ αἰτησάμενος βιβλίον θήξας τὴν γλῶτταν κάθευδε κἀν ταῖς μακροτέραις τῶν νυκτῶν ᾆδε μετὰ τῶν ἀλεκτρυόνων εἰς ἀγοράν τε ἐλθών, ἢν τὰ πράγματα παρέχῃ, μὴ νόμιζε αἰσχύνην ὀφλήσειν, ἢν ὀφθῇς ἐκ βιβλίου τι λαμβάνων. ταῦτά σοι καλὸν ποιήσει τὸ στόμα, ταῦτα ῥέον δείξει, ταῦτα ταχεῖάν τε ἀπεργάσεταί σοι τὴν γλῶτταν καὶ ἅμα αἰτίας κρείττονα, ἀπὸ ταύτης οἰκοδομήσεις λαμπρότερον καὶ γεωργήσεις κάλλιον καὶ πλειόνων ἐπίπλων ἔσῃ δεσπότης καὶ τοὺς ἐμοῦ τε καὶ σοῦ κατηγοροῦντας ἐπιστομιεῖς, ὡς οὐ μεταβάλλων γέ τι τῶν νῦν ἐν ἀδυναμίᾳ βιώσῃ.
Τάχʼ ἂν οὖν τίς με ἔροιτο· τί δʼ; ἅπαντές εἰσιν οἱ τῇδε τοιοῦτοι; λέγει δὲ οὐδεὶς τῶν σοὶ πεπλησιακότων οὐδέ γε πολιτεύεται; ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἂν φαίην οὐδʼ ἂν μαχεσαίμην τοῖς οὕτω φανεροῖς, ἐκεῖνο δέ, ὅτι ὀλίγοι μὲν οὗτοι, πολλοὶ δὲ ἐκεῖνοι. οἱ μὲν δύο ἢ τρεῖς, οἱ δὲ δεκάκις τοσοῦτοι. ἔδει δέ, εἴπερ ἄρα καὶ τοῦτο ἔδει, τρεῖς μὲν εἶναι τοὺς οὐ λέγοντας, πολλάκις δὲ τοσούτους τοὺς λέγοντας. οὐδὲ γὰρ ἀγρὸν ἐπαινέσαιμʼ ἄν, οὗ τὸ πλέον ἀργόν, οὐδὲ παιδοτρίβης εὐδόκιμος, ὅτῳ τρεῖς μὲν ἐπίστανται παλαίειν, τὸ δʼ ἄλλο πᾶν ἄλλως ἀριθμός. λόχον δὲ καθίσαι τις ἂν ἀνδρῶν εἴκοσιν ἢ καὶ πλειόνων, ἐν ᾧ πλὴν τριῶν δειλοὶ πάντες πάσχοντες οἷά φησι τοὺς κακοὺς ἐν ταῖς ἐνέδραις Ὅμηρος; οὐκ ἀρκεῖ τοίνυν οὔτʼ ἐμοὶ οὔτε τῇ πόλει τὸ τρεῖς λέγειν, ἀλλὰ πάντας ὅσοι μετέσχον τῶν ἱερῶν. αὐτοὺς δὲ τούτους, πρὸς Διός, τοὺς τρεῖς καὶ αὑτοῖς καὶ τῇ πόλει χρησιμωτέρους ὑμῶν ὁμολογεῖτε εἶναι ἢ οὔ; εἰ μὲν γὰρ οὔ φατε, μαίνεσθε, εἰ δὲ συγχωρεῖτε, τί οὐκ ἐγκαλύπτεσθε; εἰ δʼ οὐ δύνασθε ταὐτὸν ἐκείνοις ποιεῖν, ὑμᾶς αὐτοὺς ἀπεστερήκατε. ἢ οὐ τοῖς αὐτοῖς ἅπαντες ἐπαιδεύεσθε νόμοις, ἐν ταὐτῷ γυμνασίῳ, τὴν αὐτὴν ὁδὸν ἰόντες, τῆς αὐτῆς φωνῆς ἀκούοντες, τῶν αὐτῶν ἰχνῶν ἐχόμενοι; πόθεν οὖν οὐκ ἴσοι πάντες οὐδὲ παραπλήσιοι, εἶπον καὶ διελέχθην. παρʼ ὑμῶν οὖν ἔχοντες τῶν κατʼ ἐμοῦ λόγων ἀφορμὰς οἱ τοῦ κακῶς με λέγειν ἐπιθυμοῦντες κρύπτουσι τοὺς τρεῖς ἐκείνους τῷ πλήθει τῶν χειρόνων.
Τὸ δὲ πάντων ἀλγεινότατον, ὅτι ὁ δεῖνα μὲν οὗ οὐκ ἂν εἴποιμι τοὔνομα, ῥήτωρ ἀξιοῖ νομίζεσθαι πάντα μᾶλλον μεμαθηκὼς ἢ λέγειν, οὐδὲ γὰρ ἐφοίτησε παρὰ τοιούτους διδασκάλους, ἀλλʼ ὅμως οὐκ ἂν ἐξελθεῖν ἀνάσχοιτο πρὶν εἰπεῖν τι πρὸς τὸν δικαστὴν ἢ πλέον ἢ ἔλαττον, ὑμεῖς δὲ οἱ τὰς δέλτους ἐν παισὶ πολλάκις ἑκάστου μηνὸς τῶν ῥητορικῇ προσηκόντων γραμμάτων ἐμπεπληκότες ἀπέρχεσθε τοσοῦτον τῶν ἐν ταῖς γραφαῖς διενεγκόντες ὅσον βαδίζετε καὶ βλέπετε καὶ ἀναπνεῖτε, τὰ δὲ τῆς ἀφωνίας ἴσα.
Τοῖς γὰρ πρεσβυτέροις, νὴ Δία, παραχωρητέον. πάνυ γε τοῦ πρώτους εἰπεῖν. ὑμεῖς δʼ αὐτοῖς παρέχετε τὸ μόνους. οὐ γὰρ ἐπʼ ἐκείνοις ἀξιοῦτε λέγειν, ἀλλʼ οὐδὲ λέγειν ὅλως. ἔστι δὲ ἐκεῖνο μὲν τιμώντων ἐκείνους, τοῦτο δὲ αὑτοὺς καταισχυνόντων. οἱ δʼ οὐδʼ αὐτοὶ τούτῳ γʼ ἂν ἠξίωσαν τιμᾶσθαι. καίτοι καὶ πρὸ ἐκείνων ἔστιν οὗ λέγειν οἰόμενοι δεῖν εἴχετʼ ἂν εἰς παράδειγμα ἱκανὸν καταφεύγειν, τὸν Δημοσθένην, ὃς αὐτὸς ὁμολογεῖ πρότερος ἐκείνων μεθʼ οὓς εἰώθει λέγειν, ἀνεστηκέναι. ἔτι τοίνυν οἱ νῦν πρεσβύτεροι ἦν ὅτε ἦσαν ἑτέρων νεώτεροι καὶ πλείονί γε ἐκείνων ἢ ὅσον ὑμεῖς τούτων νεώτεροι. ἔρεσθε οὖν αὐτούς, εἰ τὸ ὑμῶν ἐποίουν καὶ οὔτε ἔλεγον οὔτε ἀντέλεγον οὔτε προεπήδων. καὶ τάχα εὑρήσετε πάντα ταῦτα πεποιηκότας καὶ τούτοις βλαβέντας μὲν οὐδέν, κερδάναντας δὲ τὰ μέγιστα, ὃ καὶ τοὺς εἰωθότας κρατεῖν τεθορύβηκεν. οἶδα δὲ οὐδὲ τοῖς τρισὶ τούτοις οἳ τὰ τῶν πάλαι νεωτέρων μιμοῦνται νῦν πρὸς αὐτοὺς γεγηρακότας, αἰσχύνην τοῦτʼ ἐνεγκὸν καὶ ψόγον, ἀλλὰ δόξαν τε καὶ ἐπαίνους καὶ τὸ τῆς ἐκείνων δυνάμεως εἶναι μὴ πόρρω.
Παύσασθʼ οὖν εἰς αἰδῶ τε καὶ ἐπιείκειαν τοῦτο ἀναφέροντες ὃ τῷ μὴ δύνασθαι λέγειν γίγνεται, ἐπεὶ πολλάκις γε ἀνδρός τινος ἀπόντος ἀνάγκης ὑμᾶς καταλαβούσης λέγειν ἠξιώσατε καλεῖν ἐκεῖνον ὡς οὐκ ἔχοντες ὅ τι ἂν καὶ λέγοιτε. τί οὖν; ἂν ἐκεῖνος τελευτήσῃ τὸν βίον, τί δράσετε; πρεσβείας ὡς τὸν Πλούτωνα δεήσεσθε πέμψαι δεῦρο τὸν ἄνδρα δεησομένης, ὅπως γένοιντο περὶ τῶν πραγμάτων λόγοι. οὐ γὰρ δὴ τῷ ʼκείνου γε θανάτῳ γενήσεσθε ῥήτορες. οὐκοῦν ζῶντος ἄμεινον ἅψασθαι τοῦ λέγειν κτησομένους δύναμιν ἢ τεθνεῶτος ἐπιχειρεῖν, εἶτʼ ἀποροῦντας ἀσχημονεῖν. εἰ δὴ τὸ μὲν δύνασθαι λέγειν ἀναγκαῖον, τοῦτο δὲ δεῖται βιβλίων, βιβλίοις ὁμιλητέον ὑμῖν.
Ἀλλʼ ἡδὺ τὸ μὴ πονεῖν, ὃ δέ γε φῂς αὐτός, ἀπαιτεῖ πόνον. καὶ τί δεινὸν ἀποστάντας ἡδονῆς βλαβερᾶς χρήσασθαι πόνοις συμφέρουσιν; εἰ δὲ τὸ τέλος τοῦ τέλους βέλτιον, βελτίων τῆς ἡδονῆς ὁ πόνος. ἡδὺ μὲν τοῖς γεωργοῖς ἀργεῖν, ἀλλʼ ἀνάγκη πεινῆν. διὰ τοῦτο ἀροῦσι καὶ σπείρουσι πονοῦντες, ὅπως μὴ τοῦτο πάθοιεν. ἔνι πόνος ἐν τῷ πλεῖν καί, νὴ Δία γε, καὶ κίνδυνοι. ἀλλὰ τὸ προσθεῖναι τοῖς οὖσιν ἥδιον ἢ τὸ μηδὲ ἐπιβῆναι τοῦ σκάφους. εἰ ταῦτα πύκτης ἐλογίζετο, πότʼ ἂν ἠνέγκατο στέφανον; ἡδὺ ζῆν ἔξω λόγων. ἡ δʼ ἐν δικαστηρίοις σιωπὴ λύπην οὐκ ἔχει; ἀηδὲς συγγράμμασι δοῦναι τὰ ὄμματα. ὁ δὲ ἐντεῦθεν τόκος οὐχ ἥδιστον; οὕτω τὰ μὲν ἡδέα ἡμῖν εἰς ἀηδίαν τελευτᾷ, τὰ δὲ ἀηδῆ δοκοῦντα εἰς ἡδονήν, ἡδονὴν ἣ μόνη πρέπουσά ἐστιν ἀνδρί γε ὡς ἀληθῶς, ἣν ἔξεστι καλὴν προσειπεῖν. τί γὰρ εἴποι τις ἂν κάλλιον ἢ εἰ καθʼ ἅπασαν τὴν πόλιν λόγος εἴη περὶ λόγους ῥηθέντας καλῶς; οὕτω μὲν ἂν καὶ ἀλλήλοις ἐγώ τε καὶ ὑμεῖς ἡδέως συνείημεν, ἐγὼ μὲν εἰληφὼς χάριν, ὑμεῖς δὲ δεδωκότες, ὡς νῦν γε δυσχεραίνομεν ἀλλήλους, ὑμεῖς μὲν ἐμὲ τὸν ὑφʼ ὑμῶν ἀδικούμενον, ἐγὼ δὲ ὑμᾶς τοὺς ἀδικοῦντας ἐμέ.
Γένεσθε δὴ μεγάλοι καὶ ἰσχυροὶ καὶ λαμπροὶ καὶ τοὺς ἐν ταῖς ἄλλαις πόλεσιν ἡλικιώτας ὑμῶν αἰδέσθητε τούς τε νῦν λαγὼς ὑμᾶς ὀνομάζοντας ἄλλο τι κάλλιον καλεῖν ἀναγκάσατε. καὶ τάχα γʼ ἄν τις καιροῦ πρεσβείας ἥκοντος ἐφʼ ὑμᾶς ἔλθοι τοὺς μὲν πρεσβυτέρους ἀφιεὶς ὡς ἄν τινος δεομένους ἀναπαύσεως, ὑμῶν δέ τινας ἰέναι γράφων ὡς εἰσοίσοντας ἀπὸ τῆς γνώμης ὁπόσα ἂν ἐκεῖνοι. τοῦτο μᾶλλον ἀγορῶν ἁπασῶν καὶ στοῶν κοσμήσειεν ἂν τὴν πόλιν. τοῦθʼ ὑμᾶς μᾶλλον ἢ πάντες μὲν ἀθληταὶ τέρψει, οἶμαι, πάντες δὲ κυνηγέται, πάντες δὲ ἡνίοχοι. τοῦτʼ ἐμοὶ τὰς πολλὰς τὰς νῦν ἀθυμίας ἐκβαλεῖ τῆς ψυχῆς. τοῦτο μόνον ἄν μοι γένοιτο πρὸς τὰ παρόντα φάρμακον.