ΠΡΟΣ ΝΙΚΟΚΛΕΑ ΠΕΡΙ ΘΡΑΣΥΔΑΙΟΥ.
Καλῶς ἐποίησας, ὦ Νικόκλεις, ἀπιστήσας ταῖς κατʼ ἐμοῦ παρʼ ἐνίων αἰτίαις. ἦν γὰρ οὐδʼ ὁτιοῦν ἐν αὐταῖς ἀληθείας, ᾧ καὶ τεθαρρηκὼς διʼ ὅρκου πίστιν ἐποιούμην. καὶ τοῖς πράγμασι δὲ αὐτοῖς καὶ τῇ περὶ αὐτῶν διηγήσει πειράσομαί σοι τοῦτο ποιῆσαι καταφανές, ἵνʼ αὐτός τε σαυτὸν ἐπαινῇς οὐκ ἐξηπατημένος εἴ τέ τις τοῦτο πέπονθε, ῥᾷον αὐτὸν μεταπείθειν δύναιο.
Ἧκον ἑσπέρας εἰς τὸ βαλανεῖον ὃ τῇ πόλει δέδωκε Τραϊανὸς βασιλεύς, καὶ ἐπειδή μοι τὰ πρὸς τὴν θεὸν εἶχεν ἱκανῶς, ἐκαθήμην καὶ πλησίον μου Μενέδημος, ἔπειτα τρεῖς ἕτεροι τῶν πολιτευομένων ἐλθόντες καθῆντο καὶ αὐτοὶ καὶ διηγοῦντο διήγησιν μακρὰν πραγμάτων ἐν συμποσίῳ γεγενημένων τοῦ στρατηγοῦ μὲν ὄντος ἑστιάτορος, δαιτυμόνων δὲ αὐτῶν. τὸ δὲ δὴ κεφάλαιον, παρῄνει πέμπειν ὁ στρατηγὸς ὡς τὸν βασιλέα πρεσβείαν καὶ τῇ πατρίδι βοηθεῖν· ὡς οὔπω κινδύνων καθαρῶς ἀπηλλαγμένῃ, προσγεγενῆσθαι γὰρ τοῖς ἐν τῇ στάσει κακοῖς τὸ τὴν ἐλπισθεῖσαν πάλαι πρεσβείαν μὴ τετελέσθαι. πεπεῖσθαι δὲ εἰπόντες τῇ συμβουλῇ μετὰ τοῦ δακρύειν, λέγειν δὲ καὶ τὸν σύμβουλον μετὰ δακρύων ὡς ὄντος τοῦ φοβοῦντος μεγάλου, ταῦτʼ οὖν ὑπειπόντες προσέθεσαν, ὡς αὐτοὶ μὲν εἶεν πρέσβεις ὁμολογίᾳ τῇ σφῶν αὐτῶν, δέοιντο δὲ τετάρτου, δεδόχθαι γὰρ δὴ πέμπειν τοσούτους, καί, ἔτυχε γὰρ πλησίον καθήμενος Εὐσέβιος ὁ σοφιστής, ᾔτουν παρʼ ἐμοῦ τὸν ἄνθρωπον, ἐγὼ δὲ τοῦτον αὐτῶν ἐπʼ ἐκεῖνον μετέφερον τὸν λόγον, ὡς βέλτιον ὂν οὐκ ἐμὲ κελεύειν, ἀλλὰ πείθειν ἐκεῖνον. ἤκουσε ταῦτα. ὑπήκουσεν, οὐ γὰρ ἦν καλὸν ἀπειθεῖν. προσλαβόντες δὴ τὸν τέταρτον δέονταί μου τῆς ἐπιούσης παρεῖναί τε αὐτοῖς ὡς τὸν στρατηγὸν εἰσιοῦσι καὶ συμπράττειν ὅ τι δυναίμην ἐγγύθεν. πείθομαι ῥᾳδίως ὑπʼ εὐηθείας. εἰ δὲ νοῦς ἐνῆν μοι, διωσάμην ἂν τὸν λόγον ἀναμιμνήσκων αὐτούς, οἵων ἀνθʼ οἵων ἔτυχον καὶ ὡς τιμῶν ἠτιμαζόμην καὶ ὡς διώκων αὐτοὺς ἠνώχλουν καὶ ὡς οὐκέτι τοῦτο δρῶντος ἥσθησαν. ἀλλʼ οὐδὲν ἐκείνων τῶν πολλῶν ἐξετάσας ἥξειν τε ἔφην καὶ ἦλθον. εἰσελθόντων δὲ ἡμῶν καί τινων ῥημάτων γιγνομένων εἰς πρόφασίν τε ἑκάστου καταφεύγοντος ἐμὲ τοῦ πράγματος καταστήσας κύριον ὁ στρατηγὸς ἐπʼ ἀποδεδειγμένοις τοῖς πορευσομένοις εἰσελθεῖν αὖθις ἔδωκεν. ἐξήλθομεν. ἐν ματαίοις λόγοις οὐκ ὀλίγον τῆς ἡμέρας διετρίβη μένειν αὑτῷ προσήκειν ἑκάστου λέγοντος, ἕτερον δὲ βαδίζειν. κἀν τούτοις ἐμοὶ μὲν οὐδεὶς προσεῖχεν οὐδʼ ἠρώτα οὐδὲν οὐδὲ ἀπῄτει ψῆφον, ἐφʼ ἑτέρους δὲ τὴν κρίσιν ἦγον, ὥστʼ ἐμὲ μηδὲν διαφέρειν τῶν ἔξωθεν περιεστηκότων. ἀπειπὼν οὖν καθήμενος καὶ καταγελώμενος πολλάκις ὁρμήσας ἐπὶ τοὺς νέους καὶ τὰ ʼμαυτοῦ κωλυθεὶς ὑπό του τῶν φίλων ὡς ἀδικήσων τὸν στρατηγόν, εἰ οὕτως ἀπέλθοιμι, χωρῶ τε παρʼ αὐτὸν καὶ εἰπὼν οὐδὲν δεδυνῆσθαι τῆς ἐκείνου ῥώμης ἔφην δεῖσθαι τὸ πρᾶγμα. καὶ οὐκ ἐψευδόμην· ὑποδείξας γὰρ ὀργῆς τι πάντας εἶχε δεχομένους τὴν ὁδόν, ἐρομένων δέ, ὅστις τοῖς ἐκείνων ἀντʼ ἐκείνων ἀρκέσει, τῷ μὲν τὸν κηδεστὴν εἶπε, τῷ δὲ τὸν ἀδελφόν, Θρασυδαίῳ δὲ αὑτόν. καὶ ὃς προσεκύνησεν, οὐχ ὡς ἄν τις ἐξομνύμενος, ἀλλʼ ὡς ἄν τις ἔχων τοιοῦτον ὑπὲρ τοιούτων ἐγγυητήν. εἰπόντος δέ τινος Μενέδημον καὶ ὡς τὰ μέγιστα ἂν ὀνήσαι καὶ φρονήσει καὶ γλώττῃ καὶ δάκρυσιν, οὗ τούτων καιρός, ὁ στρατηγὸς οὐκ ἐδέξατο, πρὸς τί μὲν βλέπων, οὐκ οἶδα, καὶ γὰρ οὐδʼ ἐφθέγξατο, οὐ μήν, ὅπερ ἔφην, ἐδέξατο. τούτων τοίνυν ἐγνωσμένων καὶ πεπηγότων ἀπιόντων ἡμῶν ἐμὸν ἔργον Θρασύδαιος ἔφησεν εἶναι τὸ μεῖναι Μενέδημον, καὶ παίζειν αὐτὸν ἡγούμενος πόσου τοίνυν ἀπεδόμην τὴν μονήν; ἠρόμην. ὁ δὲ τοῦτο μὲν ἔφη μικρὸν ὕστερον δείξειν, ἔχειν δὲ τὸ πρᾶγμα οὐκ ἄλλως, ἀλλʼ ἐμὸν εἶναι τὸ ἔργον. καὶ οὐκ ἀπέχρη ταῦτα, ἀλλὰ δείλης προσπεσών μου ταῖς θύραις καὶ περὶ αὐτὰς εὑρὼν παῖδα τὸν ἐμὸν καθήμενον, οὗ τἀμὰ γνώμῃ βασιλέως γέγονε κελεύσαντος ὑποχωρῆσαι τὸν περὶ ταῦτα νόμον, τοῦτον οὖν ὁ Θρασύδαιος εὑρὼν εἵλκυσεν εἰς λειτουργίαν βοῶν καὶ μόνον οὐ παίων λέγων αὐτὸν κεκτῆσθαι γῆν ἀνδρὸς βεβουλευκότος. καὶ τοῦτο μὲν οὐκ ἐψεύδετο, θαυμάσαι δὲ ἄξιον, ὅπως ἐν τοῖς ἄλλοις τοῦτʼ οὐχ ἑώρα τὸ δίκαιον τοσούτων κτημάτων ἐπʼ ἄλλους μετερρυηκότων καὶ μάλιστα δὴ τὸν ἑαυτοῦ κηδεστὴν Θεμίσωνα. ἐγὼ δὲ τὸ μὲν τὸν Κίμωνα λειτουργῆσαι πολλάκις καὶ ἐβουλήθην καὶ εὐξάμην, καιρὸν δὲ ἀναμένειν ᾤμην δεῖν. οὗτος δὲ ἦν ἀναβιῶναι τὴν βουλὴν καὶ γενέσθαι τὴν προτέραν ἐκείνην. ἐκεῖνο μὲν γὰρ ἦν λειτουργεῖν, τὸ δὲ νῦν ἀπολωλέναι. οὕτω κακῶς τὸ πρᾶγμα ἔχει ἄλλαις τε οὐκ ὀλίγαις αἰτίαις καὶ τῷ τῶν λειπομένων τοὺς ἰσχυροτέρους πορθεῖν τὰ τῶν ἀσθενεστέρων. Θρασύδαιος δὲ τοιαῦτα παροινήσας οὐκ ἐνταῦθα ἔστη, ἀλλʼ εἰς τοσοῦτον ἧκεν ἀσελγείας, ὥστʼ ἄρας τὴν φωνὴν λόγους μὲν ἔλεγέ μοι συγκεῖσθαι κατὰ πάντων ἀνθρώπων οὐδὲ τὸ κατὰ πάντων μανίαν ἡγούμενος· τίς γὰρ ἂν εἷς ἄνθρωπος περὶ πάντων ἔλεγε καὶ ταῦτα τοῦ χρόνου τὸ πλέον τοῖς βουλομένοις μανθάνειν νέμων; ὁ δὲ καὶ αὑτὸν ἔλεγεν εἶναι τούτων ἕνα καθʼ ὧν σύγκεινταί μοι λόγοι. καίτοι τῶν φίλων τῶν ἐμῶν ἅπαντα τὸν χρόνον ἠξίου νομίζεσθαι καὶ εἴ τῴ γε ἧττον ἑτέρου δοκοίη, δεινὰ πάσχειν ἔφασκε καὶ ἀδικεῖσθαι. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; τοῖς γὰρ εἰσιοῦσιν ὡς αὐτὸν ὁπότε ἀσθενοίη, ἦν ὁρᾶν εἰκόνα ἐμὴν ὑπὲρ τῆς κλίνης αὐτοῦ καὶ ἐφιλοτιμεῖτο τῇ τιμῇ καὶ οὐ τοῦτʼ ἔφασκεν εἶναι θαυμαστόν, εἰ αὐτὸς ἔχοι, ἀλλὰ τὸ μὴ καὶ πάντα τὸν ἐμῶν περὶ αὑτὸν ἀπολελαυκότα πόνων. ἔστιν οὖν ὅπως ἐκεῖνα πεπεισμένος ταῦτα ἂν ἔδρα; οὐκοῦν ἐξελέγχεται συκοφαντῶν οἰόμενος παροξυνεῖν ἐπʼ ἐμὲ τῶν ἀκουόντων ἕκαστον καὶ κοινόν τινά μοι τοῦτον περιστήσειν πόλεμον; εἶθʼ ἵνα μή τις αὐτὸν ἔρηται· καὶ σοὶ πόθεν ταῦτα ὑπῆρξε μαθεῖν; ἐμέ φησιν ἐμαυτοῦ πρὸς αὐτὸν κατειπεῖν. ἐκ ποίας ἀνάγκης; τίνος βασάνου βιαζομένης; ποίων πληγῶν; ποίου σιδήρου; τίνος πυρός; ἤ, εἰ μὴ τοῦτο, ποίας μέθης; τί δαί μοι καὶ τὸ κέρδος εἰδέναι ταῦτα τοῦτον μέλλοντά γε θρασύτερον οἷς ἤκουσεν ἔσεσθαι; ᾔδειν δὲ αὐτοῦ τὴν φύσιν τὴν εἰς ὀργὴν μὲν ἑτοίμην, κινηθεῖσαν δὲ οὐκέτʼ οὖσαν καθεκτὴν οὐδὲ δυναμένην αἰδεσθῆναι τῶν πάντων οὐδέν. ἐμαυτὸν οὖν τηνάλλως κατεκρήμνιζον; οὕτω δέ ἐστι σοφός, ὥστʼ οὐχ ὁρᾷ καθʼ ἑκάτερον αὑτὸν αἱρῶν, εἴτε ἤκουσεν εἴτε καὶ οὐκ ἤκουσεν. ἢ γὰρ ἐσυκοφάντει τὰ οὐκ ὄντα ἀποφαινόμενος ἢ τὴν ἐν τῇ φιλίᾳ πίστιν ἠδίκει, εἴπερ ὡς οὐκ ἐξερῶν ἀκούσας ἐξεῖπεν ἀκηκοώς.
Μενέδημον γάρ, φησιν, ἐξήρπασας τῆς πρεσβείας, ἐμὲ δὲ οὒ καίτοι τῆς αὐτῆς οὔσης ἀμφοτέροις καταφυγῆς τῆς περὶ τὰ ἄρθρα νόσου. καὶ τίς ἡ παρʼ ἐμοῦ τῷ Μενεδήμῳ βοήθεια; οὔτε γὰρ ἐν τῇ βουλῇ τοιοῦτον εἶπον οὐδέν, ὅτι ὦ ἄνδρες, οὐκ ἔστι Μενεδήμῳ κινεῖσθαι. πῶς ἂν οὖν πρεσβεύσειε; τῷ τε στρατηγῷ σιγῶν παρεκαθήμην διέχων τοσοῦτον, ὡς μηδὲ δύνασθαι συκοφαντηθῆναι τὸν ὦμον, οὔτε ἔξω τούτων οὐδὲν ἐπράχθη τι παρʼ ἐμοῦ πρὸς τοῦτο φέρον. καὶ δὴ καὶ τὸν Ἥλιον ὄμνυμι καὶ πάντας θεοὺς μήτʼ ἀκηκοέναι τι παρὰ Μενεδήμου περὶ τῆς ἐνταῦθα βοηθείας μήτε συμβεβλῆσθαι μηδὲν μήτʼ εἰδέναι μοι χάριν ὑπὲρ τοιούτου μηδενὸς Μενέδημον.
Ἐμὲ γάρ, φησιν, ἠρώτας, εἰ δύναιτο ἄν οὐκοῦν μόνον, ἄλλον δὲ οὐδένα, οὐδʼ ἂν εἴποι παρελθὼν οὐδεὶς ἕτερος ἠρωτῆσθαί τι τοιοῦτον; καίτοι καὶ εἰ πάντες τῶν αὐτῶν ἦσαν ἀκούσαντες ῥημάτων, οὐδʼ οὕτω τοῦτʼ ἂν ἔπραττε Μενεδήμῳ τὴν μονήν. ἦν γὰρ τοῖς ἠρωτημένοις, εἴπερ ἤθελον, ἀποκρίνασθαι καὶ πάνυ τὸν ἄνθρωπον δύνασθαι. νῦν δʼ οἱ μὲν οὐκ ἤκουσαν, σὺ δὲ πρὸς τῷ τοίχῳ μόνος καὶ μικρᾷ γε τῇ φωνῇ. τίς οὖν ἐντεῦθεν ἀπαλλαγὴ τῷ Μενεδήμῳ; εἰ δʼ οὖν καὶ περὶ σοῦ τοιαῦτα ἠρώτων ἕτερον, ὄντος καὶ ἐν σοὶ ταὐτοῦ νοσήματος οὐδὲν ἂν ἄλογον ἔπραττον. οὐ γὰρ ἐν ἐξετάσει τό γε σὸν ἦν, ἀλλʼ ἀνωμολόγητο, καί σε πρεσβευτὴν ἐπεποιήκει τὸ συμπόσιον καὶ τοὺς ἐπαινοῦντας εἶχες τῶν μὲν τὸν φιλόπολιν, τῶν δὲ τὸν ἄοκνον καλούντων, ἑτέρων τὸν πρὸς τὴν αὑτοῦ δίκαιον, ἄλλων τὸν φιλόπονον, καὶ οἷα δὲ ἐρεῖς καὶ ὅσα καὶ ὡς θέλξεις τὸν βασιλέα. καὶ σὺ ταῦτα ἀκούων ἐρῶν ἐφαίνου τῆς ὁδοῦ δῆλον ὅτι θαρρεῖν ὑπὲρ τοῦ σώματος ἔχων καὶ πιστεύων αὑτῷ τὴν διακονίαν οἴσειν, ὥστε σου τὰ περὶ τῆς νόσου μετὰ ταῦτα ῥήματα σχήματος εἶναι δοκεῖν, οὐκ ἀληθείας καὶ θρυπτομένου μᾶλλον ἢ βουλομένου μένειν, ἐπεὶ τοῦ χάριν οὐ προσελθών μοι καὶ λαβόμενος τῆς δεξιᾶς ἔλεγες πρὸς οὖς, ὅτι ὦ φίλτατε, τῶν μὲν ἐπὶ τῆς ἑστιάσεως εἰρημένων μοι καὶ ὡμολογημένων πολλὴν ἄνοιαν κατέγνωκα· ἃ γὰρ οὐκ ἂν οἷός τε ἦν ὑπομεῖναι, ταῦτα ἐπηγγελλόμην μείζω τῆς δυνάμεως φθεγγόμενος. δέομαι δή σου πάντα τρόπον εἰς τὸ λυθῆναί μοι τὰ τῆς προπετείας ἀμῦναι. τοιαῦτα ἔδει λέγειν, τοιαῦτα αἰτεῖν, ἐπὶ τοιαῦτα βοηθὸν καλεῖν. καίτοι χαλεπὴ μὲν ἡ συμμαχία καὶ τὴν τῶν ἄλλων ἔχθραν ἡμῖν ἐπιφέρουσα. ἢ σὺ μὲν διὰ Μενέδημον ἐπʼ αἰτίᾳ ψευδεῖ τοιαῦτα ἔδρας, οἱ δʼ οὐκ ἂν διὰ σὲ σαφοῦς ἀπολαύοντα ῥοπῆς; ὁ δὲ ταύτην ἀφεὶς τὴν οὐ δικαίαν μὲν οὐδʼ αὐτήν, ἐπιεικεστέραν δὲ ὁδὸν οὐδὲν ὑπʼ ἐμοῦ παθὼν οὔτε μεῖζον οὔτε ἔλαττον ἐπῆλθεν, ἐπεστράτευσεν, ἐνέβαλεν, οὐδὲν ἀσελγείας ἀπέλιπε τὰ μὲν εἰπών, τὰ δʼ οὔπω βούλεσθαι φήσας ὄντα πολλῷ τῶν εἰρημένων δεινότερα. εἶτʼ ὦ ταραχῆς ἔμπλεως, περὶ τὸν αὐτὸν ἄνθρωπον ἄμφω, πόλεμός τε καὶ φίλτρον, καὶ μῖσος καὶ κηδεμονία; ἐν οἷς μὲν γὰρ ἔλεγες, τὸ τοῦ δυσμενοῦς ἐποίεις, ἐν οἷς δὲ οὐκ ἔλεγες, τὸ τοῦ φειδομένου. καίτοι χρῆν ἢ πάντα σιγᾶν ἢ μηδὲν καὶ ἢ τὸν αἰδούμενον ὅλως ἢ τὸν οὐκ αἰδούμενον δεικνύειν. νῦν δʼ οἷς εἴρηκας τὸ μηδὲν εἶναί σοι πλέον εἰπεῖν ὡμολόγησας. τί δʼ ἂν καὶ μεῖζον εἶχες εἰπεῖν τῶν ἀναριθμήτων λόγων; τί καινὸν οὕτως ἀδίκημα; τίς ἐπὶ τὴν γῆν καὶ τὴν θάλατταν τὴν ἑαυτοῦ γλῶτταν ἀφῆκε; τίς σοφιστής; τίς ῥήτωρ; τίς ποιητής; ὁ δὴ μόνος τοσαῦτα κακῶς εἰπὼν καὶ μηδενὸς ἀπεσχημένος καὶ τοιαύτας ἡδονὰς ἡσθεὶς ἐκ τίνος ἂν ἑτέρου νομισθείη κακίων; οὕτως οὐδὲν ἐν οἷς οὐκ ἐρεῖν ἔφη παρῄει, ἀλλʼ ᾤετο μὲν ταράξειν λέγων ἔχειν, εἶχε δὲ οὐδέν.
Τῶν τοίνυν ἀκουόντων περὶ τῶν γεγενημένων ἀπιστούντων, εἰ πρὸς τοσοῦτον ἥκοι θράσους, πάλιν ἐποιεῖτο τὴν αὐτὴν ἐπίδειξιν καὶ πάλιν αὐτὸς ἦν ταὐτὰ μὲν κατηγορῶν, ταὐτὰ δὲ ἀπειλῶν, ταὐτὰ δὲ φθεγγόμενος ἐν ξένοις, ἐν πολίταις, ἐν τοῖς ἐμοῖς φιλτάτοις. εἶθʼ ὡς ἀπεῖπεν ὑβρίζων, παριόντα προσεῖπε κυνὸς ἁπάσης παρελθὼν ἀναίδειαν. ἐγὼ δὲ ὢν ὅσπερ εἰμί, πάντως δὲ οὐκ ἀγνοεῖς, ὦ Νικόκλεις, τὸν τρόπον οὐδʼ ὡς μεμελέτηκα τὰ τοιαῦτα φέρειν, τί οὖν ἔμελλον δράσειν ἢ ὅπερ πεποίηκα; ἀντιπροσεῖπον. ὡς οὖν ἐξαληλιμμένων ἁπάντων ἐκείνων τοῖς ὀλίγοις τούτοις ῥήμασι τοῖς προσρήσεως ἕλκων ἐρυθριῶντα τὸν αὑτοῦ κηδεστὴν εἰσελθὼν οὗ σύνειμι τοῖς νέοις ἐκάθητο οὐ κύπτων εἰς γῆν, οὐ κνώμενος τὴν κεφαλήν, ἃ τῶν αὑτῶν κατεγνωκότων ἐστί. καίτοι ἔγωγε ἡγούμην ἠδικηκέναι μὲν ὁμολογήσειν αὐτόν, ἐγκώμια δὲ συγγνώμης ἐρεῖν γονάτων τε τούτων ἐχόμενον ἀξιώσειν τυχεῖν ὧνπερ ἄν, εἰ ἐμεμήνει. ὁ δʼ ὥσπερ ἐπὶ τιμωρίαν εἰσελθὼν καὶ δικαίως ἂν ἱκετευθεὶς παρʼ ἐμοῦ θυμόν τε ἐδείκνυ καὶ μικρόν τι μικρᾷ τῇ φωνῇ φθεγξάμενος ᾤχετο. εἶτα πρὸς τοὺς ἐντυγχάνοντας Μενέδημον δὲ ἐμοῦ προτετιμῆσθαι καὶ τοιαῦτα ἐσχετλίαζε λέγων, ὡς ἐπαινοίη Μενέδημος τοὺς αὑτοῦ διδασκάλους. καλῶς γε ἐκεῖνος καὶ τὰ δίκαια ποιῶν, ἐπεὶ καὶ γονέας τοὺς αὑτοῦ θεραπεύων χρηστὸς ἂν ἦν καὶ περὶ τὴν φύσιν εὐσεβής. οὐ δὴ μισήσειν ἔμελλον ἐγὼ διʼ ἀρετὴν ἄνθρωπον, ἣν ἔδει καὶ σὲ μιμεῖσθαι. νῦν δʼ ὁ μὲν καὶ τεθνεῶτας ἐκείνους θεραπεύει καὶ ὅ τι αὐτοῖς οἴεται καλὸν εἰρῆσθαι, τοῦτο εἰς μέσον ἀεὶ καὶ φέρει καὶ ᾄδει, σὺ δὲ τὸν σαυτοῦ ζῶντα κακοῖς ἥδιστα μὲν ἂν καὶ πατάξας, ἐγκαλῶν δὲ τῷ ταῦτα οὐκ ἐῶντι νόμῳ. ἐγὼ δὲ πάντα μὲν δίκαιον παντὸς ἀδίκου μᾶλλον ἐπαινέσαιμʼ ἄν, οὐ μὴν τοὺς ἑτέροις γε ὡμιληκότας τῶν ἐμοὶ κατʼ αὐτό γε τοῦτο μᾶλλον ἀγαπῶν φανείην ἄν, οὐδὲ γὰρ ἄλλος οὐδεὶς σωφρονῶν, οὐδὲ τὸν μὲν ἤθελον οἴκοι μένειν, σὲ δὲ ἰέναι κατʼ αὐτὸ τοῦτο τὸ τὸν μὲν εἶναι τοῦ δεῖνος μαθητήν, σὲ δὲ ἐμόν. ἀλλʼ ὅπως ἔσχε ταῦτα διηγησάμην.
Εἰ δὲ Μενέδημος πρότερον μὲν οὐκ ἦν φίλος, νῦν δέ, τί θαυμαστόν; πολὺ γὰρ δὴ τοῦτο ἐν τοῖς τῶν ἀνθρώπων πράγμασιν, ἤν τε Ἕλληνα εἴπῃς ἤν τε βάρβαρον, ὁ αὐτὸς ἑκάτερον, νῦν μὲν τοῦτο, νῦν δʼ ἐκεῖνο, τῆς αὐτῆς πολλάκις ἡμέρας καὶ τοῦτο κἀκεῖνο. ἴσμεν δὲ τὰς παρὰ τῶν Ἑλλήνων ὡς τὸν Πέρσην πρεσβείας καὶ τὰς Ἀθηναίων πρὸς Φίλιππον συνθήκας ἐν αἷς ἦν καὶ συμμαχία. καὶ πρό γε τούτων ὁρῶμεν παρʼ Ὁμήρῳ τόν τε τῶν Τρώων ἄριστον καὶ τὸν τῶν Ἑλλήνων, ὄφρʼ Ἀχιλεὺς μήνιε, συμπεσόντε μὲν ἐπὶ φόνῳ, διαλυθέντε δὲ μετὰ δώρων ἃ τὴν φιλίαν ἐμήνυε. καὶ τί δεῖ τὰ παλαιὰ λέγειν; νυνὶ γὰρ εὐχαὶ μὲν ὑπὲρ Ῥωμαίων ἐν Πέρσαις, εὐχαὶ δὲ ἐν τῇ γῇ τῇ Ῥωμαίων ὑπὲρ τῆς ἐκείνων ἀρχῆς. καίτοι τίς οὐκ οἶδε τάς τε ἐκείνων εἰς τὴν ἡμετέραν ἐμβολὰς τὰς πολλάς, ὧν καθʼ ἑκάστην ἡρπάζοντο πόλεις, τήν τε ἀντὶ τούτων στρατείαν ἣ τὰ ʼκείνων οὕτως ἤλεγξεν, ὥστʼ εἰ μὴ δαίμων τις φθονερὸς ἀντέπεσε, μέρος ἂν ἦσαν τῆς Ῥωμαίων ἀρχῆς. καὶ Μενέδημος τοίνυν φιλίας ἐπιθυμήσας οὐκ ἦν ἀπελαύνεσθαι δίκαιος οὐδʼ εἴ τι πρότερον ἡμαρτηκὼς ἦν. πολλοὺς γὰρ εἶχεν ἐξαριθμεῖν σπονδῶν τετυχηκότας. οὐ γὰρ οἶδʼ ὅστις ἐμοῦ πλείοσιν ἀφῆκεν αἰτίας. μὴ δὴ τὸν πρὸ τῆς φιλίας λεγέτω μοι τις χρόνον, ἀλλʼ εἴ τι δυσμενείᾳ πρέπον ἐν αὐτῇ γεγένηται. τοῦτο δὲ δεικνύειν οὐκ ἔχων μὴ φθόνει τῷ κτησαμένῳ φίλον μηδὲ τὸν ταῖς ἐμαῖς συνουσίαις ἡδόμενον ὡς ἂν ἀμείνω γιγνόμενον ἔλαττον ἔχειν ἀξίου τῶν τοῦτο ποιουμένων ζημίαν μηδὲ τὸν διώκοντά με τῶν φευγόντων μηδὲ τὸν τιμῶντα τῶν ὑβριζόντων μηδʼ οἴου τὸ πεφοιτηκέναι σε παρʼ ἐμὲ κατʼ ἐμοῦ τοῦ μηδὲν ἀδικοῦντος μᾶλλον ἢ κατὰ σοῦ τοῦ τὰ τοιαῦτα πεποιηκότος εἶναι.
Ἆρʼ οὖν εἰς λόγους εὐθὺς ἐλθὼν ἡμῖν οὗτος ὁ Θρασύδαιος ἐγένετο μετριώτερος; πολλῷ μὲν οὖν χαλεπώτερος, ὅσῳ τότε μὲν ὕβριζεν, ἐν δὲ τούτοις ἐπεβούλευε, μᾶλλον δὲ ἄμφω μὲν πρότερον, ὕστερον δὲ μειζόνως τὸ δεύτερον. εὐπορῶν γὰρ οὐκ ὀλίγων τῶν παρὰ τῷ στρατηγῷ δυναμένων ὑπὲρ ὧν ἐβούλετο διαλεχθῆναι ἀφεὶς ἅπαντας ἐκείνους ἐμὲ τὸν ταῦτα αὐτῷ πράττοντα ἐβούλετο γενέσθαι οὐχ ὡς ἥττονος ἐν ἐκείνῳ τῆς βοηθείας ἐσομένης, ἀλλʼ ἦν ἡ σπουδὴ τὴν ὀργὴν τῶν τοῦτο δυσχερανούντων καὶ τοὺς ἀπʼ αὐτῆς λόγους ἐπʼ ἐμέ τε ἐλθεῖν καὶ τὴν ἐμὴν κεφαλήν.
Καὶ ὅτι τοῦτʼ ἔστιν ἀληθές, γνοίη τις ἂν ἐκεῖθεν. αἰτήσας γὰρ δὴ τὸ ἔργον πρίν τι γενέσθαι πρὸς τοὺς παρʼ αὐτὸν εἰσιόντας ὡς ἐπὶ πένθει πιστεύειν τε ἔλεγεν ἀπολυθήσεσθαι τῆς ὁδοῦ καὶ διʼ ἐμοῦ τοῦτο ἔσεσθαι. καίτοι σιγᾶσθαι ταῦτα ἐλυσιτέλει. ἀλλʼ οὐκ ἂν ἔπασχον σιγωμένων ἃ ῥηθέντων ἔπαθον. ἔπαθον δὲ τί; ἐχθρὸν μὲν οἷς τοῦτο οὐκ ἤρεσκεν ἔφασκον εἶναί με τῷ βασιλεῖ, φίλον δὲ τῷ τυράννῳ, καὶ τῶν ἀπὸ τῆς πρεσβείας τούτῳ με φθονοῦντα τὴν ἐσομένην ἐντεῦθεν ἐκείνῳ βλάβην κωλύειν, δραμόντων δὲ ὡς αὐτὸν τῶν ταῦτα ἀκουσάντων καὶ οὐκ ἐώντων περὶ τοιούτων αὐτῷ πρὸς ἐμὲ λόγον οὐδένα, εἶναί γε εὐλογώτερον διὰ τοῦ τὴν μὲν γυναῖκα θρηνοῦντος, περὶ δὲ τῇ θυγατρὶ δεδιότος εὑρίσκεσθαι τὴν λύσιν, λῆρον ἔφη πάντα εἶναι πλὴν ἑνὸς τούτου, τῶν παρʼ ἐμοῦ πρὸς τὸν στρατηγὸν περὶ τοῦ πράγματος λόγων. οὐ γὰρ ἔχων πεισθῆναι τὸ μὴ διʼ ἐμοῦ τὸν Μενέδημον ἀφεῖσθαι τὸν παρὰ τῶν ὀργιουμένων πόλεμον ἐπὶ τῷ συμπράττειν αὐτῷ με δίκην ἕξειν ἱκανὴν ἐνόμιζεν. οὐδὲ γὰρ ἐνταυθοῖ στήσεσθαι τὸν περὶ τούτων λόγον, ἀλλʼ ἥξειν φερόμενον οὗ βασιλεὺς ἵδρυται, τὸν δʼ ἥξειν ἐπὶ τιμωρίαν εὐθέως. ἔστι γάρ, ὦ Νικόκλεις, πόρρω τοῦ τὸν τρόπον εἰδέναι τοῦ βασιλέως καὶ ταῦτα μετὰ τοσοῦτον πλῆθος ἀποδείξεων. εἴχετʼ οὖν ἐμοῦ κακοήθως οὐχ ὡς οὐχ εὑρήσων ἕτερον τὸν διαλεξόμενον, ἀλλʼ ὅπως ἀδικεῖν δόξαιμι τὸν τῶν ὅλων κύριον, καὶ ἅμα τοῦ κοινωνοὺς ἔχειν τῆς ἀδοξίας ἣν ἐκ τῶν κατʼ ἐμοῦ ῥηθέντων ἠνέγκατο.
Ταῦτα, ὦ Νικόκλεις, διῆλθον ἐμαυτόν τε ἐπιδεικνὺς οὐ κακὸν εἰς Θρασύδαιον γενόμενον καὶ σὲ δικαίως οὐδὲν ἔχειν ἀληθὲς ἡγησάμενον τὰς αἰτίας.