ΠΡΟΣ ΤΟΥΣ ΝΕΟΥΣ ΠΕΡΙ ΤΟΥ ΛΟΓΟΥ.
Οὔθʼ ὑμᾶς ἄν τις αἰτιάσαιτο τὸν εἰωθότα ἀπαιτοῦντας λόγον, ὦ δόξης ἐπιθυμοῦντες ὑμεῖς, ἐμοί τε τὴν σιωπὴν ἔχειν ἡγοῦμαι λόγον· ὃν ἀκούσαντες συγγνώσεσθε μὲν ἐμοί, κατὰ δὲ τῶν παρεσχηκότων τὴν ἀνάγκην οὐκ ἄδηλον ὅτι καλέσετε τῶν θεῶν οἷς ἐστὶ μάλιστα κεχαρισμένον καὶ ποιεῖσθαι λόγους καὶ λέγεσθαι. θαυμάζω δέ, εἰ μὴ πρὸς ὑμᾶς αὐτοὺς ἐλογίσασθε, τί τὸ κεκινηκὸς τουτονὶ τὸν νόμον, καὶ πάλιν, εἰ μὴ λογισάμενοι τοῦτʼ αὐτὸ κατείδετε, καὶ πάλιν, εἰ μὴ κατιδόντες ἀντὶ τοῦ τὴν ἡσυχίαν ἄγειν ἢ μάχεσθαί γε τοῖς τούτων αἰτίοις ἐτολμήσατε λόγου μνημονεῦσαι πρὸς ἐμέ. εἰ δʼ οὖν οὔτε ἐζητήσατε οὔτε εὑρήκατε, λανθάνει δὲ ὑμᾶς τὰ παρὰ τῶν εἰς ἡμᾶς ἀδίκων, οὐδʼ ὑμῖν ἔνι διαφυγεῖν τὸ μὴ ταῦτα ἀδικεῖν, εἰ δέον ἐγρηγορέναι καθεύδετε καὶ δέον εἰδέναι τῶν περὶ ἡμᾶς ἕκαστον ἠγνοήκατε, καὶ ταῦτα ἐν ταὐτῷ μὲν χωρίῳ διατρίβοντες, συνόντες δὲ καὶ λαλοῦντες καθʼ ἡμέραν ἀλλήλοις καὶ οὐ μᾶλλόν γε ἕκαστος αὑτὸν ἢ τὸν πέλας εἰκότως ἂν ἐπιστάμενοι. οὐ γὰρ ἀπραγμοσύνης τοῦτʼ ἂν εἴη μᾶλλον ἢ περὶ ἡμᾶς ἀμελείας.
Διαλέξομαι τοίνυν ὑμῖν ὡς οὐδὲν τούτων ᾐσθημένοις, ὃ τίς ἂν πιστεύσειεν;
Εἰ μὲν οὖν ἀργίᾳ καὶ ῥᾳθυμίᾳ σιωπῶν ἠλεγχόμην, ᾐσχυνόμην ἂν κακοῦ τινος ἀνδραπόδου νόσημα τοῦτο ἡγούμενος, ᾧ τὸ κεῖσθαι καὶ ἢ μηδὲν ἢ μικρὰ κινεῖσθαι ἑορτῶν ἡ μεγίστη. νῦν δὲ τίς οὐκ οἶδεν, ὡς ἐν αἰτίαις μέν εἰμι παρὰ τοῖς φίλοις ἐπὶ τοῖς ἐν γήρᾳ πόνοις, τὸ ἀεί τι πλάττειν καὶ συντιθέναι λόγον μέλιτος ἥδιον ἄγων, καὶ τῆς περὶ τὰ ἄρθρα νόσου τοῦτʼ ἔστι τὸ δεινότατον, ὅτι κωλύει γράφειν. τίνος οὖν εἵνεκα πολλοῖς λόγοις ἔχων πληροῦν τὸν νόμον οὐκ ἐβουλήθην, ἀλλʼ οἱ μὲν εἰσίν, ἐγὼ δὲ οὐ δεικνύω;
Ἴσως μέ τις οἴεται τὴν περὶ τὰς ἀμοιβὰς ἐρεῖν ἀδικίαν. ἱκανὸν μὲν καὶ τοῦτο πρὸς ὀργὴν ἄνθρωπον ἀγαγεῖν καὶ ποιῆσαι σιωπᾶν, νέος χρήματα παρὰ τοῦ πατρὸς λαμβάνων, ὡς τῷ σοφιστῇ κομιῶν, ὧν τὰ μὲν εἰς πότους ἔτρεψε, τὰ δὲ εἰς κύβους, τὰ δὲ αἰδοίοις ἔδωκε θρασυτέροις ἔστιν οὗ τοῦ νόμου· ἔπειτα πρὸς αὑτὸν ὀνειδίσας τὴν ἀναίδειαν εἰσπηδᾷ, κέκραγεν, ἀπειλεῖ, τύπτει, πάντας ἡγεῖται καθάρματα, μισθὸν ἀξιοῖ νομίζεσθαι τὴν εἴσοδον αὑτοῦ. τῷ πένητι δὲ καὶ συγγνώμη καὶ μέμψις· τὸ μὲν γὰρ μὴ διδόναι τοῦ μὴ δύνασθαι, τὸ δὲ συντεταγμένους τοῖς ἑτέροις μετʼ ἐκείνων ὑβρίζειν ποῦ φορητόν; εἰσὶ δὲ οἳ καὶ μᾶλλον ἐκείνων παροινοῦσιν, ὡς ἐν τούτῳ κρύψοντες τὸ μηδὲν τεθεικέναι, εἶτʼ ἐκείνοις ὑποπεπτωκότες τὸν μὲν χρόνον εἰς τὴν καλὴν ταύτην κολακείαν ἀναλίσκουσιν, ἀπελθόντες δὲ οἱ μὲν αὐτῶν οὐδὲ ἴσασι τὸν σοφιστήν, οἱ δʼ ὅ,τι καὶ δύναιντο, ποιοῦσι κακῶς.
Ἄλλος μὲν οὖν ἂν καὶ ταύτην ἐποιήσατο τοῦ μὴ λέγειν αἰτίαν, οὐκ ὀκνῶν βοᾶν, ὡς ἀμύνοιτο τοὺς τοιούτους τῷ μὴ πάντα παρέχειν· ἐμοὶ δέ, πάλαι γὰρ ἐθάς εἰμι τοῦ μὴ λαμβάνειν, ἴσως μὲν ἀμφοτέρους ζημιῶν, τόν τε οὐ διδόντα τόν τε οὐ λαμβάνοντα, παλαιὸν δʼ οὖν τοῦτό γε καὶ ταύτῃ συγκεχωρημένον. τὰ μὲν οὖν περὶ ἀργύριον οὐκ αἴτια τοῦ μὴ τὰς τῇδε συνουσίας κατακλυσθῆναι λόγῳ.
Τί οὖν, εἰ μὴ ταῦτα; οὐχ ὁρῶ τοὺς νέους ἅπαντας ἐρῶντας τῶν ἐπιδείξεων οὐδὲ εἰδότας, ὅ τι ἐστὶ τὸ ἡμέτερον. καὶ τούτου λαμπρὰν ἐποιήσαντο τὴν ἀπόδειξιν ἦρί τε καὶ χειμῶνος κἀν τοῖς ἐν ἑκατέρῳ λόγοις. σκοπεῖτε δέ· καλεῖν κελεύω τοὺς νέους ἐπʼ ἀκρόασιν. δραμὼν ὁ παῖς τοῦτο ποιεῖ. οἱ δʼ οὐ μιμοῦνται τὸν ἐκείνου δρόμον, ὃν ἔδει τῷ παρʼ αὑτῶν καὶ νικᾶν, ἀλλʼ οἱ μὲν ἐν ταῖς ᾠδαῖς μένουσιν, ἃς ἴσασιν ἅπαντες, οἱ δʼ ἐν φλυαρίαις, οἱ δʼ ἐν γέλωσι, τῆς δὲ ἐν τούτοις βραδυτῆτος παρὰ τῶν ὁρώντων κατηγορουμένης εἴ ποτε καὶ γνοῖεν εἰσελθεῖν, κατὰ τὰς νύμφας βαδίζουσιν ἤ, τό γε ἀληθέστερον, κατὰ τοὺς ἐπὶ τῶν κάλων ἰόντας, πρίν τε εἴσω θυρῶν εἶναι καὶ εἰσελθόντες, ὥστʼ εἶναι τοῖς καθημένοις ἀγανακτεῖν οὕτω βλακεύοντας ἀναμένουσι νέους. καὶ τοιαῦτα μὲν τὰ πρὸ τοῦ λόγου, λεγομένου δὲ ἤδη καὶ δεικνυμένου πολλὰ μὲν νεύματα πρὸς ἀλλήλους ὑπὲρ ἡνιόχων καὶ μίμων καὶ ἵππων καὶ ὀρχηστῶν, πολλὰ δὲ ὑπὲρ μάχης ἢ γενομένης ἢ μελλούσης. ἔτι τοίνυν οἱ μὲν ἑστᾶσι, λιθίνοις ἐοικότες, καρπῷ καρπὸν ἐπιβάλλοντες, οἱ δʼ ἑκατέρᾳ χειρὶ τὰς ῥῖνας ἐνοχλοῦσιν, οἱ δὲ κάθηνται τοσούτων ὄντων τῶν κινούντων, οἱ δὲ βίᾳ καθίζουσι τὸν κεκινημένον, οἱ δʼ ἀριθμοῦσι τοὺς ἐπεισερχομένους, τοῖς δʼ ἀρκεῖ πρὸς τὰ φύλλα βλέπειν, τοῖς δὲ λαλεῖν ὅ τι τύχοιεν, ἥδιον ἢ παρέχειν αὑτοὺς τῷ ῥήτορι. τὰ δʼ αὖ νεανικώτερα, τὸν γνήσιον τῷ νόθῳ βλάψαι κρότον καὶ βοὴν κωλύσαι προελθεῖν καὶ διὰ τοῦ θεάτρου πορευθῆναι παντὸς ἀφέλκοντα τῶν λόγων ὁπόσους οἷόν τε, νῦν μὲν ἀγγελίαις ἐψευσμέναις, νῦν δʼ ἐπὶ λουτρὸν κλήσει τὸ πρὸ ἀρίστου, δαπανῶνται γὰρ δὴ καὶ τὰ τοιαῦτά τινες. οὔτʼ οὖν ὑμῖν, ὦ κακοὶ νέοι, κέρδος οὐδέν, ὥσπερ οὐδὲ τοῖς ἀποῦσιν, οὔτε τῷ λέγοντι τό γε ἐφʼ ὑμᾶς ἧκον, ὅταν ὃς μόνος ἐστὶ μισθὸς ἐπιδείξεων, τοῦτον οὐκ ἔχῃ.
Καὶ οὐκ ἄν με φαίη τις συκοφαντεῖν καὶ νῦν αἰτίαν οὐκ οὖσαν ἐπιφέρειν· εὐθὺς γὰρ ἂν ἐν αὐτοῖς τοῖς πραττομένοις ὀργῇ χρήσασθαι καὶ λόγοις ὀργιζομένου κατὰ τῶν ἀδικούντων. ἴστε γὰρ δὴ πολλάκις τοῦτό μοι πεπραγμένον καὶ ὡς ἐκέλευσα βοήσας οὐκ ὀλιγάκις ἐπιθέντα τινὰ τῷ τοῦ ῥᾳθυμοῦντος αὐχένι τὴν δεξιὰν ἐκρίψαι· εἰ δὲ μὴ γεγένηται, τῶν δεηθέντων τοῦτο.
Τοῦ μὲν οὖν ἁμαρτάνειν ὑμᾶς εἰς ἐμὲ πίστις ἃ νῦν διῆλθον. τῶν δʼ ἡνίκα ἤκουον οὐκ ἀξιούντων προσέχειν ἦν δήπου τὸ μηδὲ ἐν τῇ ψυχῇ μηδὲν τῶν εἰρημένων ἀποφέρειν. οὗ τοὐναντίον ἦν ἐπὶ τῶν πρὸ ὑμῶν ἐνταυθοῖ νεμομένων· ἄλλος ἄλλου του μεμνημένος ἀπῄει, εἶτα συνελθόντες συναρμόττειν καὶ ποιεῖν ἐπειρῶντο τὸν λόγον κἀν τοῖς διαφεύγουσι σφᾶς οὖσιν οὐ πολλοῖς ἠνιῶντο, ἦν τε αὐτοῖς ἓν ἔργον τὰ εἰρημένα μέχρι τριῶν ἢ καὶ τεττάρων ἡμερῶν οἴκοι τε πρὸς τοὺς πατέρας καὶ πολὺ πλέον ἐνθάδε. ὑμεῖς δὲ ἐπὶ τὰ ᾄσματα πάλιν, ὧν ἄριστα ἀπομνημονεύετε, λήθῃ τὸν Δημοσθένη παραδόντες ὁμοίως ἅ τε τελευταῖα γέγραπται καὶ ἃ πρῶτα. κἂν ἔρηταί τις ὑμᾶς, εἰ εἴποιμι καὶ ὅ τι, τὸ μὲν ὡς εἶπον, ἀκούσεται, ὅ τι δὲ τοῦτό ἐστιν, οὐκ ἔτι.
Νὴ Δία, χείρων γὰρ ἐγὼ νῦν, καὶ τὰ νῦν οὐκ ἴσα τοῖς πρότερον. ἀλλʼ οὐ ταῦτά φασιν οἱ οὔπω τε γέροντες οὗτοι καὶ γέροντες, οἱ μὲν ἔτʼ ὄντες ἐν τῷ συνδικεῖν, οἱ δὲ διʼ ἐκείνων τῶν ἄθλων ἐπὶ τοὺς τῶν ἀρχῶν ἥκοντες, οὓς οὐδὲ μικρὸν ἐᾷ καθῆσθαι τῶν λεγομένων ἕκαστον. ὧν ἔστιν ἀκούειν βοώντων ὑπʼ ἐμαυτοῦ με νενικῆσθαι· καλῶν γὰρ ὄντων τῶν προτέρων εἶναί τι πλέον ἐν τοῖς νῦν καὶ τὸ γῆρας οὐ διακωλύειν. οὐ τοίνυν ὑμῖν ἔστιν ἐπί τι τοιοῦτον καταφυγεῖν· ὁ γὰρ παρʼ ἐκείνων ἔπαινος μαρτυρίαν ἔχων τοῦ κρείττονος ὑμᾶς ἀποκλείει τῶν κατὰ τῶν λόγων μέμψεων. οὐ γὰρ δὴ δεξιώτεροι φαίητʼ ἂν ἐκείνων εἶναι κρῖναι λόγον· οὓς περιφανῶς καὶ αὐτοὺς ὑβρίζετε διὰ τῆς ὑμετέρας ἐν τῇ κινήσει τῇʼ ʼκείνων ἡσυχίας. καίτοι χρῆν, εἰ καὶ τυφλοί τινες ἦτε περὶ τοὺς λόγους, ἀντὶ χειραγωγῶν ἐκείνοις χρωμένους κοινωνεῖν τῆς βακχείας. ἀλλʼ οὐκ ἐσχήκατε ψυχὰς νέων ὅ τι ποτέ ἐστιν ὁ σοφιστὴς εἰδότων, οἷς ἐν τοῖς ὑπὲρ ἐκείνων πράγμασι καὶ τὸ μὴ σωφρονεῖν καλόν. ὁ γοῦν εἰπὼν αὐτοὺς ἐνταῦθα μαίνεσθαι φίλος, οὐκ ἐχθρός, καὶ κεκόσμηκεν, οὐ διαβέβληκεν. οἵους ἐγώ τε καὶ πολλοὶ πολλαχοῦ γῆς ἑωράκαμεν τοὺς μὲν τῶν ἴσων ἀξιοῦντας τούτους τε καὶ τοὺς γονεῖς, τοὺς δὲ καὶ μειζόνων τούτους γε, καὶ ταῦτα οὐκ ἀγνοοῦντας τοὺς πατέρας τῷ τε πραττομένῳ χαίροντας καὶ ταῦτα ἐν τοῖς σώμασι τῶν υἱέων ὁρῶντας τεκμήρια τῶν ὑπὲρ ἐκείνων πολέμων, οὐλὰς ἐν κεφαλαῖς, οὐλὰς ἐν προσώποις, οὐλὰς ἐν χερσίν, οὐλὰς πολλαχοῦ. καὶ τουτὶ τὸ φίλτρον τὸ πολύ τε καὶ σφοδρὸν τοῖς οὕτω διατεθεῖσι καὶ συγκατεγήρασε. τίνα τίς ὑμῶν ὑπὲρ ἐμοῦ τοιαύτην εἰπεῖν ἂν ἔχοι λειτουργίαν; ποίαν μάχην; ποῖον κίνδυνον; ποίαν πληγήν; μᾶλλον δὲ ποῖον ῥῆμα; ποίαν φωνήν; ποίαν ἀπειλήν; ποῖον βλέμμα; οἳ τὰς μὲν γνώμας ὑμῶν ἀπεσχίσασθε τοῦ σοφιστοῦ, μερισθέντες δὲ εἰς ἄλλους θρόνους καὶ προσηγορίας, μεταθέντες ἐκεῖσε τὰ χρέα τὸν μὲν ἀδικεῖτε, τῶν δὲ προβέβλησθε πάντα φθεγγόμενοι, πάντα ἐργαζόμενοι, πάντα χαριζόμενοι, τὰ δεύτερα πρότερα καταστῆσαι βιαζόμενοι, μέγα ποιούμενοι τὰς διʼ ὑμῶν ἀποστάσεις τῶν νέων καὶ τὸ ὅτῳ συντέταχθε, τοῦτον αὐξῆσαι ταῖς εἰς ἑτέρους βλάβαις. ὑπὲρ δὲ τῶν ἐμῶν τοσοῦτʼ ἀπέχετε τοῦ τινα πόνον ὑπενεγκεῖν, ὅσον οὐδʼ ἂν εὔξασθαι. καὶ οὐκ ἀρκεῖ τοῦτο, ἀλλʼ ἤδη καὶ καταρᾶσθε. πόθεν τοῦτο πέπεισμαι; δύο τοῖς μεγίστοις σημείοις, λύπῃ τε τῇ παρὰ τῶν ἐμῶν ἀγαθῶν ἡδονῇ τε τῇ παρὰ τῶν δυσκόλων. ἢ οὐ ταῦτα ποιεῖτε νέων τῶν μὲν προστιθεμένων, τῶν δὲ ἑτέρωσε πλεόντων; διὰ ταῦτʼ ἄρα προσήκει με ἐρεῖν;
Πάντες οὖν, φήσει τις, κακόνοι, χρηστὸς δὲ οὐδεὶς οὐδὲ δίκαιος μαθητής; ναί· ἀλλʼ οἱ τοιοῦτοι μὲν εὐαρίθμητοι, τὸ μοχθηρὸν δὲ πολύ. εἰ δʼ οὕτω τοῦτʼ ἔχει, μᾶλλον τὸ μὴ λέγειν διʼ ἐκείνους εὔλογον ἢ διὰ τούτους τὸ λέγειν. εἰ μὲν γὰρ ἐνῆν ἰδίᾳ τούτοις χαρίσασθαι, πλείστου τοῦτʼ ἂν ἐτιμησάμην· ἐπεὶ δὲ ἀμήχανον, ἐνεγκάτωσαν οἱ βελτίους, εἰ μὴ δύναμαι δοῦναι χάριν ἣν ἐβουλόμην.
Ἀλλʼ ἐγὼ δώσω πάλιν ἀφορμὰς εἰς ὅμοια τοῖς καταράτοις τούτοις, διʼ οὓς ἔναγχος ἐν ἐγκλήμασιν οὕτω δεινοῖς γέγονα περὶ νέων ἀκοσμίας, ὦ Ζεῦ, τοιούτους ἀκούων λόγους παρὰ τῶν ὡς μάλιστα χαιρόντων τῷ τι καθʼ ἡμῶν ἔχειν λέγειν. καὶ εἰ μὲν μετὰ ἀληθείας αἰτιῶνται, λέγειν οὐκ ἂν δυναίμην, ἔδει μέντοι τῷ λίαν σωφρονεῖν ἅπαντας μηδὲ σκιὰν εἶναι μέμψεσιν.
Ἦν ἀνάγκη μεγάλη ταῖς γενομέναις αἰτίαις ταῖς πυκναῖς ἐπιδείξεσιν, ὅτʼ ἔδει μὲν τὸν φιλάνθρωπον βασιλέα τῶν παρʼ ἡμῶν δικαίων τυχεῖν, ἔδει δὲ πυθέσθαι πατέρας, ὡς ἐν ἔργῳ τε ἡμεῖς καὶ οὐ κατενεχθέντες τῷ μεγέθει τῶν κακῶν ἐν ἀφωνίᾳ κείμεθα. νῦν δʼ οὐχ ὁρῶ τὸ ποιοῦν τὴν ἐπίδειξιν. καὶ γὰρ αὖ κἀκεῖνο. μὴ καλῶν μὲν οὓς εἰώθειν, λυποίην ἂν οὓς οὐ κάλλιον· καλῶν δὲ μᾶλλον ἂν ἐμπείρους ποιοίην τῆς ὑμετέρας κακίας, οἱ δʼ οὐκ ἂν ἀπελθόντες σιγῷεν. τί οὖν δεῖ τὰ τῇδε μᾶλλον ἔκδηλα ποιεῖν;
Καίτοι μετὰ τῶν ἐπιεικεστέρων, φαίη τις ἄν, ᾔτουν κἀκείνων τινὲς τὸν λόγον. οἱ δὲ ᾔτουν μέν, ᾔτουν δὲ τῇ γλώττῃ μόνον, ἡ γνώμη δὲ οὐ ταῦτα ἐβούλετο. ἐγὼ δὲ οὐχ οὕτως ἠλίθιος, ὡς μακροῦ χρόνου καὶ πραγμάτων τοσούτων ἰσχυρότερον ποιήσασθαι ταύτην τὴν παιδείαν.
Τίς οὖν ἔσῃ, φησί, περὶ τουτὶ τὸ μέρος, εἴ σε θεῶν τις ἐφʼ ἕτερον ἔτος ἄξει; εἰ μέν τι γένοιτο βέλτιον, μέγιστον δὲ ἡ τύχη, τοῖς πράγμασιν ἕψομαι· εἰ δʼ ἅπερ νυνί, μένει, τοῖς αὐτοῖς δήπου χρήσομαι σκοπῶν, ὅπως διʼ ἄλλης ὁδοῦ πλεονεκτεῖν ὑπάρξει τοῖς σώφροσιν.
Εἶτα θαυμάσεταί τις, εἰ παρὸν ἀπηλλάχθαι τοιούτων ὁμιλητῶν, ζῆν ἐν ἀθυμίᾳ καὶ τοιούτοις αἱροῦμαι κακοῖς. ἀλλὰ τί δράσω; τοὺς μὲν ἀπελάσω, ποιήσω δὲ τὸ περὶ ἐμὲ βραχύ; καὶ πῶς ἂν μᾶλλον ἡσθείη Πρίαμός τε καὶ οἱ ἐκ τούτου; οἳ τέτανται πρὸς ἐμὲ βουλόμενοι τοῦτʼ ἰδεῖν, ὀλίγοις ἐφεστηκότα ἐμὲ καὶ τὴν ἀρχὴν ἐλάττω. εἶδον δέ γε καὶ στρατηγὸν φαύλων μὲν ἡγούμενον στρατιωτῶν, πείθοντα δὲ αὑτὸν ἀνέχεσθαι, τοῦ μὴ τῶν πολεμίων γενέσθαι τούτους προνοούμενον. γίγνεται δέ τι καὶ παρὰ τῆς ἐμῆς φύσεως ἀργότερόν πως εἰς τιμωρίαν ἐχούσης καὶ φέρειν μᾶλλον ἢ κολάζειν πεπαιδευμένης. τὸ δὲ μέγιστον, φιλία μέν μοι πρὸς τοὺς τούτων γονέας, φιλία δὲ πρὸς πόλεις· καὶ δέδοικα δή, μὴ τὴν ἐκβολὴν ἀκούσαντες, ἅπερ ἂν ἐπὶ τεθνεῶσι ποιῶσιν ἢ καὶ πλείω γε, δεινοτέραν τοῦ θανάτου κρίνοντες τὴν ἀτιμίαν, εἰδότες οὖσαν τήν γε τοιαύτην τῆς ἐκ δικαστηρίων δεινοτέραν. ἐκείνη μέν γε κἂν λυθείη, ταύτην δὲ μένειν ἀθάνατον ἀνάγκη παρακολουθοῦσαν ἐκ νεότητος εἰς τελευτήν, ἐφʼ ἑκάστης ἡλικίας τὴν παρρησίαν ἀφαιρουμένην· ἀναίσχυντε, κυνὸς ὄμματʼ ἔχων, οὐ σὺ μέντοι τῶν περὶ λόγους ἱερῶν ἐξώσθης, ὡς μιαίνων ταῖς Μούσαις τὸ χωρίον; φειδόμενος τοίνυν καὶ πατρὸς καὶ μητρὸς καὶ πόλεων καὶ τῶν ἐσομένων παίδων, ἐφʼ οὓς ἔδει τὴν ἀτιμίαν διαβαίνειν, τὸ μὲν οὐκ ἐποίησα, τὸ δὲ ἐμαυτῷ παρῄνεσα, δίκαια παραινῶν, ὥς γε ἐμαυτὸν πείθω.
Ἐστὲ δὲ κύριοι τοῦ μηδὲν ἔτι συμβῆναι τοιοῦτον. εἰ γὰρ ἀμείνους γένοισθε, ῥᾴδιον δὲ βουλομένοις, ὄψεσθε καὶ παρʼ ἡμῶν πάντα ἐκπληρούμενα καὶ καλοῦντά με μᾶλλον ὑμᾶς ἐπὶ τὸν τοιοῦτον λόγον ἢ παρακαλούμενον.