ΥΠΕΡ ΕΑΥΤΟΥ ΔΙΑ ΤΗΝ ΠΡΟΣ ΑΝΤΙΟΧΟΝ ΣΥΝΗΓΟΡΙΑΝ.
Οἱ μὲν βέλτιστοι τῶν ἐν τῇ πόλει καὶ φθόνου πλεῖστον ἀπέχοντες κἀν ταῖς εἰς αὐτὴν εὐεργεσίαις τοῖς τʼ εὖ πεπονθόσι καὶ τοῖς πεποιηκόσι συγχαίροντες ἐπαινοῦσι τὴν γεγενημένην ὑπʼ ἐμοῦ τῷ σιτοποιῷ βοήθειαν καὶ τό τε δίκαιον ἔχειν αὐτὴν καὶ τὸ κοινῇ συμφέρον ὁμολογοῦσιν, οἱ δʼ αὑτῶν ἡγούμενοι ζημίαν, εἴ τι δόξαιμι πεποιηκέναι χρηστόν, πονηρόν τε εἶναι τὸ πεπραγμένον φασὶ καὶ πονηροῦ τρόπου σημεῖον. ἐγὼ δὲ ἕνεκα μὲν τοῦ τῶν τοιούτων ἀνθρώπων καταφρονεῖν οὐδένα ἂν ἐποιησάμην λόγον, κελευόντων δὲ τῶν φίλων καὶ νῦν τι λέγειν οὐκ ἐνῆν μοι σιωπᾶν.
Ἐρῶ δὲ ἃ πάντες ἐπίστασθε καὶ περὶ ὧν οὐκ ἄν τις εἰπεῖν τολμήσειεν ὅτι ψεύδομαι. τοῦ δήμου γὰρ θορύβοις οὐκ ἐννόμοις τὰ θεάματα μὲν τῆς σκηνῆς ἐξελάσαντος, φόβον δὲ παρέχοντος ὑπὲρ μειζόνων λέγοντος περὶ τὸν ἄρτον ἀδικεῖσθαι τὴν πόλιν ὁ μὲν ἄρχων ἀντὶ τοῦ ταῦτα ἀπειλαῖς ἐπισχεῖν πάνθʼ ἃ βούλοιντο ποιήσειν εἰπὼν ἀνέστη, τῆς ὑστεραίας δὲ τὸ παρὰ τῶν πολλῶν θράσος εἰς τοῦτο προήγαγε τὰ πράγματα, ὥσθʼ ὁ μὲν ἐνομοθέτει τὰ τοῖς πολλοῖς μὲν ἥδιστα, τὸ δυνατὸν δὲ οὐκ ἔχοντα, δρόμος δὲ ἀνδρῶν καὶ γυναικῶν ἐπὶ τοὺς φαινομένους τῶν ἄρτων οὐκ ὀλίγος. οἱ πολλοὶ δὲ προσῄεσαν μὲν τοῖς ἐκπεπρακόσιν ἐπʼ ὠνῇ διδόντες ἀργύριον, ἀκούοντες δὲ οὐκ εἶναι καὶ ἅμα καθορῶντες ἀπῄεσαν ποιοῦντες καὶ λέγοντες ἃ εἰκὸς τοὺς ἀπολεῖσθαι νομίζοντας. ἡμέρα δευτέρα καὶ πληγαὶ περὶ τοὺς ἄρτους καὶ τοῦ πρίασθαι δυνηθέντος τὸ μὴ δυνηθὲν πλέον. τρίτη καὶ τὸ κακὸν χαλεπώτερον, ὥσθʼ ἡμῖν λελουμένοις ἀπιοῦσι τοὺς πεινῶντας παρακολουθοῦντας λέγειν, ὡς οὐ χαίροντες δειπνήσομεν· εἶναι γὰρ πῦρ. ἡ τετάρτη λόγον εἶχεν ἐπὶ τῆς ἀγορᾶς οὐκ ὀλίγον τεθνάναι μὲν γέροντας, τεθνάναι δὲ παιδία. καὶ γραῦν δὲ ἑώρων παιδίον φέρουσαν αὐτὸ τοῦτο βοῶσαν, ὡς εἰ μή τις ἄρτου μεταδοίη, τεθνήξεται, καὶ ἅμα προὔτεινε τὴν τιμήν. ὁ δὲ ἄρτος ἦν περιμάχητος, καὶ ἀλλήλους ἐώθουν καί που καὶ ἔπληττον καὶ ἦν πολλοῦ τότε τὸ ἰσχύειν ἄξιον. ὁ δὲ ἀσθενέστερος ἄρτον μὲν οὐκ ἔφερεν οἴκαδε, τραύματα δὲ καὶ κατερρωγυῖαν ἐσθῆτα. τοῦτο τῶν πολιτευομένων ἐκένωσε τὴν πόλιν καὶ ἦσαν ἐν ἀγροῖς τὸ μὴ συγκατακαυθῆναι ταῖς αὑτῶν οἰκίαις ἐν κέρδει ποιούμενοι· ταῦτα γὰρ ἠλπίζετο.
Ἐν τούτῳ τῷ κλύδωνι κινεῖ μέ τις θεῶν, οὐ γὰρ ἐμόν γε τὸ ἔργον, εἰπεῖν τι πρὸς τὸν ἄρχοντα περὶ τοῦ κατειληφότος πάθους, καὶ κομισθεὶς οἰκετῶν χερσίν, ὁ γὰρ ἵππος ἔτυχεν ἀπών, τὰ μὲν ἐπιτιμήσας, τὰ δὲ παραινέσας, τὰ δὲ φοβήσας, ἔστι δὲ ὅπου καὶ δεηθεὶς μόλις ἀπέστησα τῆς πολλῆς φιλονεικίας ἣν εἶχεν ὑπὲρ τῶν ἀδυνάτων. οὐ μὴν ἐξήρκει γε τοῦτο πρὸς τὴν ἐπανόρθωσιν, ἀλλʼ ἔδει καὶ τοὺς ἀρτοποιοὺς κατάγειν ἀπό τε τῶν ὀρῶν καὶ τῶν ἄντρων ἐν οἷς αὑτοὺς κατακρύψαντες εἶχον. τοῦτο δὲ οὐκ ἦν εὔπορον ἀπιστουμένων μὲν ὑποσχέσεων, ἀπιστουμένων δὲ ὅρκων. ὡς δὲ ἐμαυτὸν ἔδωκα τῷ πράγματι καὶ διʼ ὧν ἐξῆν αὐτοῖς διελέχθην, ἀξιόπιστον ἔχειν ἐγγυητὴν ἡγησάμενοι καὶ ἅμα μεμνῆσθαι παλαιᾶς εἰπόντες χάριτος, ἡνίκα αὐτοὺς ἐξήρπασα πληγῶν καὶ βασανιστῶν μακρῶν μὲν πρὸς τὸν ἔμφρονα Φιλάγριον λόγων οὐ δεηθείς, τοῦ δὲ κινῆσαι τὴν κεφαλὴν ὡς ἐπὶ σκληροῖς ἀρκέσαντος, ἀντὶ τοίνυν ἐκείνων ἔφασαν οὐδὲν ὅ τι οὐ ποιήσομεν, οὐδʼ εἰ τὰ σώματα τῶν τέκνων προσθεῖναι δέοι τοῖς φρυγάνοις. τοιαῦτα εἰπόντες προσέθεσαν τὸ ἔργον καὶ πρὸς τοσοῦτον ἧκε προθυμίας ἕκαστος, ὥστʼ ἀποχρῆσαι νύκτα μίαν πρὸς τηλικαύτην μεταβολήν. καὶ οὔπω μὲν ἡμέρα, πάντα δὲ ἄρτων ἔμπλεα, ὥσθʼ οἱ μὲν ἐξέκειντο, οἱ δʼ ἄνθρωποι παρῄεσαν τὰς περὶ τὴν ὠνὴν σπουδὰς τοῦ ʼκείνων πλήθους ἀνελόντος δόντος θαρρεῖν ἅπασιν, ὡς ὁπόταν τις ἔλθῃ, λαβεῖν ἐξείη. οἵαν δὲ ἡδονὴν ἥδονται ναυαγίαν ἐγγὺς οὖσαν ἄνθρωποι διαφυγόντες τῇ τῶν Τυνδαριδῶν ἐπικουρίᾳ, ἢ οἵαν λυθείσης πολιορκίας οἱ τέως καθειργμένοι, τοιαύτην ἡμεῖς ἐπὶ τὴν προτέραν μορφὴν τῆς ἀγορᾶς ἡκούσης, ὥστε περιβάλλοντες ἀλλήλους ἐφιλοῦμεν τῶν ἀπὸ τοῦ πεινῆν κινδύνων ἐκβεβλημένων.
Ἐπαινουμένων δὲ τῶν τε ἄλλων θεῶν καὶ τῆς Τύχης καὶ τῶν ἐκείνοις ὑπηρετηκότων ἀνθρώπων ἐφίστησι τῇ πράσει τῇ τῶν ἄρτων Κάνδιδον τὸν ἡμιμανῆ τοὺς ὑπʼ ἐκείνου παρασκευασθέντας ἐπαγγεῖλαι τοῦτο νομίσας εἶναι τὴν πόλιν. οἱ δὲ ἦσαν οἵ τε οἰκέται τοῦ Κανδίδου καί τινες ἄλλοι τῶν τὰ ʼκείνου φαγόντων. ὁ οὖν Κάνδιδος εὑρὼν ἀφορμὴν κλέπτῃ λυσιτελοῦσαν φύλαξ μὲν ὧν ἐπιστεύθη κακὸς ἦν, ἐχθροὺς δὲ ἐχθροῖς προὔπινεν ἀρτοποιοὺς πωλῶν τοῖς ἐχθροῖς τούς τι λελυπηκότας, οἷα τὰ τῶν ἐν τῇ αὐτῇ τέχνῃ. ἄνθρωπον οὖν συλλαβὼν ἐπιεικῆ γέροντα γυναικί τε συνοικοῦντα καὶ παιδία τρέφοντα καὶ πυροὺς καθʼ ἡμέραν οὐκ ὀλίγους εἰς ἄρτον ἄγοντα καὶ τῆς πανταχόθεν παρὰ τοῖς ὁμοτέχνοις αἰδοῦς ἠξιωμένον ἐσυκοφάντει λέγων ἀδικίᾳ χρήσασθαι περὶ τὸν ἄρτον. καὶ λόγοις παροξυντικοῖς εἰς ὀργὴν τὸν ἄρχοντα ἐμβαλὼν γυμνώσας τὸν ἄθλιον ἐν τοῖς τῶν ἐχθρῶν ὀφθαλμοῖς ξαίνει. καὶ τὸ πρᾶγμα τοσαύτην εἶχεν ὑπερβολήν, ὥστʼ οὐδὲν ὁ Κόκκος εἶναι ἐδόκει. Κανδίδῳ δὲ μικρὸν τοῦτʼ ἐφαίνετο καὶ προσέθηκε τὸ καὶ περιάγεσθαι τὸν ταλαίπωρον διὰ τῆς πόλεως ὅλης τό τε ἀπὸ τῶν πληγῶν ἐπιτείνων κακὸν τῇ τῶν φαρμάκων ἀναβολῇ καὶ δευτέραν ἐπάγων δίκην τὴν ἀπὸ τῆς αἰσχύνης. ὡς δʼ ἥλιος μὲν ἦν περὶ δύσιν, ὁ δʼ ὑπὸ τῶν ἀγόντων τοῖς ἑαυτοῦ γείτοσιν ἔμελλεν ὀφθήσεσθαι, προσπεσοῦσα πρὸς τὰ γόνατα αὐτοῖς ἡ γυνὴ δεῖται τοῦτο γοῦν αὐτῷ χαρίσασθαι τὸ καλύψαι τὰ νῶτα. οἱ δὲ οὐ χαρίζονται μέν, ἀποδίδονται δέ. καὶ παρῆν ἰατρὸς καὶ φόβος περὶ τῇ ψυχῇ. πολλοῦ δὲ ὄντος τούτου τοῦ λόγου πέμπω τινὰ τὸν εἰσόμενον, εἰ ταῦτά τε οὕτως ἔχοι καὶ εἰ μισθὸς τοῦ τυχεῖν τῆς κλίνης τὸν ἄνθρωπον δέδοται. ὡς δʼ ἧκεν ὁ πεμφθεὶς ἀγγέλλων ἀμφότερα, τὸ μὲν ὡς ἀηδέστατά τε ἐλουσάμην δειπνῆσαί τε οὐκ ἐδυνήθην ἔν τε ὀνείρασι διετέλεσα θεώμενος τὰς πληγάς, ταυτὶ μὲν ἐάσω· τὰ δʼ ἅμα ἡμέρᾳ δάκρυα τῆς ἐκείνου γυναικὸς τίς οὐκ ἂν ἠλέησεν ἐρριμμένης τε χαμαὶ καὶ κοπτομένης αἰτούσης συμμαχίαν εἰς τὸ πρὸς τὸν ἄρχοντα ταῦτα εἰπεῖν; ἐγὼ δὲ τούτου μὲν αὐτὴν ἀπῆγον ἀδικῶν ἴσως οὐκ ἐῶν δίκην ὅσην ἄξιον λαβεῖν, ἐπὶ δὲ τὸν σύνδικον μεθίστην τῆς πόλεως· οὐ γὰρ δὴ καὶ ταύτης αὐτὴν ἔδει τῆς παραμυθίας στερεῖσθαι. ἐν τοίνυν τῇ περὶ τούτων ἐξετάσει παρεῖναί τε ὁμολογῶ καὶ τῇ γυναικὶ οὐ πολλὰ μέν, ὅμως δὲ ῥήματά τινα συνεισενεγκεῖν.
Τοῖς μὲν οὖν βελτίστοις, ὅπερ ἀρχόμενος ἔφην, ἔδοξά τι πεποιηκέναι καλόν, τοῖς δʼ εἴ τις εὐδοκιμήσειεν ἐπί τῳ ῥηγνυμένοις κακόν τε καὶ καινὸν καὶ οὐκ ἐμόν. εἰ δὲ δίκαιον μὲν τὸ πεπραγμένον, καινὸν δὲ τοῦτο καὶ οὐκ ἐμόν, οὐδὲν ἕτερον λέγουσιν ἢ ὅτι μετὰ τοῦ τῶν δικαίων ἀμελεῖν εἰς γῆρας ἥκω. καίτοι τίς οὐκ οἶδεν, ὡς ἀεὶ διὰ τῆς πόλεως ἐρχόμενος οὐδένα τῶν κλαιόντων παρέρχομαι, ἀλλʼ ἔστην, ἤλγησα, ἐζήτησα τὸν ἠδικηκότα, ἑλὼν μὲν ἐπέθηκα δίκην, μὴ δυνηθεὶς δὲ ἠχθέσθην; πολλοὶ δὲ καὶ μείζονος ἄξιοι δίκης ὑπὸ τοῖς συνδίκοις ἐμοῦ πέμψαντος ἐγένοντο. οὐ γὰρ ἐν τῷ κωλύειν τι παθεῖν πανταχοῦ τὸ δίκαιον, ἀλλὰ τὸ τῆς τιμωρίας ἀρκοῦν τοῖς δικαίοις ἐστί. τῶν μὲν οὖν εἰς ἐμὲ τετολμημένων οἶδα μὴ λαβεῖν δίκην, ἑτέρου δέ τι παθόντος οὐ φέρω. εἰ δὲ καλὸν τὸ μηδένα πώποτε διῶξαι, οὐδὲ ἐνταῦθα κατηγόρουν, ἀλλὰ τὴν τῆς γυναικὸς ἐρημίαν ἠλέουν, ἣν ἡ μὲν φιλανδρία κατήγορον ἐποίει, τὸ δʼ ἀπορεῖν συμμάχων ἔπειθέ με βοηθεῖν. πότε γὰρ ἂν ἐτόλμησεν ἐκείνη ῥῆξαι φωνὴν ἢ φανῆναι τὸ πρῶτον ἐν μέσῳ μὴ τοῖς παρʼ ἡμῶν ἀφαιρεθεῖσα τὸν φόβον; ὑπὸ γὰρ δὴ τῶν τῷ Κανδίδῳ συνεστηκότων οὐκ ἄν ποτε αὐτοὺς λαθοῦσα ῥᾳδίως ἀπώλλυτʼ ἄν, ἃ καλῶς εἰδυῖα στένουσα ἂν οἴκοι καθῆτο. τὸ θαρρῆσαι τοίνυν αὐτῇ παρʼ ἡμῶν γεγένηται τῇ ἠδικημένῃ κατὰ τῶν ἠδικηκότων. ἀλλʼ ὅμως ἤδη τίς με συγκαθήμενος τοῖς αὑτοῦ φίλοις ἐκάλεσε κακοπράγμονα. πῶς, ὦ φίλτατε; εἰ γὰρ ὁ τοῖς κακόν τι πεποιηκόσι χαλεπαίνων τοῦτο ἂν εἰκότως καλοῖτο, τί τοῖς δεδρακόσι καλεῖσθαι προσήκειν φήσομεν;
Ὡς τοίνυν οὐδʼ εἰ σφόδρα ἐδέδοκτό μοι μηδενὸς τοιούτου μηδέποτε μηδένα τρόπον ἐφάψασθαι πράγματος, τούτου γε οὐκ ἐνῆν εἰσάπαξ ἀποστῆναι, ἀλλʼ εἰκὸς ἂν ἐποίουν τι καὶ γραφὴν αὐτὸς ἀπενεγκών, ἐκεῖθεν ἂν γνοίη τις.
Ὅτε γὰρ ὁ καιρὸς ἐκεῖνος ὁ δεινὸς καὶ τὸ πολὺ δέος ἐπὶ τὰς τῶν ὀρῶν κορυφὰς τοὺς ἀρτοπόπους ἀνήγαγε καὶ σωτήριον ἓν ἐφαίνετό μοι κατελθεῖν τε ἐκείνους καὶ τὸ πῦρ τὸ πρότερον κάειν, πειθὼ δὲ οὐδαμόθεν ἦν οὐδὲ διὰ πάντων ὅρκων ἅπαντας τοὺς θεοὺς ἐχόντων, τότε τοῦτʼ ἐδυνήθην ἐγὼ μόνος τῶν ἐμῶν μόνων ῥημάτων δοξάντων ἀνυπόπτων. καὶ οὐκ ἂν μὲν φαίην, ὡς κατειλήμμην συνθήκαις ἦ μὴν εἰ κακὸν ἐπίοι, βοηθήσειν, ὥσπερ ὑπὸ τοῦ μάντεως Ἀχιλλεύς, αὐτὸ δὲ τοῦτο τὸ μηδενὸς αὐτοὺς δεδεῆσθαι τοιούτου μᾶλλον αἰδεῖσθαι δεῖν ἡγούμην ἢ τὰς μετʼ ἰσχυροτάτων πίστεων ὁμολογίας. αὐτὸς μὲν οὖν ὁ τὰς πληγὰς εἰληφὼς οὔτʼ εἶπεν οὔτε ἐρεῖν ἔμελλεν, ὅτι ταῦτα μέντοι διʼ ἐκεῖνον ὃς οἷς ἔπεισεν ἡσθεὶς τῶν πεπεισμένων ὀλιγωρεῖ. καὶ Κάνδιδος μὲν ἡμᾶς ἀπόλλυσιν, ὁ δʼ εἰδὼς οὐκ ἐπιστρέφεται. ἐκεῖνος μὲν οὖν ἀπείχετό μου καὶ στένων, ἐγὼ δὲ ᾐσχυνόμην ἂν προδότης καὶ ὢν καὶ δοκῶν ἀνθρώπων, διʼ ὧν οἰχομένην ἤδη τὴν πόλιν ἀνέσωσα. τίνα γὰρ ἔδει πρὸ ἐμοῦ τοῖς γενομένοις πληγῆναι; τίνα ἀλγῆσαι; τίνα ἀγανακτῆσαι; ποῖον πατέρα; τίνα μητέρα; ποίους ἀδελφούς; ποίαν συγγένειαν; τὴν ἐμὴν λύπην ὁ καιρὸς ἀπῄτει, τὴν ἐμὴν φωνήν, τὴν ἐμὴν ἀγανάκτησιν· ὥστʼ εἰ καὶ παρὰ τῆς γυναικὸς ὁ ἀνὴρ ἠμέλητο, τῆς γε παρʼ ἐμοῦ προνοίας δίκαιος ἦν τυγχάνειν, ἄλλως θʼ ὅτʼ εἰ μὴ τοῦτο ἐποίουν, καὶ ἐμαυτὸν ἂν ἠδίκουν ἐν οἷς ἐκεῖνον. πῶς γὰρ ἂν ἦλθον εἰς ἱερόν; πῶς δʼ ἂν ηὐξάμην; τίσι δʼ ὀφθαλμοῖς ἔβλεψα πρὸς τὰ ἀγάλματα τοσοῦτον ἐμαυτῷ συνειδὼς κακόν; πῶς δʼ ἂν οὐκ ἐν ἑνὶ τούτῳ πᾶς ὁ παρεληλυθὼς ἐβλάπτετό μοι βίος; κακὸς οὖν ἦν ἐν οἷς ἐφοβούμην μὴ κακὸς ἐλεγχθείην καὶ ἐνειχόμην τούτοις ἃ μάλιστα ἔφευγον. καὶ τίνα τοῦτο ἔχει φύσιν;
Ἤρκει μὲν οὖν εἰς τὸ παρακαλέσαι με πρὸς τὸ τῷ τὰ δεινὰ πεπονθότι βοηθεῖν καὶ ὁ τοῦ δικαίου λογισμός, νῦν δʼ ἦν ἕτερόν τι πρὸς τούτῳ μεγάλην ἔχον τὴν ἀνάγκην. τί τοῦτο; φόβος τῶν ἴσων κακῶν. εἰ γὰρ μὴ ἐγὼ τότε χαλεπῶς ἔσχον τῷ πεπραγμένῳ καὶ ταῦτα ἐφʼ οἷς οὗτοί με κακῶς λέγουσιν ἐπεποιήκειν καὶ τοῦτο ἔγνωσαν ἅπαντες, Κάνδιδός τε διὰ πάντων ἂν ᾔει ὥσπερ χειμάρρους τῶν ἀρτοπόπων νῦν μὲν μιμούμενος ἃ ἐδεδράκει, νῦν δὲ καὶ ὑπερβαλλόμενος, ἐκείνους τʼ ἂν αὖθις εἶχε τὰ ὄρη τήν τε πόλιν ὁ λιμός. ἴσως δʼ ἂν οὐδὲ διὰ πάντων ἧκεν ὁ Κάνδιδος παίων· ἀπὸ γὰρ τοῦ πρώτου περιοφθέντος αὑτὸν ἂν ἕκαστος ἔσωζε φθάσαντος τοῦ δρασμοῦ τὴν αἰκίαν, καὶ ἦν πάλιν ἂν οἷάπερ καὶ πρότερον ἢ καὶ ἔτι δεινότερα τοῦ καλέσοντος ἐκείνους ἐπὶ τὴν αὐτῶν ἐργασίαν οὐκ ὄντος. οὐδὲ γὰρ αὐτὸς ἔτι πιστὸς ἂν ἦν ἀπὸ τῶν αὐτῶν λόγων τῶν προτέρων ἐξεληλεγμένων.
Ἆρʼ ἄξιά μοι τὰ πεπραγμένα μέμψεως, ἀλλʼ οὐ μᾶλλον εὐφημιῶν καὶ βελτιόνων ἢ νῦν ῥημάτων; εἰ γάρ τις ἀκριβῶς ἐξετάσειεν, ὀκνῶ μὲν εἰπεῖν, ἀναγκάζομαι δέ, δὶς σέσωκα τήνδε τὴν πόλιν ἀποδούς τε τοὺς σιτοποιοὺς αὐτῇ καὶ κατασχών, νῦν μὲν πείσας κατελθεῖν, νῦν δὲ κωλύσας φυγεῖν.
Ὑπηρέτουν γάρ, φησίν, ἄρχοντος φωνῇ. ἡ δὲ ἦν πλημμελοῦντά τι περὶ τοὺς ἄρτους ἐκεῖνον νουθετῆσαι. ἐγὼ δὲ εἶχον μὲν ἄν τι καὶ περὶ τούτου λέγειν, καὶ ὡς μείζων ἦν ἡ παρὰ τοῦ Κανδίδου κατηγορία τοῦ ἔργου καὶ ὡς ὁ σταθμός, ὥσπερ ἐν ἐνίοις ἐλάττων τοῦ δέοντος, οὕτως ἐν ἄλλοις πλείων, ἀλλʼ ὅμως ἐπʼ ἐκεῖνο εἶμι ταῦτα ἀφείς, εἰ μὲν ἔχει τις εἰπεῖν πληγῶν ἀριθμὸν εἰρημένον παρὰ τοῦ τὴν ἀρχὴν ἔχοντος καὶ τοσοῦτον ὅσος γέγονε καὶ οὕτως ὠμὸν ὡς πολλοὶ τεθέανται. μάλιστα μὲν καὶ οὕτως ἠδίκει Κάνδιδος οὐ γενόμενος τοῦ κεκελευκότος πρᾳότερος, ὃ καὶ τοὺς οἰκέτας ὁρῶμεν ποιοῦντας πρὸς ἀλλήλους, ὅταν ἐπὶ πληγαῖς ἄλλος ἄλλῳ παραδοθῇ, καὶ τοῦτο καὶ τοὺς παραδόντας αὐτοὺς ἐπαινοῦντας ὁρῶμεν ἤδη τοῦ θυμοῦ λελωφηκότος. ταῦτα οὐκ ἐρῶ πρὸς Κάνδιδον, ἀλλʼ ἔστω τὸ πικρὸν τοῦτο δίκαιον, εἰ διαρρήδην ἤκουσεν, ὅτι δεῖ ταῦτα Ἀντίοχον ἅπαντα παθεῖν ἃ πέπονθεν. ἀλλʼ οὐκ ἂν δύναιτο. οὐκοῦν κύριος ἦν σαφῶς τοῦ γε ἐλάττονος καὶ οὐκ ἔμελλε δώσειν νῦν δίκην τοῦ μὴ ὅσην νῦν δίκην λαβεῖν οὐδʼ ἐρήσεσθαι τοὺς ὑπηρέτας ὁ ἄρχων· πόσαι δὲ αἱ πληγαί; οὐδʼ ὡς οὐ πολλαί, γνοὺς ἢ λόγῳ ἢ ἔργῳ λυπήσειν τὸν Κάνδιδον. καίτοι τί τὸ κωλύον ἦν, εἰ πολλὰς οὕτω γενέσθαι τὰς πληγὰς ἐβούλετο, τὸν ἀριθμὸν εἰπεῖν καὶ τὸ τοὺς τύπτοντας εἶναι δεῖν τῶν ῥωμαλεωτέρων, οἷον Κάνδιδος αὐτῷ τὸν υἱὸν ἐπέστησε τὸν αὑτοῦ; θαυμάζω δὲ ὅπως οὐδʼ αὐτοῦ τοῦ ῥήματος ᾐσχύνθη τὴν φιλανθρωπίαν· οὐ γὰρ ἀγριαίνοντος ἦν οὐδὲ ζέοντος, ἀλλʼ οἷον δεδοικότος μή τι σφοδρὸν γένηται, καὶ ᾧ πολλάκις πατέρες ὑπὲρ παίδων πρὸς παιδαγωγὸν ἐχρήσαντο. τὸ δὲ αἷμα ἐκεῖνο τὸ πολὺ καὶ τὸ διατμηθὲν δέρμα καὶ αἱ φανεῖσαι σάρκες, ταῦτα ἦν σὰ καὶ τῆς σῆς κακίας.
Δηλοῖ δὲ αὐτὸς ὁ ἄρχων οἷς εἰς ἕτερον ἔπραξεν ἔξω ταῦτʼ εἶναι τῆς γνώμης τῆς ἑαυτοῦ. τῆς αὐτῆς γὰρ αἰτίας ἐπʼ ἄλλον ἡκούσης λαβὼν τὸ σῶμα τοῦ κεκακουργηκέναι δοκοῦντος τοὺς ἡμερωτέρους τῶν τὰ γράμματα διδασκόντων μιμησάμενος ἀφῆκε δείξας οἷς περὶ ἕτερον ἐποίησεν, ἅπερ ἂν ἐποίησεν, εἰ καὶ τὸν πρότερον ἦν τις εἰσηχὼς αὐτῷ.
Ὃ δὲ μεῖζον εἰς ἔλεγχον τῆς Κανδίδου σκήψεως, εἰς τί γάρ, εἰπέ μοι, βλέπων, εἰς ποῖον λόγον, εἰς ποῖον ῥῆμα, εἰς ποίαν συλλαβήν, εἰς ποῖον νεῦμα τὰ πολλῷ βαρύτερα τῶν πληγῶν ἐκεῖνα προσέθηκας; ἐν οἷς ἦν ἰατρῶν τε ἐστερῆσθαι τὸν ἄνθρωπον καὶ θέαμα εἶναι τοῖς ἐν τῇ πόλει πᾶσιν ἐλεεινὸν ὥσπερ τι τῶν βοσκημάτων ἐλαυνόμενον. εἰ δʼ ἐν τῷ τῆς νουθεσίας ὀνόματι πάντα ταῦτα εἶναι φής, καὶ ἀποτυμπανίσας τὸν ἄνθρωπον εἰς ταὐτό μοι δοκεῖς ἂν καταφυγεῖν. ἀλλʼ οὔτε τότε οὐδεὶς ἠνέσχετʼ ἂν οὔτε νῦν. οὐ γὰρ ὁ ἄρχων οὐδʼ ἅπερ ἐκεῖνος ἔφησεν, ἀπώλλυ τὸν Ἀντίοχον, ἀλλὰ τό τε χρήματα ἐπʼ Ἀντιόχῳ παρὰ τῶν ἐχθρῶν τῶν Ἀντιόχου δεδόσθαι τό τε τὴν Ἀντιόχου γυναῖκα μὴ δυνηθῆναι πρὸ τῶν πληγῶν δοῦναι τούτῳ χρυσίον ὁπόσον ἐβούλετο, ἐπεὶ καὶ μετὰ τὰς πληγὰς οὐ τοσοῦτον μέν, ἐδόθη δʼ οὖν.
Ὑπὲρ Ἀντιόχου οὖν, ἐρεῖ τις, ἔδει λυπεῖν Κάνδιδον, ὑπὲρ τοῦ σιτοποιοῦ τῶν γνωριμωτάτων ἕνα; ἐγὼ δὲ τὸ μέσον μὲν τῆς ἀμφοῖν τύχης οὐκ ἠγνόουν οὐδʼ ὡς ὁ μὲν οἰκίαν κέκτηται μεγάλην, ὁ δὲ μισθὸν τῶν οἰκημάτων ἐν οἷς οἰκεῖ τίθησιν οὐδʼ ὡς ὁ μὲν γῆν ἔχει πολλήν τε καὶ ἀγαθήν, ὁ δὲ μύλην οὐδʼ ὡς ὁ μὲν τῇ γαστρὶ χαρίζεται, ὁ δὲ οὐ δύναται οὐδʼ ὡς τῷ μὲν ἀργεῖν ἔξεστι, τῷ δʼ ἀνάγκη πονεῖν. οἶδα ταῦτα καὶ πολλὰ πρὸς τούτοις ἕτερα. ἐποιούμην δὲ τότε οὐ πρὸ τοῦ Κανδίδου τὸν Ἀντίοχον, ἀλλὰ πρὸ τοῦ ἀδίκου τὸ δίκαιον· τοῦτο μὲν γὰρ ὑπῆρχεν Ἀντιόχῳ, τοῦ Κανδίδου δὲ ἦν ἐκεῖνο. οὐδεὶς δὲ οὐδὲ τῶν ἀδικωτάτων ἀνθρώπων τολμήσειεν ἂν εἰπεῖν, ὡς οὐκ αἰδέσιμον ἡ τοῦ δικαίου τάξις. διὰ τοῦτο κἀκ τῶν ἀπράτων δικαστηρίων ἀπιόντας ὁρῶμεν νενικηκότας οὐκ ἀεὶ τοὺς εὐπόρους, ἀλλά ποτε μὲν τούτους, ποτὲ δὲ τοὺς πενεστέρους τῶν δικαίων ποιούντων ἑκάτερον. σὺ δὲ οἷος ἂν ἦσθα καὶ πρὸς ἐκείνους λέγων· οὐ καλῶς, ὦ ἄνθρωποι, πεποιήκατε τοῦ μὲν ἡττωμένου παρʼ ὑμῖν τὴν δύναμιν ἀτιμάσαντες, τοῦ δὲ κεκρατηκότος τὴν ἀσθένειαν τιμήσαντες ἐξὸν πεποιηκέναι τοὐναντίον; εἰ δʼ οὐκ ἂν πρὸς δικαστὴν τοῦτο ἐποίεις, διὰ τί πρὸς ἐμέ; πανταχοῦ γὰρ ἔγωγε νομίζω προσήκειν μέγα δύνασθαι τὸ δίκαιον. εἰ δὲ τοῦτʼ ἦν, οὐχ ὅσῳπερ νῦν, ἐλείπετʼ ἂν τῶν θείων πραγμάτων τὰ ἀνθρώπεια. νῦν δὲ τοῦτʼ ἔστι τὸ μάλιστα πικρὸν ποιοῦν τὸν ἡμέτερον βίον, ὅτι πολλὰ μὲν τὰ τῶν νόμων γράμματα, τὰ μὲν παλαιά, τὰ δὲ νέα, καταπατεῖται δὲ ὑπὸ τῶν ἀδικούντων ἡδέως τῆς πλεονεξίας μᾶλλον ἐφʼ ἑαυτὴν ἑλκούσης ἢ τούτων ἀνειργόντων. ἐγὼ δὲ οὔτʼ ἄλλοτε πώποτε προηκάμην τοῖς ἀδικοῦσι τοὺς ἀδικουμένους διὰ τὸ τοὺς μὲν εἶναι τῶν λαμπροτέρων, τοὺς δὲ τῶν καταδεεστέρων οὔτε νῦν τοῦτʼ ἔμελλον πείσεσθαι. μὴ γὰρ ὅτι Κάνδιδον, ἀλλʼ οὐδʼ ἂν τὸν ἐμαυτοῦ πατέρα ταὐτὰ Κανδίδῳ πεποιηκότα πρότερον ἂν ἤγαγον τοῦ τοιαῦτα παθόντος σιτοποιοῦ, ἀλλʼ οὐδʼ ἂν ἄλλου τινὸς τῶν ἐν ἐλάττονι τέχνῃ οὐδʼ ἄν, μὰ τοὺς θεούς, τυροπώλου οὐδέ γε ὀξοπώλου οὐδὲ ἰσχαδοπώλου οὐδέ γε νευρορράφου. μὴ οὖν μοι λεγέτω τις ἅρματα ἢ ἀθλητὰς ἢ ἄρκτους ἢ κυνηγέτας· τούτοις γὰρ ἅπασιν ἀντιτεταγμένον τὸ δίκαιον μᾶλλον αὑτῷ πείθει προσέχειν ἢ ʼκείνοις. πείθει δὲ καὶ τὰ ἀπὸ τῆς ἔχθρας τῆς ἐσομένης φέρειν. ὅτι μὲν γὰρ δυσμενὴς ἐπὶ τούτοις ἐκεῖνος καὶ πάντα ἐπιβουλεύσει τρόπον καὶ συνεργῶν οὐκ ἀπορήσει, καὶ σφόδρα ἐπίσταμαι. οὐ μὴν φόβῳ γε τοῦ τοιούτου πολέμου προδότης ἂν εἱλόμην τῶν δικαίων καὶ γενέσθαι καὶ νομισθῆναι. οὐδὲ γὰρ τοῖς τὰς τάξεις λιποῦσι συγγνώμην ἔχομεν καὶ ταῦτα εἰδότες, ὅτι δέει τοῦτο ἁμαρτάνουσιν. αὐτὸ γὰρ δὴ τοῦτο καὶ τὸ ἔγκλημά ἐστιν, ὅτι φόβῳ διαφθείρουσι τὸ προσῆκον. διὰ τοῦτο ἀποθνήσκουσιν αἰσχρῶς οὐ βουληθέντες καλῶς. ἦν οὖν κἀμοὶ καλὸν ταύτην φυλάξαι τὴν τάξιν. καὶ γὰρ εἰ μηδεὶς ἔμελλέ με μήτε γράφεσθαι μήτε κρίνειν, ἀλλʼ οἵ τε θεοὶ ταῦτʼ ἂν ᾐτιῶντο καὶ αὐτὸς ἂν ἐμαυτὸν κατήσθιον εἰδὼς ἅ μοι ἐπεπλημμέλητο. καὶ μὴν καὶ ἐλπίδες μοι παρʼ αὐτοῦ τοῦ τὰ δίκαια ποιεῖν ὑπῆρχον. τοὺς γὰρ ἅπερ αὐτὸς ἐπῄνουν ἐπαινοῦντας θεοὺς ἡγούμην καὶ κρείττω με ποιήσειν τῶν πολεμησόντων. λόχον τοίνυν ὁποῖόν τινα βούλεταί τε καὶ δύναται συστησάμενος λάθρα τε διορυττέτω καὶ φανερῶς μαχέσθω. τῆς γὰρ δὴ τῶν θεῶν μεθʼ ἡμῶν οὔσης ῥοπῆς γέλως ἔσται καὶ αὐτὸς καὶ οὓς συλλέγει.
Διὰ τί, φησί, τὴν ὀφειλομένην ἐπὶ τοῖς ἐλέγχοις διεκώλυσας δίκην; ὅτι πρῶτον μὲν αὐτὸν τὸν ἔλεγχον οὐ μικρὰν δίκην ἡγησάμην. ἔπειθʼ οἱ πεπονθότες αὐτοὶ κακῶς ἐδέοντό μου μηδὲν ζητῆσαι πλέον μηδʼ ἐκπολεμῶσαι σύνταγμα στρατιωτῶν τοσοῦτον ἐργαστηρίῳ. ὥσθʼ οἷς λογισμοῖς εἰς τὸν ἔλεγχον συνέπραττον, τοῖς αὐτοῖς τούτοις εἰς τὸ μὴ γενέσθαι τινὰ τιμωρίαν ἐχρώμην. ἐκεῖνό τε γὰρ ἦν τοὺς ἠδικημένους ἐλεοῦντος καὶ τοῦτο τοῖς αὐτοῖς χαριζομένου, ἄλλως θʼ ὅτε καὶ ἐξῆν αὐτοῖς τὰ αὑτῶν κομίσασθαι. ὁ γὰρ ἀρνούμενος μὴ λαβεῖν παρὰ τοῦ τραπεζίτου καὶ λαβὼν οὐκ εἰλήφει. φέρειν γὰρ αὐτὰ πάλιν ἐπὶ τὴν τράπεζαν ἔδει. οὕτως ἐν οἷς καὶ ἔπραττον καὶ οὐκ ἔπραττον οὐκ ἐμαχόμην ἐμαυτῷ. τοὺς μέντοι μεμφομένους μοι δυναίμην ἂν δεῖξαι μαχομένους ἑαυτοῖς, οἳ τῷ τε εἰς κρίσιν καταστῆσαί με τὸ πρᾶγμα κακῶς λέγουσι καὶ τῷ πάνυ σπουδάσαι περὶ τὸ μὴ δοῦναι τὸν στρατιώτην δίκην. εἰ μὲν γὰρ τἀπὸ τῆς ὀργῆς αἰτιῶνται, τὰ τῆς ἐπιεικείας ἐπαινούντων· εἰ δὲ τὰ τῆς ἐπιεικείας ἐν αἰτίᾳ ποιοῦνται, τί μὴ τὸ συνοργισθῆναι τῇ γυναικὶ τῷ καλῷ προσνέμουσι;
Καὶ μὴν κἀκεῖνό γε τοῖς εἰρημένοις προσθείην ἄν, ὅτι καὶ εἰ σφόδρα τῆς τιμωρίας ἐπεθύμουν, νικᾶν ἔδει τὸ δοκοῦν Αὐγάρῳ τῷ τοῦ στρατιώτου μὲν ἀδελφῷ, φίλῳ δὲ ἡμετέρῳ καὶ συνήθει παῖδά τε ἐν ταῖς ἡμετέραις ἔχοντι διατριβαῖς οὐ τῶν πολλῶν, ἀλλʼ ὧν ἄν τις καὶ μακαρίσαι τοὺς γονεῖς τῆς τῶν υἱέων κατὰ τὴν φύσιν τύχης. τούτοιν τοίνυν ὁ μὲν εἶπέ τι περὶ τἀδελφοῦ, ὁ δʼ ἔλεγε μὲν οὐδέν, τῇ σιγῇ δὲ ταὐτὸν ἔπραττεν.
Οὕτω πολλὰ καὶ μεγάλα τὸν στρατιώτην διέσωζε. βουλοίμην δʼ ἂν καὶ ὅλως ταῦθʼ ἅπαντας εἰδέναι περὶ ἐμοῦ, ὅτι τοῖς ἀδικοῦσι καὶ καταφρονοῦσι τῶν νόμων μέχρι μὲν τοῦ κατενεγκεῖν πολεμῶ, κειμένους δὲ ἰδὼν σπένδομαι.