ΚΑΤΑ ΙΚΑΡΙΟΥ Β.
Πάλαι μὲν ἴσως καὶ ἐμὲ κατηγορεῖν καὶ σὲ καθήμενον ἀκούειν, ὦ βασιλεῦ, περὶ ὧν Ἰκάριος οὑτοσὶ τὰς βουλὰς λελύμανται διδάσκων οἷς ποιεῖ πάντας ἀνθρώπους, ὅτι φευκτέον αὐτάς· ἐπεὶ δὲ ἐλπίδι τοῦ γενήσεσθαι βελτίω τὸν ἄνθρωπον οὐδὲν εἰπὼν πρότερον μένοντα αὐτὸν ἐν τοῖς αὐτοῖς καθορῶ ἤ, τό γε ἀληθέστερον, χαλεπώτερον γιγνόμενον, οὐδὲ εἰ σφόδρα μὴ βουλοίμην κατηγορεῖν, δυναίμην ἄν. αἰτιῷτο δʼ ἂν εἰκότως ἀνθʼ ἡμῶν ἑαυτόν, ᾧ σωφρονεῖν ἐξὸν οὐκ ἐβουλήθη. δέομαι δέ, ὦ βασιλεῦ, μηδεμίαν γενέσθαι βλάβην τοῖς οὖσιν ἡμῖν δικαίοις μήτε τὰ ἔπη τὰ παρὰ τοῦδε ποιηθέντα περὶ τῶν σοὶ πεπραγμένων μήτε τὰ λεγομένων γενόμενα δάκρυα μήτε τὴν μέχρι δύο συλλαβῶν καὶ γράμματος ἑνὸς τῶν ὀνομάτων κοινωνίαν, ἀλλὰ χωρὶς μὲν ἐκεῖνα κεῖσθαι, χωρὶς δὲ τὴν περὶ τῶν πραγμάτων ἐξέτασιν, ἄλλως θʼ ὅτε καὶ τὴν ἀμοιβὴν ἐκείνων ἔχει τῶν ἐπῶν. εἰ γὰρ δικαίως διʼ ἐκεῖνα τετίμηται, καὶ ὧν ἀδικεῖ δικαίως ἂν δοίη δίκην. ὅταν γὰρ ὁ αὐτὸς ἄνθρωπος τὰ μὲν βελτίων, τὰ δὲ φαίνηται χείρων, ἀμφοτέρων εἰκότως ἂν παρὰ τῶν ἄλλων τυγχάνοι, διʼ ἐκεῖνα μὲν ἐπαίνων, διὰ δὲ τὰ φαυλότερα τιμωρίας.
Περὶ μὲν οὖν τῆς ἄλλης κακίας καὶ ὡς ἡσυχάζουσαν πόλιν εὐθὺς ἐλθὼν εἰς στάσιν ἐνέβαλεν ἀπορίᾳ τροφῆς, ἢ τὴν περὶ τὰς δίκας βραδυτῆτα ἢ τὴν ἐν τοῖς θεάτροις ἀηδίαν ἢ τὴν περὶ τὸ σῶμα τῆς πόλεως ὀλιγωρίαν ἢ καὶ ὡς μισεῖ μὲν τοὺς συνδίκους, μισεῖ δὲ τοὺς πόλεων ἄρξαντας, ὑποπτεύει δὲ πάντα μὲν λόγον, πᾶσαν δὲ παραίνεσιν καὶ τὰς παρʼ αὐτῶν γε τῶν εἶναι δοκούντων φίλων, ταυτὶ μὲν καὶ πολλὰ πρὸς τούτοις ἕτερα μετὰ ταῦτα ἀκούσῃ ἢ ἡμῶν λεγόντων ἢ καὶ ἑτέρων κατηγορούντων· νῦν δʼ οἷος ἡμῖν περὶ τοὺς βουλευτὰς γεγένηται, δεῖ σε μαθεῖν.
Πρό γε μὴν ὧν πεπόνθασιν, ἃ μὴ πάσχειν αὐτοὺς ἐβουλήθης ἄξιόν ἐστιν εἰπεῖν. σὺ τοίνυν εὖ καὶ καλῶς εἰδώς, ὁπόσον ἐστὶ βουλὴ πόλει καὶ ὡς οὐχ ἧττον ἢ νηῒ τρόπις, καὶ οἵων παρὰ τῆς μεγίστης βουλῆς, λέγω τῆς Ῥωμαίων, ἠξίωται καὶ ὡς ταῦτα ἐκινήθη τῷ χρόνῳ καὶ ὡς τούτῳ διεφθάρησαν, νόμον ἔθηκας, ὦ βασιλεῦ, μὴ ἐξεῖναι τύπτεσθαι παρὰ τῶν ἐπὶ τῶν ἀρχῶν τοὺς ἐν ταύτῃ τῇ τάξει καὶ προσηγορίᾳ. καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι τοῦτʼ ἔγραψας μέν, οὐκ ἐβεβαίωσας δὲ τοῖς ἔργοις, ἀλλὰ τοῦτο μὲν τὸν τῆς Ἀσίας ἄρχοντα Φλαβιανὸν τοιοῦτόν τι πλημμελήσαντα κάκιστόν τε ἡγήσω καὶ τῆς ἀρχῆς ἔπαυσας, ὁ δὲ βουλευομένου σου περὶ τῆς τιμωρίας ἐμβὰς εἰς πλοῖον ἀποδρὰς ᾤχετο, τοῦτο δὲ τὸν τῆς Αἰγύπτου τἄλλα σεσυκοφαντημένον καὶ πάσας πλὴν μιᾶς ταύτης διαλύσαντα τὰς αἰτίας ἔδησάς τε ἡμέρας οὐκ ὀλίγας καὶ φροντίσαι περὶ τῆς σωτηρίας ἐποίησας μείζω μοῖραν τούτῳ νείμας ἢ τοῖς ἄλλοις ἅπασι. ληρεῖν γάρ σοι τῇ τῶν ἄλλων ἐδόκει μνήμῃ διὰ τὴν κατὰ τοῦτο ἁμαρτίαν. καὶ σὺ μὲν οὕτω πρέποντα βασιλεῖ καὶ γράφων καὶ ποιῶν, Ἰκάριος δὲ πῶς; εἰ τιμὴν ἐτύγχανε καταθεὶς τῶν βουλευτῶν, οὐκ ἂν οὕτως αὐτοὺς ᾐκίσατο. τῶν γʼ οὖν οἰκετῶν ὁρῶμεν αὐτὸν φειδόμενον καὶ τῇ γε πρὸς αὐτοὺς ἡμερότητι μάλιστα φιλοτιμούμενον, ἀλλʼ οὐ πρὸς τὸν ἄθλιον Ἑρμείαν τοιοῦτος ἡμῖν ὁ γεννάδας, ἀλλʼ ἄνθρωπον εὐγενῆ πένητα δὶς λειτουργοῦντα τὰ περὶ τὰς καμίνους τὰς μεγάλας, ἀδικοῦντα μὲν οὐδέν, δοκοῦντα δὲ αὐτῷ παίων ἀπώλεσεν. ᾧ γὰρ ἅτερος τοῖν ὤμοιν ἀπόλωλε, πῶς οὗτος οὐκ ἀπόλωλεν; ἐλθὼν δὲ εἰς Φοινίκην τὸν ἐν μείζονι λειτουργίᾳ, ἧς γὰρ ἔφην μείζων ἡ διὰ τῶν θηρίων, ἀποδύσας ἣν παρʼ αὐτῆς εἶχεν ἐσθῆτα τῆς λειτουργίας εἰς ἰατρῶν χεῖρας ἔπεμψεν. οἶδε καὶ Βόστρα τοιαύτας πληγάς, οἶδε καὶ Ἀρέθουσα, οὗ τιμᾶν φάσκων ἄνθρωπον φιλοσοφοῦντα βουλευτὴν ἀπώλεσεν, ἐπειδὴ πένης ὢν ὁ βουλευτὴς οὗτος πλουτοῦντα τὸν φιλόσοφον εἰσφορὰς εἰσέπραττε.
Τὰ δʼ ἐν Βεροίᾳ τίς οὐκ ἐδάκρυσε δυοῖν πολιτευομένοιν οἳ τὰ πρῶτα ἦσαν, πολλῶν περὶ τὰ αὑτῶν μετάφρενα χειρῶν ἀνηλωκότων ἀκμήν; οὓς οὐδεὶς ἔσθʼ ὅστις οὐ τῶν πρὸ τοῦδε ἀρξάντων εἰσελθόντας ᾐδέσθη. τὰ δὲ δὴ νῦν ταῦτα πηγάς, ὦ βασιλεῦ, δακρύων ἐκίνησε τοῖς τε περὶ τὰς θύρας τοῖς τε ὅπου δὴ τῆς πόλεως ἀνδράσι, γυναιξί, παισίν, ἐλευθέροις, δούλοις, αὐτοῖς τοῖς παίουσι· τοσοῦτον ἦν τὸ κακὸν καὶ ἐπὶ τοσοῦτον τῆς ἡμέρας προβάν, ὥσθʼ οἱ τὸν νέον ἀπὸ τοῦ στήθους ἀνέχοντες τῷ μετώπῳ τὰς χεῖρας προσάγοντες ἐσκόπουν, εἰ μὴ τέθνηκεν. ὑπὲρ τοῦ δὴ ταῦτα καὶ τί τὸ ἀδίκημα; ὁ συνήγορος, φησίν, οὐκ εἶπεν, ἥτις ἦν ἡ γυνὴ ὑπὲρ ἧς ὁ Κυριακὸς εἰσεληλύθει. καίτοι τί τοῦτο πρὸς τὸν Λάμαχον, ὃς εἰρήκει μὲν Ἡσυχίῳ ταῦτα, εἰρήκει δὲ Ἡρακλείῳ, οἱ δὲ Ἀραβίῳ μέρος τι παραδόντες τῆς δίκης κληθέντες ἐξαίφνης αὐτὸν ὑπερβαίνοντες τὸν οὐδὸν ἀφῃρέθησαν ὑπὸ τάχους τὴν περὶ τῆς γυναικὸς μνήμην, ὥστʼ εἴ τινα καὶ τιμωρίαν ἔδει γενέσθαι, παρὰ τούτων, οὐ παρʼ ἐκείνου γενέσθαι χρῆν. ὁ δὲ τὸ μὲν οὐκ ἐτόλμησε, τὸ δὲ ἐποίησεν. οὐ γὰρ ἦν τοῦτο δεινόν, ἀλλʼ ἦν ἕτερον τὸ παροξύνον, ὃ προϊόντος εἴσῃ τοῦ λόγου. ὅτι δὲ οὐ δεινὸν τοῦτο, παντί που δῆλον. νόμος γὰρ οὐδεὶς παρεβαίνετο οὐδʼ εἰ ἑκοῦσιν ἐσεσίγητο τὸ γύναιον, οὐδὲν ἡμαρτάνετο, οὐδʼ εἰς τὸν ἀπεσταλμένον ὑπʼ αὐτῆς τὰ ʼκείνης διέβαινεν, ἀλλʼ ἕτερον μὲν ὁ Κυριακός, ἕτερον δὲ ἡ Ἀντιπάτρα· ὥστʼ εἰ καὶ λίαν ἐκείνῃ μετῆν τινος σχήματος, ἰδιώτης ἦν οὗτος, ὃ δὴ καὶ ἐλέγετο, καὶ οὐκ ἰδιώτης μόνον, ἀλλʼ ἤδη καὶ δοῦλος καὶ προσέτι γε λῃστὴς πλεῖστα δὴ ξίφεσι περὶ ταῦτα χρησάμενος. τί οὖν αὐτὸν εἰς τὰ τῆς Ἀντιπάτρας εἰσάγεις; ἰδιώτης εἴρητο, τοῦτο γὰρ ἦν. ὁ δὲ καὶ δοῦλος ἦν. τοῦτο οὐκ εἴρητο. ὥστʼ ἐν μὲν τοῖς οὐκ εἰρημένοις ἐκέρδαινεν, ἐν τοῖς εἰρημένοις δὲ οὐκ ἠδικεῖτο. τίς δὲ καὶ ἡ πολλὴ σπουδὴ περὶ τὴν μνήμην τῆς γυναικός; οὐ γὰρ πρὸς τὴν ἐκείνης προσηγορίαν, εἰς δὲ τὸ πρᾶγμα βλέπων ἔμελλες δήπου ψηφιεῖσθαι, ὥστʼ οὐδὲν ἦν ἐμποδὼν τοῖς δικαίοις τὸ μὴ τὴν Ἀντιπάτραν εἰρῆσθαι, πλὴν εἰ τοῦτο λέγεις, ὡς οὐ τὰ αὐτὰ ἂν ἔγνως λεγομένης καὶ σιωπωμένης. τοιγαροῦν μισθὸν ταῦτα εἶναί φασι νυκτερινῶν χαρίτων. ἐμοὶ μὲν οὐ πιστὸς ὁ λόγος, λέγεται δʼ οὖν. παίων τοίνυν ἐπὶ τούτοις τὸν νέον καὶ οὐδὲ ἐν οἷς ἠρώτα τι τὰς πληγὰς ἱστάς, ὃ κἀν τοῖς ἐπὶ βασιλέα βουλεύμασιν ἴσμεν φυλαττόμενον, ἐκάλει τὸν Κυριακὸν ὡς αὑτὸν μάλα ἠπίως καὶ πρᾴως. καὶ θαυμαστόν, ὅπως αὐτὸν οὐχὶ καὶ παρεκαθίσατο μεταδοὺς τοῦ θρόνου, ἵνʼ ᾖ καὶ τούτοις εὐφραίνεσθαι τῇ τε γυναικὶ καὶ τῷ ταύτης ἀδελφῷ. καὶ οὐκ ἀπόχρη ταῦτα, ἀλλʼ ἐπὶ πληγαῖς πεντήκοντα καὶ διακοσίαις ἑτέρας ἐπῆγεν Ἡρακλείου τοῦ ῥήτορος βοῶντος τὴν εὐγένειαν, λέγοντος τὴν παιδείαν, τὴν ἀπειρίαν, τὸ νῦν αὐτὸν ἧφθαι πραγμάτων, τὸ τοῦ σώματος ἀσθενὲς τοῦτο μὲν τῇ φύσει, τοῦτο δὲ τῇ νόσῳ, τὴν τοῦ πατρὸς ἀρετὴν καὶ τὸ ἥδιστον εἰς ἀκοὴν ὄνομα, τὸν Ναυσικλέα, ὥστε μηδʼ εἰς ταῦτα ἀναχώρησιν εἶναι. οὐ γὰρ ᾔδειν, οὐ γὰρ ἠπιστάμην, ὅστις ἦν. οὐ γὰρ ἦν ὁ διδάσκων. καίτοι τί ταῦτα εἶπον; εἰ γὰρ καὶ μηδὲν πλὴν τοῦ βουλεύειν ὑπῆρχεν αὐτῷ, τοιαῦτά γε πάσχειν οὐκ ἔδει. νῦν δὲ μετὰ τοσούτων τοῦτο τηλικοῦτον ὂν οὐκ ὠφελεῖ, ἀλλʼ ἕτεραι πληγαὶ τῶν ἑκατὸν οὐκ ὀλίγῳ τινὶ πλείους. καὶ ταῦτα ἑώρα Κυριακὸς ὁ λῃστής, ὁ δοῦλος ὁ παρὰ τούτῳ τιμώμενος καὶ τῆς τοῦ παίοντος δεξιᾶς τὸ ὑπὲρ κεφαλῆς κρεμάμενον ἀγγεῖον ὑάλινον ἐν ᾧ μεθʼ ὕδατος ἔλαιον, συντριψάσης καὶ ῥεόντων ἐκεῖθεν ὧν ἔφην ἐπὶ τὸ μετάφρενον οὐκ ἔφριξεν οὐδʼ ἠλέησεν οὐδὲ ἔπαθέ τι τῇ ψυχῇ, ἀλλὰ μεθʼ ὁμοίας τῆς ὁρμῆς προῄει κόπτων. καὶ τὸ ἔτι δεινότερον, οὐδὲ γὰρ εὐθὺς ἀπέδωκε ταῖς τῶν οἰκείων χερσὶ τὸν οὕτω διακείμενον, ἀλλʼ ἐπεισαγαγὼν ἑτέραν τινὰ αἰτίαν ὑστέραν τῆς τιμωρίας οὐκ ἔχοντα ἑστάναι τὸν δυστυχῆ προσαποστερῶν τῆς θεραπείας τά τʼ ἄλλα αὐτῷ καὶ τὸν ἀπειρηκότα αὐχένα μείζονι κακῷ τούτῳ προσκατέλυε. καὶ ὁ μὲν ἅπαντα ἔπραττεν ἐπὶ θανάτῳ καὶ τοῦτʼ ἦν ἡ σπουδὴ τὸν νέον ἀποθανεῖν, τῇ δὲ τῶν ἐπὶ τοῦ παίειν φιλανθρωπίᾳ σέσωσται βελτιόνων τε τούτου φανέντων καὶ τοὺς αὑτῶν προεμένων δακτύλους ἐπὶ τῇ ʼκείνου σωτηρίᾳ. καὶ μὴν ὁ κολάζων πρότερον, εἶτα κρίνων πῶς οὐ τὰ μέγιστα συγχεῖ; ὁ δʼ εἰδὼς οὐ δίκαια δεδρακὼς ἐζήτει περιερχόμενος φάρμακον· οὐ μὴν εὗρεν. ἡ γὰρ δὴ βαρβαλισσὸς καὶ ὁ σῖτος καὶ πάντα τὰ τοιαῦτα τὸν ἀποδέκτην εἰς τιμωρίαν ἦγε, καίτοι κἀκείνῳ τις λόγος ἦν, ἀλλʼ οὐ τὸν Λάμαχον, ᾧ τὸ ἔργον ἦν δοῦναι χρυσίον καὶ ἐδεδώκει.
Τί ποτʼ οὖν αὐτὸν ἐποίει τῆς τοῦ Λαμάχου τελευτῆς ἐπιθυμεῖν; λέγεται μὲν καὶ τὸ τῆς Ἀντιπάτρας, ὑπῆρξε δέ μοί τι καὶ ἄλλο μαθεῖν, ὅ μοι πιστότερον εἶναι τοῦ τῆς Ἀντιπάτρας δοκεῖ. τί δαὶ τοῦτο ἔστιν; εἱλκύσθη τοῖς σκεύεσι τοῖς ἀργυροῖς τοῖς πολλοῖς τοῖς κατὰ τῶν πόλεων. ὧν αὐτὸν ἔγωγε ἠξίουν εἶναι κρείττονα βουλόμενόν γε εἶναι δοκεῖν τῶν ἄλλων βελτίονα, ὁ δʼ ὑπηνέχθη τε καὶ διέδειξεν, ὡς ταὐτὰ τοῖς πολλοῖς νοσοῖ. δέον γὰρ αὐτὸν ἐν ἀρχῇ καλὸν εἶναι νομίσαι τὴν δόξαν, ὁ δʼ εἴχετο τῇ τέχνῃ τῇ περὶ τὸν ἄργυρον καὶ καλέσας τὸν τούτων δημιουργὸν καὶ μετὰ τούτου τὸν ζωγράφον τὸν μὲν ἐκέλευεν ἃ αὐτὸς ὑφηγοῖτο γράφειν, τὸν δὲ ἕπεσθαι τῷ ζωγράφῳ. ὡς δʼ οὗτος μὲν ἀπῆρεν ἐπί τι τῆς ἀρχῆς μέρος, τῷ δʼ ἐξείργαστό τε τὸ προστεταγμένον καὶ ἐξέκειτο, θαυμάζει τε Λάμαχος αὐτὸ καὶ προσελθὼν ἐβούλετο κτᾶσθαι. τοῦ δὲ ὅτου τε εἴη λέγοντος καὶ δεομένου πεπαῦσθαι φιλονεικότερος γίγνεται τοῦ συμφέροντος αὐτῷ καὶ νικᾷ μισθῷ μείζονι καὶ εἶχε λαβὼν κακῶς μὲν καὶ πείσας καὶ λαβών, τὴν Καδμείαν νίκην νενικηκώς. εἶχε δʼ οὖν καὶ ἔχαιρε πλημμελῶν. ἐπανήκων δὲ οὑτοσὶ καὶ γνοὺς τὴν ἀπάτην ἕτερον εὑρὼν ἀνθʼ ἑτέρου πολλαῖς ἀπειλαῖς ἐξευρὼν τὸν ἐωνημένον τὸ μὲν ἐᾷ παρʼ αὐτῷ μένειν, ὡς δʼ εἰς τὴν γυναῖκα ἐπιβεβουλευμένος, ὅπως ἂν ἀποκτείνειεν ἐζήτει. καὶ ἀπέκτεινεν, οὕτω γὰρ ἄξιον λέγειν. καὶ τοιαύτην ὁ μεγαλοφρονῶν Ἰκάριος ἐποιήσατο τοῦ πρὸς τὸν βουλευτὴν πολέμου τὴν ὑπόθεσιν μειρακίου τινὸς ἔργον ὑπομείνας ἀντεραστὴν πρὸς ἐρωμένην πειρωμένου παρελθεῖν. ὃν ἐχρῆν ἅπαντα τὸν ἐν τῇ πόλει καὶ τοῖς καταπτύστοις ἀργυροκοπείοις κοπτόμενον ἄργυρον ὕθλον εἶναι νομίσαι πρὸς τὴν ἀπὸ τοῦ καταπεφρονηκέναι τῶν τοιούτων καὶ δόξαν καὶ ἐλπίδα. νῦν δʼ ἡμῖν καὶ αὐτὸς πλεῖστα συγγεγένηται τοῖς τῶν τοιούτων ἐπιστήμοσι καὶ τὰ μὲν εἶπε, τὰ δὲ ἤκουσεν ἐγγὺς ἑστηκότων αἰτῶν, παρακαλῶν, χάριν ὑπισχνούμενος ἕξειν, ὑπισχνουμένων ποιήσειν ἡδόμενος. καίτοι καὶ εἰ δικαίως ταῦτα ἐκτῶ, τήν γʼ ὑποψίαν ἐχρῆν φυγεῖν. καὶ γὰρ εἰ ψευδὴς αὕτη, τό γε μηδὲ τὴν τοιαύτην εἶναι βέλτιον μηδὲ ἔχειν ἐρωτᾶν μηδένα μήτε τῇδε μήτε ἐν Γαλάταις· πόθεν δὲ ταῦτα; ἀλλʼ ὅτι μεθʼ ὧν ἀπῆρε σκευῶν, ταῦτα ἐπανῆκεν ἔχων.
Εἰ δʼ οὖν καὶ τῆς ἀνοίας ταύτης καὶ προπετείας ἔδει δίκην τὸν Λάμαχον ὑποσχεῖν καὶ τῶν γε περὶ τὴν Ἀντιπάτραν καὶ τὸν Κυριακόν, ἦν δεσμωτήριον· ἄλλος δʼ ἂν εἶπε καὶ πληγάς, ἀλλʼ οὐ τοσαύτας. μὴ γὰρ αὐτός ποτε τοῦτο συγχωρήσαιμι. χρὴ δὲ οὐδὲ σέ, βασιλεῦ· τοῦτο γάρ, τοῦτο ἔστιν ὃ τὰ βουλευτήρια κεκένωκε μάλιστα. ἴσως μὲν γάρ τι καὶ ἄλλο, τουτὶ δὲ διαφερόντως, αἱ πληγαί, καὶ τὸ τῷ σώματι τοιαῦτα πάσχειν, οἷα μηδὲ τὰ κακουργότατα τῶν ἀνδραπόδων. διὰ τοῦτο πάντες ὡς εἰπεῖν πλὴν βουλευτῶν γαμοῦσι καὶ τῶν βουλευόντων αὐτῶν ἐκδιδόντων, ὡς ἂν ἀκριβέστερον ἑτέρων τὰς ἐν τῷ βουλεύειν ἐπισταμένων ὕβρεις. ἢ γὰρ ἔλαβον πληγὰς ἢ προσδοκῶσιν ἐκ τῶν παραδειγμάτων. καὶ νῦν δυοῖν ἀδελφοῖν ὁ μὴ βουλεύων τῷ βουλεύοντι παρακαθήμενος πεπληγμένον ἐκεῖνον κρείττων αὐτὸς ὢν ἢ τοῦτο παθεῖν παραμυθεῖται. τί οὖν οἴει οὐ ταχέως κἀκεῖνον ἐπὶ τὰ τοῦδε βαδιεῖσθαι οὐδὲ ἐγγράψειν αὑτὸν εἰς τοὺς ταῦτα οὐ πεισομένους; τῶν συλληψομένων δὲ εἰς τοῦτο οὐκ ἀπορήσει. καὶ πολλαχοῦ δὴ τῆς πόλεως, ὦ βασιλεῦ, μετὰ τὰς πληγὰς ἐκείνας τοιαυτὶ παρὰ τῶν βουλευόντων τῶν ὀλίγων λέγεται· χαιρέτω μὲν οἰκία, χαιρόντων δὲ ἀγροί, πωλείσθω μὲν ταῦτα, πωλείσθω δὲ ἐκεῖνα, τῇ δὲ τιμῇ τῇ τούτων ὠνείσθω τις ἐλευθερίαν.
Τοιαῦτα ἡμῖν Ἰκάριος ἐπολιτεύσατο καὶ τοιούτοις ἠμείψατό σου τὴν περὶ αὐτὸν σπουδὴν τῶν πόλεων τὸν θεμέλιον ὑποσπάσας. ἴσμεν γάρ, ὡς ἐπὶ τῶν βουλευτηρίων αἱ πόλεις ἑστήκασι, κἂν ταῦτα ὑφέλῃς, οὐδὲν ἔτι τὸ μένον. καὶ διὰ τοῦτο ἐσθῆτα ὁ λειτουργῶν ἥνπερ ὁ Ῥωμαῖος φορεῖ δόντων Ῥωμαίων, ὅπως μηδὲν ὑβριστικὸν περὶ τὸ σῶμα τὸ τοιοῦτο γίγνηται. ἀλλʼ ὁ θαυμάσιος οὗτος καταγελᾷ μὲν τῶν λαβόντων, καταγελᾷ δὲ τῶν δεδωκότων, οὐκ ἐᾷ δὲ τὴν ἐσθῆτα δύνασθαι τοσοῦτον ὁπόσον ἔχει παρὰ τοῦ νόμου. συμβουλεύει δὲ οὐ ῥήμασιν, ἀλλʼ ἔργῳ καὶ πληγαῖς φεύγειν μὲν τὰς βουλάς, καταφεύγειν δὲ ἑτέρωσε.
Μὴ οὖν μοι τὸν Ἑρμείαν μηδὲ τὸν Κρατῖνον μηδὲ Εὐστόχιον μηδὲ Μελήσιππον μηδὲ Λάμαχον μηδὲ τὸν δεῖνα ἢ τὸν δεῖνα, μὴ τούτους οἴου μόνον ἠδικῆσθαι ταῖς πληγαῖς, ἀλλὰ πολλὰς πόλεις διὰ τῶν βουλῶν, ὑπὲρ ὧν σὺ μὲν νόμους τίθης, οἱ δʼ οὐκ ἀξιοῦσι προσέχειν. ἀλλʼ ἤν τι καὶ μικρὸν τῶν ἰδίων ἐγκαλέσωσι, πολὺς ὁ μόλυβδος, ὁποῖον δή τι καὶ τὸ νῦν, ὡς ὅσα γε περὶ τὸ κοινὸν εἶχεν αἰτίαν, οὐδὲν οὐδαμοῦ τοσοῦτον. διὰ τοῦτο ἐτεθνήκει μὲν γυνή τις τῷ λόγῳ καὶ πάλιν εὐθὺς ἔζη, οἱ δὲ τοιαῦτα ἐξαπατῶντες οὐδʼ ἀπὸ βλέμματος ἔδεισαν. ἀλλὰ κἂν κυβιστήσῃ πρὸ τοῦ ζεύγους ὁ Φερένικος, εὐταξία τοῦτο καὶ σωφροσύνη καὶ οὐδεὶς ἠδίκηται. ἀλλʼ οὐκ ἐὰν Λαμπάδιόν τις καὶ Φιλόδημον καί τινας ἑτέρους τῶν ἐν Ἀράδῳ πολιτευομένων λοιδορήσῃ, λοιδορία τοῦτʼ ἔστιν, ἀλλʼ ἔλεγχος. καὶ ἃ κατὰ ἀπόντων ἐβλασφήμησε Μενέστρατος, ἀνεγινώσκετο καὶ ἐπιστεύετο καὶ ἐκαλεῖτο πάλιν ὁ μόλυβδος, οὐ μὴν ἔπληξε. καίτοι εἰ μὲν ἐπʼ ἐλέγχῳ παρῆν, πῶς οὐκ ἔπληξεν; εἰ δὲ οὐδεὶς ἐξελήλεγκτο, τί παρῆν; ἢ ἵνα ἐλέγξειεν; καὶ μὴν οὐδὲν ἤλεγξεν. ἢ τοῦτο μὲν ἂν ἐποίησεν, ἡ χάρις δὲ ἐδόθη τῷ παρακαθημένῳ; οὐκοῦν καὶ αὐτὸς ἡμῖν τῶν τὰ τοιαῦτα χαριζομένων γέγονας.
Βοήθησον, ὦ βασιλεῦ, ταῖς βουλαῖς, βοήθησον, εἴ τινες ἄρα εἰσί, καὶ νόμους τοὺς ὑπὲρ αὐτῶν γεγραμμένους μὴ μάτην ἔα κεῖσθαι, βεβαίου δὲ αὐτοὺς ταῖς τῶν παραβαινόντων κολάσεσι. κἂν οὕτω ποιῇς, ἴσως τις αὑτὸν εἰς βουλὴν καταλέξει. τὸν ἄνδρα δὲ ἐγὼ τοῦτον, εἰ μὴ δύναμαι τοιαῦτα ἀδικοῦντα φιλεῖν, ἴσως οὐκ ἀδικῶ.