eul_wid: swk-dg
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Orations 1–64: Oration 24 (On the Avenging of Julian) by Libanius of Antioch

The defeats in Thrace, Macedonia and the Illyrian lands, Libanius tells Theodosius, are the gods' punishment for leaving Julian's murder unavenged. He urges an inquiry into who planned the killing, who struck the blow, for what reward and with whose knowledge, and blames the indifference that has let the guilty go free. Vengeance for Julian, he promises, would bring Thrace back under the plough and reopen the pass at Thermopylae.

Part of Orations 1–64

ΠΕΡΙ ΤΗΣ ΤΙΜΩΡΙΑΣ ΙΟΥΛΙΑΝΟΥ.

Οὐκ ἀρκεῖ τοῦτο τοῖς πράγμασιν, ὦ βασιλεῦ, λύπη καὶ ὀδυρμὸς καὶ ἀγρυπνία μάτην ἀναλισκομένη. εἰ γάρ τι τούτων οἷόν τʼ ἦν ἐπανορθῶσαί τι τῶν συμβεβηκότων, πάλαι ἂν ἅπαντα εἶχε καλῶς ἕνεκά γε καὶ τῆς σῆς καὶ τῆς τῶν ἄλλων ἡμῶν ἀθυμίας. δεῖ τοίνυν τούτων ἀπαλλαγέντας βουλεύσασθαί τι μέγα καὶ καλὸν καὶ ὅθεν ἂν δράσαιμεν τοὺς πολεμίους ἃ νῦν ἡμᾶς ἐκεῖνοι. οὕτω γὰρ ἀντὶ τοῦ στένειν ἐν ταῖς ἀπὸ τοῦ πράττειν ἡδοναῖς εἴημεν ἄν. ἔδει μὲν οὖν τὰ μαντεῖα ποιεῖν ἔτι νῦν ἃ πρότερον, καὶ τοῖς δεομένοις ἀκοῦσαι, τί ποιοῦντες ἄμεινον ἂν πράξαιεν, λέγειν τε καὶ μηνύειν, οὐδὲν γὰρ ἂν ἔδει σοι νυνὶ βουλῆς οὐδὲ συμβούλων ἀνθρώπων παρʼ αὐτῶν τῶν θεῶν τῆς περὶ τῶν συμφερόντων γνώμης ἀφικνουμένης· ἐπεὶ δὲ τὰ μὲν σεσίγηκε καὶ πεποίηκεν ἀτυχεστέραν τὴν γῆν, εἰς δὲ ἀνθρωπίνους ἧκε λογισμοὺς ἡ τῶν συμφερόντων εὕρεσις, ἀνάσχου μου περὶ τῆς παρούσης κακοπραγίας λέγοντος, ὦ βασιλεῦ, καὶ δοκοῦντι μέν τι λέγειν πρόσεχε, ληροῦντα δὲ τῆς μὲν προαιρέσεως ἀποδέχου, τρέπου δὲ ἐπʼ ἄλλο τι τῶν συνοίσειν μελλόντων.

Εἰσὶ μὲν οὖν οἳ κατηγοροῦσι τῶν στρατηγῶν, ἕτεροι δὲ τῶν στρατιωτῶν, οἱ μὲν ἐκείνων ὡς οὐ πεπαιδευκότων τοὺς ὑπʼ αὐτοῖς, οἱ δὲ τούτων, ὡς φύσει δειλῶν, ἐγὼ δὲ αἰσχύνομαι μὲν τὰς πολλὰς αὐτῶν μάχας, αἰσχύνομαι δὲ τὸν θάνατον ὃν τηροῦντες τὴν τάξιν ἐδέξαντο, αἰσχύνομαι δὲ τὴν αἵματι χρωσθεῖσαν Θρᾴκην καὶ Μακεδονίας οὐ μικρὸν καὶ τῆς Ἰλλυριῶν τὴν πολλήν. ἀλλὰ τοῦτο μὲν ἀνεῖλον ὄμβροι καὶ χρόνος, σώζονται δὲ οἱ τῶν ὀστῶν κολωνοί. ἐν δὲ τοῖς ὀστοῖς τούτοις ἐνεῖναί φασι καὶ τὰ ταξιαρχῶν καὶ λοχαγῶν καὶ τῶν ἐν τοῖς ἄλλοις σχήμασιν. ἐν μέσοις δὲ αὐτοῖς ὁ βασιλεὺς μαχόμενος ἔπεσε παρόντων μὲν ἵππων τῶν βασιλείων οἷς ὅσον μέτεστι τάχους οὐκ ἀγνοοῦμεν, παρεχόντων δὲ αὐτῷ τῶν ἱπποκόμων καὶ δεομένων ἀναβάντα φυλάξαι τοῖς πράγμασιν ἑαυτόν, ὁ δʼ εἰπών, ὡς οὐκ ἄξιον ζῆν ἐπὶ τοσούτοις κειμένοις, ἀντὶ τάφου τὸ πλῆθος τῶν ἐπʼ αὐτῷ κατενεχθέντων ἔσχε.

Μὴ οὖν μοι λεγέτω τις δειλίαν ἢ μαλακίαν ἢ ἀμελετησίαν μηδὲ τὸ κρείττους γεγενῆσθαι τοὺς βαρβάρους εἰς ταῦτα ἀναφερέτω, ἀλλʼ αἱ μὲν φύσεις τῶν στρατιωτῶν καὶ τῶν τούτοις ἐπιστατούντων ταῖς τῶν ἔμπροσθεν παραπλήσιαι, κατὰ δὲ τὴν τέχνην καὶ τὴν ἐπιμέλειαν οἵδʼ ἐκείνων οὐχ ὕστεροι, δόξης δὲ τοσοῦτος αὐτοῖς ἔρως, ὥστε ὁμοῦ καύματι καὶ δίψει καὶ πυρὶ καὶ σιδήρῳ μαχόμενοι τὴν τελευτὴν ἡδίω τῆς φυγῆς ἐνόμισαν. τῷ ποτʼ οὖν ἡμῶν πεπλεονεκτήκασι; δοκεῖ μοι θεῶν τις ἡμῖν ὀργιζόμενος ἐκείνοις συμπολεμεῖν. τὴν δὲ ὀργὴν ὅ μοι μάλιστα δοκεῖ πεποιηκέναι, φράσω.

Ἐδέξατο μὲν ὑπὸ τῇ πλευρᾷ τὴν πληγὴν Ἰουλιανὸς ἐκεῖνος πειρώμενος τῆς ἑαυτοῦ φάλαγγος συνάψαι τὸ διασπασθὲν καὶ τὸν ἵππον ἅμα βοῇ καὶ ἀπειλαῖς ἐπὶ τοῦτο ἐλαύνων, ὁ δὲ προσπεσὼν ἦν καὶ τρώσας Ταϊηνός τις ἐντολὴν πληρῶν τῷ σφῶν αὐτῶν ἄρχοντι. τῷ δὲ ἄρα τοῦτο μισθὸν οἴσειν ἔμελλε παρʼ ἐκείνων οἷς ἦν ἐν σπουδῇ τὸν ἄνδρα ἀποθανεῖν. χρησάμενος οὖν καιρῷ τῇ τότε συμβάσῃ ταραχῇ καὶ τοῖς ἀνέμοις καὶ τῇ πολλῇ κόνει πλήξας ἀπῆλθεν. ὁ δὲ εὐθὺς μὲν κατέπεσεν, ἔπειτʼ αὖθις ἐπὶ τὸν ἵππον ἀναβὰς ἐπεμελεῖτο τῶν συμφερόντων τῇ φάλαγγι καὶ τὸ αἷμα ῥέον ὁρῶν οὐ προκατέλυσε τὰς φροντίδας, ἕως ἐλειποψύχησεν. οὕτω δὲ ἐπὶ τὴν σκηνὴν κομισθεὶς καὶ μόνος ἐν δακρύουσιν ἅπασι τοῖς περιεστηκόσι τοῦτο οὐ παθὼν οὐκ ἐμέμψατο τὴν στρατείαν, ἀλλὰ ταύτης τε ἑαυτὸν ἐπαινέσας καὶ λυπεῖσθαι φήσας οὐκ εἰ δέοι θνήσκειν, ἀλλʼ ἐπὶ τῇ τοῦ στρατεύματος ὀρφανίᾳ, τοὺς θεοὺς ὁρῶν ἤδη παρʼ οὓς ἔμελλεν ἥξειν, ἀφῆκε τὴν ψυχήν. ἐγένετο βασιλεὺς ἕτερος. τοῦτον εὐθὺς ἐχρῆν ἀμῦναι τῷ τετελευτηκότι καὶ προοίμιον τῆς βασιλείας τὴν τιμωρίαν ποιήσασθαι. τούτῳ δὲ τοῦτο περιττόν τε καὶ μάταιον ἔδοξε. καὶ ὁ μὲν νεκρὸς ἐκομίζετο, οἱ δὲ κακὸν τοσοῦτο κατεσκευακότες ἐγέλων. ἐπιμιξιῶν δὲ πολλῶν ὑπὲρ εἰρήνης πρὸς τοὺς Πέρσας γιγνομένων ἦν ἀκούειν, ὡς οὐδεὶς ἐκείνων ἐπὶ τῷ φόνῳ τετίμητο καὶ ταῦτα τιμῆς ἐλπιζομένης.

Πρὸς ἐκεῖνον τοίνυν ἡγοῦμαι χαλεπῆναι τοὺς θεοὺς καὶ διὰ τοῦτο καταναγκασθῆναι τοιαύτην εἰρήνην ποιήσασθαι, διʼ ἧς μείζονα ὧν εὔξαντο ἄν, ὑπῆρξε τοῖς πολεμίοις, Ἀρμενία πᾶσα, πόλις ἡ ἐπὶ τοῖς ὁρίοις, πλεονέκτημα μέγα, φρούρια πολλὰ καὶ καρτερά. ἀλλὰ τούτῳ μὲν ἴσως οὐκ ἐξῆν τὰ τοιαῦτα ζητεῖν, οἶμαι δὲ εἶναι δῆλον ὃ λέγω, τελευτῆς δὲ αὐτῷ ταχείας συμβάσης καὶ τοῖν ἀδελφοῖν ἐπὶ τὰ σκῆπτρα παρελθόντοιν ἡ αὐτὴ περὶ τὴν τιμωρίαν ἀργία. καίτοι τοῦ μνήματος οὐ μικρά τις ἡ πρόνοια καὶ ταῦτα δαπάνης γινομένης, ἀλλʼ ὅμως προΐεντο καὶ τοὺς σκεψομένους ἔπεμπον καὶ ἠρώτων ἐπανήκοντας καὶ ὅλως ἐβούλοντο δοκεῖν ἐσπουδακέναι περὶ τὴν ἐνταῦθα λαμπρότητα. τουτὶ μὲν οὖν καλῶς, ἐκεῖνο δὲ οὐ καλῶς. οὐ γὰρ οἷς ἐποίουν ἐχαρίζοντο μᾶλλον ἢ οἷς οὐκ ἐποίουν ἐλύπουν καὶ βελτίους γʼ ἂν ἦσαν ποιοῦντες μὲν ὧν ὠλιγώρουν, ὀλιγωροῦντες δὲ ὧν ἐπεμελοῦντο, ἢ ὡς νῦν ἐποίησαν. οὐδεὶς γὰρ ἂν οὕτως ἡσθείη τῶν ἀδίκως ἀποθανόντων κάλλει μνήματος ὡς τῇ τοῦ κτείναντος δίκῃ. ὄντος τοίνυν πολλοῦ τοῦ λόγου τοῦδε, ὡς ἐξ ἡμῶν ὁ ἀπεκτονὼς εἴη καὶ ὡς δεινόν, εἰ μή τις ἐπέξεισιν, οὐδὲν μᾶλλον οὓς ἐχρῆν ἐκινοῦντο οὐδὲ συνῆγον τοὺς τῶν βουλευμάτων κοινωνοὺς ἐπὶ ζητήσει τοῦ αἵματος καὶ ταῦτα τῶν συμφορῶν εἰς ἔννοιαν τοῦ πράγματος ἀγουσῶν. διέβησαν τὸν Ἴστρον Σαυρομάται τὴν ἄρρηκτον στρατιὰν τοῦ πρεσβυτέρου μὴ δείσαντες, κατέσυραν ἀνθοῦν τοῖς ἅπασιν ἔθνος τὸ Ἰλλυριῶν, μετήνεγκαν εἰς τὴν αὑτῶν μεγάλην εὐδαιμονίαν, ἔργον χρόνου μακροῦ. καὶ τὴν μὲν τοῦ ταύτης τῆς χώρας ἄρχοντος θαυμάσαι τις ἂν λύπην διʼ ἣν δακρύων, οὐχ ὑπάτου στολῆς ἡγήσατο εἶναι τὸν ἐνιαυτὸν αὑτῷ, τὴν τόλμαν δὲ τῶν ἀσθενεστέρων πόθεν χρὴ νομίσαι γεγενῆσθαι; ἐγὼ μὲν γὰρ ἐντεῦθεν ἡγοῦμαι, ἐπεὶ καὶ τὴν ἐπανάστασιν τοῦ τυράννου τὴν εἰς ἅπασαν φθορὰν ἀγαγοῦσαν τὰς πόλεις, διʼ ἣν ὁ νεώτερος πολλὰ μὲν ἔδρασε, πολλὰ δὲ ἔπαθεν, ἐντεῦθεν ἡγοῦμαι γεγενῆσθαι, καὶ πολύ γε πλέον τὴν δευτέραν. ὁ μέν γε, εἰ μηδὲν ἕτερον, οἰκεῖός τε ὢν ἐτύγχανεν Ἰουλιανῷ καὶ δεδιὼς καὶ κρυπτόμενος καὶ ἀεὶ ληφθήσεσθαι προσδοκῶν καὶ φεύγων ἐλπιζόμενον θάνατον οὕτως ἀνέρριψε τὸν κύβον, τὸ δὲ ἄνδρας εὖ πεπονθότας, τιμῶν τετυχηκότας, ἐν φίλοις ἀριθμηθέντας ὁμοῦ τε κοινωνεῖν τραπέζης καὶ τοιαῦτα ἐπιβουλεύειν πῶς οὐχ ὅθεν ἔφην ὥρμηται; ὁ πολὺς δὲ φόνος ὅ τε τῇδε ὅ τε ἐν Ῥώμῃ δαιμόνων ὀργὴν μηνύει, διʼ ἣν οἱ μὲν ἀπέθνησκον, οἱ δὲ ἔμελλον. ὁ Φόβος γῆν τε ἔσειε καὶ θάλατταν. καὶ οὐκ ἐπιλαμβάνομαι μὲν τοῖν βασιλέοιν, ὡς οὐ δίκαια ἔδρων τοῖς ἐξελεγχομένοις τὴν ἐκ τῶν νόμων ἐπιτιθέντες δίκην, αὐτὸ δὲ τὸ τῆς ἐσχάτης δίκης ἀξίους πεφηνέναι μυρίους, ὧν οἱ πλείους οἰκιῶν ὀνομαστῶν, βεβαιοῖ μου τὸν λόγον τὸν ὑπὸ δαιμονίου τινὸς ἐλαύνεσθαι λέγοντα τὴν γῆν.

Τὰ δὲ τελευταῖα ταῦτα πῶς οὐ σαφῶς κακοδαιμονώντων; ἀπόλωλεν ἡμῖν ἔθνη πέντε καὶ εἴκοσι τῶν μὲν ἔξω τειχῶν ἡρπασμένων, τῶν δὲ εἴσω πάντα φαγόντων, οἷς οὐδὲ ταφῆναι τῷ λιμῷ τεθνεῶσιν ὑπῆρξεν, ἀλλʼ ἀνάγοντες αὐτοὺς οἱ προσήκοντες ἐπὶ τὸ τεῖχος ἀφίεσαν γυμνοὺς φέρεσθαι τοὺς ταλαιπώρους κάτω. τοιαῦτα ἐκώμασαν οἱ Σκύθαι φρίττοντες ἀεὶ πρὸς τὴν ἀκοὴν τῆς Ῥωμαίων περὶ τὸν πόλεμον τέχνης, ἀλλὰ νῦν ὅσα ἐμαχέσαντο, τοσαῦτα νενικήκασι καλῶς μὲν ἡμῶν καὶ ὡς προσῆκεν ἄνδρας ἀγαθούς, ἀποθνησκόντων, ἀναλουμένων δʼ οὖν. καὶ νῦν ἐπὶ τοὺς γεωργοὺς ἥκομεν τῶν ἐν τοῖς ὅπλοις βεβιωκότων οἰχομένων. αἱ προσδοκίαι δὲ δειναὶ καὶ χρηστὸν οὐδὲν ἐν ἐλπίσι, πλὴν εἰ πεισθείης μοι, βασιλεῦ, καὶ λύσαις ὅ φημι τὴν αἰτίαν ἔχειν τῶν κακῶν.

Φήσουσι τοίνυν με πλάττειν οὐκ ὄντα φόνον τινές· τῶν γὰρ ἐναντίων ἕνα εἶναι τὸν ἀπεκτονότα. ἐγὼ δὲ ὅτι μὲν οὐκ ἂν εἰς μέσην τὴν στρατιὰν ἐτόλμησεν ἀνὴρ Πέρσης ἐλθεῖν μὴ θανατῶν καὶ ὡς εἰ πλείους ἦσαν, πλείους ἂν καὶ διέφθειραν, νῦν δὲ ἀποθνήσκει μόνος οὐδενὸς τῶν ἐγγυτάτω καὶ ὑφʼ ὧν ἐφρουρεῖτο παθόντος οὐδέν, ἀλλʼ οὐδὲ μελλήσαντος, ὁ γὰρ ἆθλος οὗτος ἦν καὶ ἐφʼ ὃν ἀπέσταλτο, τουτὶ μὲν ἐάσω. ἀλλὰ γεγένηνται δήπου πρεσβεῖαι πολλαὶ μετʼ ἐκεῖνον τὸν χρόνον ὡς τὸν Πέρσην, πάλιν γὰρ ἐρῶ ταὐτό, καὶ εἰώθασί γε Πέρσαι φιλοτιμεῖσθαι τῇ μνήμῃ τῶν κατωρθωμένων καὶ διηγοῦνται δὴ πολλάκις ἃ Ῥωμαίους ἔπληξαν καὶ εἰ τῶν τινα βασιλευόντων κατήνεγκαν· ἀλλʼ ὅμως οὔτʼ αὐτὸς ὁ βασιλεὺς ἐκείνων οὔτʼ ἄλλος οὐδεὶς τῶν ἐν ταῖς τάξεσιν ἀλλʼ οὐδὲ ἰδιώτης τοῦτό γε εἰπὼν φαίνεται τὸ τὸν θάνατον ἐκεῖνον ἄνδρα Πέρσην εἰργάσθαι. ἀλλʼ οὐδὲ ἐν εἰκόνι τοῦτο δείκνυσθαί φασι μάλιστʼ ἂν γραφέν, εἰ ἐπέπρακτο, τοσοῦτόν γε ὂν εἰς δόξαν. ἀλλʼ ἐν εἴδει μὲν λέοντος πεποίηται πῦρ ἀποπνέοντος. ἃ δὲ ἔπαθον, γράψαντες, ἃ μὴ συνῄδεσαν αὑτοῖς δεδρακόσιν, οὐ προσέθηκαν οὐδὲ ἐκαλλωπίσαντο τοῖς οὐ γεγενημένοις. τὸ δὲ μέγιστον ἁπάντων, Βίκτωρα καὶ Σαλούστιον καὶ τοὺς ἄλλους τοὺς ὑπὲρ τῆς εἰρήνης πρεσβεύοντας ἤρετο Σαπώρης, εἰ μὴ αἰσχύνοιντο Ῥωμαῖοι μηδεμίαν ὤραν τῆς ὑπὲρ Ἰουλιανοῦ δίκης πεποιημένοι μόνου πεσόντος, ὃ μάλιστα δὴ βοᾷ, τί ποτέ ἐστι τὸ πρᾶγμα. ἐγὼ δέ, ἔφη, τεθνεῶτός μοί τινος τῶν ἡγεμόνων τοὺς οὐ πεσόντας περὶ αὐτὸν ἔδειρα καὶ τοὺς τοῦ τετελευτηκότος οἰκείους ταῖς ἐκείνων παρεμυθησάμην κεφαλαῖς πέμψας αὐτὰς εἰς χεῖρας αὐτοῖς. ταῦτα οὐκ ἂν εἶπεν ὁ Σαπώρης οὐδὲ ἐπετίμησεν, εἰ τὸ ἔργον ἑνὸς ἦν τῶν πολεμίων. πῶς γὰρ ἂν ὃν οὐκ εἶχον ὑφʼ αὑτοῖς, ἐτιμωροῦντο;

Εἰ τοίνυν ὑπὸ μὲν αἰχμῆς ἀπέθανε, χειρὶ δὲ Πέρσου τοῦτο οὐ πέπρακται, τί λοιπὸν ἢ ἐν τοῖς ἡμετέροις εἶναι τὸν φονέα ἢ χαριζομένοις τινὶ τὸ μηκέτʼ ἐκεῖνον εἶναι ἢ καὶ σφίσιν αὐτοῖς, ὅπως ἐν ἀτιμίᾳ τὰ τῶν θεῶν εἴη, ὧν τιμωμένων ἀπεπνίγοντο.

Ἀλλʼ οὐδεὶς ἐφειστήκει κατήγορος οὐδʼ οἱ καταμαρτυροῦντες. ἀλλʼ ὑμᾶς γʼ ἐχρῆν καὶ οὕτως ἀνιχνεῦσαι τὸ πρᾶγμα πολλάς τε ἡμέρας ἐπʼ αὐτῷ καθημένους καὶ οὐκ ἀνιέντας καὶ τοὺς ἔχοντας μὲν ἐλέγχειν, ὀκνοῦντας δὲ ἐπεγείροντας, θαρρύνοντας, προτρέποντας, ἆθλα τιθέντας, ἐπὶ δωρεὰς καλοῦντας καὶ νὴ Δία γε καὶ ταῖς διʼ ἀπειλῶν ἀνάγκαις μὴ ἐᾶν σιωπᾶν. εἰ ταῦτα παρʼ ὑμῶν ἐγίγνετο, πολλοὺς ἂν εἴχετε τοὺς βοῶντας, τοὺς λέγοντας, τοὺς διδάσκοντας, τίς ὁ ἀρχιτέκτων τοῦ φόνου, τίς ὁ πρῶτος ἀκούσας τοῦτο, τίσιν ὁ κτείνας ἀνεπείσθη λόγοις, ἐπὶ πόσῳ μισθῷ, τίνες οἱ συνειδότες, ποῖ τρώσας ἀπεχώρησε, τίνες αὐτῷ συνέπιον καὶ συνεπαιώνισαν. ὑμῶν μὲν γὰρ ἡσυχαζόντων καὶ τοῖς δυναμένοις διώκειν ἀσφαλὲς ἐφαίνετο τὸ μηδὲν λέγειν, κεκινημένων δὲ τῶν βασιλέων καὶ τῶν ἀρχόντων δηλούντων, ὡς οὐ στήσονται ζητοῦντες, μέχρις ἂν εἰς φῶς ἔλθῃ τὰ κεκρυμμένα, ταχέως εἰς φῶς ἔμελλεν ἥξειν, ἐπεὶ καὶ νῦν ἦσαν οἱ ἐν γωνίαις λέγοντες, ὅπως ἅπαν τὸ δρᾶμα συνετέθη· οἳ πολλῆς ἐνόμιζον εἶναι μανίας οἷς μάλιστα προσῆκεν ἀγανακτεῖν ἥκιστα τοῦτο ποιούντων ἑτέρους σφᾶς αὐτοὺς εἰς πράγματα ἐμβάλλειν οὐκ εἰδότας μέν, εἴ τινι χαριοῦνται, δεδιότας δὲ μὴ καὶ ζημία προσγένηται. ἤδη τις ὁδοιπορῶν αὐτὸς μὲν ἔκειτο κατακοπείς, ὁ δʼ ἀποσφάξας ἀπελθὼν οἷς ἀφείλετο ἐτρύφα καὶ ὁ τοῖς νόμοις αὐτὸν παραδώσων οὐκ ἦν. ὁ δικάζων δὲ οὐκ, ἐπεὶ μηδεὶς ἐδίωκεν, ἀνεξέταστον ἀφεὶς τὸ τετολμημένον ἐκάθευδεν, ἀλλὰ πάντα κινῶν καὶ παριεὶς οὐδὲν τὸ τοῦ Λυγκέως ἔδοξε τῷ νῷ πεποιηκέναι καὶ ὁ αὐτόχειρ ᾕρητο πάνυ δὴ πιστεύων ἀνωτέρω πάσης ἰδέας ἐλέγχων ἠδικηκέναι. πολλὰ τοιαῦτα ἐν ταῖς ἐρημίαις πραχθέντα οὐκ ἔλαθε, πολλὰ τοιαῦτα ἐν ἄστεσι. καὶ οὐκ ἀπέχρη τοῖς τῶν φυλῶν ἐπιμεληταῖς τῇ γῇ παραδοῦναι τὸν ἀπεσφαγμένον, ἀλλʼ ἧκον παρὰ τὸν ἄρχοντα, ἐμήνυσαν, ἔφρασαν, ὁ δʼ αὑτοῦ νομίζει τὸ μὴ τὸν δεδρακότα ἀγνοηθῆναι.

Εἶθʼ ὑπὲρ μὲν τῶν τυχόντων σπουδασόμεθα, τῷ δʼ ἀρίστῳ τῶν ἀνδρῶν οὐ τιμωρήσομεν; καὶ τοῖς μὲν ἔθνους ἄρχουσιν ἔστιν εἰς τὸ τὰ τοιαῦτα ἐκκαλύπτειν δύναμις, ἡ δʼ ὑμῶν τῶν βασιλέων ἀσθενεστέρα τῆς θήρας; οὐκ ἔστι. δεῖξον ὡς ἥδιστʼ ἂν τοὺς ἀνθρώπους ἕλοις, καὶ οἱ παραδώσοντές σοι τὰ θηρία φανοῦνται, ἢν αὐτοῖς ἀφέλῃς μόνον τὸν φόβον, ὡς οὐδὲν δεινὸν αὐτοῖς ὁ ἐκείνων πλοῦτος ὃν ἀπὸ τῶν ἀρχῶν ἔχουσι. τοῦτο γάρ, τοῦτο οὐκ ἔχον ἐστὶν ὑπερβολήν, φόνου τοιούτου δίκην ὀφείλοντες, ὥσπερ τὸν Πέρσην ἀπεκτονότες, ἀρχὰς ἐκαρπώσαντο.

Μάλιστα μὲν οὖν, εἰ καὶ μὴ τοσαύτην ὅσην ἐδείκνυον ἄρτι βλάβην εἶχεν ἡ περὶ τὴν δίκην νωθεία, καὶ οὕτω χρῆν ἐπιστραφῆναί τε καὶ φυλακήν τινα ταυτηνὶ τοῖς ἐπὶ τὰ σκῆπτρα καλουμένοις παρασχεῖν. ἐν μὲν γὰρ τῷ πράξασθαι τιμωρίαν παύσετε τοὺς τὰ τοιαῦτα ἀδικοῦντας, ποιήσαντες δὲ ἄδειαν ἐφʼ ὑμᾶς αὐτούς, ἀλλʼ οὐκ ἐρῶ γε τὸ βλάσφημον. ὥστε τήμερον τῷ μὲν δοκεῖν Ἰουλιανῷ βοηθήσων ἀφῖγμαι, τῇ δὲ ἀληθείᾳ τοῖς ζῶσιν ὑμῖν. τῷ μὲν γὰρ οὐκ ἔστιν ἀποδοῦναι τὴν ψυχὴν διὰ τῆς δίκης, ὑμῖν δὲ διατηρῆσαι. ποιήσατε τοίνυν τοὺς στρατιώτας τῶν ἀρχόντων προκινδυνεύειν ἢ εἰ μὴ τοῦτο βούλοιντο, μήτοι γε ἀντὶ τῶν πολεμίων αὐτοῖς καθίστασθαι.

Ἐγὼ μὲν εἰ καὶ στρατηγὸς ἐπεπόνθει τι τοιοῦτον ἢ καί τις τῶν στρατείᾳ ἐφεστηκότων, ἠξίουν ἄν σε χωρεῖν ἐπὶ τοὺς ἐκείνων σφαγέας δείσαντα τὴν τοῦ πράγματος μελέτην μὴ καὶ πρὸς τὸ μέγιστον ἀπὸ τῶν ἐλαττόνων βαδίσῃ· νῦν δʼ ἐπὶ τὸ κεφάλαιον τῶν πραγμάτων ὁ ἱππεὺς ἐκεῖνος καὶ ὁ σίδηρος ἧκεν ἐν ἀκμῇ τῆς μάχης ὑπʼ ἐργαστηρίου πονηροῦ πεμφθεὶς ἀπὸ σκηνῆς μιαρᾶς καὶ βουλευμάτων ὀλεθρίων. γένοιντʼ ἂν καὶ ἄλλοι τινὲς ἴσως πονηροί, βασιλεῦ, μίαν σκηνὴν ὑπιόντες ἐχθροὶ τοῖς ἄρχουσι. τούτους ἡ μὲν φύσις οὐκ ἄν ποτε ποιήσειε βελτίους, κατάσχοι δʼ ἂν ἴσως ὁ φόβος.

Ἀλλʼ ἐκεῖσε ἐπάνειμι, ὅτι ἦν μὲν ἄν, εἰ καὶ μηδεὶς ἐπῆν περὶ τῶν ὅλων κίνδυνος, καὶ δίκαιον καὶ λυσιτελὲς ὑμῖν παῦσαι τὸ θράσος διὰ τῆς ἐπὶ τοῖς πεπραγμένοις ὀργῆς, νῦν δʼ οὐδὲ βουλομένῳ σοι μὴ ταῦτα ποιεῖν ἔνι. οἱ γὰρ βαρεῖς οὗτοι καὶ τοῖς τὴν Ῥώμην οἰκοῦσιν αὐτὴν ἐπιστήσαντες φόβους καὶ ταῦτα οὕτω πολλῶν ἡμερῶν ὁδὸν ἀπέχοντες σύμβουλοι καθίστανταί σοι τῆς περὶ τὴν τιμωρίαν ἐπιμελείας, ἧς γενομένης οὐκέθʼ ὑβριοῦσιν οἱ Σκύθαι.

Τοσούτου γὰρ ἄξιος τοῖς θεοῖς ὁ τεθνεώς; ἐρεῖ τις. πάνυ γε. καὶ παλαιός γε οὗτος αὐτῶν νόμος ὑπὲρ τῶν πεπονθότων ἀγανακτεῖν. ἡ δίκη δὲ ὧν τινες ἀδικοῦσι πολλάκις τείνεται καὶ ἐφʼ ἅπασαν πόλιν. ἐνόσησαν μὲν Ἀθηναῖοι διὰ τὸν Ἀνδρόγεω θάνατον καὶ τῷ πατρὶ τοῦ τετελευτηκότος τὸν δασμὸν τοὺς δὶς ἑπτὰ ἤνεγκαν ὀλίγων ὄντων οἷς ἐτολμήθη τοὖργον, ἐνόσησε δὲ ἡ Θηβαίων πόλις διὰ τὸν Λαΐου φόνον, οὗτος δὲ ἦν ὁ θάνατος ἔργον τῆς Οἰδίπου χειρὸς μόνης. λιμὸς ἐν Δελφοῖς ἦν Αἰσώπου παρʼ αὐτοῖς ἐπὶ σκώμματι πληγέντος. καίτοι πόσους εἰκὸς ἀπεκτονέναι τὸν ἄνθρωπον; ἀλλʼ ὅμως ἡ πόλις ἐλίμωττε, καὶ μία λύσις, εἰ δοῖεν δίκην. τί λέγεις; οὐκ ἐποίησε χαλεποὺς Ῥωμαίοις τοὺς θεοὺς οὕτω μὲν πεσὼν Ἰουλιανός, οὕτω δὲ ἀμεληθεὶς οὕτω μὲν χαλεπήναντος τοῖς Ἀχαιοῖς τοῦ Ἀπόλλωνος διὰ τὸ μὴ ἀποδοῦναι τῷ Χρύσῃ τὴν θυγατέρα τὸν δεῖνα, οὕτω δὲ βοῶν τινων εἵνεκα τοῦ Ἡλίου, ὥστε τοιαῦτα ἀπειλῆσαι τοῖς ἄλλοις θεοῖς, εἰ μὴ λάβοι δίκην; καίτοι πεινώντων τὸ ἔργον ἦν, ἀλλʼ ὅμως ἡ ναῦς αὐτοῖς κεραυνῷ διεσκέδαστο καὶ ὁ τὰ βέλτιστα παραινῶν μετὰ τῶν οὐ πεισθέντων ἐξέπιπτε. τί τοὺς σὺν Ἀγαμέμνονι ἑλόντας τὴν Τροίαν ἀπώλεσεν; ὁ χειμών. τὴν θάλατταν δὲ τίς ἐξέμηνεν; ἡ Ἀθηνᾶ. διὰ τί; ὅτι τῶν περὶ Κασάνδραν Αἴαντι πεπραγμένων οὐκ ἔλαβε τὸ στρατόπεδον δίκην, ὥσπερ οὐδὲ νῦν ἡμεῖς τοῦ φόνου. εἶτʼ οἴεταί τις τὴν Πριάμου κόρην τιμιωτέραν τῇ Ἀθηνᾷ γενέσθαι πρότερον ἢ νῦν ἅπασι τοῖς θεοῖς τοῦτον; τῆς δὲ ἐν Λεύκτροις ἥττης τῆς ἀνελπίστου, μεθʼ ἣν ἔμεινε κειμένη τῶν Λακεδαιμονίων ἡ πόλις, τίς οὐκ οἶδε τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν;

Μέλει, μέλει καὶ τεθνεώτων ἀνθρώπων τοῖς θεοῖς, ὦ βασιλεῦ, ὧν καὶ τοῖς ζῶσιν ἔτι ἀνθρώποις μέλειν βούλοιντʼ ἄν. εἰ δὲ μὴ τοῦτο τοιοῦτον ἦν, οὔτʼ ἂν εἰς Μακάρων νήσους ἤγαγον οὓς ἐθαύμασαν οὔτʼ ἂν ὀστᾶ λογίοις ἐτίμησαν, ὥσπερ τά τε Ὀρέστου τά τε Θησέως. καὶ νῦν οἶμαι τοὺς θεοὺς πολλάκις ἐν ταῖς αὑτῶν ἀγοραῖς πεποιῆσθαι λόγον ἅ τε ἔπαθεν οὗτος ὧν τε ἠτύχησε τεθνεώς, μεμφομένους τε καὶ παρακαλοῦντας ἀλλήλους ἐπὶ τὴν δίκην. εἰ γὰρ θρήνου μὲν ἄξιος Ἕκτωρ τῷ Διὶ διὰ τὸ πλῆθος τῶν θυσιῶν, ἐγκαλεῖται δὲ ὁ Ζεὺς ὑπὸ τῆς Ἀθηνᾶς ἐν τοῖς Ὀδυσσέως πλάνοις ὡς ἀμελῶν ἀνθρώπου τεθυκότος, τίνα εἰκὸς εἰρῆσθαι περὶ τούτου τοῦ τὰς ἁπάντων τῶν Ἑλλήνων ἐν τοῖς δύο ἕτεσι παρελθόντος θυσίας; οὗτος γάρ ἐστιν ὁ μερίσας αὑτοῦ τὸν βίον εἴς τε τὰς ὑπὲρ τῶν ὅλων βουλὰς εἴς τε τὰς περὶ τοὺς βωμοὺς διατριβάς, οὗτος ὁ ἐν τελεταῖς μυρίαις ὁμιλήσας δαίμοσιν, οὗτος ὁ ὑπὲρ τῶν ὑβρισμένων ἱερῶν στενάξας μέν, ἕως τοῦτʼ ἐξῆν μόνον, ὅπλων δὲ ἁψάμενος, ἐπειδὴ καιρὸς παρῆν, οὗτος ὁ τὰ κατεσκαμμένα μὲν ἀποδοὺς τοῖς χωρίοις, τὰς τιμὰς δὲ καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασιν, οὗτος ὁ τὸ θύειν καὶ σπένδειν ὥσπερ ἐκ φυγῆς καταγαγών, οὗτος ὁ τὰς πεπαυμένας ἑορτὰς ἀνανεωσάμενος, οὗτος ὁ τοὺς ἐπὶ τῇ θεραπείᾳ τῶν κρειττόνων κινδύνους ἀνελών, οὗτος ὁ μηδαμοῦ τὴν διάνοιαν ἀποστήσας τῆς παρὰ θεῶν εὐνοίας, οὗτος ὁ πολλῶν ἐξελάσας ἀχλὺν καὶ πάντων δʼ ἄν, εἰ μὴ προαπῆλθε.

Τούτου Διὶ μὲν μέλει, βασιλεῖ βασιλέως, ὡς ὁμοτέχνου, Ἀθηνᾷ δὲ τῇ τοῦ Διὸς θυγατρὶ διὰ τὴν φρόνησιν, Ἑρμῇ δὲ διὰ τοὺς ἐν πᾶσιν εἴδεσι λόγους, Μούσαις δὲ διὰ τὰ ἔπη, τῇ δὲ Ἀρτέμιδι διὰ τὴν σωφροσύνην, Ἄρει δὲ διὰ τὴν ἐν πολέμοις ἀρετήν· ὃς ἅπαν οὕτω γένος ἐταπείνωσε βαρβάρων ὑπʼ ἄλλῳ τε ἄρχων καὶ τὸ πᾶν κτησάμενος, ὥστε τὴν Περσῶν μὲν ἐπιστρατεύσας ἀνάστατον ἐποίει, τὰ δʼ ἐφεστηκότος καὶ παρόντος ἠρεμοῦντα γένη ταὐτὸν ἐποίει καὶ ἀφεστηκότος. καὶ ὁ μὲν ἐγγὺς Βαβυλῶνος κέλησιν ἠγωνοθέτει, βασιλεὺς δὲ Ῥωμαῖος ἐν γῇ Ῥωμαίων οὐκ ἦν, πάντα δὲ ἡσύχαζεν ἀντὶ τῆς παρουσίας ἀρκοῦντος τοῦ δέους, ὃ καὶ διὰ τὸ τοὺς Πέρσας ἐλαύνειν ἐνεποίει.

Πᾶς οὖν ὁ μετʼ ἐκεῖνον βασιλεὺς ἴστω χάριν ὀφείλων ἐκείνῳ. τουτὶ γὰρ δὴ καὶ αἱ γυναῖκες εἴποιεν ἄν, ὅτι τοῦ μὴ πάντα ταῦτα εἶναι Περσῶν ἐκεῖνος αἴτιος. καὶ οὔτε τειχίζομεν οὔτε σῖτον εἰσκομιζόμεθα οὔτε ποῖ δεῖ πλεύσαντας σωθῆναι, σκοποῦμεν οὔτε φόβῳ συνοικοῦμεν οὔτε μή τι συμβῇ τοιοῦτον οἷον καὶ ἐπὶ τῶν προγόνων, δεδοίκαμεν, οἷς ἐν τῷ θεάτρῳ συγκαθημένοις ἐφειστήκεσαν οἱ τοξόται τὸ ὄρος κατειληφότες. ἀλλʼ οὐδὲ τοῖς ἐπὶ τῶν ὅρων στρατιώταις ἱδρυμένοις θαρροῦμεν, ὧν ὅσον ἄριστον ἐπὶ τὸν Σκυθῶν μετενήνεκται πόλεμον.

Ταῦθʼ ἡμῖν δῶρα Ἰουλιανοῦ, ταῦτα ἐκείνων τῶν πόνων, ταῦτα ἐκείνης τῆς στρατείας, ὃς ἀνθρώπους ὀρχουμένους ἐπὶ τῆς ἡμετέρας ἐδίδαξεν ὑπὲρ τῆς αὑτῶν τρέμειν. ἀντὶ τούτων οὖν καὶ πολλῶν ἄλλων, ἃ τίς ἂν δύναιτο διελθεῖν; οὐ βοηθήσεις, οὐ ζητήσεις, οὐ κολάσεις τοὺς ἀποκτείναντας ἄνθρωπον ὃς τῆς ὑστεραίας ἐδέξατʼ ἂν πρεσβείαν δῶρα παρὰ Περσῶν ἄγουσαν, ὡς αὐτῶν ἦν ἀκούειν ἐκείνων;

Λάβε πεῖραν, ὦ βασιλεῦ, τῆς γνώμης, ἅψαι τῆς βοηθείας, καὶ κεκτήσῃ τὴν τύχην. τοῦτό σοι δείξει γεωργουμένην τὴν Θρᾴκην, τοῦτο Θερμοπύλας ἀνοιγομένας, τοῦτο τοὺς ἀλωμένους ἐπανάξει, τοῦτο μεταποιήσει τὰ νῦν, τὰς φυγὰς καὶ τὰς διώξεις. ὄψει τοὺς αὐτοὺς στρατιώτας ἐρευνωμένους τὴν ὕλην καὶ τὰ ἄντρα καὶ τοὺς μὲν σφάττοντας, τοὺς δὲ ζῶντας ἕλκοντας δοῦναι τοῖς βουλομένοις ὠνεῖσθαι. τούτων συνεφάψεται Ἰουλιανὸς πάντα καθιστὰς ῥᾴδια τοὺς μὲν ὀφθαλμοὺς τῶν στρατιωτῶν διαφεύγων, τοῖς δὲ ἔργοις γνωριζόμενος.

Καλὸν δέ σοι κατʼ ἄμφω σπουδάσαι περὶ τὴν τιμωρίαν· ἢ γὰρ ἐπʼ ἐλέγχῳ λήψῃ τὴν δίκην, οὗ τί γένοιτʼ ἂν δικαιότερον; ἢ δυνηθέντων, ὃ μὴ γένοιτο, τῶν δεδρακότων διαδῦναι κατὰ τὴν προαίρεσιν εὐδοκιμήσεις καὶ παρὰ τοῖς ἀνθρώποις καὶ παρʼ ἐκείνῳ καὶ παρὰ τοῖς θεοῖς, ὥσθʼ ἅπερ ἦν ἄν σοι τετιμωρημένῳ, ταῦτα ἔσται ἐθελήσαντι.