ΚΑΤΑ ΤΩΝ ΠΕΦΕΥΓΟΤΩΝ.
Τὰ μὲν ἀγγελλόμενα πάντες ἀκούομεν, ἅπαντα εἶναι μεστὰ νεκρῶν, τάς τε ἀρούρας τάς τε ὁδοὺς τά τε ὄρη τούς τε λόφους τά τε σπήλαια καὶ τὰς κορυφὰς τῶν ὀρῶν καὶ τὰ ἄλση καὶ τὰς φάραγγας, τῶν τε νεκρῶν τοὺς μὲν ἑστιᾶν ὄρνιθας καὶ θηρία, τοὺς δὲ ὑπὸ τοῦ ποταμοῦ πρὸς θάλατταν φέρεσθαι. πρὸς τοίνυν τὰς ἀγγελίας ποτὲ μὲν πλήττομαι, ποτὲ δὲ τοῖς παθοῦσιν ἐγκαλῶ καί φημι δίκαια πεπονθέναι τοὺς τῆς φυγῆς ταῦτα ἀπολαύσαντας. οὓς φαίη τις ἂν αὐτοὺς ἐπισπάσασθαι τὰ τῶν κακούργων ξίφη. ἃ γὰρ οὐκ ἂν ἐπεπόνθεσαν οἴκοι μένοντες, τούτοις περιέπεσον πλανώμενοι θοίνην μὲν αὑτοὺς προθέντες τοῖς πάλαι λῃστεύουσι, ποιήσαντες δὲ λῃστὰς ἑτέρους τῷ ποιῆσαι πολὺ τὸ πεισόμενον. ἑκόντας οὖν ἀπολωλότας τίς ἂν ἐλεήσειε;
Φόβος γὰρ ἦν ἐπὶ τοῖς τετολμημένοις, φήσει τις. πάνυ γε τοῖς τετολμηκόσιν αὐτοῖς, οἷς ἦν αὐτὸ τοῦτο πρὸς φυγὴν ἀνάγκη τὸ τοιαῦτα ἑαυτοῖς συνειδέναι. εἰ δέ τις μήτε τῶν ῥημάτων μήτε τῶν ἔργων ἐκοινώνησεν, ἐν οἷς ἀμφοτέροις ὕβρις, τί τοῦτον ἔδει θορυβεῖσθαι καὶ τρέμειν οὐκ ὄντος τοῦ φοβοῦντος; οἱ τοίνυν καταμείναντες οὐκ ἔσθʼ ὃ πεπόνθασιν, εἰπεῖν. τί οὖν μὴ τῶν μεινάντων ἦσαν οἱ πεφευγότες, ἀλλʼ ὥσπερ θεῶν του κηρύξαντος, ὡς οὐκ ἔνι σωθῆναι μένουσιν, ἀλλʼ ἐν τῇ φυγῇ μόνῃ πᾶσιν ἡ σωτηρία, οὕτω κενὰ μὲν ἐργαστήρια, κενὰς δὲ οἰκίας τε καὶ συνοικίας ἀφέντες ᾔεσαν οὐκ εἰδότες τὸ δεξόμενον; κἀνταῦθα οἷς ἦσαν ὄνοι καὶ ἡμίονοι καὶ κάμηλοι, σεμνοί τε καὶ τὰς ὀφρῦς ἐν τῷ μισθοῦν ἀνέσπων, ὡς ἂν συχνοῦ τοῦ μισθουμένου περιρρέοντος. καὶ ἦν ἰδεῖν γυναῖκας ἅμα τέκνοις κομιζομένας δεησομένας τῶν ἐν τοῖς ἀγροῖς οὓς οὐκ ᾔδεσαν, μεταδοῦναι σφίσι τῆς γῆς. οὐ γὰρ οἰκημάτων γε. πόσα γὰρ δὴ ταῦτά γε; ἢ τίς ἄν τινας ἀγνοουμένας ῥᾳδίως ἀνέμιξεν ἑαυτῷ; θάνατος δὲ παιδίοις τοῖς μὲν ἐκ τοῦ χαμαὶ κεῖσθαι, τοῖς δὲ καὶ καταπεσοῦσιν ἀπὸ τῶν κομιζόντων, ὁ δʼ ἐκ λιμοῦ καὶ πᾶσιν. ἀλλʼ ὅμως ἐπὶ τοσοῦτον πλῆθος ἠπείγοντο τῶν κακῶν. καὶ οἱ πρῶτοι διὰ τούτων ἀπολωλότες τοὺς ἄλλους οὐκ ἐπαίδευον, ἀλλʼ ἑτέρους ἕτεροι κατελάμβανον ἐπʼ ἴσοις, καὶ τὰ παραδείγματα σωφρονεῖν οὐκ ἔπειθεν, ἀλλὰ σκιὰς φοβούμενοι συμφορῶν εἰς τὰς μεγίστας ἑαυτοὺς ἐνέβαλλον. οἱ δὲ ἀνοητότατοι ταῖς γυναιξὶ παρηκολούθουν. ὧν ἀμφότερα καταγνοίη τις ἄν, εἴτʼ αὐτοὶ τὰς γυναῖκας ἐφόβουν εἴτε μάτην φοβουμένας οὐκ ἐθάρρυνον.
Ζήτησις γὰρ ἦν, φησί, καὶ τοὺς ἡμαρτηκότας ἦσαν οἱ θηρεύοντες. οὐκοῦν τοὺς ἡμαρτηκότας, ἀλλʼ οὐ τὰς ἁμαρτούσας. οὔτε γὰρ ἠδικήκεσαν γυναῖκες οὔτε ἐδόκουν οὐδʼ εἶπέ τις οὐδὲ ἤκουσε καὶ γυναῖκας συνεφῆφθαι τῶν ἐπὶ τῆς χαλεπῆς ἡμέρας ἐκείνης ἢ εἰρημένων ἢ πεπραγμένων. τί οὖν ἔδει καὶ γυναικῶν ἐρημοῦσθαι τὴν πόλιν, ὧν οὐκ ὀλίγας ἦν ὁρᾶν ἐγκύμονας; εἰ γὰρ δὴ καὶ τοὺς ἄνδρας ἔδει τι κακὸν λαβεῖν καὶ νοῦν αὐτοῖς εἶχεν ἡ φυγή, ταῖς γε δὴ γυναιξὶν οὐδαμόθεν ἦν λόγος. ἀλλʼ ὅμως νῦν μὲν οὐκ ἐλάττους, νῦν δὲ καὶ πλείους τῶν ἀνδρῶν ἐξῄεσαν οὐ δήπου γε μέλλουσαι παραδοθήσεσθαι δικαστηρίῳ καὶ μάστιγας καὶ δεσμὸν ὑπομενεῖν. τοιγαροῦν διὰ τὸν μάταιον τουτονὶ φόβον ὃ εἶχον ἀργύριον, μικρὸν δὲ ἄρα τοῦτʼ ἦν, ἀνηλωκυῖαι παιδίοις ἄρτον αἰτοῦσιν οὐχ οἷαί τε οὖσαι δοῦναι δακρύουσαι πεινῶντα κατέθαπτον, εἶτα ἐκ τῶν αὐτῶν ἐπαπέθνησκον. οὐδὲ γὰρ προσαιτούσαις ἦν εὐπορῆσαι τροφῆς. οὐ γὰρ ἦν παρʼ ὅτου πάντων ὄντων ἐν τῷ δεῖσθαι λαβεῖν, πλὴν εἴ τις ἀπεχώρησεν εἰς ἀγροὺς τοὺς ἑαυτῆς, τοῦτο δὲ οὐ πολύ.
Ταῖς μὲν δὴ γυναιξὶν οὐδεμία συγγνώμη, ταὐτὸ δʼ ἂν ἰσχύοι καὶ κατὰ τῶν ἀνδρῶν τῶν ἐν τοῖς ἐγκλήμασιν οὐκ ὄντων. οὓς γὰρ οὐκ ἤλαυνε τὸ συνειδός, τί τούτοις ἔδει φυγῆς καὶ ταῦτα Κέλσου τοῦ πανταχοῦ δικαίου κἀν τοῖς πράγμασι τούτοις τοιούτου πεφηνότος; ὁρμήσας γὰρ ἐπὶ τὴν τιμωρίαν οὐχ ὅπως ὡς πλείστους ἀποκτείνειε τῶν τῇδε ἀνθρώπων, ἐσκόπησεν, ἀλλʼ ὅπως οἱ δίκην ὄντως ὀφείλοντες οὗτοι μόνοι καὶ δῶσιν. ἔδειξε γὰρ τοῖς τῶν φυλῶν ἐπιμεληταῖς, ὡς ἐν ταῖς συκοφαντίαις αὐτοὶ μᾶλλον ἢ οὓς ὡς ἠδικηκότας παραδώσουσιν, ἀπολοῦνται. καί τινες τὰς τῶν αὑτῶν πλευρὰς ἐπεῖδον τεμνομένας ἐπὶ τοιαύταις ὑποψίαις οἵ τʼ εἰκότως τὰς αἰτίας λαβόντες μετὰ τῆς ἐσχάτης ἀκριβείας ἁλόντες παρεδόθησαν τῷ δημίῳ. οὐκοῦν καὶ τῇ τοῦ δικαστοῦ δικαιοσύνῃ φόβος ἅπας ἄδικος ἀνῄρητο.
Λόγος γὰρ ἐγεγόνει, φήσει τις, ἐπιχυθήσεσθαι στρατιώτας δόρασι καὶ ξίφεσι τὸ ἐνοικοῦν ἀναλώσοντας. τουτὶ δὲ ἐν ἁμαρτίαις πόλεων οὐδεὶς οἶδε πώποτε γεγενημένον. καὶ γὰρ ἂν ἦν ἄτοπον δίκην ἐθέλειν λαμβάνειν ἐπιζήμιον τῷ ληψομένῳ. ζημία δὲ οὐ μικρὰ δήπου βασιλεῖ πόλις ἀπολλυμένη. τοῦ γὰρ ἐκεῖνο θυμῷ ποιοῦντος ἦν δήπου τὸ μηδὲ τῶν ἀψύχων φείδεσθαι. τίς οὖν βασιλεὺς τοιαύτην ἂν ἔλαβε παρὰ πόλεως δίκην, ἣ τὴν ἀρχὴν ἔμελλεν αὐτῷ ποιήσειν ἐλάττονα; καίτοι καὶ εἴ τι τοιοῦτον ὑπʼ ἄλλων ἐπέπρακτο, τοῦτόν γε οὐκ ἐχρῆν ἀκολουθήσειν οἴεσθαι τὸν τῷ μὴ κολάζειν μᾶλλον ἢ τῷ κολάζειν ἡδόμενον. μάρτυς δὲ ὁ τῆς βασιλείας χρόνος πολλὴν αὐτῷ συνειδὼς πολλαχοῦ τὴν συγγνώμην. ὅς γε καὶ τοὺς τῆς βασιλείας αὐτῆς ἐπιτεθυμηκότας ὠθουμένους τῇ ψήφῳ πρὸς θάνατον ἐρρύσατό τε καὶ ζῆν ἀφῆκεν. οὕτως οὐδʼ ὁστισοῦν τοῦτʼ ἔδεισεν, ὀρθῶς φαίνεται δείσας. οὐ τοίνυν οὐδʼ ὅστις ἐξουσίαν ἔδεισεν εἰς ἁρπαγὴν τῶν ἐν τῇ πόλει χρημάτων, ὃ πεποιήκασιν ἤδη τινὲς βασιλεῖς ἐφέντες στρατιώταις ἁρπάζειν προειπόντες, ἐν ὅσῳ δεῖ τοῦτο μέρει τῆς ἡμέρας γενέσθαι, οὐδʼ οὗτοί μοι καλῶς δεῖσαι δοκοῦσιν. ἐν γὰρ ἀπουσίαις βασιλέων ἥκιστα τὸ τοιοῦτον γίγνεσθαι, παρὼν δὲ εἰ βουληθείη καὶ ταύτῃ δίκην λαβεῖν, οὐ κωλύειν φασὶ τὸν νόμον. καὶ τοῦτο ἦν ἀκούειν παρὰ τῶν ἀκριβῶς τὸ πρᾶγμα ἐπισταμένων ἀνδρῶν πολλὰ δὴ βασιλεῦσιν ἐστρατηγηκότων. παρʼ ὧν ἡμεῖς μαθόντες ἐβοῶμεν ἐπερχόμενοι τὴν πόλιν· τί τετάραχθε; τί πεφόβησθε; τί πλάττετε τὰ δοκοῦντα δείματα; ἀλλʼ ἐδοκοῦμεν φλυαρεῖν. οἱ δὲ ἀπῄεσαν καὶ ταῦτα τοὺς ταῦτα λέγοντας ὁρῶντες οὐκ ἀπιόντας. τοῦτο γὰρ δή, τοῦτο μέγιστον εἰς πίστιν, ἔργα λόγοις ἀκολουθοῦντα καὶ μονὴ βεβαιοῦσα ῥήματα. εἰ μὲν γὰρ θαρρεῖν ἑτέροις παρακελευόμενος ἃ τῶν φοβουμένων ἦν ἐποίουν καὶ μετανιστάμην, εἰκότως ἂν ἡγοῦντο πιστοτέραν συμβουλὴν τὴν ἀπὸ τῶν πραγμάτων· εἰ δʼ οὐδὲν τῶν πρὸ τῆς ταραχῆς ἐν οὐδενὶ τῶν ἐμῶν ἐκίνουν, ἠδίκουν οἱ μὴ μιμούμενοι, πλὴν εἰ τοῦτο λέγοιεν, ὡς ἐθανάτων καὶ τῆς ἀπὸ τῶν ξιφῶν ἐπεθύμουν τελευτῆς. ἀλλʼ οὐδεὶς οὕτως ἄθλιος οὐδʼ εἰ σφόδρα δυσχεραίνοι τὸ γῆρας.
Πονηρᾶς τοίνυν οὔσης τῆς τῶν πολλῶν ἐξόδου μείζων ἐν τοῖς ὑπὲρ τοὺς πολλοὺς ἡ κατηγορία, οἳ πόλεων ἄρξαντες καὶ ἔθνη διῳκηκότες καὶ τιμῶν τετυχηκότες καὶ δικαίως ἂν ἀμειβόμενοι τήν τε πόλιν ἐν ᾗ κατοικοῦσι καὶ τὴν βασιλείαν, διʼ ἣν αὐτοῖς καὶ δόξα καὶ γάμοι καὶ χρήματα, ταῦτα πάντα ἀτιμάσαντες ἀπώλλυσαν τὸ καθʼ αὑτοὺς τῷ βασιλεῖ τὴν πόλιν. εἰ γὰρ δὴ τῆς ὀλιγανθρωπίας τῆς ἐν αὐτῇ καταφρονήσαντες οἱ κατὰ τὴν χώραν λῃσταὶ διεσπαρμένοι στῖφος ἓν ποιήσαντες ἑαυτοὺς εἰσπεσόντες ἐληίζοντο τὸ ἄστυ, τὰ μικρὰ τὰ καταλελειμμένα, καὶ τελευτῶντες ἐνεπίμπρασαν ἄνθρωποι τῷ κακῶς ποιεῖν χαίροντες καὶ πολὺν ἐν τούτῳ βεβιωκότες χρόνον, ποῦ ποτʼ ἂν ἦν ἡ πόλις, ἧς ἔχων πολλὴν πρόνοιαν ὁ βασιλεὺς ὁρᾶται; ἀλλʼ ὅμως οἱ σεμνοὶ καὶ τῇ τῶν ἄλλων πενίᾳ πεπλουτηκότες καὶ δεινόν, εἰ μὴ τὰ τῶν θεῶν ἕξουσιν, ἡγούμενοι τὰ μὲν ἐν νυξί, τὰ δὲ πάντων ὁρώντων μεθίστασαν οὕτω δή τι πολὺν ἄργυρον, ὡς συχνῶν τε δεῖν ὀχημάτων ἑκάστῳ καὶ πολλῶν ὀρέων καθʼ ἕκαστον, οὓς ἠνάγκαζε τὰ ἑλκόμενα στένειν. τίνος οὖν τούτους ἀξίους εἶναι φήσαι τις ἄν, οἳ προδόντες τὴν πόλιν καὶ τὸ σφῶν αὐτῶν μόνον ἰδόντες τὸν πλοῦτον ἑτέρωσε καταθέμενοι γυμνοὶ πρὸς τὸν ἔξω δρόμον ἦσαν ἕτοιμοι; καίτοι χρῆν αὐτοὺς καὶ τοὺς ἐν πενίᾳ κωλύειν καὶ κατέχειν, τὰ μὲν πειθοῖ, τὰ δὲ καὶ ἀπειλαῖς. οἱ δʼ ἐπῄνουν τε τοὺς ἐκεῖνο ποιοῦντας καὶ ἀνθρώπους ἔλεγον εἶναι σώζεσθαι βουλομένους, ὥσπερ ὧν εὖ ἔπραξαν ἐν τῇ πόλει δίκης παρὰ τῆς πόλεως αὐτοῖς ὀφειλομένης. οἳ τοῦθʼ ἓν μόνον εὖ πεποιήκασιν, ὅτι τὸν ἄλλον χρόνον ἀρνούμενοι μὴ πλουτεῖν νῦν αὑτοὺς ἐξήλεγξαν ὡς πλεῖστα κεκτημένοι πόνῳ πολλῷ καὶ πραγματείᾳ μεταθέντες ἄλλοσε τὰ συνειλεγμένα.
Περὶ δὲ τῶν νέων τί φήσομεν ἢ τῶν τούτων γονέων; τί δʼ ἕτερον ἢ ὡς οἱ μὲν ἥρπασαν τὸν καιρὸν εἰς ἀργίαν, γονεῖς δὲ ταῖς τούτων ἐπιστολαῖς ἐξαπατηθέντες καλεῖν ταῖς παρʼ αὑτῶν ἀνεπείσθησαν τοὺς νέους. οἱ δʼ οὐ τοσοῦτο μόνον ἠδίκουν, ἀλλʼ εἰσὶν οἳ γράμμα οὐδὲν οὔτε πέμψαντες οὔτε λαβόντες αὑτοὺς τοῦ δρᾶν ὃ βούλοιντο καταστήσαντες κυρίους δήσαντες τὰς διφθέρας ἀναβάντες ἐφʼ ἵππους οἱ μὲν ἀγροὺς σφῶν αὐτῶν ἐνέπλησαν ἀλλοτρίους, οἱ δὲ πατρῴους, οἱ δὲ καὶ τροφοῖς καὶ τροφεῦσιν ἧκον εἰς χεῖρας καὶ μητρὸς ἕτερος καὶ πατρὸς ἄλλος, τρέμοντες δὴ καὶ τοὺς ὀδόντας κροτοῦντες καὶ μεταστρεφόμενοι, καθάπερ διωκόμενοι διώκοντος μὲν οὐδενὸς οὐδὲ σπεύδοντος ἑλεῖν, αὐτοὶ δὲ τῆς περὶ λόγους σπουδῆς διώκοντες τὴν ἀπαλλαγήν. καὶ ὁ χρόνος τοῖς ἀθλίοις ἐν ἐδωδῇ καὶ οἴνῳ καὶ ὕβρει καὶ ὕπνῳ πᾶς οὗτος ἀναλοῦτο, προσθείην δʼ ἂν καὶ εὐχαῖς, ἐν αἷς ᾔτουν ἐκταθῆναι τὴν τῆς ῥᾳθυμίας ἀφορμὴν ἐπὶ μήκιστον χρόνον. ἐφʼ ᾧ δʼ ἄν τις μάλιστα ἀγανακτήσειεν, οὐδὲ γὰρ αὐτὸ τοῦτο πρὸς ἡμᾶς εἰπόντες, ὡς ἀπιέναι καιρός, ἀπῆλθον, ἀλλʼ ἔδοξεν, ἐσίγησαν, ἔπραξαν. ὁ δʼ ἐξιὼν ἤδη τὸν διαβουλευόμενον ἐνῆγε τραγῳδίας καὶ Ἰλιάδα κακῶν ἐπισείων ταῖς μελλήσεσι.
Καίτοι τίς οὐκ ἂν εἰκότως μισήσειε τούτους τοὺς μισοῦντας κτῆμα οὕτω καλόν, τοὺς λόγους, οὓς ἔδωκε μὲν Ἑρμῆς, ἠγάπησε δὲ τῶν Ἀθηναίων ἡ πόλις καὶ θρέψασα καὶ αὐξήσασα καὶ κοσμήσασα πανταχῆ διέπεμψεν. οὗτοι συγκρύπτουσι μὲν δυσγένειαν, κρύπτουσι δὲ ἀμορφίαν, πλοῦτον δὲ φυλάττουσι, λύουσι δὲ πενίαν, ἀρκοῦσι δὲ πόλεσιν εἰς σωτηρίαν πάντων ὄντες ὅπλων ἐν πολέμοις χρησιμώτεροι καὶ πάσης πολυχειρίας ἐν μάχαις ἰσχυρότεροι. οἱ τούτους ἔχοντες πρὸς τὰ μαντεῖα πολλάκις ἁμιλλῶνται τῷ τὸ μέλλον δύνασθαι προορᾶν· ὃ γὰρ ἐκείνοις τὰ πνεύματα, τοῦτο τούτοις ἡ γνώμη. μόνους δὲ τοὺς παιδείᾳ διενεγκόντας φαίη τις ἂν καὶ ἀθανάτους εἶναι φύσει μὲν τελευτῶντας, δόξῃ δὲ ζῶντας.
Ἀλλʼ ὅμως οἵδε οἱ νέοι πεφεύγασι μὲν τὴν τοσαῦτα ἀγαθὰ προξενοῦσαν, ἐπὶ δὲ τὴν μυρίων μητέρα κακῶν, νωθείαν καὶ μαλακίαν, κεχωρήκασιν ἕρμαιον αὑτῶν τὴν τῆς πόλεως ἀτυχίαν ἡγησάμενοι, δεδιότες μὲν οὐδέν, προσποιούμενοι δὲ πολλά. τίς γὰρ ἧκεν ἂν ἐπʼ αὐτοὺς ἄρχων, τίς ὑπηρέτης, τίς γείτων, τίς πολίτης, τίς ξένος πόρρω μὲν ὄντας τῶν βλασφημιῶν, πόρρω δὲ τῶν ἐπʼ ἐκείναις; καὶ γὰρ ὅτε ταῦτα ἐτολμᾶτο καὶ ἦν ἔτι ἐν προοιμίοις ἡ μανία, οἱ μὲν ἀπῆλθον οἴκαδε θέοντες, οἱ δʼ ἦσαν οὗπερ ἐγώ, τοῖς τῶν ἑωρακότων λόγοις, οὐ τοῖς αὑτῶν ὀφθαλμοῖς μανθάνοντες τὰ τοῦ τότε χειμῶνος. πῶς οὖν ἐσυκοφαντοῦντο ἄν; τῆς δʼ ἐκείνων κακίας καὶ τόδε τεκμήριον. εἰσὶ μὲν γὰρ οὓς ὁ περὶ τοὺς λόγους ἔρως ἔπεισε μένειν ὀλίγους δή τινας κομιδῆ. τούτων δὲ οὐδεὶς οὔτε ἐφήψατο οὔτε ἐμέλλησεν οὔτε αὐτῶν οὔτε παιδαγωγῶν οὔτʼ οἰκετῶν. ἐπὶ τῆς αὐτῆς τοίνυν ἦσαν ἂν ἀδείας οἱ μὴ μείναντες ἧσπερ οἱ μεμενηκότες ταὐτοῦ δικαίου κἀκείνοις καὶ τούτοις ὑπάρχοντος, τοῦ μηδὲ κατὰ μικρὸν μετεσχηκέναι τῶν ὕβρεων.
Ἔτι τοίνυν εἰ μὲν ἐμίσουν ἐμὲ διὰ τὰς ἐπὶ τοὺς πόνους παρακλήσεις, τίς αὐτῶν ἀδικώτερος; καὶ γὰρ ἀθλητὴς ἄδικος, ὅστις οὕτως ἔχει πρὸς τὸν γυμναστὴν τὸν ὅτι δεῖ πάντα πόνον ἀνέχεσθαι λέγοντα. εἰ δʼ ἐφίλουν τε καὶ ζῆν ἐβούλοντό με καὶ τὸ μένειν οὐκ ἀσφαλὲς ἡγοῦντο, τί μὴ προσιόντες ἐδέοντό μου σώζειν αὑτοῖς ἐμαυτόν; πάντως δὲ οὐδὲν καινὸν νέον γέροντος ἰδεῖν που τὸ συμφέρον ἄμεινον. δόξαν δʼ ἂν αὐτοῖς ἤνεγκε καὶ τὸ μέμψασθαι καὶ τὸ καταβοῆσαι καὶ τὸ πάντα καὶ εἰπεῖν καὶ ποιῆσαι πειρωμένοις ἐξάγειν, νῦν δὲ διὰ σιωπῆς ἐξεπήδησαν τήμερον συγγενόμενοι, νυκτὸς δὲ ἀποδράντες, θάνατόν μου κατεψηφισμένοι καὶ οὐ δεδοικότες μὴ αὖθις ἀλλήλους ἴδωμεν.
Γνοίη δʼ ἄν τις κἀκεῖθεν τουτουσί· τῆς γὰρ τοῦ βασιλέως ὀργῆς τῇ βουλῇ μὲν ἐγκαλούσης καί τισι τῶν συνδίκων, τῶν δʼ ὑπὲρ παιδείας ἐνταυθοῖ διατριβόντων οὐδαμοῦ μεμνημένης καὶ τούτων τῶν γραμμάτων ἐκκειμένων καὶ τοῦ περὶ αὐτῶν λόγου πανταχοῦ πεφοιτηκότος, ὥστʼ εἶναι καὶ τοῖς πεφευγόσιν εἰδέναι, οὐδεὶς τὸ τῶν χαιρόντων ἐποίησεν οὐδὲ ἀνέπνευσεν οὐδὲ προσεκύνησε τὴν Τύχην οὐδʼ ἔδραμεν ἐπὶ τὴν ὧν ἀπεστέρητο μετουσίαν. καὶ τί θαυμαστόν; οὐδὲ γὰρ μετὰ δικαστήρια καὶ κρίσιν καὶ δεσμὸν ἀποκρίνοντα τοὺς ἄλλους καὶ δημηγορίαν τοῦ στρατηγοῦ τε καὶ δικαστοῦ καὶ ὅρκους ἐξαιροῦντας τὸν φόβον οὐδʼ οὕτως ἐπὶ τοὺς λόγους ἐπανῆκον οὐδʼ ἡδέως εἶδον τοὺς τῶν βελτιόνων ἀγγέλους, ἀλλʼ οἱ ταχεῖς ἐνθένδε ἀπελθεῖν βραδεῖς εἰς τὰ δεύτερα κατεχόμενοι τῇ τῆς ἀργίας ἡδονῇ μᾶλλον ἢ ζήλῳ τῳ, μεμφόμενοι τῷ τῶν παρὰ τοῦ βασιλέως ἀπεσταλμένων τάχει λόγων οὐκ ἀποροῦντες ἀναισχύντων, ὅτι ἀλλὰ περιῄρηται τὸ τῆς πόλεως ἀξίωμα καὶ μετείληφε σχῆμα φρουρίου καὶ οὔθʼ ὁ ἱππόδρομος οὔτε τὸ θέατρον ἔχει τὰ αὑτοῦ. καὶ τί τοῦτο, ὦ Μουσῶν ὑμεῖς ἐχθροί; πολὺ γὰρ δὴ βελτίων ἡ πόλις εἰς λόγους ἐν οἷς δίκην ἔδωκε γεγένηται, καὶ τὰ μὲν βλαβερὰ περιῄρηται, τῶν δʼ ὄντων ἀγαθῶν οὐδὲν τῇ μεταβολῇ τῆς προσηγορίας βέβλαπται. αὐτός γέ τοι χείρων οὐδὲν ἐντεῦθεν εἰς τοὺς εἰωθότας γέγονα πόνους. οὐδʼ ὅσοι τῶν νέων ἔμειναν, ᾐτιάσαντο τὴν μονήν, οὓς οὐδὲν τὸ μὴ λοῦσθαι κωλύει καρποῦσθαι τὰ βιβλία.
Οἶμαι δέ, καὶ λούσονται κἀν τοῖς ἔμπροσθεν ἅπασιν αὖθις ὄψονται τὴν πόλιν βελτίους ὑμῶν αὐτῷ τούτῳ φανέντες τῷ καὶ τὰ δυσκολώτερα τῇ πόλει συνδιενεγκεῖν. ὑμεῖς δὲ αἰσχυνεῖσθε μὲν τοὔδαφος, αἰσχυνεῖσθε δὲ τὰς πύλας, αἰσχυνεῖσθε δὲ τὸ τῶν λόγων χωρίον, αἰσχυνεῖσθε δὲ ἡμᾶς, εἰ μὴ καὶ τοῦτο ὑμῖν ἀπόλωλεν.