Having pleaded Antioch's case with the emperor, Libanius now tells its citizens what they must hear about Julian's anger. Citing Demosthenes, he blames them for the abusive songs spread through the city against a just ruler, which no one stopped. He urges them to leave the races, go to the temples, win back the gods and send word to the Choaspes that Antioch has made its defence, before the emperor's displeasure becomes lasting.

Part of Orations 1–64

ΠΡΟΣ ΑΝΤΙΟΧΕΑΣ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΟΡΓΗΣ.

Ἃ μὲν ὑπὲρ τῆς πόλεως, ὦ ἄνδρες Ἀντιοχεῖς, πρὸς τὸν αὐτοκράτορα διείλεγμαι καὶ ὡς οὔτʼ ἀγῶνος οὔθʼ ἱκετειῶν οὐδοτιοῦν παραλέλοιπα, μεμαθήκατε τὰ μὲν αὐτοῦ μου διηγουμένου πρὸς ὑμᾶς οὐχ ὡς ἄν τινος σεμνυνομένου μᾶλλον ἢ παραμυθουμένου, τὰ πλείω δὲ τοῦ βασιλέως μεμηνυκότος ἐνταῦθά τε πρὸς τὸν ἱερέα λέγοντος ἠνωχλῆσθαι παρʼ ἐμοῦ καὶ πάλιν ἐν τῷ σταθμῷ πρὸς τὸ κοινὸν τὸ ὑμέτερον· ἃ δὲ καὶ ὑμᾶς ἀκοῦσαι δεῖ περί τε τῶν κατεχόντων δυσχερῶν καὶ τῆς τοῦ βασιλέως ὀργῆς καὶ πῶς ἂν ἐκείνην τε παύσαιμεν καὶ δόξαιμεν γεγονέναι βελτίους, ταῦτα πειράσομαι διελθεῖν. ἔδει γὰρ ἐκεῖ μὲν ὑμᾶς ἐξαιρεῖσθαι αἰτίας ἐπιχειρεῖν, ἐνταῦθα δὲ μὴ κρύπτειν, ἅ τις ἂν ἡμᾶς αἰτιάσαιτο δικαίως. τὸ μὲν γὰρ εἶχε συγγνώμην καὶ τετύχηκε καλῶς ποιοῦν, τῷ δʼ ἂν τὰ μέγιστα βλαβείημεν, εἰ μείναιμεν ἐπὶ τῶν αὐτῶν ὡς οὐδὲν ἡμαρτηκότες. καὶ ὅτι μὲν ἢ πάντας ἢ τοὺς πλείους ἀνιάσω διὰ τῆς παρρησίας, οὐκ ἀγνοῶ, πολὺ δέ γε βέλτιον λυπηθέντας τοῖς λόγοις ἡσθῆναι τοῖς ἀπʼ αὐτῶν ἔργοις ἢ νῦν τὰ τέρποντα ἀκούσαντας ἀντὶ μικρᾶς ἡδονῆς πολλὴν καὶ μεγάλην ὑπομεῖναι ζημίαν. εἰ μὲν γὰρ ἦν ἐπαινεῖν τε ὑμᾶς ὁμοῦ καὶ διʼ ὧν ἂν τὸν κίνδυνον ἐκφύγοιμεν, δεικνύειν, μανίας ἂν ἦν δήπου μὴ τοῦτον αἱρεῖσθαι τῶν λόγων τὸν τρόπον· ἐπειδὴ δὲ διὰ τῆς ἐν τῷ λέγειν χάριτος ἀνάγκη τὸ συμφέρον ἀπολωλέναι, σωφρονούντων ἂν εἴη τὰ φέροντα τὴν σωτηρίαν πρὸ τῶν κολακευόντων ποιήσασθαι.

Δημοσθένης μὲν οὖν τοῖς αὑτοῦ πολίταις παραινῶν ἀθυμοῦσι μὴ οὕτως ἔχειν ἠξίου μηδʼ ὡς οὐκ οὔσης χρηστῆς ἐλπίδος διακεῖσθαι τὰς γνώμας· ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ συμβουλεύειν ὑμῖν ἀποθέσθαι τὴν ἀθυμίαν, ὥστʼ οὐδʼ ἂν ἄλλως ἡγοῦμαι σωθῆναι τὴν πόλιν, εἰ μὴ προσθείημεν τῇ παρούσῃ καὶ τοὺς πώποτε δόξαντας μεθʼ ὑπερβολῆς πεπενθηκέναι παρέλθοιμεν τῇ λύπῃ. ὡς οὕτως ἔχει· εἰ μὲν ὡς περὶ κούφου τοῦ παρόντος καιροῦ διανοηθείημεν, μεῖζον ποιήσομεν τὸ κακὸν ἐνδειξάμενοι πᾶσιν, ὡς οὐδὲν ἔσται τοσοῦτον ἀπʼ οὐδενός, ὃ ταράξει τὴν πόλιν· ἂν δʼ ἀπογνῶμεν τὰ βελτίω καὶ λάβωμεν φόβον ὃν εἰκὸς τοὺς ὑπὲρ αὐτῶν τῶν ἐδαφῶν εἰς κίνδυνον ἥκοντας, πρῶτον μὲν ἄμεινον περὶ τῶν λοιπῶν μετὰ τούτου βουλευσόμεθα τοῦ δέους. ἔπειτα καὶ τοῦτʼ ἂν ἴσως ἀρκέσαι τῷ βασιλεῖ πόλιν δοκοῦσαν ἐπὶ μεγάλου φρονήματος εἶναι παρὰ πάντα τὸν χρόνον ἐκπεπλῆχθαι καὶ ταπεινὴν γεγονέναι καὶ πιστεύειν, ὡς ἀπολεῖται.

Πολλαὶ μὲν οὖν ἀεὶ καὶ μεγάλαι συμφοραὶ τὴν ταλαίπωρον ταυτηνὶ περιέσχον, καὶ ἴσως οὐ μετὰ δεξιῶν συμβόλων ὁ Σέλευκος αὐτὴν ἐποίει. τῇ γοῦν δυνάμει τῶν Περσῶν ἀπὸ τῶν ἡμετέρων κακῶν εὐδοκιμεῖν ὑπῆρξεν, ὥσπερ παλαιστῇ τὸν αὐτὸν ἀντίπαλον πολλάκις καταβαλόντι. πότε γὰρ οὐκ ἐστράτευσαν ἐπὶ τήνδε τὴν γῆν; ἢ πότε ἐπελθόντες οὐκ ἀνῃρήκασιν, ἃ μὲν ἐδύναντο κατασκάπτοντες, κατὰ δὲ τῶν λοιπῶν τῷ πυρὶ χρώμενοι; φιλόνεικοι δὲ ἄρα ἦσαν οἱ ἡμέτεροι πρόγονοι καὶ οὐκ εἰδότες δαίμοσιν ἐξίστασθαι τόπων. οὓς ἐχρῆν ἐνθυμηθέντας, ὅτι τις ἄρα φθόνος πολεμεῖ τῷ χωρίῳ, μετὰ τὸ πρῶτον εὐθύς, εἰ δὲ μή, τό γε δεύτερον πτῶμα ζητῆσαι γῆν ἑτέραν, ὥσπερ οἱ Φωκαεῖς ἐκεῖνοι. νῦν δὲ ἀνίστασαν καὶ πάλιν ἐδείκνυσαν πόλιν οὐκ εἰδότες, ὅτι κακοῖς ἑτέροις ἑτοιμάζουσι τὸ ἄστυ.

Πολλῶν δὲ δὴ καὶ δεινῶν κατασεισάντων, ὦ ἄνδρες πολῖται, πρότερον τὴν ἡμετέραν οὐδὲ μίαν ἔγωγʼ ἂν τῇ παρούσῃ συμφορᾷ ἐξισοῦσθαι φαίην ἄν. πρῶτον μὲν γὰρ οὐχ ὅμοιον ὑπὸ τῶν φύσει πολεμίων πάσχειν κακῶς ἢ παρὰ τῶν οἰκείων καὶ ὧν εἰκὸς ἦν ἀπολαύειν τῆς προνοίας, μισεῖσθαι. ἀλλʼ ὥσπερ πολλῷ δεινότερον ὑπὸ τοῦ πατρὸς ἐλαύνεσθαι καὶ κατήγορον ἔχειν αὐτὸν τὸν γεγεννηκότα τοῦ παρὰ τῶν ἔξω τοῦ γένους ἐπιβουλεύεσθαι, οὕτω μεῖζον κακὸν τῷ Ῥωμαίων βασιλεῖ δοκεῖν ἀξίαν ἀναστάσεως εἶναι τὴν πόλιν ἢ παρὰ τῶν βαρβάρων ἔργῳ τοῦτο παθεῖν. τὸ μὲν γὰρ ὁ τοῦ πολέμου νόμος οἶδε, καὶ τῶν εἰωθότων τὸ πάθος, τοῦ δὲ οὐ πολλὰ τὰ παραδείγματα. καὶ τοῦ μὲν ἄν τις αἰτιάσαιτο τὴν τύχην, τὸ δὲ τῆς γνώμης ἔλεγχον ἔχειν δοκεῖ. καὶ τὸ μὲν ἐλεεῖται παρὰ τῶν ὁμοφύλων, καὶ βοηθεῖν εἰσιν ἕτοιμοι τοῖς πεπληγμένοις, τῶν δʼ ἅπας τις ἂν τὴν φιλίαν φύγοι τοῦ πολὺ τῇ γνώμῃ διεστάναι σημεῖον ἐκφέρων τὸ μισεῖν. οὔκουν εἰ μὴ πέπτωκεν ἡμῖν ἡ πόλις, προσήκει χαίρειν ἢ μετρίως τὴν δυσκολίαν φέρειν, ἀλλʼ εἰ τὴν πρὶν ἀποβαλοῦσα δόξαν ἐν ταῖς μοχθηροτάταις τέτακται, μᾶλλον ἀλγεῖν ἢ εἰ τοὺς πολεμίους ἀπὸ τῶν τειχῶν ἑωρῶμεν. ἐμοὶ γὰρ εἴη μάλιστα μὲν καὶ σώζεσθαι καὶ σπουδαίῳ δοκεῖν, εἰ δʼ ἕλκοι πρὸς αὑτὴν ἡ κακία, μετριώτερον, ὦ ἄνδρες πολῖται, τελευτὴ πονηρίας. οὑτωσὶ μὲν οὖν εἰ καὶ θαρρεῖν ὑπῆρχε περὶ τοῦ μέλλοντος, διά γε τὴν παροῦσαν αἰσχύνην ἔδει καταδύεσθαι καὶ στένειν καὶ νομίζειν τῇ πόλει σχῆμα προσήκειν, οἷον ἐν τοῖς κήδεσιν οἶκον ἕκαστον καταλαμβάνει, νῦν δʼ οὔσης τῆς ἀδοξίας τοσαύτης οὐδʼ ὁ μηδὲν ἡμᾶς πείσεσθαι τῶν ἀνηκέστων ἐγγυώμενός ἐστιν, εἰ μή με λελήθατε χρησμοὺς ἐκ Δελφῶν δεξάμενοι. ἕως οὖν ἀκμάζει τῆς ὀργῆς ταύτης ἡ φλόξ, τίς οὕτως ἀνδρεῖος, ὅστις οὐκ ἀξιώσει τρέμειν; οὐκ ἴστε, ὡς ὅσα οἱ σεισμοὶ δύνανται καὶ οἱ σκηπτοὶ καὶ αἱ τῆς θαλάττης ἐκδρομαί, τοσαῦτα καὶ οὐδὲν ἐλάττω βασιλέως θυμός; ἰσχύει γέ τοι τοῖς στρατεύμασι κατὰ τῶν ὅπλα οὐκ ἐχόντων, κἂν ἀναρπάσαι νεύσῃ πόλιν, οἴχεται ἡ μεγίστη τῶν ἁπασῶν ἐν ἡμέρας σμικρῷ μέρει χειρί, σιδήρῳ, πυρί, τοῖς ἄλλοις. ὁ δὲ ταύτην ὀκνῶν τὴν ὑπερβολὴν ἀφελὼν ἃ πόλεώς ἐστι γνωρίσματα, κώμης σχῆμα περιέθηκε. βλέψατε δὴ εἰς Καππαδοκίαν ἐκείνην. ἐκεῖ πόλις εὐδαίμων καὶ λαμπρὰ καὶ τοῦ δύνασθαι λέγειν ἐπιμελουμένη καὶ χειμάδιον βασιλεῖ γεγενημένη πολλάκις ἐξώσθη τοῦ τῶν πόλεων καταλόγου δόξασά τι θρασύτερον ποιεῖν τῆς ἐξουσίας. τί οὖν; οὐκ εὖ φρονούντων ἀνθρώπων ἐστὶ πεφρικέναι, δακρύειν, σκοπεῖν, ὅπως τι τῶν ἡμαρτημένων ἀναλύσομεν; εἶτʼ ἀναστάς τις ἐνταῦθα ἐρήσεται· καὶ ποῦ τοῦτο ἀδίκημα ἡμέτερον, εἰ μήτε ἔδωκεν ὅσα προσῆκεν ἡ γῆ τάς τε ἐμπορίας ἔπαυσε τὰ περὶ τὰς τιμὰς τῶν ὠνίων νεωτερισθέντα; ὁ δὲ τοιοῦτος λόγος ἀτυχοῦντας δείκνυσιν, εἰ μηδὲν ἀδικοῦντες μεμισήμεθα. ὥστʼ ἐξ ἀμφοτέρων συνεστάλθαι καὶ θρηνεῖν νοῦν ἐχόντων ἐστίν, εἴτʼ ἐξεπίτηδες ἄρχοντα χρηστὸν ἠδικήκαμεν εἴτʼ οὐδὲν ἡμαρτηκότας δαίμων τις ἐχθρὸς ταύτῃ περιβέβληκε τῇ δόξῃ. ἀλλʼ ἐπειδὴ παρʼ ὑμῶν μὲν τὸ μηδὲν ἠδικηκέναι πολύ, παρʼ ἐκείνου δὲ τὸ τὰ μέγιστα ἠδικῆσθαι, τοιαύτην μὲν οὐκ ἂν εὐξαίμην ἔγωγε διακρῖναι δίκην, ἄμφω γὰρ φίλω, καὶ ἥ τε πατρὶς τίμιον ὅ τε βασιλεὺς αἰδέσιμος καὶ κατὰ τὴν αὑτοῦ φωνὴν ἑταῖρος καί, τὸ μέγιστον, ἀπὸ τῶν λόγων οὓς ἀδελφοὺς ἐγώ τε κἀκεῖνος τίκτομεν. οὐ μὴν ἀλλʼ ἐπειδὴ δεῖ πάντα ὕστερα τῆς ἀληθείας εἶναι καὶ προεῖπον, ὡς οὐδὲν ὑποστειλάμενος ἃ φρονῶ λέξω, καὶ καταστήσας ἅπαξ ἐν τῷ συμβουλεύειν ἐμαυτὸν εἰς ἀνάγκην κατακέκλειμαι τοῦ τὴν ψῆφον ἐνεγκεῖν, λεκτέον ἅ γε φαίνεται.

Οὐδʼ εἰ πάνυ πολλάκις, ὦ ἄνδρες Ἀντιοχεῖς, φαίην μάτην ὑμῖν ἐγκαλεῖν τὸν βασιλέα, δυναίμην ἂν πλὴν ὑμῶν πεῖσαί τινα. ἥ τε γὰρ περὶ θεοὺς εὐσέβεια τό τε πρὸς τοὺς ἀρχομένους ἥμερον ἥ τε φύσις φιλοσοφίᾳ προσήκουσα τά τε μαθήματα συνηγωνισμένα τῇ φύσει, πάντα ταῦτα καθʼ ἡμῶν γίγνεται καὶ μαρτυρεῖ καὶ μονονουχὶ βοᾷ, ὅτι μᾶλλον ἡ πόλις εἰς ἐκεῖνον ἥμαρτεν ἢ παρʼ ἐκείνου τι περὶ ἡμᾶς πεπλημμέληται. ὁ γὰρ ἄνθρωπος μίαν ταύτην ἡδονὴν ἥδεται τὴν ἀπὸ τοῦ μηδὲν ἑαυτῷ συνειδέναι πονηρὸν καὶ τῶν θεῶν τῷ μὲν σῖτον ἐσθίειν διέστηκεν, ἐν δὲ τῇ τῆς ἀρετῆς ἀσκήσει καὶ τῇ τῆς ψυχῆς ἐπιμελείᾳ πλησίον αὐτῶν ἐστι τῶν μὲν αἰσχρῶν ἐπιθυμιῶν πλέον κρατῶν ἢ ὧν ἄρχει πόλεων, τῶν δʼ ἤδη τὴν αὐτὴν βασιλείαν ἐσχηκότων τοὺς μὲν τοῦ μηδενὸς ἀξίους ἀποφήνας, τοὺς δὲ οὐχ ὅσουπερ πρότερον, τοὺς δὲ τῇ μὲν μιμησάμενος, ἔστι δὲ οἷς νικήσας. οὕτως οὖν ἀγαθὸν ἔχοντες τὸν κατήγορον καὶ τῶν ἐκ τῆς Εὐρώπης γενομένων τῷ Διὶ δικαιότερον οἰόμεθα περὶ ὧν ἐγκεκλήμεθα ἐξαρνούμενοι μεθʼ ἡμῶν τινας τῶν ἀκροωμένων ποιήσειν; οὐκ ἔστιν. εἰπὲ γάρ, τίνα πιστὴν ἐροῦμεν πρόφασιν; ὡς ἀβασανίστως ὅ τι ἂν τύχῃ, πράττει; καὶ τίς οὕτω τῶν ἐπʼ ἀγορᾶς στρεφομένων ἔμπειρος τῶν καθʼ ἡμέραν πραττομένων; ἀλλʼ ὡς ἰσχυρότερον λογισμοῦ τρέφει θυμόν; ὁ τοὺς ἀκονήσαντας ἐπʼ αὐτὸν ξίφη ζῆν ἀφείς; ἀλλʼ ὅπως δημεύσειεν, αἰτίας πλάττει κενάς; ὁ τὴν ἀρχαίαν τοῦ χρυσοῦ φορὰν τοῖς δήμοις ἀνείς; ἀλλὰ θηριώδης ἄνθρωπος; ὁ βαδίζων εἰς ἱερὰ καὶ τοῖς ἀρχομένοις ἀναμιγνὺς ἑαυτὸν καὶ δικάζων πρᾴως καὶ περὶ τῶν ἡμετέρων τέκνων ἀνερωτῶν καὶ χαίρων, εἴ τι τῶν καλῶν ἐπιτηδεύοι; πολλοὶ μάρτυρες ἥξουσιν, ὦ ἄνδρες Ἀντιοχεῖς, ἐκείνῳ βοηθοῦντες, πόλεις μυρίαι, ἔθνη μεγάλα, γῆ καὶ θάλαττα, πάντες οἱ νεμόμενοι τὴν μέχρι τῆς ἡμετέρας ἀπὸ τῶν τοῦ Ῥήνου ῥευμάτων, ὑφʼ ὧν ἁπάντων ἀγαπώμενος εἰς ταυτηνὶ προπεμπόμενος ἧκεν. ὅταν οὖν ἀπαρέσκωμεν μόνοι καὶ μόνοις ἐγκαλῇ τοὺς ἄλλους ἐπαινῶν, οὐκ ἐκεῖνον εἰκὸς μεταβεβληκέναι τοὺς τρόπους, ἀλλʼ ἡμᾶς οὐκ εὐήνιον παρεσχῆσθαι τὴν πόλιν.

Οὕτως ἐξετάζων, ὦ ἄνδρες πολῖται, τὰ πεπραγμένα μᾶλλον ἡμᾶς αἰτίαις ἐνεχομένους ἢ συκοφαντουμένους εὑρίσκω. εἰ δὲ δεῖ καὶ σαφεστέρων ἐγκλημάτων ἅψασθαι καὶ δακεῖν μὲν ὑμᾶς, ὠφελῆσαι δέ, τὸ μὲν ὡς κατεκρύψατε τὰ παρὰ τῶν ἀγρῶν καὶ δυνάμενοι καταστῆσαι λαμπρὰν τὴν ἀγορὰν ὅπως εἰς στενὸν ἥξει, διεπράξασθε καὶ πόλεμον ἤρασθε πρὸς τὴν τοῦ βασιλέως ἐπιθυμίαν, οὐκ ἐρῶ. ψευδοίμην γὰρ ἂν εἰδώς, ὅτι πολλοὶ τῶν πολλὴν γῆν ἐχόντων πεινῶντας τοὺς ὑμῶν αὐτῶν οἰκέτας ὁρῶντες ἐπαρκεῖν αὐτοῖς οὐ δύνασθε. ἀλλʼ ἐκεῖνό γε ἡδέως ἂν μεμψαίμην, ὅτι μὴ τὴν γνώμην τῆς δυνάμεως παρεσχόμεθα καλλίω. τί δέ ἐστιν, ὅ φημι; ἔστιν, ὦ ἄνδρες Ἀντιοχεῖς, ἀδυναμίαν καὶ προθυμίαν συνελθεῖν καὶ τὸν αὐτὸν ἄνθρωπον ἔργῳ μὲν τῷ κελεύοντι μὴ δυνηθῆναι χαρίσασθαι, γνώμῃ δὲ καὶ τῷ σφόδρα συμβουληθῆναι καὶ τῷ φαινομένης ἐλπίδος ἡσθῆναι καὶ τῷ τῆς τοῦ πράγματος φύσεως ἐναντιουμένης ἀθυμῆσαι. ὧν ἡμεῖς οὐδὲν ἐδείκνυμεν, ἀλλʼ ἦμεν ἔνδηλοι βαρυνόμενοι τῷ νόμῳ καὶ ποιοῦντες μὲν ὅσα ἐνῆν, ἀηδῶς δʼ ὑπουργοῦντες, καὶ τοὺς μὲν ἐν αὐτοῖς τοῖς ἔργοις ὑποφέροντες πόνους, τὸ πραττόμενον δὲ οὐκ ἐπαινοῦντες. ἐγὼ δʼ ἠξίουν ὑμᾶς συνερασθῆναι μὲν τῷ βασιλεῖ τῆς καταστάσεως ταύτης, θαυμάσαι δὲ τὴν ὁρμήν, εἰ καὶ τὸ δραστήριον ἀπῆν, ὡς ψυχήν τε φιλάνθρωπον ἐμφανίζουσαν καὶ τῇ πενίᾳ βοηθοῦσαν, δεινὸν ἡγουμένην, εἰ οἱ μὲν ὡς μάλιστα τρυφῷεν, οἱ δὲ τῶν ἀναγκαίων ἐνδεεῖς διατελοῖεν, καὶ τῆς ἀγορᾶς ἀνθούσης ὁρᾶν μόνον ἐξείη τοῖς πενεστέροις τὰς τῶν εὐπορούντων ἀπολαύσεις. ταῦτα ἔδει φρονεῖν καὶ γενέσθαι φανεροὺς οὐ τῷ κολάσαντι τὰς τιμὰς μεμφομένους, ἀλλὰ τοῖς οὐκ ἀνεχομένοις σωφρονῆσαι καπήλοις. καὶ γὰρ εἰ τὸ πρᾶγμα μηδὲν μᾶλλον ἠκολούθει τοῖς βουλήμασιν, ἀλλʼ ὑμεῖς γε ἐν τοῖς εὐξαμένοις ἐδοκεῖτʼ ἂν εἶναι μηδὲν ἀντιπεσεῖν τῇ βασιλέως γνώμῃ. οὕτω καὶ στρατιῶται διαφεύγουσιν αἰτίαν, ὅταν τοῦ στρατηγοῦ πρὸς τὸ δοκοῦν ἄπορον ἡγουμένου τὴν αὐτοῦ τοῦ παρακαλοῦντος μιμησάμενοι τόλμαν οἴωνται μὲν δεῖν χωρῆσαι διὰ παντός, ἀποκρουσθέντες δὲ τῷ μὴ τυχεῖν τοῦ τέλους ἀλγῶσιν. ἡμεῖς δὲ τοιοῦτον λόγον γενέσθαι συνεχωρήσαμεν, ὡς ἐν μὲν ταῖς φερούσαις ἀφθονίαν ἡμέραις ἀθυμοῖμεν, τῇ σπάνει δὲ τῶν ὠνίων ἑορτάζοιμεν, ὡς ἐλεγχόμενοι μὲν ἐκείνῳ, νικῶντες δὲ τούτῳ. χρῆν δὲ ἐκεῖνον γεγενῆσθαι τὸν λόγον, ὡς τὴν τοῦ βασιλέως ὑπερβάλλομεν λύπην, ὅτι μὴ καὶ ἐπὶ τοῦ παρόντος τῶν τιμῶν μέτρου μένει τὸ σχῆμα τῆς ἀγορᾶς.

Ἐμοὶ ταῦτα σύνοισθα; φήσειεν ἂν Εὔβουλος ἀναπηδήσας καὶ ὁ μετʼ ἐκεῖνον καὶ ὁ τρίτος καὶ ὁ τέταρτος καὶ τῶν ἄλλων ἕκαστος. οὐκ ἔγωγε. πάλαι γὰρ ἂν ὑμῖν ἐχθρὸς ἦν, εἴ τι τοιοῦτον ᾔδειν. ἀλλʼ οὐδʼ ἂν ἐκεῖνο πεισθείην, ὡς οὐκ ἐξεφοίτησεν ἐντεῦθεν ἀφορμὴ τὸ μῖσος ἐπισπωμένη. καὶ παρʼ ὅτων μὲν ἀνθρώπων, ἀγνοῶ, περιτρέχουσαν δὲ τοιαύτην δόξαν ᾐσθόμην. συκοφάντου γὰρ τὸ ἔργον. πάλιν ἡ τοῦ βασιλέως ἀρετὴ ταύτην ἡμῖν ἀποκλείει τὴν καταφυγήν. ἄλλος μὲν γὰρ κἂν ὑπήχθη καὶ ἐξηπατήθη, τοῦτον δὲ κἀν ταῖς δίκαις ὁρῶμεν οὐχ ἑλκόμενον ὑπὸ τῶν ψευδομένων, ἀλλὰ πάντα πατοῦντα καὶ κατακλῶντα φενακισμὸν καὶ καθάπερ φάλαγγα ῥηγνύντα τὰς παραγωγάς, ἕως ἂν ἐπʼ αὐτὸ τἀληθὲς πορευόμενος ἀφίκηται.

Ἀλλʼ εἰ δοκεῖ, τὴν ἀγορὰν ἐῶμεν καὶ πάντων ἀέρων τὰ ἐγκλήματα. οἱ δὲ κακῶς οὗτοι γυμνούμενοι καὶ κάκιον τρέχοντες καὶ δεδωκότες αὑτοῖς ἄδειαν τοῦ κακῶς λέγειν ὃν ἂν ἐθέλωσι, καὶ ἃ μηδʼ ἂν κατʼ ἀλλήλων φθεγγόμενοι δικαίως ἀπῆλθον ἀθῷοι, ταῦτα καταχέαντες τοῦ σωφρονεστάτου καὶ δικαιοτάτου καὶ φρονιμωτάτου πότερʼ ἄμεμπτον ἡμῖν ἐποίουν τὴν πόλιν ἢ τούτων οἷς πιέζεται νῦν ἀξίαν; καὶ μὴ νομίζετε περὶ τῆς αὑτοῦ δόξης δεδοικότα χαλεπῶς ἔχειν τοῖς εἰρημένοις, μήποτε τοσοῦτον δυνηθείη ταυτὶ τὰ καθάρματα, ἀλλὰ τό τινας τῶν ἀρχομένων τοσαύτης γέμειν ἀσελγείας καὶ μήτε φοβεῖσθαι, τολμᾶν δὲ ἐν βασιλείᾳ ῥᾳδίως ὃ μηδʼ ἂν ἐν δημοκρατίᾳ καὶ ταύτῃ πλείονι τοῦ συμφέροντος ἐξουσίᾳ χρωμένῃ, τοῦτʼ ἔστιν, ὃ τὴν ἀθυμίαν ἐμπεποίηκε. τοιούτων οὖν ᾀσμάτων διὰ τῆς πόλεως φερομένων τίς ἀνεβόησεν ὡς ἐπʼ ἀσεβείᾳ; τίς προσελθὼν ἐπάταξε; τίς τὴν καρδίαν ἐπλήγη; τίς εἶπε πρὸς τὸν πλησίον· οὐ κωλύσομεν; οὐ συλληψόμεθα; οὐ δήσομεν; οὐκ ἀποκτενοῦμεν; ἔπρεπε γάρ, οἶμαι, τὸν μὲν ἡσυχάζειν, ἡμᾶς δὲ εἶναι τοὺς ἀπαιτοῦντας τὴν δίκην, καὶ πρὶν ἐκεῖνον, ἥτις ἐστὶν ἡ βλασφημία, μαθεῖν, τοὺς ὑβριστὰς ἀπολωλέναι.

Ὀλίγοι, φησίν, ἦσάν τινες. οὐκοῦν καὶ διὰ τοῦτο κεκολάσθαι χρῆν, ὅτι ἃ πλείονες ὄντες τῶν λοιπῶν οὐδʼ οὕτως ἂν εἰκότως ἐτόλμων, ταῦτʼ ὄντες οὐδὲ εἴκοσι παροινοῦντες οὐκ ὤκνουν.

Ἀλλὰ φαῦλοί τινες ἦσαν, ἄποροι καὶ κακοῦργοι καὶ βαλλαντιοτόμοι. δευτέραν ἀνάγκην εἴρηκας τοῦ δεῖν αὐτοὺς διεσπάσθαι, εἰ τὰ μὲν ἀδικήματα μεγάλα καὶ δεινὰ καὶ περιφανῆ, παραίτησις δὲ οὐδαμόθεν.

Ξένοι, φησίν, ἦσαν οἱ θέοντες. οὐκοῦν οἱ μὲν οἷς ἔλεγον ἠδίκουν, ἡμεῖς δὲ οἷς ἐπετρέπομεν. ἴσον δὲ γίνεται τῷ δρᾶν τὸ παρὸν κωλύσαι μὴ βουληθῆναι, καὶ διʼ ὧν τις οὐκ ὀργιζόμενος τοῖς ἠδικηκόσι φαίνεται, τῆς ἀδικίας ἐπαινέτης γίγνεται. ἄνθρωπε, Φοίνιξ εἶ καὶ πόλις ἔστι σοι; μάλιστα μὲν κἀκεῖ σωφρόνει, εἰ δὲ οὐ δύνασαι, μὴ παύσαιο νοσῶν οἴκοι καὶ τὴν ἀσέλγειαν ὀνομάζων ἑορτήν. ἡμεῖς δὲ οὐκ ἴσμεν τοιαῦτα οὔτε ᾄδειν οὔτε ἀκούειν. ἀλλʼ ἐπιθυμεῖς παρʼ ἡμῖν κορδακίζειν; ἀπόθνησκε καὶ μὴ τὰ σαυτοῦ κακὰ τῷ κοινῷ τῆς πόλεως προστίθει.

Τί ἐροῦμεν; ἢ τί φήσαιμεν ἄν, διότι τούτων οὐδὲν πεποιήκαμεν; ἐρεῖ τις, ἐδείσαμεν, φησί, μὴ τὰ δοκοῦντα νόμοις ἱεροῖς γίγνεσθαι κωλύοντες εἰς αἰτίαν τοῦ τὰς ἑορτὰς ἀναιρεῖν ἐμπέσωμεν. ἔδει γὰρ ἡμᾶς πεισθῆναι ταῦτα ἑορτὴν εἶναι, κῶμον οὕτω τολμηρὸν ἐπὶ τὴν θειοτάτην χωροῦντα κεφαλήν. ἀναμεμίχθαι σκώμματά τινά τισιν ἑορταῖς ὁμολογῶ, ἀλλὰ πρῶτον μὲν κοῦφα καὶ φορητὰ καὶ οὐκ ἀπὸ γλώττης ἀναπεπταμένης, οὐ γὰρ εἰς ὁμοίους, ἀπορριπτούμενα, καὶ ταύτῃ τὴν τραχύτητα λεαίνοντα. εἰ δὲ ἐξῆν τοῖς ἐμοῖς δούλοις τἀξ ἀνθρώπων ὀνείδη συμφορήσασι τὴν ἑορτὴν προστησαμένοις ἀνέδην ἐμὲ λοιδορεῖν, ἐγὼ μὲν οὐκ ἂν ἀπεδεξάμην τοὺς ταύτῃ τῇ θεραπείᾳ χαίροντας θεούς.

Ἦν μὲν οὖν φροντιζόντων πόλεως ἀνθρώπων πάλαι ταῦτα ἐκκόψαι καὶ μηδὲ τὸν ὕπτιον Κωνστάντιον περιιδεῖν ὑβριζόμενον, λογιζομένους, ὡς βασιλέως ἁπλῶς κἂν ἡ γνώμη μετέχῃ ῥᾳθυμίας, ἥ γε τύχη τιμῆς ἀξία. εἰ δʼ ἦν οὐδὲν ἀπεικὸς μετὰ τῶν ἄλλων καὶ τοῦτο ἀμεληθῆναι, παρειληφότος γε τὴν ἀρχὴν τοῦ πάντας ἐν ἅπασι τῆς γῆς μέρεσι παρελθόντος οὐδὲν ἐχρῆν τῶν κόσμον ἀπαιτούντων ὀλιγωρεῖσθαι, ἀλλὰ μάλιστα μὲν οὔπω προσιόντος τοῦ καιροῦ φόβῳ προανελεῖν τὰς ὕβρεις, τούτου δὲ διαφυγόντος τὴν γνώμην ὑπʼ αὐτῆς κινηθῆναι τῆς ἀσελγείας. ὅλως δὲ λαμπρὰν ἔδει τῶν τρόπων γενέσθαι τὴν μετάστασιν, καὶ τὴν πόλιν ἀμείνω μεταλαβεῖν ἁρμονίαν, ὥσπερ τινὰ κιθάραν εἰς ἄκρου κιθαρῳδοῦ χεῖρας ἐλθοῦσαν, ταύτην δὲ τὴν ἁρμονίαν διὰ πάντων μὲν τῶν κοινῶν, διὰ πάντων δὲ τῶν ἰδίων τετάσθαι καὶ ψυχῶν καὶ διαίτης καὶ ἀνδρῶν καὶ παίδων καὶ γυναικῶν.

Ἀλλʼ ὅτι μὲν ἐκ τῆς ἡμετέρας μωρίας συνέστη τε τὴν ἀρχὴν τὸ μῖσος καὶ προϊὸν ηὐξήθη, δεδήλωται· συγχωρῶ δέ, εἰ δοκεῖ, τύχης εἶναι τὸ ἔργον οὐ τὰ δίκαια ποιούσης. τί οὖν; ἐάσομεν, ὥσπερ κακοὶ ναῦται, κρατηθῆναι τὴν ναῦν ὑπὸ τοῦ χειμῶνος ἤ τινα πρόνοιαν ἀντιστήσομεν τῷ κλύδωνι; ἐμοὶ μὲν τοῦτο δοκεῖ καὶ τοῦτο βούλημα τοῦ παρόντος λόγου καμνούσῃ βοηθῆσαι τῇ πόλει, καὶ πάνθʼ ὅσα ἐπετίμησα, πρὸς μίαν ταύτην τείνει σπουδήν.

Τίνα δὴ τὰ φάρμακα; φανῶμεν ὡς ἀληθῶς ἀλγοῦντες, φανῶμεν ὡς ἀληθῶς πενθοῦντες. ἀπολογησώμεθα λύπῃ καὶ σωφροσύνῃ. καὶ γὰρ τοῦτο ἕν ἐστι τῶν ἐγκλημάτων, ὡς φρόνημα μεῖζον ἀσκοῦμεν τοῦ δέοντος καὶ φοβεῖν οὐδὲν δύναται τὴν πόλιν. μή μοι νομιζέτω τὴν αὑτοῦ κατήφειαν Ἀργύριος εἰς ἀπολογίαν ἀρκεῖν, ἀλλʼ εἰς ἀχθηδόνα κοινὴν σχηματίσωμεν τὸ ἄστυ καὶ μιμησάσθω πένθος οἰκίας ὅλη ἡ πόλις. κλείσωμεν βραχὺν χρόνον τὸ θέατρον καὶ δεηθῶμεν τῶν ὀρχηστῶν τουτωνὶ καὶ μίμων μεταδοῦναι τοῖς ἀστυγείτοσι τῶν παρʼ αὑτῶν ἀγαθῶν, ἡμῖν δὲ ἐπιτρέψαι τὸ θέρος ἄνευ τέρψεως διαγαγεῖν. τὰς τῶν ἵππων ἁμίλλας εἰς ἐλάττους συστείλωμεν ἄθλους, ἓξ ἀντὶ τῶν ἑκκαίδεκα τάξαντες. τὸ πολὺ καὶ μάταιον τοῦτο φῶς καὶ τρυφὴν ἄχρηστον δεικνύον τὸ πρὸ τῶν βαλανείων κρεμάμενον εἰς πολλοστὸν τοῦ νῦν ὄντος καταστήσωμεν. δικάσωμεν ἡμῖν αὐτοῖς, ἵνα μὴ βασιλεὺς ἡμῖν. ὑπόσχωμεν ἑκόντες τιμωρίαν, ἵνα μὴ μείζω πάθωμεν ἄκοντες. οἰκείᾳ ψήφῳ τὴν ἐκείνου κωλύσωμεν. κἂν οἱ τῶν θεάτρων ἐξηρτημένοι χαλεπαίνωσι, πείθωμεν αὐτοὺς ἐπιγνῶναι τὸν καιρόν, οὐ προσεχόντων δὲ μηδεὶς ἔστω λόγος. δεινὸν γάρ, εἰ τούτοις κατὰ τῆς κοινῆς σωτηρίας χαριούμεθα καὶ τὸ μὴ λυπῆσαι τοὺς ὁμολογοῦντας ἄνευ τῶν ἐπὶ σκηνῆς μὴ δύνασθαι ζῆν ἔμπροσθεν τοῦ λῦσαι τὴν βασιλέως ὀργὴν θησόμεθα. εἰ γὰρ δὴ δεδοίκαμεν στάσιν, καὶ τοῦτʼ ἐγκαλεῖ τῇ βουλῇ βασιλεύς, εἰ οὕτω κακῶς τῆς πόλεως προὔστημεν, ὥστʼ ἀνάγκην εἶναι τοὺς ἀμείνους τοῖς πολλοῖς ἀκολουθεῖν καὶ τοῖς ὄχλοις ἐκπορίζειν ἡδονὰς ἢ εὐθὺς ἀπολωλέναι. ἀλλὰ μὴν ἄγαν παμπόλλους εἶναι νομίζομεν τοὺς ἐν λιμῷ ζητοῦντας ὀρχήσεις. ἀλλʼ ἀνθρώπων ἐκ τοῦ κυβεύειν εὐπορούντων κομιδῆ τινων εὐαριθμήτων καὶ τούτων ξένων, ἐφʼ οὓς ἔχομεν τὸν τῆς ξενηλασίας νόμον, ἢν θρασύνωνται. οἶμαι μὲν οὖν εἴξειν ἅπαντας τοῖς ὑμῖν δοκοῦσιν, ἂν δʼ ἄρα τις καὶ γένηται θόρυβος, σώσει τοῦτο τὴν πόλιν τὸ φοβερόν. ὡς πολλοῦ γε ἄξιον ἀκοῦσαι βασιλέα τῶν ἐνθένδε ἀναβαινόντων, ὅτι Ἀντιοχέων οἱ μὲν τὰ κοινὰ πράττοντες μεταρρυθμίζουσιν εἰς καρτερίαν τὴν πόλιν, ὁ δῆμος δὲ ἀντιτείνει καὶ οἴεται δεῖν ἢ τρυφᾶν ἢ στασιάζειν.

Ὁ δʼ οὐ χρηστὸν οἰωνὸν ταῦτα εἶναι νομίζων, εἰ μὲν ἀπόντος φόβου παντὸς φανεροῦ τὴν μεταβολὴν εἰσηγούμην, ἴσως ἂν ὀρθῶς εὐλαβεῖτο, θυμοῦ δὲ ζέοντος τηλικούτου καὶ τῶν ἀπʼ αὐτοῦ προσδοκωμένων, ἢν αὐτοὶ τῶν ἡδονῶν τι περικόψωμεν, τάχʼ ἂν ἐμπλήσαιμεν τὸν ἐλαύνοντα δαίμονα τὰ ἡμέτερα. οὔκουν εὖ φερομένην ἐμβαλοῦμεν εἰς κακόν τι τὴν πόλιν, ἀλλὰ σειομένην στήσομεν. σταίη δʼ ἄν, ὦ ἄνδρες πολῖται, βεβαίως, εἰ, ὃ τῶν μὲν εἰρημένων ἐστὶ μεῖζον, ἐνίοις δὲ πρόσαντες, τοῖς πλείοσι δὲ κατὰ νοῦν, νικήσειέ τε καὶ θαυμασθείη. εὖ γὰρ εἰδέναι χρὴ τοῦθʼ, ὡς οὔτε πρηνεῖς ἐπὶ γῆς ἐρριμμένοι οὔτε κλαδίοις ἐλαιῶν αἰτοῦντες, οὐ στεφανοῦντες, οὐ βοῶντες, οὐ πρεσβεύοντες, οὐ ῥήτορα δεινότατον πέμποντες σβέσετε τὴν ὀργήν, ἢν μὴ παυσάμενοι τῶν ὕθλων τούτων δῷτε τῷ Διὶ καὶ τοῖς ἄλλοις θεοῖς τὴν πόλιν, περὶ ὧν ὑμᾶς πολὺ πρὸ τοῦ βασιλέως Ἡσίοδος διδάσκει καὶ Ὅμηρος εὐθὺς ἐκ παίδων. ὑμεῖς δὲ τῷ πεπαιδεῦσθαι μὲν ἀξιοῦτε τιμᾶσθαι καὶ παίδευσιν καλεῖτε τὰ ἔπη, περὶ δὲ τῶν μεγίστων ἑτέροις χρῆσθε διδασκάλοις καὶ ὧν κεκλειμένων ἔδει στένειν, ἀνεῳγμένα φεύγετε. εἶθʼ ὅταν Πλάτωνος καὶ Πυθαγόρου μνησθῇ τις, τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὴν ταμίαν καὶ τὸν μάγειρον καὶ τὸ πάλαι ταῦτα πεπεῖσθαι προτείνεσθε καὶ οὐκ αἰσχύνεσθε ταῦτα αἰσχυνόμενοι, ἀλλʼ οἷς ἔδει νομοθετεῖν, τούτων ἐφόλκια γίγνεσθε καὶ μεγάλην ἀνάγκην ἡγεῖσθε τοῦ κακῶς διὰ τέλους φρονεῖν τὸ πάλαι φρονεῖν κακῶς, ὥσπερ ἂν εἴ τις τὴν ὥραν ἐν τῇ νεότητι πεπρακὼς καὶ διὰ τῶν ἄλλων ἡλικιῶν φυλάττοι τὴν νόσον.

Καὶ τί δεῖ μακρολογεῖν; νῦν γὰρ ὑμῖν αἵρεσις ἢ μισουμένοις διατελεῖν ἢ διπλῇ κερδᾶναι τό τε τοῦ κρατοῦντος κτησαμένοις εὐμενὲς καὶ γνοῦσι τοὺς ὄντως τὸν οὐρανὸν ἔχοντας. μόνοι γὰρ ὑμεῖς ἐν οἷς χαριεῖσθε κερδανεῖτε καὶ σχῆμα διδόντων ἔχοντες ἔργῳ τῶν λαμβανόντων ἔσεσθε. ἀλλʼ οὐδεὶς ὑμᾶς μεταστήσει λόγος, οἶδα, καὶ διὰ τοῦτο συνέτεμον, ἵνα μὴ τηνάλλως μηκύνοιμι. ἀλλʼ ὅπως, ἡνίκα ἂν ἐγγὺς ᾖ τὰ δεινὰ καὶ βασιλεὺς μετὰ Πέρσας ὡς πολεμίαν μεταχειρίζηται τὴν πόλιν, μή μοι περιστάντες ὀδύρησθε φάσκοντες καιρὸν ἥκειν τῶν λόγων. ὧν γὰρ αὐτοὶ καταφρονεῖτε, πῶς ἂν τούτους ἀξιοίητε παρʼ ἐκείνῳ δύνασθαι;

Πρὸς δὲ τοὺς ἀδικεῖσθαι νομίζοντας, εἰ τῶν τε ἄλλων αἰτιῶν οὐ μετέχοντες καὶ θεοῖς θύοντες μετὰ τῶν ἀσεβούντων τε καὶ τἄλλα ὑπαιτίων ζημιωθεῖεν, ἐμαυτοῦ μὲν οὐκ ἐρῶ λόγον, τὸν ἐκείνου δὲ πρὸς ἐμέ. καὶ γὰρ αὐτὸς διῄρουν ὑμᾶς ἀπολογούμενος πρὸς αὐτόν, τῷ δὲ ἓν ἔπος ἤρκει τοῦ τὴν δάφνην παρὰ τῶν Μουσῶν λαβόντος. διδοὺς γὰρ εἶναί τινας οὐ πονηροὺς οὐκ εἴα θαυμάζειν, εἰ μετὰ τῶν κακῶν ἀπολοῦνται. πολλάκι γάρ φησι καὶ σύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα. κἀνταῦθα οὐκ ἐνῆν ἀναισχυντεῖν οὕτω πάλαι τοῦ πράγματος ἔχοντος. τίς γὰρ οὐκ οἶδεν, ὅπως μὲν ἀνηλώθη τῷ λοιμῷ τῶν Ἀχαιῶν ὁ στρατὸς διὰ τὴν Ἀγαμέμνονος ἁμαρτίαν, οἷα δὲ ἔπαθον ἀποπλέοντες οἴκαδε διὰ τὴν Αἴαντος ἀδικίαν; οὐκ Ἀθηναῖοι μὲν τῆς Περικλέους εἰς τοὺς Μεγαρέας ὕβρεως ἔτισαν κοινῇ τὴν δίκην, Θηβαῖοι δʼ ἐνόσουν Οἰδίπου κτείναντος Λάιον καὶ ταῦτα ὃν ἔσφαττεν οὐκ εἰδότος; τοῦτον οὖν ὁρῶν παρὰ τοῖς κρείττοσι κεκρατηκότα τὸν νόμον φυλοκρινήσει καθήμενος ἀπὸ τῶν φαύλων ὄντων πολὺ πλειόνων τοὺς χρηστούς; βουλοίμην μὲν ἄν, πιστεύειν δὲ οὐκ ἔχω.

Ἕως οὖν ἔτι διαβαίνει ποταμοὺς καὶ βλέπει πρὸς τὴν τῶν Περσῶν δυναστείαν καὶ σκοπεῖ περὶ τῆς εἰσβολῆς καὶ ποῦ καὶ πότε καὶ πῶς ἐπίθοιτο τοῖς πολεμίοις, ποιήσωμεν ἡμᾶς αὐτοὺς καλοὺς κἀγαθοὺς καὶ καθάπερ οἱ ἡμέτεροι πρόγονοι τῆς πολλῆς τρυφῆς ἀπαλλαγέντες εἰς τὸ μέτριον μετέστησαν, οὕτω καὶ ἡμεῖς ἀλλήλους παρακαλέσαντες τὴν μὲν νῦν οὖσαν περὶ τῆς πόλεως δόξαν ἐκβάλωμεν, φανῶμεν δὲ ἄξιοι βασιλεῖ τῆς προτέρας ἐλπίδος. ἐκεῖνος ᾤετο μάλιστα ταύτην ἑαυτῷ συγχορεύσειν καὶ τὰς ἄλλας ἀποκρύψειν εὐνοίᾳ καὶ τῆς πατρίδος αὐτῆς οἰκειοτέραν ἔσεσθαι κάλλος αὐτῇ καὶ προσθήκας ἑτέρας ἑτοιμάζων ἐπορεύετο. νῦν δὲ μισεῖ καὶ μισεῖσθαι πέπεισται ὁ Ἀπόλλωνος φίλος ὑπὸ τῶν Ἀπόλλωνος τροφίμων καί φησιν ἐν Ταρσοῖς τῆς Κιλικίας χειμάσειν. ἡμεῖς δὲ εἰ τοῦτο γένοιτο, βιωσόμεθα; εἰπέ μοι, ποίαις ψυχαῖς; τί λέγοντες; πῶς ἀλλήλους ὁρῶντες; πῶς τοὺς εἰσαφικνουμένους; Ἀντιοχείας οὔσης, Ἥλιε, καὶ σωζομένης ἐν Ταρσοῖς βασιλεύς; καὶ πέμψομεν πρέσβεις εἰς Κιλικίαν οἱ δεχόμενοι τοὺς ἐκεῖθεν; καὶ Κύδνος εὐτυχέστερος Ὀρόντου τοῦ ποταμοῦ; καὶ ἡ αἰτία διʼ ἣν ταῦτα οὕτω πέπρακται, χαλεπωτέρα πτώματος. οὐκ ἤνεγκαν ἄρχοντα ἀγαθὸν οἱ τῶν μὴ τοιούτων γενεὰν ἐνεγκόντες ὅλην, οὐκ ἤνεγκαν ἐν βασιλεῖ φιλοσοφίαν οἰκοῦσαν, ἀπεσείσαντο τὴν ἀρχήν. εἶτʼ οὐ πᾶς ὑμῖν ἀπὸ τῶνδε τῶν χρόνων πολέμιος βασιλεύς; οὐ διαδέξονται μετὰ τοῦ σκήπτρου τὸ μῖσος; οὐ φεύξονται τὴν ἀκόλαστον; οὐ συνεπιθήσονται τοῖς καιροῖς; οὐ τοῖς ἀεὶ τὴν πόλιν ἔχουσι τὴν νῦν ἀγνωμοσύνην προοίσουσι; καλῆς γε προνοίας τοὺς υἱεῖς κληρονόμους καταλείψετε· ἄνδρες, δείσατε τὸν κρημνόν. τοιοῦτον ἐχθρὸν ἐγὼ κἂν ἰδιώτην ἔδεισα. οὐκ ἔστι τοῦ Τυανέως πόρρω κατὰ τὸν βίον, ὃς δυοῖν ῥήμασιν ἔστιξε τὴν ἡμετέραν. εἶτʼ οὐ νήψομεν; οὐχ ὅλον τὸ συμβησόμενον ὀψόμεθα ταῖς ψυχαῖς; οὐκ ἐπὶ τὰ ἱερὰ δραμούμεθα; οὐ τοὺς μὲν πείσομεν, τοὺς δὲ ἕλξομεν; οὐ παρὰ τοὺς βωμοὺς ταῖς ἱκετείαις χρησόμεθα χαίρειν ἀφέντες ἱπποδρόμους· οὐκ ἀποστελοῦμεν φήμην ἐπʼ αὐτὸν Χοάσπην Ἀντιοχεῖς ἀπολελόγηνται λέγουσαν; οὐ δεξόμεθα τὴν ἐκεῖθεν βασιλεὺς διήλλακται λέγουσαν;

Τούτων εἰ λέγοι τις βέλτιον, πρῶτος ὑπακούσομαι. εἰ δʼ ἐνθάδε σιγήσας οἴκοι με κακῶς ἐρεῖ, θαυμάσεταί με τοῦ χειμῶνος ἅμα δάκρυσιν.